Epigrammata sepulcralia
- Edition reference
- Epigrammata sepulcralia, ed. Cougny, op. cit., 94–224. Epigr: 27,325: Epigr. Epigr. 2.1–775.
- CTS identifier
urn:cts:greekLit:tlg7052.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
19
τῶνδε Ποτιδαίας δ' ἀμφὶ πύλας ἔδ[αμεν·
ἐχθρῶν δ' οἱ μὲν ἔχουσι τάφου μέρος, ο[ἱ δὲ φυγόντες
τεῖχος πιστοτάτην ἐλπίδ' ἔθεντο [βίου.
Ἄνδρας μὲν πόλις ἥδε ποθεῖ καὶ δ[ῆμος Ἐρεχθέως,
πρόσθε Ποτιδαίας οἳ θάνον ἐν προμάχοις·
παῖδες Ἀθηναίων, ψυχὰς δ' ἀντίρρο[πα θέντες,
ἠ[λλ]άξαντ' ἀρετὴν καὶ πατ[ρίδ'] εὐκλ[είσαν.
20
{ΑΛΛΟ.}
Προκλεῖδας τόδε σᾶμα κεκλήσεται ἐγγὺς ὁδοῖο,
ὃς περὶ τᾶς αὐτοῦ γᾶς θάνε μαρνάμενος.
21
{ΑΛΛΟ}
Ἡρόδοτον Λύξεω κρύπτει κόνις ἥδε θανόντα,
Ἰάδος ἀρχαίης ἱστορίης πρύτανιν,
Δωριέων πάτρης βλαστόντ' ἄπο, τῶν ἄρ' ἄπλητον
μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην.
22
{ΕΥΡΙΠΙΔΟΥ.}
Οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτεσαν
ἄνδρες, ὅτ' ἦν τὰ θεῶν ἐξίσου ἀμφοτέροις.
23
{ΑΛΛΟ.}
Μνᾶμ' ἐπ' Ὀλ[αϝ]είδᾳ μ' ὁ πατὴρ ἀνέθηκε θανόντι
Ὄσσιλος, ᾧ πένθος θῆκεν ἀποφθίμενος.
24
{ΑΛΛΟ.}
Ἀστοῖ[ς κ]αὶ ξείνοισι φανεὶς φίλο[ς εἰμί nomen defuncti
ὅ]ς ποτ' ἀριστεύων ἐν προμάχοις ἔπεσον.
25
{ΑΛΛΟ.}
Σοῦ μὲν δὴ πατρὶς δὴν, Κέρκινε, Φοξίου υἱέ,
Ποντιὰς Ἡράκλει', ἕξει ἄχος φθιμένου
ἡμ[ετέρ]ων ἐν χερσὶ φίλων· ὅ[θεν οὔ] ποτ' ἐπαίνου
λήσομεθ'· ἦ μάλα γὰρ [σὴν φ]ύσιν ἠγησάμην.
26
{ΙΠΠΙΟΥ ΗΛΕΙΟΥ (?)}
Σύζυγος ἦν μία πᾶσι πατρὶς, καὶ μοῖρα δὲ πάντας
ὤλεσεν ἠϊθέους, ὦ παροδῖτα, μία.
Πάντας τ' αὐτὸς ἔχει πόντος, καὶ εἰκόνας αὐτὸς
τεῦξε λυγροῖς πορθμοῦ ὀλλυμένων ῥοθίοις
οὗ τὸ καλὸν κοσμεῖ περικείμενον οὔνομα τύμβους,
οὗ γλυκύς ἐσθ' ἡμῖν κἀν φθιμένοισιν ἔρως.
27
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἀρίστων.
Ἦ μάλα δή σε φίλως ὑπεδέξατο γαῖα ὑπὸ κόλπους
ὄλβιον αἰῶνος μᾶκος ἀμειψάμενο[ν·
καί σοί γε ὡραία χάρις ἤλυ[θεν α]ὕτη, Ἀρίστων,
δεινοῦ (?) [ἐλευθ]ερίαν (?) τοῦ δεσμο[ῦ (?) ...
......................
28
{ΘΕΑΙΤΗΤΟΥ.}
Περὶ Κράντορος.
Ἥνδανεν ἀνθρώποις, ὁ δ' ἐπιπλέον ἥνδανε Μούσαις
Κράντωρ, καὶ γήρως ἤλυθεν οὔτι πρόσω.
Γῆ, σὺ δὲ τεθνειῶτα τὸν ἱερὸν ἄνδρ' ὑπόδεξαι·
ἦ ῥ' ὅγε καὶ κεῖθι ζώει ἐν εὐθυμίῃ.
29
{ΑΔΕΣΠΟΤΟΝ.}
......... ἐλθόντα ποθ' ὧδε κέκευθε
ἁ κόνις] Ἀργείων θυμὸν ἀφέντα πόλει.
30
{ΙΠΠΩΝΟΣ.}
Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν
ἴσον ἐποίησεν Μοῖρα καταφθίμενον.
31
{ΑΔΕΣΠΟΤΟΝ.}
Σῆμα τόδ' Οἰναίου Διονυσίου· τῶν δ' ἔτι πρόσθεν,
Πείθωνος πατρὸς οὗ, καὶ Φειδίππου τόδε θείου
τούτου, τῶν τ' ἄλλων ὧν τύπος εἰκόν' ἔχει.
32
{ΑΛΛΟ.}
Ὢ τὸν ἀειμνήστου ς' ἀρετᾶς παρὰ πᾶσι πολίταις
κλεινὸν ἔπαινον ἔχοντ', ἄνδρα ποθεινότατον
παισὶ φίλῃ τε γυναικί· τάφου δ' ἐπὶ δεξιὰ, μῆτερ,
κεῖμαι σῆς φιλίας οὐκ ἀπολειπόμενος.
33
{ΑΛΛΟ.}
Ἐνθάδε [Π]υθοκλῆς κεῖται πολλοῖσι ποθεινὸς
καὶ Σάτυρος νέος ὢν ἔσχεν ἐπωνυμίαν.
Παῖς Ἡρακλείδου, μητρὸς δ' Ἀριαστίδος ἐστί·
[π]ατρὶς δ' ἔστ' Ἔφεσος κλεινοτάτη πόλεων.
Θρεφθεὶς δ' ἐν χθονὶ τῇδε θάνεν μέγα πῆμα φίλοισ[ι
τῇ τε κασιγνήτῃ πένθεα πλεῖστα λιπών.
Ἀριαστίς. Πυθοκλῆς.
34
{ΑΛΛΟ.}
Ἐνθάδε τὴν ἀγαθὴν καὶ σώφρονα γαῖ' ἐκάλυψεν
Ἀρχεστράτην ... ἀνδρὶ ποθεινοτάτην.
35
{ΑΛΛΟ.}
Οὔνομα μὲν τοὐμὸν καὶ ἐμοῦ πατρὸς ἥδ' ἀγορεύει
στήλη καὶ πάτραν, πιστῶν δ' ἔργων ἕνεκ' ἔσχον
Πιστὸς ἐπωνυμίαν, οὗ σπάνις ἀνδρὶ τυχεῖν.
36
{ΑΛΛΟ.}
Γλυκέρα Θουκλείδου.
Οὗ σπάνις ἐστὶ γυναικὶ, ἐσθλὴν καὶ σώφρονα φῦναι
τὴν αὐτὴν δοκίμως, τοῦδε τύχεν Γλυκέρα.
37
{ΑΛΛΟ.}
Σωσῖνος Γορτύνιος χαλκόπτης.
Μνῆμα δικαιοσύνης καὶ σωφροσύνης ἀρετῆς τε
Σωσίνῳ στῆσαν παῖδες ἀποφθιμένῳ.
38
{ΑΛΛΟ.}
Ἐνθάδε γῆ κατέχει τιτθὴν παίδων Διογείτου
ἐκ Πελοποννήσου τήνδε δικαιοτάτην.
39
{ΑΛΛΟ.}
Εἰ] τοιῶνδ' ἀνδρῶν εἴη πόλις, οὔποτ' ἂν αὐ[τῆς
ἐχθροὶ στήσαιεν Ζηνὶ τρόπαιον ἕδος.
Κ]τ[ώμ]ενον εὔκλειαν [δ]ορὶ καὶ χερὶ τόνδε πρὸς ἀ[νδ]ρὸς
ἐχθροῦ Ἀρι]σ[τ]όκ[ριτ[ον ὤλεσε θοῦρος Ἄρης.
.......................
40
{ΑΛΛΟ.}
Μνησαρχίδης Μνησάρχου Ἁλαιεύς.
Εἰ τὰ θεῶν τιμᾶν χρηστῶν τ' ἔργων ἐπιθυμεῖν
καὶ τὸ δικαιοσύν[ῃ τε φίλον] τε φίλοισι προσεῖναι
δόξα ἀρετή τε βροτοῖς, καὶ ἀνεγκλήτως βιοτεῦσαι,
πάντα σὺ ταῦτ' ἔσχες, Μνησαρχίδη, ἀπροφασίστως.
41
{ΑΛΛΟ.}
Κ[υδίμαχ]ος [Θ]οραε[ύς.
Κυδίμαχο[ν] χθὼν [ἥδε τ]αφῆς στε[γέεσ]σι καλύ]πτει
ὄλβιον, εὐαίωνα, βί[ου] πλεύσαντα πρὸς ὅρμον·
παῖδα[ς γὰρ] παίδω[ν ἐ]σιδὼν καὶ γῆρα[ς ἄ]λ[υπον
τὴν πάντων κοινὴν μοῖραν [ἔχει] φθίμενος.
42
{ΑΛΛΟ.}
Εὐ]θύκριτος [Οἰν]αῖος (?)
Ἐνθάδε τὸν πάσης ἀρετῆς ἐπὶ τέρμα μολόντα
Εὐθύκριτον πατρία χθὼν ἐκάλυψε τάφῳ,
μητρὶ φίλον καὶ πατρὶ, κασιγνήταις τε ποθεινὸν
πᾶσί θ' ἑταίροισιν σύντροφον ἡλικίας.
43
{ΑΛΛΟ.}
Ἐνθάδε τὴν πάσης ἀρετῆς ἐπὶ τέρμα μολοῦσαν
Φαναγόραν κατέχει Φερσεφόνης θάλαμος.
44
{ΑΛΛΟ.}
Ἐνθάδε Θέρσανδρον καὶ Σίμυλον, ἄνδρε ποθεινὼ
πατρίδι Κερκύρᾳ δέξατο γαῖα τάφῳ.
Πρέσβεις ἐλθόντας κατὰ συντυχίαν δὲ θανόντας
παῖδες Ἀθηναίων δημοσίᾳ κτέρισαν.
45
{ΑΛΛΟ.}
Ἥδε χθὼν κόλποισι Φασηλίτην Θεοδέκτην
κρύπτει, ὃν ηὔξησαν Μοῦσαι Ὀλυμπιάδες·
ἐν δὲ χορῶν [τραγικῶν] ἱεραῖς τρισὶ καὶ δέχ' ἁμίλλαις
ὀκτὼ ἀγηράντους ἀμφεθέμην στεφάνους.
46
{ΘΕΟΚΡΙΤΟΥ ΤΟΥ ΧΙΟΥ.}
Ἑρμείου εὐνούχου ἠδ' Εὐβούλου ἅμα δούλου,
σῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης.
Ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν, εἵλετο ναίειν
ἀντ' Ἀκαδημείας βορβόρου ἐν προχοαῖς.
47
{ΑΔΕΣΠΟΤΟΝ.}
Μακαρεὺς Λακιάδης. Ἀρχέβιος.
Εἴ σε τύχη προὔπεμψε καὶ ἡλικίας ἐπέβησεν,
ἐλπίδι γ' ἦσθα μέγας τῷ τε δοκεῖν, Μακαρεῦ,
ἡνίοχος τέχνης τραγικῆς Ἕλλησιν ἔσεσθαι·
σωφροσύνῃ δ' ἀρετῇ τ' οὐκ ἀκλεὴς ἔθανες.
48
{ΑΛΛΟ.}
Πότνια σωφροσύνη, θύγατερ μεγαλόφρονος αἰδοῦς,
πλεῖστά σε τιμήσας εὐπόλεμόν τ' ἀρετήν,
Κλείδημος Μελιτεὺς Κλειδημίδου ἐνθάδε κεῖται.
....................
49
{ΑΛΛΟ.}
Διιτρέφης Ζωΐλου Παριηνὸς στρατιώτης,
Δημοφῶν Μητροδώρου Παριηνὸς στρατιώτης.
Μνῆμα φίλη μήτηρ με Διιτρέφει ἐνθάδ' ἔθηκεν
καὶ Περικλεῖ φθιμένοιν Μητρίχη αἰνόμορος·
Ἀγνής τ' ἐνθάδε οἱ θυγάτηρ καὶ ἀδελφὸς ἔχουσιν
μοῖραν Δημοφῶν τῆς μέτα πᾶσι βροτοῖς.
50
{ΑΛΛΟ.}
Μνῆμα Μνησαγόρας καὶ Νικοχάρους τόδε κεῖται·
αὐτὼ δ' οὐ παραδεῖξαι ἀφείλετο δαίμονος αἶσα
πατρὶ φίλῳ καὶ μητρὶ, λιπόντε ἀμφοῖν μέγα πένθος,
οὕνεκα ἀποφθιμένω βήτην δόμον Ἄϊδος εἴσω.
51
{ΑΛΛΟ.}
Σύμμαχος Σίμωνος Χῖος.
Πλεῖστα μὲν εὐφρανθεὶς βιότῳ, λύπαις δ' ἐλαχίσταις
χρησάμενος, γήρως τέρμα μολὼν πρὸς ἄκρον,
Χῖος μὲν γενεὰν βλαστὼν, πατρὸς δὲ Σίμωνος
Σύμμαχος ἐν δαπέδοις Κεκροπίας ἐκλίθην.
Ἡ μὲν καλλικόμοις πτόρθοις βοτρυώδεος οἴνης
Χῖος ἀγαλλομένη Συμμάχῳ ἐστὶ πατρίς,
αἱ δὲ θεοῖσι μάλιστα φίλαι θνητοῖσι τ' Ἀθῆναι
σῶμα σὸν ἐν κόλποις κρύψαν ἀποφθίμενον.
52
{ΑΛΛΟ.}
Οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντο
ὅπλα καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν·
μαρνάμενοι δ' ἀρετῆς καὶ λήματος οὐκ ἐσάωσαν
ψυχὰς, ἀλλ' Ἀΐδην κοινὸν ἔθεντο βραβῆ,
οὕνεκεν Ἑλλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντες
δουλοσύνης, στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν.
Γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων
σώματ', ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις.
Μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν·
ἐν βιοτῇ Μοῖραν δ' οὔτι φυγεῖν μερόπων.
53
{ΑΛΛΟ.}
Μνᾶμα [βλέπεις ἐ]πὶ σώματι κείμενον ἀνδρὸς ἀρίστου·
Πυθίων ἐκ Μεγάρων δαιώσας ἑπτὰ μὲν ἄνδρας,
ἑπτὰ δ' ἀπορρήξας λόγχας ἐνὶ σώματ' ἐκείνων
εἵλετο τὰν ἀρετὰν, πατέρ' εὐκλεΐζων ἐνὶ δήμῳ.
Οὗτος ἀνὴρ ἐσάωσεν Ἀθηναίων τρεῖς φυλὰς,
ἐκ Παγᾶν ἀγαγὼν διὰ Βοιωτῶν ἐς Ἀθήνας·
εὐκλέϊς' Ἀνδοκίδαν δισχιλίοις ἀνδραπόδοισιν.
Οὐδένα πημάνας δ' ὅ γ' ἐπιχθονίων ἀνθρώπων
εἰς Ἀΐδα κατέβα, πᾶσιν μακαριστὸς ἰδέσθαι.
54-119t
{ΑΡΙΣΤΟΤΕΛΟΥΣ (?)}
Εἰς τοὺς παρ' Ὁμήρῳ ἥρωας ἐπιτάφια.
54
{Ἐπὶ Πηνέλεω κειμένου ἐν Βοιωτίᾳ.}
Τόνδ' ἐπὶ Κηφισῷ ποταμῷ θέσαν ὠκὺ ῥέοντι
παῖδες Βοιωτῶν σώφρονα Πηνέλεων.
55
{Ἐπὶ Ἀσκαλάφου καὶ Ἰαλμένου.}
Ἀσκαλάφου Τροίῃ φθιμένου καὶ Ἰαλμένου ἥδε
ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει.
56
{Ἐπὶ Αἴαντος τοῦ Ὀϊλέως, κειμένου ἐν
Μυκόνῳ τῇ νήσῳ.}
Ἐνθάδε τὸν Λοκρῶν ἡγήτορα γαῖα κατέσχεν
Αἴαντ' Οἰλιάδην ἐν πελάγει φθίμενον.
57
{Ἐπὶ Ἐλεφήνορος κειμένου ἐν Τροίῃ.}
Νήσου ἀπ' Εὐβοίης Ἐλεφήνορα ἀρχὸν Ἀβάντων
ἐνθάδ' ἐνὶ Τροίῃ μοῖρα κατέσχε βίου.
58
{Ἐπὶ Μενεσθέως κειμένου Ἀθήναις.}
Ταξίλοχος λαῶν, υἱὸς Πετεῶο Μενεσθεὺς
ἐνθάδ' ἐνὶ κλεινῇ πατρίδι μοῖραν ἔχει.
59
{Ἐπὶ Αἴαντος Τελαμωνίου κειμένου ἐν Τροίῃ.}
Ἅδ' ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι
Αἴαντος τύμβῳ, κειραμένα πλοκάμους,
θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρ' Ἀχαιοῖς
ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται.
60
{Ἐπὶ Τεύκρου κειμένου ἐν Σαλαμῖνι τῆς Κύπρου.}
Ἰῶν ὠκυμόρων ταμίην Τελαμώνιον ἥδε
Τεῦκρον ἀποφθίμενον γῆ Σαλαμὶς κατέχει.
61
{Ἐπὶ Διομήδους κειμένου ἐν τῇ ὁμωνύμῳ νήσῳ.}
Αἰνητὸν πάντεσσιν ἐπιχθονίοις Διομήδη·
ἥδ' ἱερὰ κατέχει νῆσος ὁμωνυμίη.
62
{Ἐπὶ Σθενέλου καὶ Εὐρυάλου κειμένων ἐν Ἄργει.}
Ἀργεῖος Σθένελος Καπανήϊος ὧδε τέθαπται
τύμβῳ, καὶ τούτου πλησίον Εὐρύαλος.
63
{Ἐπὶ Ἀγαμέμνονος κειμένου ἐν Μυκήναις.}
Λεύσσεις Ἀτρείδεω Ἀγαμέμνονος, ὦ ξένε, τύμβον,
ὃς θάν' ὑπ' Αἰγίσθου κοὐλομένης ἀλόχου.
64
{Ἐπὶ τοῦ αὐτοῦ.}
Μνῆμα τόδ' Ἀτρείδεω Ἀγαμέμνονος, ὅν ῥα κατέκτα
δῖα Κλυταιμνήστρη Τυνδαρὶς οὐχ ὁσίως.
65
{Ἐπὶ Μενελάου.}
Ὄλβιος, ὦ Μενέλαε, σύ τ' ἀθάνατος καὶ ἀγήρως
ἐν μακάρων νήσοις, γαμβρὲ Διὸς μεγάλου.
66
{Ἐπὶ Νέστορος κειμένου ἐν Πύλῳ.}
Τὸν βαθύνουν, ψυχήν τε νόημά τε θεῖον ἔχοντα,
ἄνδρ' ἀγαθὸν κατέχω, Νέστορα τὸν Πύλιον.
67
{Ἐπὶ τοῦ αὐτοῦ.}
Νέστορα τὸν Πυλίων ἡγήτορα ἥδε θανόντα
γῆ κατέχει, βουλῇ φέρτατον ἡμιθέων.
68
{Ἐπὶ Ἀντιλόχου κειμένου ἐν Τροίᾳ.}
Μνῆμ' ἀρετῆς υἱοῦ τοῦ Νέστορος, Ἀντιλόχοιο,
ὃς θάνεν ἐν Τροίῃ ῥυσάμενος πατέρα.
69
{Ἐπὶ Ἀγαπήνορος.}
Ἀρχὸς ὅδ' ἐκ Τεγέης Ἀγαπήνωρ, Ἀγκαίου υἱὸς,
κεῖθ' ὑπ' ἐμοὶ, Ταφίων πελτοφόρων βασιλεύς.
70
{Ἐπὶ Ἀμφιμάχου καὶ Διώρου.}
Ἀρχός τ' Ἀμφίμαχος, Κτεάτου πάϊς ἠδὲ Διώρης,
ἐνθάδ' ἐνὶ Τροίῃ μοῖραν ἔχουσι βίου.
71
{Ἐπὶ Θαλπίου καὶ Πολυξένου ἐν Ἤλιδι.}
Οἵδε Πολύξεινος καὶ Θάλπιος Ἤλιδι δίῃ
δμηθέντες κρυεροῦ δῶμ' Ἀΐδαο ἔβαν.
72
{Ἐπὶ κενοταφίου Μέγητος ἐν Δουλιχίῳ.}
Μνῆμα Μέγητι θοῷ, μεγαθύμου Φυλέος υἱῷ,
Δουλίχιοι τεῦξαν· σῶμα δὲ πόντος ἔχει.
73
{Ἐπὶ Ὀδυσσέως κειμένου ἐν Τυρρηνίᾳ.}
Ἀνέρα τὸν πολύμητιν, ἐπὶ χθονὶ τῇδε θανόντα,
κλεινότατον θνητῶν τύμβος ἐπεσκίασεν.
74
{Ἐπὶ τοῦ αὐτοῦ.}
Οὗτος Ὀδυσσῆος κείνου τάφος, ὃν δία πολλὰ
Ἕλληνες πολέμῳ Τρωϊκῷ εὐτύχεσαν.
75
{Ἐπὶ Θόαντος.}
Υἱὸν ὑπερθύμου Ἀνδραίμονος ἠδὲ θυγατρὸς
Γόργης τῆς Οἰνέως ἥδε κόνις κατέχει.
76
{Ἐπὶ Ἰδομενέως καὶ Μηριόνου κειμένων
ἐν Κνωσσῷ.}
Κνωσσίου Ἰδομενῆος ὁρᾷς τάφον· αὐτὰρ ἐγὼ τοῦ
πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.
77
{Ἐπὶ Τληπολέμου κειμένου ἐν Ῥόδῳ.}
Ἅδ' Ἡρακλείδην ῥηξήνορα θυμολέοντα
Τληπόλεμον κατέχει κυματόεσσα Ῥόδος.
78
{Ἐπὶ Δηϊπύλου.}
Δηϊπύλου κόρσης εὐειδέος Ὀρμενίοιο
μνῆμα τόδ' εὐκλεινόν· γείνατο Τληπόλεμος.
79
{Ἐπὶ Νιρέως κειμένου ἐν Τροίᾳ.}
Ἐνθάδε τὸν κάλλιστον ἐπιχθονίων ἔχε γαῖα,
Νιρέα, τὸν Χαρόπου παῖδα καὶ Ἀγλαΐης.
80
{Ἐπὶ Φειδίππου καὶ Ἀντίφου.}
Φείδιππον Τροίην πέρσαντ' ἠδ' Ἄντιφον ἥρω
γαῖα πατρὶς, κώμη ἥδ' Ἐφύρα κατέχει.
81
{Ἐπὶ Ἀχιλλέως κειμένου ἐν Τροίᾳ.}
Παῖδα θεᾶς Θέτιδος Πηληϊάδην Ἀχιλῆα
ἥδ' ἱερὰ Προποντὶς ἀμφὶς ἔχει πεδίῳ.
82
{Ἐπὶ τοῦ αὐτοῦ.}
Θεσσαλὸς οὗτος ἀνὴρ Ἀχιλεὺς ἐν τῷδε τέθαπται
τύμβῳ· ἐθρήνησαν δ' ἐννέα Πιερίδες.
83
{Ἐπὶ Πατρόκλου κειμένου μετὰ Ἀχιλλέως.}
Πατρόκλου τάφος οὗτος· ὁμοῦ δ' Ἀχιλῆϊ τέθαπται·
ὃν κτάνεν ὠκὺς Ἄρης Ἕκτορος ἐν παλάμαις.
84
{Ἐπὶ Ποδάρκους κειμένου ἐν Σικυῶνι.}
Σῆ μὲν Ἀχαιῒς ἔθρεψε Ποδάρκην Ἄκτορος υἱὸν·
ὀστέα δ' αὖ Σικυὼν γῆ κατέχει φθιμένου.
85
{Ἐπὶ Φιλοκτήτου.}
Τόξων Ἡρακλέους ταμίην, Ποιάντιον υἱὸν,
ἥδε Φιλοκτήτην γῆ Μινυὰς κατέχει.
86
{Ἐπὶ Εὐμήλου.}
Υἱὸς ὅδ' Ἀδμήτοιο Φερητιάδης Εὔμηλος
νέρθ' ὑπ' ἐμοὶ κεῖται, μοῖραν ἔχων θανάτου.
87
{Ἐπὶ κενοταφίου Ποδαλειρίου καὶ Μαχάονος
ἐν Τρίκκῃ.}
Οἱδ' Ἀσκληπιάδαι Ποδαλείριος ἠδὲ Μαχάων,
πρόσθεν μὲν θνητοὶ, νῦν δὲ θεῶν μέτοχοι.
88
{Ἐπὶ Εὐρυπύλου κειμένου ἐν Ὀρχομενῷ.}
Πάτρῃ ἐν Ὀρχομενῷ Εὐαίμονος ἀγλαὸν υἱὸν,
Εὐρύπυλον, κρύπτει δακρυόεσσα κόνις.
89
{Ἐπὶ Πολυποίτου καὶ Λεοντέως.}
Ἄρχοντες Λαπιθῶν Πολυποίτης ἠδὲ Λεοντεὺς
ἐν γαίῃ Μήδων τέρμ' ἀφίκοντο βίου.
90
{Ἐπὶ Γουνέως.}
Σῆμα τὸ μὲν Γουνῆος ὁρᾷς· ψυχὴ δὲ θανόντος
ἀέρ' ἐς ὑγρὸν ἔβη, σῶμα δὲ πόντος ἔχει.
91
{Ἐπὶ κενοταφίου Προθόου.}
Σῶμα μὲν ἐν πόντῳ Προθόου Τενθρηδόνος υἱοῦ
κεῖται· ἀνοίκτιστον δ' οὔνομα τύμβος ἔχει.
92
{Ἐπὶ Ταλθυβίου κειμένου ἐν Μυκήναις.}
Ταλθύβιον θεράποντα, θεῶν κήρυκα καὶ ἀνδρῶν,
ὧδε Μυκηναίων δῆμος ἔθαψεν ἅπας.
93
{Ἐπὶ Αὐτομέδοντος κειμένου ἐν Τροίῃ.}
Αὐτομέδοντ', Ἀχιλῆϊ ἐῢν καὶ πιστὸν ἑταῖρον,
ἥδε κατεσκίασε Τρωὰς ἄρουρα τάφῳ.
94
{Ἐπὶ Ἕκτορος κειμένου ἐν Θήβαις.}
Ἕκτορι τόνδε μέγαν Βοιώτιοι ἄνδρες ἔτευξαν
τύμβον ὑπὲρ γαίης, σῆμ' ἐπιγιγνομένοις.
95
{Ἐπὶ Πυραίχμου κειμένου ἐν Τροίᾳ.}
Ἐλθὼν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξίου ὧδε Πυραίχμης
ὠκύμορος πάντων νόσφι φίλων ἔθανεν.
96
{Ἐπὶ Λαομέδοντος.}
Ἐνθάδε Περγαμίδην κεύθει χθὼν Λαομέδοντα,
ἵππων ὠκυπόδων εἵνεκ' ἀποφθίμενον.
97
{Ἐπὶ Αἰήτου κειμένου ἐν Κολχίδι.}
Αἰήτην Κόλχοισι πολυχρύσοισιν ἄνακτα
ἐνθάδε πανδαμάτωρ Μοῖρα θεῶν κτέρισεν.
98
{Ἐπὶ Ζήθου κειμένου ἐν Θήβαις.}
Ἑπταπύλων Θηβῶν βασιλεὺς ὅδε κεῖται ὑπόχθων
Ζῆθος, ὃν Ἀντιόπη γείνατο παῖδ' ἀγαθόν.
99
{Ἐπὶ Ὀρφέως κειμένου ἐν Κικονίᾳ.}
Θρήϊκα χρυσολύρην Οἰάγρου παῖδα θανόντα
Ὀρφέα ἐν χώρῳ τῷδε θέσαν Κίκονες.
100
{Ἐπὶ Πυλάδου κειμένου Φωκίδι.}
Υἱὸς ὅδε Στροφίου Πυλάδης ἐν Φωκίδι γαίῃ
κεῖται, ἐπεὶ παντὸς μοῖραν ἔπλησε βίου.
101
{Ἐπὶ Ἀταλάντης ἐν Ἀρκαδίᾳ.}
Κούρης Ἰασίοιο πολυκλείτης Ἀταλάντης
σῆμα, πέλας στείχων, ἀτρεκές ἐστι τόδε.
102
{(Ἐπὶ Πρωτεσιλάου ἐν Χερρονήσῳ ἀναιρεθέντι.)}
Τόνδ' ὄχθον μνήμην ἀρετῆς χάριν ἐξετέλεσσαν
Ἑλλήνων παῖδες Πρωτεσίλᾳ φθιμένῳ.
103
{(Ἐπὶ Πανδάρου.)}
Τηλεβόλου ῥυτῆρα, Λυκάονος ἀγλαὸν υἱὸν,
ἐκ Ζελέας, κατέχει Πάνδαρον ἥδε κόνις.
104
{(Ἐπὶ Δόλωνος.)}
Πατρὶς μὲν κρύπτει με Δόλων' Εὐμήδεος υἱόν·
πᾶσιν ἀπαγγέλλω τοῖς παριοῦσι μαθεῖν.
105
{(Ἐπὶ Ῥήσου.)}
Ὕπνῳ καὶ καμάτῳ δεδμημένον ἐνθάδε Ῥῆσον
Τρῶες δὴ θάψαν Τευκρίδος αἰγιαλῷ.
106
{(Ἐπὶ Σαρπηδόνος.)}
Κᾶρες καὶ Λύκιοι βασιλεῖς Σαρπηδόνα δῖον
Ξάνθου ἐπὶ προχοαῖς ἀενάου ἔθεσαν.
107
{(Ἐπὶ Γλαύκου.)}
Εὐώδης κυπάρισσος ὁμοῦ καὶ λάϊνος ὄχθος,
ἐνθάδε τὸν Λύκιον Γλαῦκον ἔχει φθίμενον.
108
{(Ἐπὶ Μέμνονος.)}
Μέμνων Τιθωνοῦ τε καὶ Ἠοῦς ἐνθάδε κεῖμαι
ἐν Συρίῃ Βήλου πὰρ ποταμοῦ προχοαῖς.
109
{(Ἐπὶ Πείρωος καὶ Ἀκάμαντος.)}
Πελτοφόρου Θρῄκης Ἀκάμας καὶ Πείροος ἥρως
ἕδραν ναίοντες τήνδ' ἔλαχον φθίμενοι.
110
{(Ἐπὶ Τληπολέμου κειμένου ἐν Τροίῃ.)}
Τόνδ' Ἡρακλείδην εὐήνορα τηλόθι πάτρης
Τληπόλεμον κρύπτει χῶρος ὅδ' ἀνθεμόεις.
111
{(Ἐπὶ Πυλαιμένους κειμένου ἐν Τροίῃ.)}
Ἑρμεία, στερεᾶς πέτρης τέκος, ἔννεπε πᾶσιν
Παφλαγόνος μοῖραν τοῦδε Πυλαιμένεος.
112
{(Ἐπὶ Αἰνείου.)}
Αἰνείαν Κύπριδός τε καὶ Ἀγχίσου φίλον υἱὸν
ἐνθάδε μοῖρα θεῖον ἤγαγεν εἰς Ἀΐδην.
113
{(Ἐφ' Ἕκτορος κειμένου ἐν Ὀφρυνίῳ λόφῳ
τῆς Τροίας.)}
Ἕκτορι τόνδε τάφον Πρίαμος μέγας ἐξετέλεσσεν,
ὄχθον ὑπὲρ γαίης, μνῆμ' ἐπιγιγνομένοις.
114
{(Ἐπὶ Πενθεσιλείας.)}
Στήσω σε σπεύδοντα, δορυσσόε, Πενθεσιλείας
αἰπὺν ἐσαθρῆσαι τύμβον Ἀμαζονίδος.
115
{(Ἐπὶ Κύκνου.)}
Θυμὸν δὴ Κύκνου καὶ ὑπερφιάλους ἐπινοίας
αἰθὴρ λαμπρὸς ἔχει, σῶμα δὲ τύμβος ὅδε.
116
{(Ἐπὶ Ἀσίου.)}
Ἵππων ὠκυπόδων ἐλατὴρ θρασυκάρδιος ...
....................
117
{(Ἐπ' Ἀλεξάνδρου.)}
Ἐνθάδε πῦρ τὸ Τρώων, Ἑλλάδος ἄλγος ἁπάσης,
ὁ Πριάμοιο Πάρις ψύχομαι ἀκρολόφοις.
118
{(Ἐπ' Ἀχιλλέως καὶ Πατρόκλου.)}
Ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω
χαίρετον, Αἰακίδη, καὶ σὺ, Μενοιτιάδη.
119
{(Ἐπὶ Νέστορος.)}
Ἡδυεπὴς Νέστωρ Πύλιος, Νηλήϊος ἥρως,
ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.
120
{ΤΟΥ ΑΥΤΟΥ.}
Νώτῳ μὲν μαλάχην τε καὶ ἀσφόδελον πολύριζον,
κόλπῳ δ' Οἰδιπόδαν Λαΐου υἱὸν ἔχω.
121
{ΑΔΕΣΠΟΤΟΝ.}
Εὐρυμάχου ψυχὴν καὶ ὑπερφιάλους διανοίας
αἰθὴρ ὑγρὸς ἔχει, σῶμα δὲ τύμβος ὅδε.
122
{ΑΛΛΟ.}
Οὐθεὶς μόχθος ἔπαινον ἐπ' ἀνδράσι τοῖς ἀγαθοῖσι
ζητεῖν, ηὕρηται δ' ἄφθονος εὐλογία,
ἧς σὺ τυχὼν ἔθανες, Διονύσιε, καὶ τὸν ἀνάγκης
κοινὸν Φερσεφόνης πᾶσιν ἔχεις θάλαμον.
Σῶμα μὲν ἐνθάδε σὸν, Διονύσιε, γαῖα καλύπτει,
ψυχὴν δ' ἀθάνατον κοινὸς ἔχει ταμίας.
Σοῖς δὲ φίλοις καὶ μητρὶ κασιγνήταις τε λέλοιπας
πένθος ἀείμνηστον σῆς φιλίας φθίμενος·
δισσαὶ δ' αὖ πατρίδες ς', ἡ μὲν φύσει, ἡ δὲ νόμοισιν,
ἔστερξαν πολλῆς εἵνεκα σωφροσύνης.
123
{ΑΛΛΟ.}
Ἅδ' ἐγὼ ἁ Φοίβοιο σαφηγορίς εἰμι Σίβυλλα,
τῷδ' ὑπὸ λαϊνέῳ σάματι πυθομένα,
παρθένος αὐδάεσσα τὸ πρὶν, νῦν δ' αἰὲν ἄναυδος,
μοίρᾳ ὑπὸ στιβαρᾷ τάνδε λαχοῦσα πέδαν.
Ἀλλὰ πέλας Νύμφαισι καὶ Ἑρμῇ τῷδ' ὑπόκειμαι,
μοῖραν ἔχοις' Ἑκάτω τᾶς τότ' ἀνακτορίας.
124
{ΦΙΛΙΣΚΟΥ.}
[Νῦν,] ὦ Καλλιόπης θύγατερ, πολυηγόρε Φρόντι,
δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις·
τῷ γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντι καὶ ἄλλοις
ἐν κόσμοισι βίου σῶμα λαβόνθ' ἕτερον,
δεῖ ς' ἀρετῆς κήρυκα τεκεῖν τινα Λυσίᾳ ὕμνον,
δύντα κατὰ φθιμένων καὶ στέφος ἀθάνατον,
ὡς τό τ' ἐμῆς ψυχῆς δεῖξαι φιλέταιρον ἅπασι
καὶ τὴν τοῦ φθιμένου πᾶσι βρότοις ἀρετήν.
125
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἐσλῆ[ς] τοῦτο γυναικὸς ὁδὸν παρὰ τήνδε τὸ σῆμα
λεωφόρον Ἀσπασίης ἐσ[τ]ὶ καταπθιμ[έν]ης (sic)·
ὀργῆς δ' ἀ[ντ]' ἀγαθῆς Εὐω..δης τόδε μν[ῆ]μα
αὐτῇ ἐπέστησεν τοῦ παράκοιτις ἔην.
126
{ΑΛΛΟ.}
Ψυχὴ μὲν προλιποῦσα τὸ σὸν, [Δημήτριε, σῶμα
οἴχεται εἰς Ἔρεβος· σωφροσύν[η δὲ τρόπων
θάλλει ἀγήρατος· τύμβῳ δέ σ[ε θῆκεν ἑαυτῇ
Ἔρξις ἴσον στέρξας' οἷσί τε ἴ[σον τέκεσιν.
Ἄφθονον εὐλογίας πηγὴν, Δημ[ήτριε, καλὸν
ἀσκήσας κόσμον σωφροσύνη[ς, ἔλαβες·
ὧν σε χάριν στέρξας' Ἔρξις.......
μνημεῖον φιλίας τεῦξε τάφ[ον φθιμένῳ.
127
{ΑΛΛΟ.}
Τοὺς ἀγαθοὺς ἔστερξεν Ἄρης ἐφίλησε δ' ἔπαινος
καὶ γήρᾳ νεότης οὐ παρέδωχ' ὑβρίσαι·
ὧν καὶ Γλαυκιάδης δηΐους ἀπὸ πατρίδος εἴργων
ἦλθ' ἐπὶ πάνδεκτον Φερσεφόνης θάλαμον.
128
{ΑΛΛΟ.}
Ὃν μεγάλ' αὐ]χήσασα πατρὶς Θή[β]η ποτ' ἐ[ϝ]ώλπει
πρωτεύσειν πάσης Ἑλλάδος εἰς ἀρετὴν,
πρὶν [διά]νοιαν τέρμα λαβεῖν, βίον, ᾧ κε[χάρητο,
ὤλ[εσεν ἡ φ]θονερὰ τ[οῖς ἀ]γαθοῖσι τύχ]η.
.....οχων ἔθανεν Διογείτον[ος υἱὸς,
ἐν πολέμῳ κοσμ]έων γῆς πατρίας δύναμιν.
Ν..... οἰκείᾳ γνώμῃ Θηβαῖος ἔτευξεν.
129
{ΑΛΛΟ.}
Ἀσπασίας ναόν τε καὶ εὔγραπτον θέτο μορφὰν
Διογενὶς στοργᾶς ἀντιτίνουσα χάριν.
130
{ΑΔΕΣΠΟΤΟΝ Η ΧΟΙΡΙΛΟΥ.}
Εὖ δεδαὼς ὅτι θνητὸς ἔφυς, ὃν θυμὸν ἄεξε
τερπόμενος θαλίῃσι· θανόντι τοι οὔτις ὄνησις.
Καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύων.
Ταῦτ' ἔχω, ὅσς' ἔφαγον καὶ ἐφύβρισα, καὶ μετ' ἐρώτων
τέρπν' ἔπαθον· τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται·
ἡ δὲ σοφὴ βιότοιο παραίνεσις οὐδέποτ' ἐσθλὴ,
κεκτήσθω δ' ὁ θέλων σοφίης τὸν ἀπείρονα πλοῦτον.
131
{ΧΡΥΣΙΠΠΟΥ Η ΚΡΑΤΗΤΟΣ ΠΑΡῼΔΙΑ.}
Εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε,
τερπόμενος μύθοισι. Φαγόντι τοι οὔτις ὄνησις.
Καὶ γὰρ ἐγὼ κακός εἰμι, φαγὼν ὡς πλεῖστα, καὶ ἡσθείς.
Ταῦτ' ἔχω ὅσς' ἔμαθον καὶ ἐφρόντισα, καὶ μετὰ τούτων
ἔσθλ' ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται.
132
{ΑΔΗΛΟΝ.}
Προξενίας ἀρετῆς τε χάριν προγόνων τε καὶ αὐτοῦ
ἐνθάδ' Ἀθηναῖοι Πυθαγόρην ἔθεσαν
υἱὸν δημοσίᾳ Διονυσίου, ἱππόβοτον δὲ
πατρίδα Σαλυβρίαν ἵκετ' ἄχος φθιμένου.
133
{ΑΛΛΟ.}
Οὐχὶ πέπλους, οὐ χρυσὸν ἐθαύμασεν ἐν βίῳ ἥδε,
ἀλλ' ἐπὶ σωφροσύνῃ σπούδασεν ἠδ' ἀρετῇ·
ἀντὶ δὲ σῆς ἥβης, Διονυσία, ἡλικίας τε
τόνδε τάφον Μοιρῶν νῦν γε λέλογχας ὕπο.
134
{ΗΔΥΛΟΥ.}
Τοῦτο Θέων ὁ μόναυλος ὑπ' ἠρίον ὁ γλυκὺς οἰκεῖ
αὐλητὴς, μίμων κὴν θυμέλῃσι χάρις.
Τυφλὸς ὑπαὶ γήρως οἴχωκε, Σκιρπάλου υἱὸς,
νήπιον ὅν γ' ἐκάλει Σκίρπαλος Εὐπάλαμον,
κυδαίνων αὐτοῦ τὰ γενέθλια· τοῦτο γὰρ εἶχε,
τὰν παλαμᾶν ἀρετὰν αἴσιμα σημανέων.
Ηὔλει δὲ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων,
καὶ τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην,
ἢ τὸν Κώταλον, ἢ τὸν Πάγκαλον· ἀλλὰ Θέωνα
τὸν καλαμαυλήτην εἴπατε, <χαῖρε Θέων.>
135
{ΑΔΗΛΟΝ.}
Σοφὴ μὲν ἤμην, ἀλλὰ πάντ' οὐκ εὐτυχής.
136
{ΑΛΛΟ.}
Σῶμα σὸν ἐν κόλποις, Καλλιστοῖ, γαῖα καλύπτει,
σῆς δ' ἀρετῆς μνήμην σοῖσι φίλοις ἔλιπες.
137
{ΑΛΛΟ.}
Σῶμα μὲν ἐνθάδ' ἔχει σὸν, Δίφιλε, γαῖα θανόντο[ς,
μνῆμα δὲ σῆς ἔλιπες πᾶσι δικαιοσύνης.
138
{ΑΛΛΟ.}
.....................
σ[ῆς δ' ἀρετῆς καὶ σωφροσύνης μνημεῖον ἅπασιν
λείπ[εις, οἰ[κτρ[ὰ παθὼν μοίρας ὕπο δαίμονος ἐχθροῦ.
139
{ΑΛΛΟ.}
Ὁστέα μὲν καὶ σάρκας ἔχει χθὼν, παῖδα τὸν ἡδύν,
ψυχὴ δ' εὐσεβέων οἴχεται εἰς θάλαμον·
εἰ δ' ὄνομα ζητεῖς, Θεογείτων, Θυμούχου παῖς,
Θηβαῖος γενεὰν κεῖμαι κλειναῖς ἐν Ἀθήναις.
140
{ΑΛΛΟ.}
Εἰκὼν μνῆμα χρόνου, τιμὴ δὲ κασιγνήταισιν
τοῖν ................
Καλλιστοῦς τε Φίλης τε, οἷν ἡ πίστις διέμεινεν
ἀρ.................
141
{ΑΛΛΟ.}
Τηλοῦ πατρίδος ὣς ἔθανον κλειναῖς ἐν Ἀθήναις
Ἐρσηΐς, γνωστοῖσιν πᾶσι λιποῦσα πόθον.
142
{ΑΛΛΟ.}
Σῆς ἀρετῆς μνημεῖα, Θεοφίλη, οὔποτε λήσει,
σώφρων καὶ χρηστὴ, πᾶσαν ἔχους' ἀρετὴν,
καὶ ἐργάτις.
143
{ΑΛΛΟ.}
Πολυκράτης Πολυαράτου Κριωεύς.
Πο[λύμν]ηστος Πολυαράτου Κριωεύς.
Νικοπτολέμη Νικοκράτους Κεφαλῆθεν.
Πο]λυαράτου Κριωέως γυνή.
Σῆς ἀρετῆς, Νικοπτολέμη, χρόνος οὔποτε λύσει
μνήμην ἀθάνατον σῷ πόσει ἣν ἔλιπες.
Εἰ δέ τις εὐσεβίας παρὰ Περσεφόνῃ χάρις ἐστίν,
καί σοι τῆςδε μέρος δῶκε τύχη φθιμένῃ.
144
{ΑΛΛΟ.}
Νικόβολος Μυννίχου Ἰτεαῖος.
Σῆς ἀρετῆς ἕστηκεν ἐν Ἑλλάδι πλεῖστα τροπαῖα
ἔν τ' ἀνδρῶν ψυχαῖς, οἷος ἐὼν ἔλιπες,
Νικόβολ', ἠελίου λαμπρὸν φῶς, Περσεφόνης δὲ
δῶμα ποθεινὸς ἐὼν σοῖ[σι φίλοι]ς κατέβης.
145
{ΑΛΛΟ.}
Οὗτος ὃς ἐνθάδε κεῖται ἔχει μὲν τοὔνομα Κρῖον,
φωτὸς δὲ ψυχὴν ἔσχε δικαιοτάτου.
146
{ΑΛΛΟ.}
Πένθος κουριδίῳ τε πόσει καὶ μητρὶ λιποῦσα
καὶ πατρὶ τῷ φύσαντι Πολυξένη ἐνθάδε κεῖται.
147
{ΑΛΛΟ.}
Ζηλοῖ ς' Ἑλλὰς πᾶσα, ποθεῖ θ' ἱεροῖς ἐν ἀγῶσιν,
Εὐθία, οὐκ ἀδίκως, ὃς τέχνῃ, οὐχὶ φύσει,
ἐν βοτρυοστεφάνῳ κωμῳδίᾳ ἡδυγέλωτι
δεύτερος ὢν τάξει πρῶτος ἔφυς σοφίᾳ.
148
{ΑΛΛΟ.}
Μουσάων πρόπολον τῇδ' Ὀρφέα Θρῇκες ἔθηκαν,
ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει,
Οἰάγρου φίλον υἱὸν, ὃς Ἡρακλῆν ἐδίδαξεν,
εὑρὼν ἀνθρώποις γράμματα καὶ σοφίην.
149
{ΑΛΛΟ.}
Πολλά σε ἔπαινος ἐπευκλέϊσεν νεότητος ἐν ἀκμῇ
παῖδα μὲν ὄντα νέων κοσμιότητι τρόπων,
ἥβῃ δ' αὐξηθέντα νόμων πατρίων θεραπείᾳ,
ἐν συνό[δοις] ὅ[τ]' Ἄρης ἀντιπάλους συνάγοι,
ἱππομαχοῦντα· ἀρετῇ γὰρ ἐτόλμησας στεφανῶσαι
πατρίδα καὶ προγόνους· μνῆμα δὲ σῆς ἀρετῆς
στ[ῆσε] πατὴρ Θεο[κλ]ῆς, ἀειμνήστοισι δ' ἐπαίνοις
κόσμησε ἥδε πόλις καὶ κατὰ γῆς φθίμενον.
150
{ΑΛΛΟ.}
Ἡ μάλα δὴ περὶ σεῖο λυγρὸν πότμον ἔκλυε πάτρα,
ἀλκίμη Ἀμφιλόχων γαῖα θρασυπτολέμων,
οὕνεκεν Ἰλλυριοῖσιν ὑφ' ἱππομάχοισι δαμάσθης·
ὀστέα δ' ἐν νάσῳ τᾷδ' ἕταροι κτέρισαν.
Καὶ σοῦ ἀποφθιμένου πιστοὶ φίλοι οὐκ ἐλάθοντο,
Σίννα, φυλόπιδος δ' ἐξέρυσαν στυγερᾶς
Ἀμφίλοχοι θρασέων εὖ εἰδότες ἔργον ἀκόντων,
οἵ σε μέγ' ἀχνύμενοι συγγενῆ ἐκτέρισαν.
151
{ΑΛΛΟ.}
Κρήτα μὲν πατρίς μου, ὁδοιπόρε, τίκτε δὲ μάτηρ
Νικὼ, Σωσιάναξ δ' [ἦεν ἐ]μὸς γενέτας· [ἀνδρῶν
Πραξαγόρας δ' ὄνομ' ἔσχον ἐπικλέες· ὃν πρὶν ἐπ'
θήκατο Λαγείδας κοίρανος ἡγεμόνα.
152
{ΑΛΛΟ.}
Ἀνθεμίδος τόδε σῆμα κύκλῳ στεφανοῦσιν ἑταῖροι
μνημείων ἀρετῆς οὕνεκα καὶ φιλίας.
153
{ΑΛΛΟ.}
Τοὺς δέ ποτε φθιμένους ὑπὲρ Ἑλλάδος ἀντία Μήδων,
μητρόπολις Λοκρῶν κεύθει ὁμοῦ Ὀπόεις.
154
{ΑΝΥΤΗΣ.}
Ὤλεο δήποτε, Μαῖρα, πολύρριζον παρὰ θάμνον,
Λοκρὶ, φιλοφθόγγων ὠκυτάτη σκυλάκων,
τοῖον ἐλαφρίζοντι τεῷ ἐγκάτθετο κώλῳ
ἰὸν ἀμείλικτον ποικιλόδειρος ἔχις.
155
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἐπὶ τῷ Λαΐδος τάφῳ παρὰ τῷ Πηνειῷ.
Τῆς δέ ποθ' ἡ μεγάλαυχος, ἀνίκητός τε πρὸς ἀλκὴν
Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου
Λαΐδος, ἣν τέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος·
κεῖται δ' ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.
156
{ΠΥΘΕΑ.}
Πυθέα μνῆμα τόδ' ἔστ' ἀγαθοῦ καὶ σώφρονος ἀνδρὸς,
ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον
ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ,
τῶν προτέρων πάντων πλείονα πασάμενος.
157
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἐσλὸς ἐὼν Πολύειδος Ἐχέ[φρωνος] φίλος υἱὸς
οἶκον ἀμαυρώσας ὤλετ' ἄωρος ἐών.
158
{ΑΛΛΟ.}
Ἦν χρόνος ἡνίκα τόνδε σοφώτατον Ἑλλὰς ἔκλειζεν
Γαστρωμιαίταν παῖδα Δαμασσαγόρα,
ᾧ Πά[φος ἦν μὲ]ν ἕδος, πρόγονοι δ' ὀνομαστοὶ ἀπ' αὐτῆς,
ἔκγονοι Ἀτρειδᾶν Ἑλλάδος ἁγεμόνων.
159
{ΑΛΛΟ.}
Μητρὸς παντοτέκνου πρόπολος σεμνή τε γεραιρὰ
τῷδε τάφῳ κεῖται Χαιρεστράτη, ἣν ὁ σύνευνος
ἔστεργεν μὲν ζῶσαν, ἐπένθησεν δὲ θανοῦσαν·
φῶς δ' ἔλιπ' εὐδαίμων παῖδας παίδων ἐπιδοῦσα.
160
{ΑΛΛΟ.}
Μαῖα καὶ ἰατρὸς Φανοστράτη ἐνθάδε κεῖται
οὐθενὶ λυπηρὰ, πᾶσιν δὲ θανοῦσα ποθεινή.
161
{ΑΛΛΟ.}
Γοῦργος χρυσοχόος κεῖμαι πολλοῖσι ποθεινός.
162
{ΑΛΛΟ.}
Ὤλεο δὴ στυγερῷ θανάτῳ προλιποῦσα τοκῆας,
Πωτάλα ἐν γαστρὸς κυμοτόκοις ὀδύναις·
οὔτε γυνὴ πάμπαν κεκλημένη, οὔτε τε κούρη,
πένθος πατρὶ λίπες, μητρί τε τῇ μελέᾳ.
163
{ΑΛΛΟ.}
Ο]ὐκ ἐπόνης' Ἀίαντος ἐγὼ πλέον οὐδὲ Ἀχιλῆο[ς,
οὐδὲ ἀρετὴν ἔσχον μείζονα τῶν πρότερον,
ξ]εῖνε, πολυπλάγκτου δὲ Ἄρεος ἐγραφόμαν
πιστὸς ἀεὶ προμάχεσθαι, ἐπεὶ ῥυτῆρά με τόξῳ
α]ἴνεσε καὶ Κρῆτα πᾶσα κατ' εὐστοχίαν.
Εὐκλειὲς δέ με γῆρας ἐδέξατο τὸν Διδυμάνδρο[υ
παῖδα Κίμωνα· χρόνος δὲ εἷλέ με ὁ πανδαμάτω[ρ.
164
{ΑΛΛΟ.}
Εἷλε σὸν, Ἡράκλειτε, καὶ αἰνετὸν υἷα [Λ]εαί[ν]ης
εἷλεν θαρραλέης [αἶσ]α Λέοντα μάχης·
ἀγχιάλου Σαλαμῖνος ὃ γὰρ κλήροισιν ἀμύνων
δυσμενέων ὀλοὸν τραῦμα κατηγάγετο.
Ζηλοῦτ' ἀλλὰ νέοι τὸν ὁμήλικα· [κά]θθανε γάρ που
μηδοφόνων ἀρετᾶς μνωόμενος πατέρων.
165
{ΑΛΛΟ.}
Τήνω τοι τόδε σᾶμα τὸ λαϊνὸν, ὦνερ, Εὐθυδάμω,
ὅς ποκ' ἐν ἀμφιάλῳ πρᾶτος ἔγεντ' Ἰθάκᾳ
καὶ βουλᾷ καὶ χερσὶν ἐς Ἄρεα· Τιμέᾳ δὲ παιδὶ
ἔλλιπε καὶ κτῆσιν καὶ κλέος ἀθάνατον.
166
{ΑΛΛΟ.}
Ὀστέα μὲν κρύπτει Τμῶλος νεάταισιν ὑπ' ὄχθαις
Ἑρμίου, ὀγκωτὰ δὲ ἀμφιβέβακε κόνις
τηλεφαής· ξεστὰ δὲ πέτρα καθύπερθε ἀγορεύει
τὸν νεκὺν ἀφθόγγῳ φθεγγομένα στόματι.
Τοῦτο δέ οἱ κενέωμα τάφου ποθέοντες ἑταῖροι
Σμύρνης ἀγχιάλοις χεῦαν ἐπ' ἀϊόσιν.
167
{ΑΛΛΟ.}
Χαῖρε, Κρίτων· σοὶ μέν γε καὶ εἰν Ἀΐδαο δό[μοισιν
ὄντι τεῆς ἀρετῆς οὐχὶ λέλοιπε κλέος·
τοιγάρτοι παίδων σε φίλαι χέρες, ὡς θέμις ἐστὶ,
κρύψαν, ἐπεὶ γήρως ὄλβιον ἦλθε τέλος.
168
{ΑΛΛΟ.}
Ἥδε πέτρος κεύθει Γραφικοῦ δέμας· εἰς μακάρων δὲ
ψυχὴν θεσπεσίην θῆκε θεὸς πέδιον,
οὕνεκ' ἦν πανάριστος· ἐν ἠγαθέοις δὲ πολίταις
πρῶτα φέρων πινυτῆς κῦδος ἐκαρπίσατο.
Εὔξατο δ' αὖ μακάρεσσι καὶ ἱμερτὴν παράκοιτιν
τοῦδε λαχεῖν τύμβου, γήραος εὖτε τύχοι.
169
{ΑΛΛΟ.}
Ἄρτι με νυμφιδίων κραδίην πεπληθότα λέκτρων
Ζωΐ]λον αἰακτῷ τῷδ' ὑπένασσε τάφῳ,
καλ]ή τε γνωτή τε παναιδοίη Στρατονίκη
ξυν]ά τ' Ἀλέξανδρον κοῦρον ὁμηγενέα,
ἀστ]οῖς καὶ ξείνοισι προσηνέας, ἐσθλὰ μὲν εἰπεῖν,
ἐσθλὰ δὲ καὶ ῥέξαι πάντας ἐπισταμένους.
Λητογενὲς, σὺ δὲ παῖδας ἐν ἡρωεσσὶ φυλάσσοις,
εὐσεβέ]ων αἰεὶ χῶρον ἐπερχόμενος.
170
{ΑΛΛΟ.}
Μικκὸς Μυρσινὼν, παῖς Μυρσίνου, Ἀστακίδου δὲ
χρηστοῦ γραμματικοῦ θρέμμα ποθεινότατον.
171
{ΑΛΛΟ.}
Ἐσθλὸν τῇδ' ἱερῆα καὶ εὐσεβῆ ἀμφικαλύπτει
χθὼν ἥδε Κλιτοφῶντα τὸν Ἐρασισθένους·
στήλην δ' ἔστησεν θυγάτηρ ἐπὶ σήματι τήνδε
αὔξουσα φήμην πατρὸς εὐκλεᾶ γραφῇ·
172
{ΑΛΛΟ.}
Μηθεὶς ἀνθρώπων θαυμαζέτω εἰκόνα τήνδε,
ὡς περὶ μέν με λέων, περὶ δ' ἐκ πρῴρας τετάνυσται·
ἦλθε γὰρ ἐχθρολέων τἀμὰ θέλων σποράσαι·
ἀλλὰ φίλοι τ' ἤμυναν καί μου κτέρισαν τάφον οὐ τῇ
οὗ γ' ἔθελον φιλέων, ἱερᾶς ἀπὸ νηὸς ἰόντες·
Φοινίκην δὲ λιπὼν τῇδε χθονὶ σῶμα κέκρυμμαι.
173
{ΑΛΛΟ.}
Παῖδά τοι ἰφθίμαν Δαμαινέτου ἅδε Κρατίσταν,
Ἀρχεμάχου δὲ φίλαν εὔνιν ἔδεκτο κόνις·
ἅ ποθ' ὑπ' ὠδίνων στονόεντι κατέφθιτο πότμῳ
ὀρφανὸν ἐν μεγάροις παῖδα λιποῦσα πόσει.
174
{ΑΛΛΟ.}
Χαίρειν τὸν κατὰ γᾶς εἴπας, ξένε, Διογένη με,
βαῖν' ἐπὶ σὰν πρᾶξιν, τύγχανέ θ' ὧν ἐθέλεις.
Ἐννεακαιδεκέτης γὰρ ὑπὸ στυγερᾶς ἐδαμάσθην
νούσου, καὶ λείπω τὸν γλυκὺν ἀέλιον,
ἁνίκ' ἔδει με γονεῦσι τίνειν χάριν· ἡ δὲ συνήμων
λάθα εἰς ἀφανῆ τόνδε [μ' ἔκρυφε τάφον.
175
{ΑΛΛΟ.}
Φανοστράτη Ἐξηκεστίδου ἐξ (Αἰξωνέων)
πρ[εσβυτέρα].
Αὐτοὶ υἱωνοί μ' ἐ[πὶ σή]μ[ατ]ι τῇδ' ἀνέθηκαν,
ζηλωτὸν στέφανον τοῖς παριοῦσιν ὁδόν.
176
{ΑΛΛΟ.}
Μυρί' ἀποφθιμένοιο τάφῳ περὶ τῷδε χυθεῖσα
παιδὸς Ἀλεξάνδρου μύρατο Καλλιόπα,
ὠκύμορον καὶ ἄτεκνον ἐπεὶ θέτο τάνδ' ὑπὸ γαῖαν,
ἑπτακαιεικοσέτους πνεῦμα λιπόντα βίου,
ἵστορα παιδείας, τόξῳ κλυτὸν, ᾧ ποκα λῃστὰς
ἀνδροφόνους ἁλίαις κτεῖνεν ἐπὶ Στροφάσιν.
Ἀλλ' ἴθι νῦν, παροδῖτα, τὸν ἐκ χθονὸς Ἀλκινόοιο
Χαῖρ' εἰπὼν, ἀγαθοῦ παῖδ' ἀγαθὸν Σατύρου.
177
{ΑΛΛΟ.}
Εἴ τινα γῆ κατέχει χρηστὴν, καὶ τήνδε γυναῖκα,
οὐδεμιᾶς θνητῆς λειπομένην ἀρετῇ·
εὐδαίμων δ' ἔλιπεν βίοτον καὶ πᾶσι ποθεινή.
178
{ΑΛΛΟ.}
Εἴ τις ἐν ἀνθρώποις ἀρετῆς ἕνεκ' ἐστεφανώθη,
πλεῖστον ἐγὼ μετέχων τοῦδ' ἔτυχον στεφάνου
χρυσοῦ· Ἀθηναίων δ' ἐστεφάνωσε πόλις·
εὐδαίμων δ' ἔθανον, παίδων παίδας καταλείπων.
179
{ΑΛΛΟ.}
Ὦ]μοι κάλλιστε καλῶν ἠϊθέων Πολύστρατε,
δί]ῳ μάλιστα πάντων Ἡρακλεῖ τετιμένε·
ὃς οὐ] δαμεὶς ὑπ' αἰχμῇ θουρίων Μολινιδᾶν,
ἀλλ'] Ἀλκείδῃ, κορύσσων οὐλαμὸν, παραστάτης
θάνες ὀξ]ύνας σίδηρ[ον τ]ὸ πρὶν ἐστομωμένον·
πᾶσι δὲ] παρ' ὄσσων οὐ πάρος δεδευμένων
πικρὸν κατῆλθε δάκρυ, καὶ γοερὸν ἴαχε,
..... ἕκτον ἐς κ[ὴρ] θίξε φασγάνῳ.
180
{ΑΛΛΟ.}
Ὅστις, καὶ τίνος εἰμὶ, τὰ πρόσθεν γράμματα φράζει·
ἀμφὶ δ' ἐμῆς μοίρης πᾶς ἐδάκρυσε λεώς·
οὕνεκεν οὐκ ἔφθην χλαῖναν περὶ αὐχένι θέσθαι
κώμῳ ἐν ἠγαθέῳ, παυσάμενος βιότου.
181
{ΑΛΛΟ.}
Τέχνας μὲν παράσαμον ἔχει τάφος· εἰμὶ δὲ Χρύσω[ν,
πατρὶς δ' ἐστὶ Κνίδος, γᾶ δέ μ' ἔχει Ῥοδία.
182
{ΑΛΛΟ.}
Μνῆμα τόδ' εἰ]σάθρησον, ὁδοιπ[όρε], Καλλιρο[είης,
ἡλικίης] κεδνῆς ἣν ἕλε προσθ' Ἀΐδης·
πατρίδα] δὲ φράζευ Σέλγην· γυάλοις δ' ἐνὶ Τήλου
προσφι]λὲς ἐνναέταις ἤνυσα τέρμα βίου·
τοὔνεκ]α λοιβαῖσιν [π]άρ[εδ]ρος θυσίαισί τε θάσσω,
τίμι]α τ' εὐσεβίης πᾶσιν ἔθη[κ]α [γ]έρα.
183
{ΑΛΛΟ.}
Εὔδιον ἐκ μακάρων ἀνύσαντά σε τὰν ἀόρατον,
Γοργία εὐγήρως, ἀτραπιτὸν βιότου,
ὄλβου τηλεθάοντος, ἐκοίμισεν ὕπνος ὁ λήθης,
κἄντα πρὸς ἑπταπόρου στᾶσέ σε Πληϊάδος.
Ἔξοχα δ' αἰνήσασα θεόκτιτος ἅδε σε γαῖα
φροντίδι πανδήμῳ σὸν δέμας ἐκτέρισεν,
οὕνεκα καὶ πατέρων ἐπὶ γυμνάδος ἠδὲ φιλόπλου
πρόσθε νέων ἀγέλας ἔδρακεν ἁγεμόνα,
ἄλλα τ' ἐνὶ ζωᾷ τελέσαντά σε μυρία δάμῳ
καρύσσει φάμα φέγγος ὑπ' ἀελίου,
ἐσθλὸν ἐν ἁμερίοισιν, Ἀριστέου ὑὸν ἄριστον,
δόξαν ἑὰν ἁπαλοῖς παισὶ λιπόντα φίλαν.
184
{ΑΛΛΟ.}
Φιλίστ[ιον χαῖρε.
Δοιαὶ μὲν δεκάδες σε τελειοτόκων ἐνιαυτῶν
ἤδη καὶ τριτάτου κύκλος ἐπεῖχεν ἔτευς
μισγομέναν φθιμένοισι, Φιλίστιον, ἁνίκα π[ένθος]
ματρὶ πολυθρήνῳ κάλλιπες Ἁρπαλίᾳ,
δῶμα δ' Ἀριστάνδροιο λελογχότος ἄκριτον αἶ[σαν]
καὶ τέκνα κρυερᾷ θῆκας ἐν ὀρφανίᾳ.
Ἀγῆνος κλυτὸν αἷμά σε δ' ὕστατον ὕπνον ἑλό[ντος]
πικρὸς ὅδε ζοφερᾷ τύμβος ἔδεκτο κόνει.
185
{ΑΛΛΟ.}
...................
ὁ μουσοτέχνας μ' ἐκ[τρ]έφει Καλλίκ[ριτ]ος
πᾶσαν μάθησιν ὑμνο[π]ο[ι]ὸν ἐνδιδούς·
εἰς μέτρα θ' ἥβης ὡς ἀνη[γ]όμην, τότε
ἄωρος εἰς ἄ[κα]μπτον [ᾠχό]μην τρ[ίβ]ον·
ἔχεις ἅπαντα μῦθον· εὐόδει, ξένε.
186
{ΑΛΛΟ.}
Ἐνταῦθα κεῖται Μίμας Μακεδὼν στρατηγέτης.
187
{ΑΛΛΟ.}
Τὸν θρ[ασὺν ἐν θή[ρ]αις Δαμάρατον, [ξένε, λεύσσεις
λαμπρὰ κυναγεσίας ἔργα πονη[σάμενον·
ὃν γενέτας ἔσπειρε Ἀμμώνιος, ἐσ[θλὸν ἐν ὅπλοις
κ]αὶ βουλᾷ, πίστει δ' ἔξοχον ἁμερ[ίων.
Εἰκοσ]έτη δ' ἔκλαυσαν ὁμήλικες· ὄν[τι δὲ τοίῳ,
ὡς θέμις] εὐσεβέων, πατρὶς [ἔτευξε τάφον.
188
{ΑΛΛΟ.}
Τύμβον μὲν, Φι[λάδελφε, Γλύκων] σοι δείματ' ἑτα[ῖρος,
ὅν τ' ἔλιπες τῆς [σῆς ἔξοχον] υἷα τέχνης.
Ὅσσον γὰρ σὺ κράτιστος ἰητρῶν ἔπλεο πάντων,
τόσσον τῶν ἄλλων ἔξοχός ἐστι Γλύκων.
Ψυχὴ δ' ἐκ ῥεθέων πταμένη μ[ε]τὰ δαίμονας ἄλλους
ἤλ[υ]θε σὴ, ναίεις δ' ἐν μακάρω[ν] δαπέδῳ.
Ἵλαθι καί μοι ὄπαζε νόσων ἄκος ὡς τὸ πάροιθεν,
νῦν γὰρ θειοτέρην μοῖραν ἔχεις βιότο[υ.
Ἄξιον, ὦ Φιλάδελφε, ἀρετ[ῆς πό]τμον ἔλλαχες αἴσῃ,
[τῆς τ'] ἰητορίης ἔξοχε καὶ σ[οφίης.
Οὐ γὰρ δὴ νοῦσος ...........
189
{ΑΛΛΟ.}
................ωνδε
γον...α....ην ν[οῦσ]ος ἔλυ[σε μέ]νος.
Οἷον δὲ ὑπνώο[ντος] ἐρεύθεται ἄνθεα μήλ[ων,
τοῖος καὶ νέκυς ὢν κ[εῖσο] κατὰ [λ]εχέων.
Νῦν σ[ε, φίλος], δύναμαι θαρρῶν εὐδαίμονα κλῄζειν,
ὄλβιε καὶ ζωῆς, ὄλβιε καὶ θανάτου.
Εἰ θάνεν Ἱπποκράτης αλα..... οὐδ' ἄρ' ἐγώ γε
τοῦ πάλαι Ἱπποκ[ρά]τους οὐδὲν ἀσημότερος.
Ἀλλ' ἔτυμον ψυχὴ μένει [ἀθανάτ]η Φιλαδέλφου,
σῶμα δὲ [θνητὸν ἐ]ὸν χθὼν ἱερὴ κατέχει.
190
{ΑΛΛΟ.}
Χαῖρε, γύναι, Πάνθεια, παρ' ἀνέρος, ὃς μετὰ μοῖραν
σὴν ὀλοοῦ θανάτου πένθος ἄλαστον ἔχω.
Οὐ γάρ πω τοίην ἄλοχον ζυγίη ἴδεν Ἥρη
εἶδος καὶ πινυτὴν ἠδὲ σαοφροσύνην.
Αὐτή μοι καὶ παῖδας ἐγείναο πάντας ὁμοίους,
αὐτὴ καὶ γαμέτου κήδεο καὶ τεκέων,
καὶ βιοτῆς οἴακα κατευθύνεσκες ἐν οἴκῳ
καὶ κλέος ὕψωσας ξυνὸν ἰητορίης.
Οὐδὲ γυνή περ ἐοῦσα ἐμῆς ἀπελείπεο τέχνης·
τοὔνεκά σοι τύμβον τεῦξε Γλύκων γαμέτης,
ὅς γε καὶ ἀθ[ανά]τοιο δέμας κεύθει Φιλαδέ[λφου
[ἔ]ν[θα] καὶ αὐτὸς ἐγὼ κείσο]μαι.
.....ισμου...........
191
{ΑΛΛΟ.}
Ἔστ]ιν τοὔνομά μοι Ἀφροδίσιος, ὦ παροδῖτα,
εἰμὶ δ' Ἀλεξανδρεὺς, τῶν δὲ χορῶν ὁ μέσος.
Θν]ήσκω δ' οἰκτροτάτῳ θανάτῳ διὰ τὴν ἄλοχόν μου,
κ]λεψίγαμον, μιερὰν, ἣν περὶ Ζεὺς ὀλέσει.
Ταύτης γὰρ λάθριος γαμέτης καὶ ἀμὸν γένος αὐχῶν
εἷλξέ με κἀφ' ὕψους δισκοβόλησε νέον.
Δὶς δέκατον γὰρ ἔτος κατέχοντά με, κάλλος ἔχοντα
κλώσασαι Μοῖραι πέμψον ἄγαλμ' Ἀΐδῃ.
192
{ΑΛΛΟ.}
Τὸν πινυτὸν κατὰ πάντα, καὶ ἔξοχον ἐν πολιήταις
ἀνέρα, γηραλέου τέρματ' ἔχοντα βίου,
Ἀΐδεω μυχίοιο μέλας ὑπεδέξατο κόλπος,
εὐσεβέων θ' ὁσίην εὔνασεν ἐς κλισίην·
μνῆμα δ' ἀποφθιμένοιο παρὰ τρηχεῖαν ἀταρπὸν
τοῦτο πάϊς κεδνῇ τεῦξε σὺν εὐνέτιδι.
Ξεῖνε, σὺ δ' ἀείσας Δημοκλέος υἱέα χαίρειν
Δημοκλέα, στείχοις ἀβλαβὲς ἴχνος ἔχων.
193
{ΑΛΛΟ.}
Ἕβδομον εἰς δέκατόν τε βίου λυκάβαντα περῶντα
Μοῖρά με πρὸς θαλάμους ἅρπασε Φερσεφόνας.
Λαμπάδα γὰρ ζωᾶς με δραμεῖν μόνον ἤθελε δαίμων,
τὸν δὲ μακρὸν γήρως οὐκ ἐτίθει δόλιχον.
Ἄρτι δ' ἐφηβείας θάλλων Διονύσιος ἀκμαῖς
καὶ σελίσιν Μουσῶν, ἤλυθον εἰς Ἀΐδαν.
Ἀλλὰ, πάτερ μᾶτέρ τε, προλείπετε πικρὸν ὀδυρμὸν,
τέρμα γὰρ Μοῖρ' ἐπέκρανε τόδε.
194
{ΑΛΛΟ.}
Ἰκαρίου μὲν παῖδα πολυζήλωτον Ὅμηρος
ὕμνης' ἐν δέλτοις ἔξοχα Πηνελόπην.
Σῶμ', ἀρετὴν, καὶ κῦδος ὑπέρτατον οὔτις ἔπαι[νος
ἰσ[χύει] λιγυρῶν ᾆσαι ἀπὸ στομάτων·
οὕνεκ' ἄ[ρ'] εἰς ἔ[δρ]ας [σ]ε, Νομων[ία, ἤγαγ' Ὀλύμπου
τηκεδόνι στυγερ[ῇ Ζεὺς φθιμένην Κρονίδης.
195
{ΑΛΛΟ.}
Τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δῆλον
μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει,
τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράϊζον
κοινὸν ἄρη βασιλεῖ Καππαδόκων θέμενοι.
196
{ΑΛΛΟ.}
Βιττὼ καὶ Φαινὶς φίλη ἡμέρη, αἱ συνέριθοι,
αἱ πενιχραὶ γραῖαι, τῇδ' ἐκλίθημεν ὁμοῦ·
ἀμφότεραι Κῷαι, πρῶται γένος· ὦ γλυκὺς ὄρθρος,
πρὸς λύχνον ᾧ μύθους ᾔδομεν ἡμιθέων.
197
{ΑΛΛΟ.}
Ἄρτι σε τὸν θάλλοντα νέοις ἐπὶ γυμνάδος ἔργοις,
ἅβας καλλίστοις ἄνθεσι τερπόμενον,
ἠΐθεον, Πρώταρχε, πατὴρ ἐκαλύψατο τύμβῳ,
ὀστέα δ' ὀγκωθεὶς οὗτος ἔδεκτο τάφος·
πρόσθεν δ' ὁ πρέσβυς πυκινῷ δεδμημένος ἄλγει
Ἰσιάδ' ὠκύμορον μύρετο θυγατέρα·
αἰάξας δ' ἄπληστα παλίνδρομον ἔλλαβε πένθος·
Πρώταρχος γαμετὴν γὰρ στονάχησε λίην.
λάϊνα δ' ὄγκωσεν τάδε σήματα· τὰς γὰρ ἀφ' ὑμῶν
Ἅ|δης γηροτρόφους ἐλπίδας ὠρφάνισεν.
198
{ΑΛΛΟ.}
Ἥν] ποτ' Ἀθηναίη ..............
ἔτρεφεν ἀλλοτρίων ἀμ[φί]πολον ταλάρων,
ἔδρ]αμε παιδὸς ἕκητι καὶ ἐς βασιλῆος ἱκέσθαι,
ὅς] ῥα καὶ ἀφνειῶν εἷσεν ἐπὶ κτεάνων·
ἔμ[πης δ' οὐ ζώουσαν ἀπήγαγ[εν· ἀλλὰ τάφους γε
Κεκρ]οπίους Λιβυκῶν ἀντ[ὶ λάχεν ψαμάθων.
......................
199
{ΑΛΛΟ.}
Ἅδ' ἀρετὰν στέρξασα καὶ ἔνδικα λέκτρα ξυνεύνου,
Νικίου ἱμερτὰ παῖς, ξένε, Θειοφίλα
κεῖται ὑπὸ σκιερὰν Σύρου κόνιν, ἁ βαρυπενθὴς
ὀρφανὸν ἐν ζωοῖς παῖδα λιποῦσα πατρὸς,
ὑστάτιον τελέσασα τὸν ἐκ Μοιρέων ἐνιαυτὸν
πέμπτον, ἐπὶ τρισσαῖς πλησαμένα δεκάσιν·
τοὔνεκά μιν τὰν πρόσθε περίφρονα, καὶ μακαριστὰν
Ἑστιαῖος φθιμέναν τῷδ' ὑπέθηκε τάφῳ.
200
{ΑΛΛΟ.}
Ἤλυθες οὐκ ἀβόατος ἐνὶ τρισσαῖς δεκάδεσσιν,
Θεύδοτε, τὰν ζώοις οἶμον ὀφειλομέναν,
καὶ σὲ τὸν ἐν σπονδαῖσι γεγαθότα πουλὺ μετ' ἀστῶν
μάτηρ αἰάζει μυρομένα πρύτανιν.
Πέτρος ὅδε ξείνοισι βοάσεται, ὡς ἀΐδαλος
ἀσφαλὲς ἀνθρώποις οὐδὲν ἔνειμε Τύχα.
Εἴης τοι σὺν πατρὶ κεχαρμένος, ὄφρ' ἂν ἐς αἰῶ
Σώστρατος ἐν φθιμένοις μυρίον αἶνον ἔχῃ.
201
{ΑΛΛΟ.}
Λυσίμαχε, υἱὲ Εὐχαρίωνος, χαῖρε.
Λυσίμαχον, μύθοισι προσηνέα πᾶσι πολίταις
καὶ ξείνοις, Νομάδων ἔκτανε θοῦρος Ἄρης·
ᾧ ἔπι πᾶς ἐλεεινὸν ἐπεστενάχησε θανόντι,
οἰκτείρων θαλερὴν ἀνέρος ἡλικίην.
202
{ΑΛΛΟ.}
Ἰσ[θμὲ, π]αλαι[γ]ενέος νήσου πέδον, ἄφθι[τ]ε δῆμ[ε,
σοὶ μεγάλων δώρων καὶ νέκυς οἶδα χάριν·
εἰκόνι καὶ στεφάνοισιν ἀειμνήσθοισι [γερασθεὶς]
σῆμά τι τοῦ πικροῦ ῥῦσιν ἔχω θανάτου.
203
{ΑΛΛΟ.}
Λάϊνα σοι τύμβῳ δωρήματα Θεῖος ἔτευξα,
Ἀτθὶς, ὁ δὶς τῆς σῆς ἡλικίης προγέρων,
εὐξάμενος χειρῶν ἀπὸ σῶν κόνιν· ἄκριτε δαῖμον,
ἀμφοτέροις ἡμῖν ἔσβεσας ἠέλιον.
204
{ΑΛΛΟ.}
Ἀτθὶς ἐμοὶ ζή[σ]α[σ]α καὶ εἰς ἐμὲ πνεῦμα λιποῦσα,
ὡς πάρος εὐφροσύνης, νῦν δακρύων πρόφασιν,
ἁγνὰ, πουλυγόης, ἔτι πένθιμον ὕπνον ἰαύεις,
ἀνδρὸς ἀπὸ στέρνων οὔποτε θεῖσα κάρα,
Θεῖον ἐρημώσασα σὸν οὐκέτι· σοὶ γὰρ ἐς Ἅ|δαν
ἦλθον ὁμοῦ ζωᾶς ἐλπίδες ἁμετέρας.
205
{ΑΛΛΟ.}
Οὐκ ἔπιον Λήθης Αἰδωνίδος ἔσχατον ὕδωρ,
ὥς σε παρηγορίην κἀν φθιμένοισιν ἔχω,
Θεῖε πλέον δύστηνε, γάμων ὅτι τῶν ἀμιάντων
νοσφισθεὶς κλαίεις χηροσύνην θαλάμων.
206
{ΑΛΛΟ.}
Τοῦτο σαοφροσύνης γέρας Ἀτθίδι τᾷ πολυκλαύτῳ,
οὐκ ἴσον, οὐδ' ἀρετᾶς ἄξιον· ἀλλ' ἐθέμαν
μνάμαν εἰς αἰῶνα φερώνυμον αὐτὸς ἀνάγκᾳ
Θεῖος νηπιάχῳ πνεῦμα χαριζόμενος.
Οἴσω γὰρ καὶ τοῦτο χάριν σέο, καὶ τὸν ἀπηνῆ
ὄμμασι τοῖς στυγνοῖς ὄψομαι ἠέλιον.
207
{ΑΛΛΟ.}
Σῆμα Φίλωνος ἄθρησον, ὁδοιπόρε, Καλλιπο[λ]είτο[υ
εὐνέτιδος κεδνῆς, ἣν ἕλε πρόσθε Ἀΐδης·
πάτρην δὲ φράζου Σέλγην· γυάλοις δ' ἐνὶ Τήλου
προσφιλὲς ἐνναέταις ἤνυσα τέρμα βίου·
οὕνεκα λοιβαῖσιν πάρεδρος θυσίαισί τε θάσσων,
δεῖξα μετ' εὐσεβίης πᾶσιν ἔθη πάτρια.
208
{ΑΛΛΟ.}
Ὀκτωκαιδε[κέ]τιν με χυτὴ κ[όν]ις ἥδε καλύπτει
Καλλιστὼ μητρὸς δεξαμένην ὄνομα,
ᾗ λείπω πανόδυρτον ἐνὶ μεγάροισιν ἀνίην,
πατρί τ' ἐμῷ Ζώ[ῳ] δάκρυα λυγρότατα·
ναίω δ' εὐσεβέων ἁγνὸν περικαλλέα χῶρον
σ[ύ]νθρονος ἡρώων εἵν[ε]κα σωφροσ[ύ]ν[η]ς.
Ἀκμὴν δ' οὐ γενετῆρες ἐμὴν, οὐκ ἐσθλὸς ὅμαιμος,
οὐ πόσις, ἀλλ' Ἀΐδης λυγρὸς ἐκαρπίσατο.
Τοῖός τοι θνητῶν μογερὸς βίος, ὧν ἀτέλεστοι
ἐλπίδες, αἷ[ς] μοιρῶν νήματ' ἐπικρέμαται.
Ἀλλά μοι, ὦ γενετῆ[ρε]ς, ἐσαθρήσαντες ὁ θνητῶν
ὡς φέρεται πάντων λυγροπαθὴς βίοτος,
ἤδη δυστήνου κατὰ δώματα λήγετε πένθους·
καὶ φθιμένᾳ γὰρ ἐμοὶ τοῦτο ποθεινότατον.
209
{ΑΛΛΟ.}
Ἡλικίης χοϊκῶν, ὁ δὲ δαίμων ἔφθασε τοὺς χοῦς.
210
{ΑΛΛΟ.}
Ἡλικίαν μὲν ἐμὴν ταύτην δεῖ πάντας ἀκοῦσαι·
εἰκοστῷ καὶ πέμπτῳ ἔτει λίπον ἡλίου αὐγάς·
τοὺς δὲ τρόπους καὶ σωφροσύνην ἣν εἴχομεν ἡμεῖς,
ἡμέτερος πόσις οἶδεν ἄριστ' εἰπεῖν περὶ τούτων.
211
{ΑΛΛΟ.}
Ἀ]θάνατος φιλία σῆς ψυχῆς ἐστι παρ' ἀνδρί
....................
212
{ΑΛΛΟ.}
Μοῖρ]α καὶ Εἰλείθυια καὶ ὠδ[ῖν]ες τὸ περισσὸν
Μοισάων μελέδημ' ἄγαγον εἰς Ἀΐδαν,
γαστρὸς ἀπωσαμέναν μόρον ἔγκυον· ἁ δὲ νεανὶς
Ἡραῒς εὐτεύκτῳ τῷδ' ὑπένεστι τάφῳ.
213
{ΑΛΛΟ.}
Ἀμ]ίσου πολιῆτιν, ἀρίζαλον Κλεο[νίκαν,
Β]ιθυνὰν ἀρετᾶς εἵνεκα Πανελόπα[ν
ἅρπασε] δυσπενθὴς Ἀΐδας· σεμνὸν δὲ τὸ [κούρας
σκᾶν]ος ὑπὸ στάλᾳ κρύπτεται αἰενάῳ·
τὰν ἁπα]λὰν κεύθει μορφὰν τάφος, ἀλλ' ἀμ]άραντον
πνεῦμα μένει κείνας…
214
{…
The complete text is available when the reading interface loads.