Epigrammata demonstrativa
- Edition reference
- Epigrammata demonstrativa, ed. Cougny, op. cit., 287–359. Epigr: 14,191: Epigr. Epigr. 3.1–422.
- CTS identifier
urn:cts:greekLit:tlg7052.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
31
{ΑΛΛΟ.}
Τῶν δ' ἱερογλώσσων Κλυτιδᾶν γένος εὔχομαι εἶναι
μάντις, ἀπ' ἰσοθέων αἷμα Μελαμποδιδᾶν.
32
{ΑΛΛΟ.}
Εἰς τοὺς ἀπὸ Φυλῆς τὸν Ἀθηναίων δῆμον καταγαγόντας.
Τούσδ' ἀρετῆς ἕνεκα στεφάνοις ἐγέραιρε παλαίχθων
δῆμος Ἀθηναίων, οἵ ποτε τοὺς ἀδίκοις
θεσμοῖς ἄρξαντας πρῶτοι πόλεως καταπαύειν
ἦρξαν, κίνδυνον σώμασιν ἀράμενοι.
33
{ΠΛΑΤΩΝΟΣ.}
Εἰς Ἀριστοφάνην.
Αἱ χάριτες τέμενός τι λαβεῖν ὅπερ οὔτι πεσεῖται
ζητοῦσαι, ψυχὴν εὗρον Ἀριστοφάνους.
34
{ΑΔΗΛΟΝ.}
Τοὺς δύ' Ἀπόλλων φῦς' Ἀσκληπιὸν ἠδὲ Πλάτωνα,
τὸν μὲν ἵνα ψυχήν, τὸν δ' ἵνα σῶμα σάοι.
35
{ΘΕΑΙΤΗΤΟΥ.}
Εἰς Πυθαγόραν τὸν πύκτην.
Πυθαγόρην τινά, Πυθαγόρην, ὦ ξεῖνε, κομήτην,
ᾀδόμενον πύκτην εἰ κατέχεις Σάμιον,
Πυθαγόρης ἐγώ εἰμι· τὰ δ' ἔργα μου, εἴ τιν' ἔροιο
Ἠλείων, φήσεις αὐτὸν ἄπιστα λέγειν.
36
{ΑΔΕΣΠΟΤΟΝ.}
Πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν
Τιμόθεον, κιθάρας δεξιὸν ἡνίοχον.
37
{ΑΛΛΟ.}
Ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν,
Μεσσήνη δ' ἱερὴ τέκνα χρόνῳ δέχεται,
Θήβης δ' ὅπλοισιν Μεγάλη πόλις ἐστεφάνωται,
αὐτόνομος δ' Ἑλλὰς πᾶς' ἐν ἐλευθερίῃ.
38
{ΑΛΛΟ.}
Ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι, οἵ ποτε Μήδων
παισὶν ἐπ' Ἠιόνι, Στρυμόνος ἀμφὶ ῥοάς,
λιμόν τ' αἴθωνα, κρατερόν τ' ἐπάγοντες Ἄρηα,
πρῶτοι δυσμενέων εὗρον ἀμηχανίην.
39
{ΑΛΛΟ.}
Ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδ' ἔδωκαν,
ἀντ' εὐεργεσίης καὶ μεγάλης ἀρετῆς·
μᾶλλόν τις τάδ' ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει
ἀμφὶ πάτρας ξυνοῖς πράγμασι μόχθον ἔχειν.
40
{ΑΛΛΟ.}
Ἔκ ποτε τῆσδε πόληος ἅμ' Ἀτρείδῃσι Μενεσθεὺς
ἡγεῖτο ζάθεον Τρωικὸν ἐς πεδίον,
ὅν ποθ' Ὅμηρος ἔφη Δαναῶν πύκα θωρηκτάων
κοσμητῆρα μάχης ἔξοχον ὄντα μολεῖν·
οὕτως οὐδὲν ἀεικὲς Ἀθηναίοισι καλεῖσθαι
κοσμηταῖς πολέμου τ' ἀμφὶ καὶ ἠνορέης.
41
{ΑΛΛΟ.}
Ξενοκράτης,
Θεόπομπος,
Μνασίλαος.
Ἁνίκα τὸ Σπάρτας ἐκράτει δόρυ, τηνάκις εἷλεν
Ξεινοκράτης κλάρῳ Ζηνὶ τρόπαια φέρειν,
οὐ τὸν ἀπ' Εὐρώτα δείσας στόλον οὐδὲ Λάκαιναν
ἀσπίδα· Θηβαῖοι κρείσσονες ἐν πολέμῳ·
καρύσσει Λεύκτροις νικαφόρα δουρὶ τρόπαια
οὐδ' Ἐπαμεινώνδα δεύτεροι ἐδράμομεν.
42
{ΑΛΛΟ.}
Καὶ μετὰ λαοφ[ό]νον ξίφος υἱέ[ος] ἤρκεσα πάτρῃ,
κτεῖνα δ' Ἀχιλῆα γήραος εὐφραδίῃ.
Ἐς δέκατον δ' ἐκράτησα Π[αν]ελλήνω[ν] ἐνιαυτόν,
πρὸς δὲ μί[τ]ον Μοιρ[ῶν] οὔτις ἔχει δύνασιν.
43
{ΑΣΤΥΔΑΜΑΝΤΟΣ.}
Εἴθ' ἐγὼ ἐν κείνοις γενόμην, ἢ κεῖνοι ἅμ' ἡμῖν,
οἳ γλώσσης τερπνῆς πρῶτα δοκοῦσι φέρειν,
ὡς ἐπ' ἀληθείης ἐκρίθην ἀφεθεὶς παράμιλλος·
νῦν δὲ χρόνῳ παρέχους', οἷς φθόνος οὐχ ἕπεται.
44
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἅλμα ποδῶν, δίσκου τε βολή, καὶ ἄκοντος ἐρωή,
καὶ δρόμος, ἠδὲ πάλη· μία δ' ἔπλετο πᾶσι τελευτή.
45
{ΑΛΛΟ.}
Νεβρὸς ἐὼν ἑάλων, ὅτ' ἐς Ἴλιον ἦν Ἀγαπήνωρ.
46
{ΑΛΛΟ.}
Ἡ πόλις] ἔστησ[έν με β]ροτ[οῖς] μνημεῖον ἀληθές,
πᾶσιν] σημαίνειν μέτρον ὁδοιπορίας·
ἔστιν γὰρ τ]ὸ μεταξὺ θεῶν πρὸς δώδεκα βωμὸν
... τεσσαράκοντ' ἐκ λιμένος στάδιοι.
47
{ΑΡΙΣΤΟΤΕΛΟΥΣ(?)}
Εἰς Πλάτωνα.
Βωμὸν Ἀριστοτέλης ἐνιδρύσατο τόνδε Πλάτωνος,
ἀνδρός, ὃν οὐδ' αἰνεῖν τοῖσι κακοῖσι θέμις·
ὃς μόνος ἢ πρῶτος θνητῶν κατέδειξεν ἐναργῶς,
οἰκείῳ τε βίῳ καὶ μεθόδοισι λόγων,
ὡς ἀγαθός τε καὶ εὐδαίμων ἅμα γίγνεται ἀνήρ·
οὐ νῦν δ' ἔστι λαβεῖν οὐδενὶ ταῦτά ποτε.
48
{ΤΟΥ ΑΥΤΟΥ.}
Τόνδε ποτ' οὐχ ὁσίως παραβὰς μακάρων θέμιν ἁγνὴν
ἔκτεινεν Περσῶν τοξοφόρων βασιλεύς,
οὐ φανερῶς λόγχῃ φονίοις ἐν ἀγῶσι κρατήσας,
ἀλλ' ἀνδρὸς πίστει χρησάμενος δολίου.
49
{ΑΔΕΣΠΟΤΟΝ.}
Εἰς τὸν Ἀριστοτέλην.
Φαιστίδος ἦν μητρὸς καὶ Νικομάχου γενετῆρος
τῶν Ἀσκληπιαδῶν, δῖος Ἀριστοτέλης.
50
{ΑΡΧΕΛΑΟΥ.}
Εἰς ὑμᾶς κροκόδειλον ἀποφθίμενον διαλύει,
σκορπίοι, ἡ πάντα ζωοθετοῦσα φύσις.
51
{ΤΟΥ ΑΥΤΟΥ.}
Ἐκ νέκυος ταύτην ἵππου γράψασθε γενέθλην,
σφῆκας· ἴδ' ἐξ οἵων οἷα τίθησι φύσις.
52
{ΤΟΥ ΑΥΤΟΥ.}
Πάντα δι' ἀλλήλων ὁ πολὺς σφραγίζεται αἰών·
ἀνδρὸς γὰρ κοίλης ἐκ μυελοῦ ῥάχεως
δεινὸς γίνετ' ὄφις, νέκυος δειλοῖο σαπέντος,
ὃς νέον ἐκ τούτου πνεῦμα λάβῃ τέραος,
τεθνεότος ζωὴν ἕλκων φύσιν· εἰ δὲ τόδ' ἐστὶν,
οὐ θαῦμα βλαστεῖν τὸν διφυῆ Κέκροπα.
53
{ΑΔΕΣΠΟΤΟΝ.}
Εἰς εἰκόνα Ἀλεξάνδρου.
Αὐδασοῦντι δ' ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων·
«Γᾶν ὑπ' ἐμοὶ τίθεμαι, Ζεῦ· σὺ δ' Ὄλυμπον ἔχε.»
54
{ΑΛΛΟ.}
Ἔπτηξαν βασιλῆες ἐμὸν δόρυ ἔθνεά τ' αὐτῶν
ὅσσα πέριξ γαίης Ὠκεανὸς νέμεται.
Εἰμὶ δ' ἀφ' Ἡρακλέους, Διὸς ἔκγονος, υἱὸς Φιλίππου,
Αἰακιδῶν γενεῆς, μητρὸς Ὀλυμπιάδος.
55
{ΑΛΛΟ.}
.................
Ὑσμίνην δεδάηκας ἀμετροβίων ἐλεφάντων·
Ἰνδοφόρων κρατεροὺς οὐ τρομέεις πολέμους.
56
{ΑΡΚΕΣΙΛΑΟΥ.}
Εἰς Ἄτταλον.
Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις,
πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην.
Εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνατῷ νόον εἰπεῖν,
ἔσσεται εἰσαῦτις πολλὸν ἀοιδοτέρη.
57
{ΑΔΕΣΠΟΤΟΝ.}
Εἰσοράᾳς δείκηλον, ὅπως περὶ νῶτον ἀείρας
κριὸν ἀεξίκερων ἔμπνοον ἀχθοφορεῖ.
Πάτρων Νέου.
58
{ΑΛΛΟ.}
Ἐπὶ τῷ Δημοσθένους ἀνδριάντι.
Εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, εἶχες,
οὔποτ' ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.
59
{ΠΤΟΛΕΜΑΙΟΥ.}
Πάνθ' Ἡγησιάναξ τε καὶ Ἕρμιππος τὰ κατ' αἴθρην
τείρεα, καὶ πολλοὶ ταῦτα τὰ φαινόμενα
βίβλοις ἐγκατέθεντο· ἀποσκόπιοι δ' ἀφάμαρτον·
ἀλλὰ τὸ λεπτολόγου σκῆπτρον Ἄρητος ἔχει.
60
{ΑΝΤΑΓΟΡΑ.}
Εἰς Ἔρωτα.
Ἐν δοιῇ μοι θυμός, ὅ τοι γένος ἀμφίσβητον,
ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω,
τῶν ὅσσους Ἔρεβός τε πάλαι βασίλειά τε παῖδας
γείνατο Νὺξ πελάγεσσιν ὑπ' εὐρέος Ὠκεανοῖο·
ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης,
ἢ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι
ἀνθρώποις ἠδ' ἐσθλά, τὸ καὶ σέο σῶμα δίφυιον.
61
{ΑΔΕΣΠΟΤΟΝ.}
Θεῖος Ὅμηρος ὅδ' ἐστίν, ὃς Ἑλλάδα τὴν μεγάλαυχον
πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ,
ἔξοχα δ' Ἀργείους, οἳ τὴν θεοτείχεα Τροίην
ἤρειψαν, ποινὴν ἠυκόμου Ἑλένης·
οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν
ἐνθάδε, καὶ τιμαῖς ἀμφέπει ἀθανάτων.
62
{ΑΡΙΣΤΩΝΟΣ ΤΟΥ ΧΙΟΥ (?)}
Ἐπὶ Ἀρκεσιλάου.
Πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος.
63
{ΚΑΛΛΙΜΑΧΟΥ.}
Κρεωφύλου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον ἀοιδὸν
δεξαμένου· κλαίω δ' Εὔρυτον, ὅσς' ἔπαθε,
καὶ ξανθὴν Ἰόλειαν. Ὁμήρειον δὲ καλεῦμαι
γράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.
64
{ΤΟΥ ΑΥΤΟΥ.}
Οὔπω Σκέλμιος ἔργον ἐύξοον, ἀλλ' ἐπὶ τεθμὸν
δηναῖον γλυφάνων ἄξοος ἦσθα σανίς.
Ὧδε γὰρ ἱδρύοντο θεοὺς τότε· καὶ γὰρ Ἀθήνης
ἐν Λίνδῳ Δαναὸς λᾶαν ἔθηκεν ἕδος.
65
{ΤΟΥ ΑΥΤΟΥ.}
Τίμων μισάνθρωπος ἐσοικέω· ἀλλὰ πάρελθε. —
Οἰμώζειν εἴπας πολλά; —Πάρελθε μόνον.
66
{ΤΟΥ ΑΥΤΟΥ.}
..................
Ἄρνες τοι, φίλε κοῦρε, συνήλικες, ἄρνες ἑταῖροι
ἔσκον· ἐνήριθμοι δ' αὔλια καὶ βοτάναι.
67
{ΗΔΥΛΟΥ.}
Ζωροπόται, καὶ τοῦτο φιλοζεφύρου κατὰ νηὸν
τὸ ῥυτὸν αἰδοίης δεῦτ' ἴδετ' Ἀρσινόης,
ὀρχηστὴν βήσαν Αἰγύπτιον, ὃς λιγὺν ἦχον
σαλπίζει, κρουνοῦ πρὸς ῥύσιν οἰγομένου,
οὐ πολέμου σύνθημα, διὰ χρυσέου δὲ γεγωνεῖ
κώδωνος κώμου σύνθεμα καὶ θαλίης,
Νεῖλος ὁποῖον ἄναξ μύσταις φίλον ἱεραγωγοῖς
εὗρε μέλος θείων πάτριον ἐξ ὑδάτων.
Ἀλλ' εἰ Κτησιβίου σοφὸν εὕρεμα τίετε τοῦτο,
δεῦτε, νέοι, νηῷ τῷδε παρ' Ἀρσινόης.
68
{ΕΡΑΤΟΣΘΕΝΟΥΣ.}
Οἶνός τοι πυρὶ ἶσον ἔχει μένος, εὖτ' ἂν ἐς ἄνδρα
ἔλθῃ· κυμαίνει δ' οἷα Λίβυσσαν ἅλα
βορρᾶς ἠὲ νότος· τὰ δὲ καὶ κεκρυμμένα φαίνει
βυσσόθεν, ἐκ δ' ἀνδρῶν πάντ' ἐτίναξε νόον.
69
{ΑΔΕΣΠΟΤΟΝ.}
...................
Σῆμα Φρασικλέας· κούρη κεκ[όρευ]μαι Ἄρηι,
ἀντὶ γάμου παρὰ θεῶν τοῦτο λαχοῦς' ὄνομα.
70
{ΑΛΛΟ.}
Ἀγαθῇ τύχῃ.
Τὸν κρατερὸν πτολέ(μ)οισι καὶ ἄτρομον ἀσπιδιώτην.
....................
71
{ΜΝΑΣΑΛΚΟΥ.}
Ἅδ' ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι
Ἡδονῇ, αἰσχίστως κειραμένα πλοκάμους,
θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν
ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται.
72
{ΣΑΜΟΥ ἢ ΣΑΜΙΟΥ.}
Ὁρᾷς τὸ δῖον οὗ βέλος διέπτατο.
73
{ΑΔΕΣΠΟΤΟΝ.}
Εἰς τοὺς λυρικοὺς ποιητὰς ἡρωελεγεῖοι.
Ἐννέα τῶν πρώτων λυρικῶν πάτρην γενεήν τε
μάνθανε, καὶ πατέρας, καὶ διάλεκτον ἄθρει.
Ὧν Μιτυληναῖος μὲν ἔην, γεραρώτερος ἄλλων,
Ἀλκαῖος πρότερος, ἠχικὸς Αἰολίδος.
Ἡ δ' ἐπὶ τῷ ξυνὴν πάτρην φωνήν τε δαεῖσα
Σαπφὼ, Κληίδος καὶ πατρὸς Εὐρυγόρου.
Στησίχορος Σικελός· πάτρη δέ οἱ Ἱμέρα ἐστίν·
Εὐφήμου πατρός, Δωρικὸς ἁρμονίην.
Ἴβυκος Ἰταλὸς αὖ ἐκ Ῥηγίου ἠὲ Μεσήνης,
Ἠελίδα πατρός, Δωρίδα δ' ἡρμόσατο.
Παρθενίου δὲ πατρὸς λιγυρὸς πάις Ἠετίης τε
ἦν ἄρα μελπόμενος Τῇος Ἀνακρεΐων.
Πίνδαρος ἦν Θηβαῖος, ἀτὰρ πατρὸς Σκοπελίνου,
Δώριον αἰνήσας ἁρμονίην ἐπέων.
Ἠδὲ Σιμωνίδεω Κείου, Δωριστὶ λαλοῦντος,
τὸν πατέρ' αἰνήσας ἴσθι Λεωπρεπέα.
Ἶσα δαείς, καὶ Κεῖος ἐὼν γενεῇ, μελοποιός,
Μείδωνος πατέρος ἔπλετο Βακχυλίδης.
Ἀλκμὰν ἐν Λυδοῖσι μέγα πρέπει· ἀλλ' Ἀδάμαντος
ἐστὶ καὶ ἐκ Σπάρτης, Δωρίδος ἁρμονίης.
74
{ΑΛΛΟ.}
Γένος Πινδάρου διὰ στίχων ἡρωικῶν.
Πίνδαρον ὑψαγόρην, Καδμηίδος οὔδεϊ Θήβης,
Κλευδίκη εὐνηθεῖσα μενεπτολέμῳ Δαϊφάντῳ
γείνατο, ναιετάουσα Κυνὸς κεφαλῆς περὶ χῶρον,
οὐκ οἶόν γ'· ἅμα τῷ καὶ Ἐρείτιμον, εἰδότα θήρην
εἰδότα πυγμαχίην τε παλαισμοσύνην τ' ἀλεγεινήν.
Τὸν μὲν ὅτε κνώσσοντα ποτὶ χθόνα κάτθετο μήτηρ,
εἰσέτι παιδίον ὄντα, μέλισσά τις, ὡς ἐπὶ σίμβλῳ,
χείλεσι νηπιάχοισι τιθαιβώσσουσα ποτᾶτο.
Τῷ δὲ λιγυφθόγγων ἐπέων μελέων θ' ὑποθήμων
ἔπλετο δῖα Κόριννα· θεμείλια δ' ὤπασε μύθων
τὸ πρῶτον· μετὰ τὴν δ' Ἀγαθοκλέος ἔμμορεν αὐδῆς,
ὅς τέ ῥά οἱ κατέδειξεν ὁδὸν καὶ μέτρον ἀοιδῆς·
Εὖτε δ' Ἀλεξάνδροιο Φιλιππιάδαο μενοινῆς,
Καδμείων ἀφίκοντο Μακηδόνες ἄστεα πέρσαι,
Πινδαρέων μεγάρων οὐχ ἥψατο θεσπιδαὲς πῦρ.
Ἀλλὰ τὸ μὲν μετόπισθεν· ἔτι ζώοντι ἀοιδῷ
Φοῖβος ἄναξ ἐκέλευσε, πολυχρύσου παρὰ Πυθοῦς,
ἤια καὶ μέλι λαρὸν ἀεὶ Θήβηνδε κομίζειν.
Καὶ μέλος, ὡς ἐνέπουσιν, ἐν οὔρεσιν ἠύκερως Πὰν
Πινδάρου αἰὲν ἄειδε, καὶ οὐκ ἐμέγῃρεν ἀείδων.
Ἦμος δ' ἐν Μαραθῶνι καὶ ἐν Σαλαμῖνι παρέσταν
αἰναρέται Πέρσαι μετὰ Δάτιδος ἀγριοφώνου,
τῆμος ἔτι ζώεσκεν, ὅτ' Αἰσχύλος ἦν ἐν Ἀθήναις.
Τῷ Τιμοξείνη παρελέξατο δῖα γυναικῶν·
ἣ τέκεν Εὔμητιν μεγαλήτορα καὶ Δαΐφαντον,
Πρωτομάχην δ' ἐπὶ τοῖσιν· ἔμελψε δὲ κῦδος ἀγώνων
τῶν πισύρων, μακάρων παιήονας ἐνδεδεγμένους,
καὶ μέλος ὀρχηθμοῖσι, θεῶν τ' ἐρικυδέας ὕμνους,
ἠδὲ μελιφθόγγων μελεδήματα παρθενικάων.
Τοῖος ἐὼν καὶ τοῖα πορὼν καὶ τόσσα τελέσσας
κάτθανεν ὀγδώκοντα τελειομένων ἐνιαυτῶν.
75
{ΑΛΛΟ.}
Οὐλύμπου κορυφῆς ἔπι Πυθίου Ἀπόλλωνος
ἱερὸν ὕψος ἔχει (πρὸς τὴν κάθετον δ' ἐμετρήθη·)
πλήρη μὲν δεκάδα σταδίων μίαν, αὐτὰρ ἐπ' αὐτῇ
πλέθρον τετραπέδῳ λειπόμενον μεγέθει.
Εὐμήλου δέ μιν υἱὸς ἐθήκατο μέτρα κελεύθου
Ξειναγόρης· σὺ δ', ἄναξ, χαῖρε, καὶ ἐσθλὰ δίδου.
76
{ΑΛΛΟ.}
Ἀμφιλόχου τοῦ Λάγου Ποντωρέως.
Ἥκει καὶ Νείλου προχοὰς καὶ ἐπ' ἔσχατον Ἰνδὸν
τέχνας Ἀμφιλόχοιο μέγα κλέος ἄφθιτον ἀεί.
77
{ΠΟΣΕΙΔΙΠΠΟΥ.}
Δωρίχα, ὀστέα μὲν σὰ πάλαι κόνις, οἵ τ' ἀπόδεσμοι
χαίτης, ἥ τε μύρων ἔμπνοος ἀμπεχόνη,
ἥ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον
σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων.
Σαπφὼ, σαὶ δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν
ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες.
Οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὧδε φυλάξει,
ἔστ' ἂν ἵκῃ Νείλου ναῦς ἔφαλος τενάγη.
78
{ΤΟΥ ΑΥΤΟΥ.}
Καὶ περὶ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν·
πάτρη γὰρ βρώμην οὐκ ἂν ἔπεσχε Θάσος
Θευγένει· ἅσσα φαγὼν ἔτ' ἐπῄτεον· οὕνεκεν οὕτω
χάλκεος ἑστήξω χεῖρα προϊσχόμενος.
79
{ΤΟΥ ΑΥΤΟΥ.}
Οὐ ποταμὸς κελαδῶν ἐπὶ χείλεσιν, ἀλλὰ δράκοντος
εἶχέ ποτ' εὐπώγων τόνδε λίθον κεφαλή,
λευκὰ φαληριόωντα. Τὸ δὲ γλυφὲν ἅρμα κατ' αὐτοῦ
τοῦθ' ὑπὸ λυγκείου βλέμματος ἐγλύφετο,
ψεύδεϊ χειρὸς ὅμοιον· ἀποπλασθὲν γὰρ ὁρᾶται
γλύμμα, κατὰ πλατέος δ' οὐκ ἂν ἴδοις προβόλου.
Ἦ καὶ θαῦμα πέλει μόχθου μέγα, πῶς ὁ λιθουργὸς
τὰς ἀτενιζούσας οὐκ ἐμόγησε κόρας.
80
{[ΠΟΣ]ΕΙΔΙΠΠΟΥ.}
Ἑλλήνων σωτῆρα, Φάρου σκοπόν, ὦ ἄνα Πρωτεῦ,
Σώστρατος ἔστησεν Δεξιφάνους Κνίδιος.
Οὐ γὰρ ἐν Αἰγύπτῳ σκοπιωροὶ ὡς ἐπὶ νήσων,
ἀλλὰ χαμαὶ χηλὴ ναύλοχος ἐκτέταται.
Τοῦ χάριν εὐθεῖάν τε καὶ ὄρθιον αἰθέρα τέμνειν,
πύργος ὅδ' ἀπλάτων φαίνετ' ἀπὸ σταδίων
ἤματι, παννύχιός τε φόως ἐν κύματι ναύτης
ὄψεται, ἐκ κορυφῆς πῦρ μέγα καιόμενον·
καί κεν ἐπ' αὐτὸ δράμοι Ταύρου κέρας, οὐδ' ἂν ἁμάρτοι
σωτῆρος, Πρωτεῦ ξείνιε, τῇδε πλέων.
81
{ΤΟΥ ΑΥΤΟΥ.}
Μέσσον ἐγὼ Φαρίης ἀκτῆς στόματός τε Κανώπου
ἐν περιφαινομένῳ κύματι χῶρον ἔχω,
τῆς δὲ πολυρρήνου Λιβύης ἀνεμώδεα χηλὴν
τὴν ἀνατεινομένην εἰς ἰταλὸν ζέφυρον.
Ἔνθα με Καλλικράτης ἱδρύσατο καὶ βασιλίσσης
ἱερὸν Ἀρσινόης Κύπριδος ὠνόμασεν.
Ἀλλ' ἐπὶ τὴν Ζεφυρῖτιν ἀκουσομένην Ἀφροδίτην
Ἑλλήνων ἁγναὶ βαίνετε θυγατέρες,
οἵ θ' ἁλὸς ἐργάται ἄνδρες· ὁ γὰρ ναύαρχος ἔτευξεν
τοῦθ' ἱερὸν παντὸς κύματος εὐλίμενον.
82
{ΑΡΧΙΜΗΛΟΥ.}
Τίς τόδε σέλμα πέλωρον ἐπὶ χθονὸς εἵσατο; ποῖος
κοίρανος ἀκαμάτοις πείσμασιν ἠγάγετο;
πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς; ἢ τίνι γόμφοι
τμηθέντες πελέκει τοῦτ' ἔκαμον τὸ κύτος,
ἢ κορυφαῖς Αἴτνας παρισούμενον, ἤ τινι νάσων,
ἃς Αἰγαῖον ὕδωρ Κυκλάδας ἐνδέδεται,
τοίχοις ἀμφοτέρωθεν ἰσοπλατές; ἦ ῥα Γίγαντες
τοῦτο πρὸς οὐρανίας ἔξεσαν ἀτραπιτούς.
Ἄστρων γὰρ ψαύει καρχήσια καὶ τριελίκτους
θώρακας μεγάλων ἐντὸς ἔχει νεφέων.
Πείσμασιν ἀγκύρας ἀπερείδεται, οἷσιν Ἀβύδου
Ξέρξης καὶ Σηστοῦ δισσὸν ἔδησε πόρον.
Μανύει στιβαρᾶς κατ' ἐπωμίδος ἀρτιχάρακτον
γράμμα, τίς ἐκ χέρσου τάνδ' ἐκύλισε τρόπιν.
Φησὶ γὰρ ὡς Ἱέρων Ἱεροκλέος Ἑλλάδι πάσῃ
καὶ νάσοις καρπῶν πίονα δωροφόρον,
Σικελίας σκαπτοῦχος ὁ Δωρικός. Ἀλλὰ Πόσειδον,
σῶζε κατὰ γλαυκῶν σέλμα τόδε ῥοθίων.
83
{ΑΔΗΛΟΝ.}
Λυσιστράτη, καλέσασα τὰς πολίτιδας,
ὑπέθετο φεύγειν, μηδὲ μίγνυσθ' ἄρρεσιν,
ὅπως, γενομένης νῦν στάσεως ἐμφυλίου,
τὸν πρὸς Λάκωνας πόλεμον αἴρωσιν λόγῳ,
μένωσί τ' οἴκοι πάντες. Ὡς δὲ συνέθετο,
τινὲς μὲν αὐτῶν τὴν ἀκρόπολιν διεκράτουν·
τινὲς δ' ἀπεχώρουν· αἵ τ' ἀπὸ Σπάρτης πάλιν
ταυτὸν διεβουλεύοντο. Κήρυξ ἔρχεται
λέγων περὶ τούτων· τῆς δ' ὁμονοίας γενομένης,
σπονδὰς τιθέμενοι, τὸν πόλεμον ἐξέρρησαν.
84
{ΑΛΛΟ.}
Μαθὼν παρ' Ἡρακλέους Διόνυσος τὴν ὁδόν,
πρὸς τοὺς κατοιχομένους πορεύεται, λαβὼν
τὸ δέρμα καὶ τὸ σκύταλον, ἀναγαγεῖν θέλων
Εὐριπίδην· λίμνην δὲ διέβαινεν κάτω·
καὶ τῶν βατράχων ἀνέκραγεν εὔφημος χορός.
Ἔπειτα μυστῶν ἐκδοχή· θεράπων δ' ἰδών,
ὡς Ἡρακλεῖ προσέκοπτε διὰ τὸν Κέρβερον.
Ὡς δ' ἀνεφάνη, τίθεται τραγῳδίας ἀγών·
καὶ δὴ στεφανοῦταί γ' Αἰσχύλος· τοῦτον δ' ἄγει
Διόνυσος εἰς φῶς, οὐ μὰ Δία γ' Εὐριπίδην.
85
{ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ.}
Λιπὼν Κόρινθον Οἰδίπους, πατρὸς νόθος
πρὸς τῶν ἁπάντων λοιδορούμενος ξένος,
ἦλθεν πυθέσθαι Πυθικῶν θεσπισμάτων,
ζητῶν ἑαυτὸν καὶ γένους φυτοσπόρον.
Εὑρὼν δὲ τλήμων ἐν στεναῖς ἁμαξιτοῖς,
ἄκων ἔπεφνε Λάιον γεννήτορα.
Σφιγγὸς δὲ δεινῆς θανάσιμον λύσας μέλος,
ᾔσχυνε μητρὸς ἀγνοουμένης λέχος.
Λοιμὸς δὲ Θήβας εἷλε καὶ νόσος μακρά.
Κρέων δὲ πεμφθεὶς Δελφικὴν πρὸς ἑστίαν,
ὅπως πύθηται τοῦ κακοῦ παυστήριον,
ἤκουσε φωνῆς μαντικῆς θεοῦ πάρα
τὸν Λαΐειον ἐκδικηθῆναι φόνον.
Ὅθεν μαθὼν ἑαυτὸν Οἰδίπους τάλας
πόρπαισι δισσὰς ἐξανάλωσεν κόρας,
αὐτὴ δὲ μήτηρ ἀγκόναις διώλετο.
86
{ΤΟΥ ΑΥΤΟΥ.}
Ἐν τοῖς Σκίροις τὰ γύναι' ἔκρινεν ἐν στολαῖς
ἀνέρων προκαθίζοντα, γενομένης ἐκκλησίας,
περιθέμεναι πώγωνας ἀλλοτρίων τριχῶν.
Ἐποίησαν οὕτως. Ὑστεροῦντες οὖν στολαῖς
ἄνδρες γυναικῶν ἐκάθισαν· καὶ δὴ μία
δημηγορεῖ περὶ τοῦ λαβούσας τῶν ὅλων
τὴν ἐπιτροπὴν βέλτιον ἄρξειν μυρίῳ·
ἐκέλευσέ τ' εἰς τὸ κοινὸν εἰσφέρειν ὅλα
τὰ χρήματ' ἄνδρας· ὣς κεκρῖσθαι τοῖς νόμοις.
87
{ΤΟΥ ΑΥΤΟΥ.}
Ἐκκλησίας οὔσης, παραγίνονταί τινες
παρά τε Βασιλέως, καὶ παρὰ Σιτάλκους πάλιν·
οἱ μὲν στρατιὰν ἄγοντες, οἱ δὲ χρυσίον.
Παρὰ τῶν Λακεδαιμονίων δὲ μετὰ τούτους τινὲς
σπονδὰς φέροντες· οὓς Ἀχαρνεῖς οὐδαμῶς
εἴασαν, ἀλλ' ἐξέβαλον· ὧν καθάπτεται
σκληρῶς ὁ ποιητής. Αὐτὸ τὸ ψήφισμά τε
Μεγαρικὸν ἱκανῶς φησὶ καὶ τὸν Περικλέα,
ὁὐκ τῶν Λακώνων τῶνδε πάντων αἴτιον,
σπονδάς, λύσιν τε τῶν ἐφεστώτων κακῶν.
88
{ΤΟΥ ΑΥΤΟΥ.}
Παράγει τινὰ Κλέωνα, τὸν καλούμενον
Παφλαγόνα, κἄτι βυρσοπώλην, πικρότατα
κατεσθίοντά πως τὰ κοινὰ χρήματα·
κᾀν παραλογισμοῖς διαφέροντ' ἐρρωμένως
ἀλλαντοπώλην, εὐθέως τε σκατοφάγον,
πεισθέντα τ' ἐπιθέσθαι σὺν ἱππεῦσίν τισι,
τοῖς ἐν χορῷ παροῦσι, τῇ τῶν πραγμάτων
ἀρχῇ, Κλέωνός τ' ἐν μέσῳ κατηγορεῖν.
Ἐγένετο τοῦτ'· ἐξέπεσεν ὁ Κλέων παγκάκως·
ὁ δὲ σκατοφάγος ἔτυχε προεδρίας καλῆς.
89
{ΤΟΥ ΑΥΤΟΥ.}
Διὰ τὰς δίκας φεύγουσιν Ἀθήνας δύο τινές·
οἳ πρὸς τὸν Ἔποπα, τὸν λεγόμενον Τηρέα,
ἐλθόντες, ἠρώτων ἀπραγμόνων πόλιν.
Εἷς πρέσβυς Ἔποπι συμπαρὼν μετὰ πλειόνων
πτηνῶν, διδάσκει τί δύνατ' ὀρνίθων γένος,
καὶ πῶς, ἐάνπερ κατὰ μέσον τὸν ἀέρα
πόλιν κτίσωσι, τῶν θεῶν τὰ πράγματα
αὐτοὶ παραλήψοντ'· ἐκ δέ τού γε φαρμάκου
πτέρυγας ἐποίουν· ἠξίωσαν δ' οἱ θεοί,
ἐπίθεσιν οὐ μικρὰν ὁρῶντες γενομένην.
90
{ΤΟΥ ΑΥΤΟΥ.}
Φιλοῦντα δικάζειν πατέρα παῖς εἵρξας ἄφνω
αὐτὸς ἐφύλαττεν ἔνδον οἰκοῦντά γ', ὅπως
μὴ λανθάνῃ, μηδ' ἐξίῃ, διὰ τὴν νόσον.
Ὁ δ' ἀντιμάχεται παντὶ τρόπῳ καὶ μηχανῇ.
Εἶθ' οἱ συνήθεις καὶ γέροντες, λεγόμενοι
σφῆκες, παραγίνονται βοηθοῦντες σφόδρα,
ἐπὶ τῷ δύνασθαι κέντρον ἱέναι τισὶ
φρονοῦντες ἱκανόν· ὁ δὲ γέρων τηρούμενος
ξυμπείθετ' ἔνδον διαδικάζειν καὶ βιοῦν,
ἐπεὶ τὸ δικάζειν κέκρικεν ἐκ παντὸς τρόπου.
91
{ΑΔΕΣΠΟΤΟΝ.}
Χρύσης Ἀθηνᾶς βωμὸν ἐπικεχωσμένον,
ἐφ' οὗπερ Ἀχαιοῖς χρησθὲν ἦν θῦσαι, μόνος
Ποίαντος ᾔδει παῖς ποθ' Ἡρακλεῖ συνών·
ζητῶν δὲ τοῦτον ναυβάτῃ δεῖξαι στόλῳ,
πληγεὶς ὑπ' ἔχεως, ἐλίπετ' ἐν Λήμνῳ νοσῶν.
Ἕλενος δ' Ἀχαιοῖς εἶφ' ἁλώσεσθ' Ἴλιον
τοῖς Ἡρακλέους τόξοισι, παιδί τ' Ἀχιλλέως.
Τὰ τόξ' ὑπῆρχε παρὰ Φιλοκτήτῃ μόνῳ·
πεμφθεὶς δ' Ὀδυσσεὺς ἀμφοτέρους συνήγαγεν.
92
{ΑΛΛΟ.}
Εἰς τὸν ἐν Κυζίκῳ ναόν.
Ἐκ δαπέδου μ' ὤρθωσεν ὅλης Ἀσίας [ἐϋτέχνων
ἀφθονίῃ χειρῶν δῖος Ἀρισταίνετος.
93
{ΑΛΛΟ.}
Νᾶμα τὸ Διηνόν, γλυκερὸν ποτόν· ἢν δέ γε πίνῃς,
παύσῃ μὲν δίψης, εὐθὺ δὲ καὶ βιότου.
94
{ΑΛΛΟ.}
Ἡδεῖα ψυχροῖο ποτοῦ λιβάς, ἣν ἀναβάλλει
πηγή· ἀλλὰ νόῳ πέτρος ὁ τῆσδε πιών.
95
{ΔΩΡΙΕΩΣ.}
Τοῖος ἔην Μίλων, ὅτ' ἀπὸ χθονὸς ἤρατο βρῖθος,
τετραετῆ δαμάλην, ἐν Διὸς εἰλαπίναις,
ὤμοις δὲ κτῆνος τὸ πελώριον, ὡς νέον ἄρνα,
ἤνεγκεν δι' ὅλης κοῦφα πανηγύρεως.
Καὶ θάμβος μέν· ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα
πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου.
Ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε
κόψας, πάντα κατ' οὖν μοῦνος ἐδαίσατό νιν.
96
{ΑΛΛΟ.}
.......................
ὤλετο καὶ Θήβης τείχεα [περθόμενα.
Τοῦτο δὲ τεῖχος ἐμὸν πολ[εμόκλονον ἔχθει Ἄρηα
οὐδ' οἶδεν δηίων ἔργα τε καὶ ῥ[αθάγους·
αἰεὶ δ' εἰλαπίναισι καὶ εὐχω[λαῖσι τέθηλεν
ἠιθέων τε χοροῖς πάντοθ[εν ἀγρομένων.
Αὐλῶν, οὐ σάλπιγγος ἀκ[ούεται ἐνθάδ' ὁμοκλή·
ταύρων, οὐκ ἀνδρῶν δεύε[ται αἶα φόνῳ.
Εἵμασι δ' ἀνθ' ὅπλων κοσμο[ύμεθα καὶ διὰ χειρῶν
οὐ ξίφος, ἀλλὰ κύλιξ δαινυμένοισι πρέπει.
Παννυχίοις δ' ὑμνοῦμεν ὑ[π' εὐφροσύναις θεὸν ἄλλον
Ἄ]ρμαχιν στεφάνοις κρᾶτα [πυκαζόμενοι.
.......................
97
{ΑΛΛΟ.}
Τοῦδ' ἀρετὰ καὶ δόξα καθ' Ἑλλάδα, πολλὰ μὲν ἀλκαῖς,
πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένου,
Ἀρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδος
ἕσπετ' ἐνὶ πτολέμῳ δούρατος ἁγεμόνι.
Μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννων
Σπάρτας· αὐξομέναν δ' ἄρατο δουλοσύναν.
Ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱὸν
στᾶσεν ἀμωμήτου κράντορ' ἐλευθερίας.
98
{ΑΛΛΟ.}
Ἐπὶ τῷ Μαρκέλλου ἀνδριάντι ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς
ἐν Λίνδῳ.
Οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ,
Μάρκελλος κλεινῶν Κλαύδιος ἐκ πατέρων,
ἑπτάκι τὰν ὑπάταν ἀρχὰν ἐν Ἄρηι φυλάξας,
καὶ πολὺν ἀντιπάλων ἐγκατέχευε φόνον.
99
{ΑΜΦΙΚΡΑΤΟΥΣ.}
Ἀβρότονον Θρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι
τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα.
100
{ΑΔΕΣΠΟΤΟΝ.}
Πιὲν, φαγὲν, καὶ πάντα τᾷ ψυχᾷ δόμεν·
κἀγὼ γὰρ ἕστακ' ἀντὶ Βακχίδα λίθος.
101
{ΑΛΛΟ.}
Ὕδατα κηραίνοντα βλέπεις, ξένε, τῶν ἄπο χερσὶ
λουτρὰ μὲν ἀνθρώποις ἀβλαβῆ ἐστιν ἔχειν·
ἢν δὲ βάλῃς κοίλης ποτὶ νηδύος ἀγλαὸν ὕδωρ,
ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος,
αὐτῆμαρ πριστῆρες ἐπὶ χθονὶ δαιτὸς ὀδόντες
πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἕδη.
102
{ΑΛΛΟ.}
Εἰμὶ Νεοπτόλεμος Κρεσσοῦ, τρισσῶν δ' ἕν' ἀδελφῶν
ἔστασαν Τλωεῖς, κῦδος ἐμοῦ δόρατος·
οὕνεκ', ὢν Πισίδης καὶ Ἀρκτάνας ἠδ' Ἀγριᾶνας
καὶ Γαλάτας τόσσους ἀντιάσας στόρεσα.
103
{ΑΛΛΟ.}
Ἄθρει Κεκροπίδην Ἀμμώνιον, ὃν διὰ τέχνην
Μάγνος ἔχει ζωῆς πιστότατον φύλακα.
104
{ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ.}
Τῆνος ὅδε Ζήνων Κιτίῳ φίλος, ὅς ποτ' Ὄλυμπον
ἔδραμεν, οὐκ Ὄσσῃ Πήλιον ἀνθέμενος,
οὐδὲ τά γ' Ἡρακλῆος ἀέθλεε· τὰν δέ ποτ' ἄστρα
ἀτραπιτὸν μοῦνος εὗρε σαοφροσύνας.
105
{ΑΔΕΣΠΟΤΟΝ.}
Εἰς Πομπήιον.
Ἐφ' ὅσον ὢν ἄνθρωπος οἶδας, ἐπὶ τοσοῦτον εἶ θεός.
Προσεδοκῶμεν, προσεκυνοῦμεν· εἴδομεν, προπέμπομεν.
106
{ΠΟΛΕΜΩΝΟΣ.}
Εἰς τοὺς Ἠλείους.
Ἦλις καὶ μεθύει καὶ ψεύδεται· οἷος ἑκάστου
οἶκος, τοίη δὴ καὶ ξυνάπασα πόλις.
107
{ΑΔΕΣΠΟΤΟΝ.}
Κλασθείσας πάτρας σεισμῷ ποτε, Κάνταβριν ἐς γᾶν
Χαιρήμων ἔπτα, πατρίδα ῥυσάμενος·
Καίσαρι δ' εἱλιχθεὶς περὶ γούνασι, τὰν μεγάλαυχον
ὤρθωσε Τράλλιν, τὰν τότε κεκλιμέναν.
Ἀνθ' ὧν συγγενές οἱ τοῦτο βρέτας, ὄφρ' ἐπὶ βωμῷ,
οἷά γε δὴ κτίστας, τάνδε φέροιτο χάριν.
108
{ΑΛΛΟ.}
Ἀμφιτρύων ὅτ' ἔμελλ' ἀγαγέσθαι δεῦρο γυναῖκα
Ἀλκμήνην, θάλαμόν γ' εἱλίξατο τοῦτον ἑαυτῷ,
Ἀγχάσιος δ' ἐποίησε Τροφώνιος ἠδ' Ἀγαμήδης.
109
{ΑΛΛΟ.}
Νεόνυμφον Νέρων ἰδίαν μητέρ' ἀπέκτεινεν.
110
{ΑΛΛΟ.}
Μνήματα Καιφρῆνός τε καὶ ἀντιθέου Μυκερήνου
καὶ Χέοπος κατιδὼν Μάξιμος ἠγασάμην.
111
{ΑΙΛΙΑΝΟΥ.}
Ὅμηρος.
Ἡρώων κάρυκ' ἀρετᾶς μακάρων τε προφήταν,
Ἑλλάνων δόξης δεύτερον ἀέλιον,
Μουσέων φέγγος, Ὅμηρον, ἀγήρατον στόμα κόσμου
παντός, ὁρᾷς τοῦτον δαίδαλον ἀρχέτυπον.
112
{ΤΟΥ ΑΥΤΟΥ.}
Οὐκ ἔθος ἐστὶν ἐμοὶ φράζειν γένος, οὐδ' ὄνομ'
νῦν δ' ἕνεκ' Αἰλιανοῦ πάντα σαφῶς ἐρέω. [αὐτό·
Πατρὶς ἐμοὶ χθὼν πᾶσα, τὸ δ' οὔνομά φασιν Ὅμηρον·
ἔστι δὲ Μουσάων, οὐκ ἐμὸν οὐδὲν ἔπος.
113
{ΤΟΥ ΑΥΤΟΥ.}
Εἰ μὲν θνητὸς ἔφυς, πῶς ἀθάνατόν ς' ἐποίησαν
Μοῦσαι, καὶ Μοιρῶν νῆμ' ἀνέκλωσαν, ἄναξ;
εἰ δ' ἦσθ' ἀθάνατος, πῶς ἐν θνητοῖς ς' ἀριθμοῦσιν;
οὐ μὰ σὲ ταῦτ' ἐχρῆν, σεμνὲ ποιητά, φρονεῖν.
Ἀλλ' ἔγνων τἀληθές· ἐπεὶ τὸ σαφὲς διαφεύγει,
ἄνθρωπόν φασιν, θεῖέ ς' Ὅμηρε, πέλειν.
114
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἐχρῆν μὲ]ν στῆσαι σὺν Ἔρωτι φίλῳ σε, Μένανδρε,
ᾧ συζῶν] ἐτέλεις ὄργια τερπνὰ θεοῦ·
δῆλος δ' εἶ] φορέων αἰεὶ θεόν, ὁππότε καὶ νῦν
σὴν μορ]φὴν κατιδὼν αὐτίκα πᾶς σε φιλεῖ.
Φαιδρὸν] ἑταῖρον Ἔρωτος ὁρᾷς, σειρῆνα θεάτρων,
τόνδε Μ]ένανδρον, ἀεὶ κρᾶτα πυκαζόμενον,
οὕνεκ' ἄρ' ἀν]θρώπους ἱλαρὸν βίον ἐξεδίδαξεν,
ἡδύνας] σκηνὴν δράμασι πᾶσι γάμων.
Οὐ φαύλως] ἔστησα κατ' ὀφθαλμούς σε, Μένανδρε,
τῆσδέ γ' Ὁ]μηρείης, φίλτατέ μοι, κεφαλῆς·
ἀλλά σε δεύτ]ερ' ἔταξε σοφὸς κρίνειν μετ' ἐκεῖνον
γραμματι]κὸς κλεινὸς πρόσθεν Ἀριστοφάνης.
115
{ΑΛΛΟ.}
Τὸν παρθενῶνα τόνδ' ἔτε[υξεν Ἀλκίδας (?)
πορὼν θεῆς Δήμητρος ἱερείαις [ἕδος,
ἐπὶ στρατηγοῦ τοῦ νέου Πα[λλαντίδου.
116
{ΑΛΛΟ.}
Εὐκλείδης νόον ὄξυν' ἀειζώοις γραμμαῖσι,
βροτοῖς, πάντα τε ἀτρεκέως ἐξερέεινε
ὁππόσα μήσατο τηλεθόωσα φύσις συμβαίνειν
σχήμασιν ἠδ' ὄγκοις, θειμέλιόν γε τόδε
πάσης μὲν τεκτῃνάμενος σοφίης, κόσμῳ δὲ
παντὶ ἑῆς προλιπὼν σύμβολον εὐμαθίης.
117
{ΑΔΕΣΠΟΤΟΝ.}
.............
τὴν δ' ἀρετὴν κρήνης πολλὴν [μοῖρ'] ἐξανέδειξεν
υἱέος Ἀσπούργου, εὐσεβέος Κότυος,
γαίας καὶ προγόνων πατρώιον ἀραμένοιο
κῦδος, κοίν' Ἀχαιῶν [σ]κῆπτρά [τ'] ἔχοντος ὅλα.
118
{ΑΛΛΟ.}
....................
φρούρια καὶ σκολιὰν ἀ[τραπὸν εἰργάσατο]·
ὧν ἕνεκεν Λευκὰς τὸν ἀεὶ σωτῆ[ρα ἑαυτῆς]
εἰκόνι καὶ πίστει καὶ φιλίᾳ στεφανοῖ.
Ὦ πόλι, γιγνώσκεις γὰρ ὅλᾳ χερὶ καὶ διανοίᾳ
τοῖς ἀγαθοῖς ὀρέγειν ἀθανάτους χάριτας.
119
{ΑΛΛΟ.}
Εἰμὶ Χάραξ ἱερεὺς γεραρῆς ἀπὸ Περγάμου ἄκρης,
ἔνθα ποτὲ πτολέμιζεν Ἀχιλλῆι πτολιπόρθῳ
Τήλεφος Ἡρακλῆος ἀμύμονος υἱὸς ἀμύμων.
120
{ΠΤΟΛΕΜΑΙΟΥ.}
Ἐπίγραμμα, ὃ εἶπε Πτολεμαῖος πρὸς ἑαυτόν.
Οὐρανίων ἄστρων πορείην καὶ κύκλα σελήνης
ἐξεθέμην σελίδεσσι πολύφρονα δάκτυλα πάντων.
121
{ΑΔΗΛΟΝ.}
Τοῖα παθόντ', οἶμαι, καὶ Τάνταλον αἴθοπος ἰοῦ
μηδαμὰ κοιμῆσαι διψαλέην ὀδύνην·
καὶ Δαναοῖο κόρας τοῖον πίθον οὐκ ἀναπλῆσαι,
αἰὲν ἐπαντλούσας ὑδροφόρῳ καμάτῳ.
122
{ΑΛΛΟ.}
Ἀρκὰς, ἐτήτυμον] εὐόπλου Φιλοποίμενος αἷμα,
τάνδ]ε Μεγακλείας αἴνεσον εὐσεβίαν,
ἃ]ν ἀπὸ Δαμοκράτους λέκτρων ἠνέγκατο μ[άτηρ
Οὐρ]ανίας [ἁγ]ν[ὰν] Κύπριδος ἱροπόλον.
Τέρ]μονι γὰρ ναοῖο πέριξ εὐεργέα θριγκὸν
θήκατο καὶ ξυνοῖς [θαῦμ]α [καὶ ἁ]γεμόσι.
Εἰ δὲ, γυνὰ, π[λούτ]οιο κλ[έος ....]ξατο φάμα
οὐ θαῦμ'· [ἐξ ἀγαθῶν αὐτὰ ἔγεντ' ἀγαθά.
123
{ΗΡΟΦΙΛΗΣ ΣΙΒΥΛΛΗΣ.}
Εἰμὶ δ' ἐγὼ γεγαυῖα μέσον θνητοῦ τε θεᾶς τε,
νύμφης ἀθανάτης, πατρὸς δ' αὖ κητοφάγοιο,
μητρόθεν Ἰδογένης, πατρὶς δέ μοί ἐστιν ἐρυθρὴ
Μάρπησσος, μητρὸς ἱερή, ποταμός τ' Ἀϊδωνεύς,
124
{ΠΑΡΜΕΝΩΝΟΣ.}
Ἀνὴρ γὰρ ἕλκων οἶνον, ὡς ὕδωρ ἵππος,
Σκυθιστὶ φωνεῖ, οὐδὲ κόππα γιγνώσκων·
κεῖται δ' ἄναυδος ἐν πίθῳ κολυμβήσας,
κάθυπνος, ὡς μήκωνα φάρμακον πίνων.
125
{ΚΟΡΝΗΛΙΟΥ ΦΡΟΝΤΩΝΟΣ.}
Εἰς Ἡσίοδον.
Ποιμένι μῆλα νέμοντι παρ' ἴχνιον ὀξέος ἵππου
Ἡσιόδῳ Μουσέων ἐσμὸς ὅτ' ἠντίασεν,
.....................
126
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἀμφιτρύων ὑπὲρ Ἀλκαίου τρίποδα Ἀπόλλωνι.
Οὕς ποθ' ὑπ' Εὐρυσθεῖος ἀναγκασθεὶς τέλες' ἄθλους·
Πρῶτα μὲν ἐν Νεμέᾳ βριαρὸν κατέπεφνε λέοντα,
δεύτερον ὕδραν Λερναίαν ἔκτεινε, τρίτον δὲ
κάπρον ἐν Ἀρκαδίᾳ, στικτὴν ἔλαφον δὲ τέταρτον,
πέμπτον δὲ στρουθοὺς Στυμφαλίδος ἤλασε λίμνης,
ἕκτον δ' Αὐγείαο ἐφόρει κόπρον, ἕβδομον ἐλθὼν
ἐκ Κρήτης ταῦρον μέγαν ἤγαγεν, ὄγδοον ἵππους
Θρῄκης ἐξέλασεν Διομήδεος, Ἱππολύτης τε
ζω]στῆρ' ἐξεκόμισσεν Ἀμαζονίδος, δέκατον δὲ
Γηρυόνην ἔκτεινε [καὶ ἤ]γαγε βοῦς ἀγελαίας·
ἑνδέκατον δ' ἐξ Ἀίδου ἀνήγαγε [Κέρβερον ἐλθών,
Ἑσπερίδων δ' ἤνεγκε μολὼν [εἰς ἔσχατα χώρας
χρύσεα μῆλα, δράκοντα λαθ[ὼν ἑκατοντακάρηνον.
Δώδεκα μὲν τούςδ' ἐξανύων ἄθλους, κτάνε πολλούς·
Βούσιριν μὲν ἐν Αἰγύπτ[ῳ, Λιβυκαῖς δ' ἐν ἀρούραις
Ἀνταῖον, Φολόῃ Κεντ[αύρους, ἐν δὲ περαίᾳ
Κύκνον ἰδ' Ἀετόν, ὃς τὸ [Προμηθέος ἤσθιεν ἧπαρ·
ἐν Λυδοῖς πυμάτοι[ς κτάνε Συλέα καὶ Λιτυέρσην,
Οὐ τὸν ...................
127
{ΑΛΛΟ.}
Πάντες, Μιλτιάδη, τὰ ς' ἀρήια ἔργα ἴσασιν
Πέρσαι, καὶ Μαραθὼν σῆς ἀρετῆς τέμενος
128
{ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ.}
Τὸν κλεινὸν Φερεκύδην,
ὃν τίκτει ποτὲ Σῦρος,
ἐς φθεῖρας λόγος ἐστὶν
ἀλλάξαι τὸ πρὶν εἶδος,
θεῖναί τ' εὐθὺ κελεύειν
Μαγνήτων, ἵνα νίκην
δοίη τοῖς Ἐφέσοιο
γενναίοις πολίταις.
Ἦν γὰρ χρησμός, ὃν ᾔδει
μοῦνος, τοῦτο κελεύων·
καὶ θνήσκει παρ' ἐκείνοις.
Ἦν οὖν τοῦτ' ἄρ' ἀληθές·
ἢν ᾖ τις σοφὸς ὄντως,
καὶ ζῶν ἐστιν ὄνησις,
χὤταν μηδὲν ὑπάρχῃ.
129
{ΤΟΥ ΑΥΤΟΥ.}
Εἰς Ἀλεξῖνον.
Οὐκ ἆρα μῦθος ἦν ἐκεῖνος εἰκαῖος,
ὡς ἀτυχής τις ἐὼν
τὸν πόδα κολυμβῶν περιέπειρέ πως ἥλῳ.
Καὶ γὰρ ὁ σεμνὸς ἀνήρ,
πρὶν Ἀλφεόν ποτ' ἐκπερᾶν, Ἀλεξῖνος
θνῆσκε νυγεὶς καλάμῳ.
130
{ΑΔΕΣΠΟΤΟΝ.}
Ζηνὶ μὲν οἱ Πισάται κότινον καὶ Ὀλύμπια θέντο,
καὶ Πυθεῖς μετὰ τούσδε τὰ Πύθια μῆλά τε Φοίβῳ·
Ἴσθμια καὶ πίτυν αὖτε Κορίνθιοι Ἐννοσιγαίῳ·
καὶ Νέμεα τρινύχῳ Νεμεᾶται, ἠδὲ σέλινα.
131
{ΑΛΛΟ.}
Εἴθε μή], ὦ πανάριστε Βοκόντιε, σαῖς ἀτέλεστον
ἔργον ἔοι πραπίσιν τοῖα πονησαμένῳ.
132
{ΛΟΥΚΙΑΝΟΥ.}
Εἰς τὴν ἑαυτοῦ βίβλον.
Λουκιανὸς τάδ' ἔγραψα, παλαιά τε μωρά τε εἰδώς,
μωρὰ γὰρ ἀνθρώποις καὶ τὰ δοκοῦντα σοφά.
Οὐδὲν ἐν ἀνθρώποισι διακριδόν ἐστι νόημα·
ἀλλ' ὃ σὺ θαυμάζεις, τοῦθ' ἑτέροισι γέλως.
133
{ΑΔΕΣΠΟΤΟΝ.}
Τέρπεο καὶ σκηνῆς πολυγηθέος ἔκτοθι μίμνων,
Μεσσαλίνου δεινοῖς ἔργμασιν ἡδόμενος,
οἷς θεάτρου [κύ]κλον περιώσιον ἐξεσάωσεν·
πανδαμάτωρ δὲ χρόνος εἶξεν ἀρηγοσύνῃ.
134
{ΑΛΛΟ.}
Φλωρεντῖνος, ἄριστος ἀνὴρ καὶ ὑπείροχος ἄλλων,
οἶκον ἐδείματο τόνδε μετ' εὐκλείης σοφίης τε.
135
{ΑΛΛΟ.}
Ἐνθάδε τὸ πρόθυρον δωμήσατο τείχεος ἐντὸς
ὑψηλὸν ζαθέης Ἴσιδος ἀρχιερεύς·
πρὸς δ' ἔτι καὶ τὸν ἄνυσσε πυλῶν ἱρῇ ἐνὶ Κύσει,
οὗ πάρος ἐνναέτης ἔρδε νομιζομένοις,
ἆθλα ποθεινὰ καλοῖς ἔπεσιν ὑπὸ πᾶσι δεδέχθαι
τὴν θεὸν εὐκάρποις τερπομένην πεδίοις.
Πᾶσι γὰρ ὀψιγόνοισιν ἀοίδιμον ἔργον ἔτευξεν
Ἠπιότολμος ἐὼν υἱὸς ὁ Οὐαλετίου.
136
{ΑΛΛΟ.}
... Ἰσόδ[ημ]ος Ὀλύμπιον ὕμνον ἀείσας
ἵδρυμαι βουλῆς ψήφῳ Ὀλυμπιάδος.
137
{ΑΛΛΟ.}
Ἑπτάκι τοὺς ἑκατὸν πήχεις εἰς μῆκος ὁ τήνδε
τὴν Ἱβὶ κοσμήσας στρώματι τῷ λιθίνῳ
Ἑρμόλεως, ὁ γυναικὶ σὺν Ἀνθούσῃ μεθοδεύσας,
πατρίδος ἐξ Ἑρμοῦ, υἱὸς ὁ Ἑρμοφίλου.
138
{ΑΛΛΟ.}
Οὐ τάδε θελξιμελὴς Ἀμφιονὶς ἤραρ[ε φόρμιγξ,
οὐδὲ Κυκλωπείας χειρὸς ἔδ[ειμε βία.
..............
............
139
{ΑΛΛΟ.}
Εἰς Ἀθήνας.
Αἱ δ' εἰς' Ἀθῆναι, Θησέως ἡ πρὶν πόλις.
Αἱ δ' εἰς' Ἀδριανοῦ, κοὐχὶ Θησέως πόλις.
140
{ΑΛΛΟ.}
Εἰς Ὀππιανόν.
Οὐδὲ σέθεν γεραρὴν ἴδ' ἐγὼ πυκτηίδ' ἐραστὴν
ἡμιτελῆ παρέθηκα, σοφίης ὄρχαμε ὦσχε,
Ὀππιανὲ θρυλλούμενε κλυτῆς εἵνεκ' ἀοιδῆς·
ἀλλ' ἤνυσα θεησάμενος σέο καλλιέπειαν.
141
{ΑΛΛΟ.}
Εἰς τὰ Ὀππιανοῦ Ἁλιευτικά.
Ἐνθάδε πάντων ἰχθύων πάντα γένη
ὁ γράψας οὗτος καὶ συναθροίσας τοῖς νέοις
μόχθον δ' ἔδωκε καὶ κόπον τοῦ μανθάνειν.
142
{ΑΛΛΟ.}
Τὰς Ὀππιανοῦ τῆς κυνηγίας βίβλους
ἐκ τῆς σκοτεινῆς τοῦ μέτρου δυσφωνίας
εἰς πεζὸν εἶδος τοῦ λόγου μεθαρμόσας
προὔθηκά σοι, μέγιστε Καῖσαρ, ἐνθάδε,
θηρατικῆς μάθημα πάγκαλον τέχνης.
Ἐντυγχάνων οὖν εὐκόπως τὸ βιβλίον,
καὶ τὴν ἀπ' αὐτοῦ συλλέγων εὐκαρπίαν
πονῶν με πεῖθε μὴ κατοκνεῖν εἰς πόνους.
143
{ΑΛΛΟ.}
Θ. Κ.
Κλαύδιος Αὐρεόλῳ μετὰ δήιον ἄρεα Καῖσαρ
τὰ κτέρεα, θνητῶν ὡς θέμις, ἐνδίδοσι·
τῷ γ' ἂν καὶ ζωήν· ἀλλ' οὐκ ἐθέλησε φρόνημα
πᾶσιν ἐπιρρήτοις τοῦ στρατοῦ ἀντίβιον.
Κεῖνος δ' οἰκτίρμων καὶ σώματος ἔσχατ' ὀπίζων,
Αὐρεόλου γέφυραν στήσατο τήν τε ταφήν.
144
{ΑΛΛΟ.}
Εἰς Πολύαινον.
Ἑλλαδικῶν Χαρίτων τὸ [πάλαι] κλέος ὤλεσεν αἰὼν
βαρβαρικῆς ἐφόδου συχνὰ ἐπερχομένης.
Ἔμπης ἐν βιβλίοις κεῖται πάνθ' ὅσσα ἔρεξαν
Ῥωμαίων υἱεῖς καὶ Δαναοὶ μάκαρες.
Πάντα δὲ ἐν ταύτῃ τῇ δέλτῳ, ὄλβιε, δήεις
ἔργματα Ῥωμαίων καὶ Δαναῶν καμάτους.
145
{ΑΓΑΘΙΟΥ Η ΠΑΛΛΑΔΑ.}
<Μῆνιν ἄειδε> μαθὼν καὶ <Μῆνιν ἄειδε> διδάξας,
<οὐλομένην,> γαμετὴν ἠγαγόμην ὁ τάλας·
πᾶν δ' ἦμαρ μάχεται, καὶ παννυχίη πολεμίζει,
ὡς παρὰ τῆς μητρὸς προῖκα λαβοῦσα μάχην.
Ἢν δὲ θέλω σιγᾷν, καὶ μαρναμένῃ ὑποείκειν,
ὅττι περ οὐ μάχομαι, τοῦδ' ἕνεκεν μάχεται.
146
{ΘΕΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ.}
Γαίης ἐν νώτοισιν ὀχούμενος, ὦ Πτολεμαῖε,
καὶ βροτέης φύσιος δεσμούμενος ἔνδοθι τεθμῶν,
οὐκ ἄστρων δὴ μοῦνον ἀειδίνητον ἀνάγκην.
οὐδὲ πόλοιο φορὰν σὺ διέγνως ἀστατέουσαν·
ἀλλὰ καὶ αὐτά περ ὅττι τελεῖ σημήια φαίνεις.
Τοὔνεκα δὴ χρειὼ καλέειν σέ τιν' οὐρανιώνων,
αἰθέριόν τε νόον φορέειν, οὐ γήινον ἔμπης.
Εἰ γὰρ καὶ μερόπεσσι χαμερπέσι συμβιότευσας,
καὶ φύσιος θνητῶν περ ἀλυκτοπέδῃσιν ἐδέσμου,
ἀλλὰ νόον παθέων ἐν τοῖσι πόνοις ἐκάθηρας,
ἔξω σαρκὸς ἔβης δὲ καὶ ἀχλύος ἰλυοέσσης,
καὶ τελέσεις προέειπας ἐς ὕστερα τέρμα λαχούσας.
147
{ΤΟΥ ΑΥΤΟΥ Η ΕΡΜΟΥ.}
Ἑπτὰ πολυπλανέες κατ' Ὀλύμπιον ἀστέρες οὐδὸν
εἱλεῦνται, καὶ τοῖσιν ἀεὶ κανονίζεται αἰών·
νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς,
παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς,
καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ' οὗ φύσις ἐβλάστησεν.
Οἱ δ' αὐτοὶ μερόπων ἔλαχον γένος· ἔστι δ' ἐν ἡμῖν
Μήνη, Ζεύς, Ἄρης, Παφίη, Κρόνος, Ἥλιος, Ἑρμῆς.
Τοὔνεκ' ἀπ' αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν
δάκρυ, γέλωτα, χολήν, γένεσιν, λόγον, ὕπνον, ὄρεξιν.
Δάκρυ μέν ἐστι Κρόνος· Ζεὺς δ' ἡ γένεσις· λόγος Ἑρμῆς·
θυμὸς Ἄρης· Μήνη δ' ἄρ' ὕπνος· Κυθέρεια δ' ὄρεξις·
Ἠέλιος δὲ γέλως· τούτῳ γὰρ ἅπασα δικαίως
καὶ θνητὴ διάνοια γελᾷ, καὶ κόσμος ἀπείρων.
148
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἔγλυψέν με σίδηρος, ἐποίησαν δέ με χεῖρες
τέχνῃ πειθόμεναι· εἰμὶ δ' ἄγαλμα Δίκης.
149
{ΑΛΛΟ.}
Εἴ με φιλοῦντα φιλεῖς, δισσὴ χάρις· εἰ δέ με μισεῖς,
τόσσον μισοίης, ὅσσον ἐγώ σε φιλῶ.
150
{ΑΛΛΟ.}
Ἐνταῦθ' ἀρχιερεὺς ἐγώ ποτ' ᾤκο[υ]ν,
ἄνθος ξυράμενος νέων ἰούλων,
ψυχὴν εὐσεβίης ὕπερ τεθηλὼς
καὶ σεμν[ῆ]ς μακάρων ὑπηρετείας.
Ἀ[λλ]' εἰς γῆρας ἵκοισθε πάντες ἑξῆς,
μνείαν Μητροφάνους ὅσοι ποιεῖσθε.
Νὴ τὸν Δία συντηρήσω.
151
{ΑΛΛΟ.}
Κυκλοτερὴς κόσμοιο τύπος, βασιλεῦ, σε κο[μίζει,
ἔθνεα πάντα λαχόντα σοφαῖς φρεσὶν ἡνιοχ[εύειν.
........................
152
{ΑΛΛΟ.}
Οἵδε Βίτων Κλέοβίς τ' ἐπὶ σώμασιν οἰκείοισι
ζεύγλαν ζευξάμενοι, μητέρα ἣν ἀγέτην,
Ἥρας εἰς ἱερόν· λαοὶ δέ μιν ἐζήλωσαν
εὐτεκνίας παίδων· ἡ δὲ χαρεῖσα θεᾷ
εὔξατο παῖδε τυχεῖν τοῦ ἀρίστου δαίμονος αἴσης,
οὕνεκ' ἐτίμησαν μητέρα τὴν σφετέρην.
Αὐτὼ δ' εὐνηθέντε, λίπον βίον ἐν νεότητι,
ὡς τόδ' ἄριστον ἐὸν καὶ μακαριστότατον.
153
{ΑΥΣΟΝΙΟΥ.}
Λυαίῳ πατρί.
Αἰγύπτου μὲν Ὄσιρις ἐγώ, Μυσῶν δὲ Φανάκης,
Βάκχος ἐνὶ ζωοῖσιν, ἐνὶ φθιμένοις Ἀϊδωνεύς,
πυρογενής, δίκερως, Τιτανολέτης, Διόνυσσος.
154
{ΤΟΥ ΑΥΤΟΥ.}
In Corydonem marmoreum.
Αἴξ, χίμαρος, πήρη, ποιμήν, ῥαβδοῦχος, ἐλαίη,
εἷς λίθος· ἐκ πάντων λιτὸς ἐγὼ Κορύδων.
155
{ΤΟΥ ΑΥΤΟΥ.}
In simulacrum Sapphus.
Lesbia Pieriis Sappho soror addita Musis,
Εἴμ' ἐνάτη Λυρικῶν, Ἀονίδων δεκάτη.
156
{ΤΟΥ ΑΥΤΟΥ.}
Περὶ δόδρας πότου.
Δόδρα πότος καὶ ἀριθμὸς ἔχω μέλι, οἶνον, ἔλαιον,
ἄρτον, ἅλας, βοτάνην, ζωμόν, ὕδωρ, πέπερι.
157
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἀμφίων μούσαις κιθάρης ἐξήνυσε Θήβης
τείχεα· νῦν δ' ἐπ' ἐμᾶς πατρίδος Ἰλλύριος
ἁδυλόγον μοῦσαν μέθεπον· τῷ καὶ δοκέουσιν
ἀκμῆτες ῥέξειν πείρατα πάντα τέχνας.
158
{ΑΛΛΟ.}
Λουτροῦ ἔπαινος.
Πολλῶν τὸ λουτρὸν αἴτιον δωρημάτων·
χυμοὺς κατασπᾷ, φλέγματος λύει πάχος,
χολῆς περισσὸν ἐκκενοῖ τῶν ἐγκάτων,
τὰς θελξιπίκρους κνησμονὰς κατασθενεῖ,
τὴν βλεπτικὴν αἴσθησιν ὀξύνει πλέον,
ὤτων καθαίρει τοὺς πόρους δυσηκόοις,
μνήμην φυλάττει, τὴν δὲ λήθην ἐκφέρει,
τρανοῖ τε τὸν νοῦν πρὸς νοήσεις εὐθέως,
τὴν γλῶτταν εὐκίνητον εἰς λόγους ἔχει,
ὅλον τὸ σῶμα τῇ καθάρσει λαμπρύνει.
159
{ΑΛΛΟ.}
Λ]ουτρὸν μὲν [π]ροχέω Νύμφαι[ς, θ]νητοῖσι δ' ὑγείην,
ὧ[ν] χάριν [ἐκτελέσ]ας θῆκ' Εὔνο[μο]ς ἰθυντήρ με.
160
{ΑΛΛΟ.}
Μέμφις καὶ Γελάσις Χαρίτων λουτρὸν τόδ' ἔτευξαν.
161
{ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΝΑΖΙΑΝΖΗΝΟΥ.}
Ἔστιν Ἐπικτήτοιο μέγα κλέος ἐν προτέροισιν,
ἔστιν Ἀναξάρχου· ὧν ὁ μὲν ἀγνύμενος
τὸ σκέλος οὐκ ἀλέγιζεν· ὁ δ', ὅλμου κῆρας ἔχοντος,
κοπτόμενός τ' ἐβόα· πτίσσετε τὸν θύλακον.
162
{ΑΔΕΣΠΟΤΟΝ.}
Εἰς [τὸν] ἑαυτοῦ πατέρα.
Ἐκ γενετῆς πολύμοχθος ἐς ἔσχατον ἤλασα γῆρας,
ὀτρηρὸς θεράπων, κοιρανίης στέφανος
Αἶαν ἐπῆλθον ὅσην! Ἀσιάτιδα δ' ὕστατα ἔσχον,
πόρρω συγγενέων, τῆλε φίλης ἀλόχου.
Ἀλλά με τέκνων ζεῦγος ἐς ἱερὸν ἤγαγεν ἄστυ
αὖθις, καὶ χερσὶν θῆκαν ἀριστολόχοις.
Εἴξατ' ἐμῶν τεκέων δυάδι, Κλέοβίς τε Βίτων τε,
οἳ μικροῖς σταδίοις ἤγετε γειναμένην.
163
{ΑΛΛΟ.}
Εἰς τὸν Νικηφόρον τὸν διδάσκαλον.
Ἢ κλῆσιν ἔσχεν Ἑρμῆς τὴν Νικηφόρου,
ἢ Νικηφόρος ἔσχεν Ἑρμοῦ τὴν φύσιν.
164
{ΑΛΛΟ.}
Εἰς τὸν ἑαυτοῦ διδάσκαλον.
Καλλιόπης μὲν Ὅμηρος, σοὶ δέ οἱ ἔπλετο αὐτὴ
γλῶττα μὲν Εὐτέρπη, Οὐρανίη δέ [γε] φρήν.
165
{ΑΛΛΟ.}
Ἀσίδος εὐρείης προφερέστατον οὖδας ἁπάντων,
χαίροις, χρυσόπολι Ἱεράπολι, πότνια Νυμφῶν,
νάμασιν ἀγλαίῃσι κεκασμένη ..........
166
{ΠΡΟΚΛΟΥ.}
Ῥηγίνου μελάθροισι τὸν εὐαστὴν Διόνυσον
δέρκεο, δεξιτερῇ χειρὶ κυπελλοφόρον,
ξανθὴν μὲν σφίγγοντα καρήατος αἴθοπι κισσῷ
χαίτην, καὶ λαιῇ θυρσοφόρον παλάμῃ,
βαπτὰ δὲ πέπλα φέροντα κατὰ χροὸς αἵματι κόχλου,
καὶ στικτὴν νεβρίδων ἀμφικρεμῆ χλαμύδα·
αὐτὸν Βάκχον ἄνακτα δόμων ἔντοσθε δέδορκας,
εὐξείνων εὐχαῖς ἵλαον ἑσταότα.
167
{ΑΔΕΣΠΟΤΟΝ.}
Ἐπιγραφαὶ ἔμμετροι.
<Ἄλφα> θεῶν ἀγορήν, Ὀδυσείδῃ Παλλάδα θάρσος.
<Βῆτ'> ἀγορὴν ἔχει, ἤια γρηὸς, πλοῦν μετ' Ἀθηνᾶς.
<Γάμμ',> Ὑπὸ Νέστωρ δέκτο, συνῶρθ' υἱὸς υἷι, θεὰ πτῆ.
<Δέλτα,> Μάθ' ἀμφὶ πατρὸς παρ' Ἀτρεῖδα λοχώμενος υἱός.
<Ἐ,> Πλεῖ ἐπὶ σχεδίης Ὀδυσεὺς πόντῳ κεαθείσης.
<Ζῆτα> δὲ, Ναυσικάα κόμις' ἐν Σχερίῃ Ὀδυσῆα.
<Ἦτα> δ', ἐῢ φρονέους' Ὀδυσεῖ Σχερίης βασιλῆες.
<Θῆτα> δ', ἄθλοις Φαίηκες Ὀδυσσῆος πείρηθεν.
<Ἰῶτα> τὰ Λωτοφάγων Κικόνων τε, Κυκλώπεσσι ξύν.
<Κάππα> δὲ Λαιστρυγόνων ἔχει, Αἰόλου, ἔργα τε Κίρκης.
<Λάμβδα> δ', ἐν Ἀΐδεω ἔτυχ' ἐν ψυχαῖσιν Ὀδυσσεύς.
<Μῦ> Σειρῆνας ἔχει, Πλαγκτὰς βοῦς τ' Ἠελίοιο.
<Νῦ,> Ἰθάκης ἐπέβη, Φαιήκων πομπῇ, Ὀδυσσεύς.
<Ξῖ> δ', Ὀδυσῆ Εὔμαιος ἀγρῷ ξείνισσεν ὑφορβός.
<Ο> δ', Ἐπέβη Ἰθάκης, Λακεδαίμονος ἔξ, Ὀδυσείδης.
<Πῖ> δ', ἄρα Τηλέμαχος ἀναγνωρίζει πατέρα ὅν.
<Ῥῶ,> Βάλες, αἰπόλε τε μνηστήρ τε· κύων ὃν ἀνέγνω.
<Σῖγμ'> ἔριν Ἴρου, εὖχος Ὀδυσσεῦς, δῶρά τ' ἀνάκτων.
<Ταῦ> δ', ἀναγνωρίζει γρηῦς ἐξ οὐλῆς Ὀδυσῆα.
<Υ> δὲ, Θεοκλύμενος κακὰ δὴ μαντεύετ' Ἀχαιοῖς.
<Φῖ> δὲ, βιὸν προτίθησιν ἄεθλον Πηνελόπεια.
<Χῖ> δ', Ὀδυσεὺς μνηστῆρας ἐκαίνυτο νηλέϊ χαλκῷ.
<Ψῖ> δ', ἀναγνωρίζει πόσιν ὅν ποτε Πηνελόπεια.
<Ὦ> δ', Ὀδυσεὺς σὺν πατρὶ καὶ υἱέι μάρνατ' Ἀχαιοῖς.
168
{ΑΛΛΟ.}
Ὄντως σῆς ἀρετῆς, Αὐξέντιε, καὶ τόδε θαῦμα,
δείμασθαι ποταμοῦ χειμερίοισι δρόμοις
ἄρρηκτον κρηπῖδα σιδηροδέτοισι θεμείλοις,
ὧν ὕπερ εὐρείην ἐξετάνυσσας ὁδόν,
ἣν πολλοὶ καὶ πρόσθεν * ἀπειρίῃσι νόοιο
Κυδναίων ῥείθρων τεῦξαν ἀφαυροτέρην.
Σοὶ δ' ὑπὲρ ἁψίδων αἰώνιος ἐρρίζωται,
καὶ ποταμὸς πλήθων πρηύτερος τελέθει.
Αὐτὸς τήνδε γέφυραν ἀνασχόμενος τελέσασθαι
ἡγεμόνος πειθοῖ τοῦ διασημοτάτου,
ὄφρα σε καὶ μετόπισθεν ἔχοι κλέος ἶσον ἐκείνοις,
οἳ Νείλου προχοὰς ζεῦξαν ἀπειρεσίους.
169
{ΑΛΛΟ.}
Οἷος ἀποστάζει μηρῶν πόθος· οἷον ἀκραίων
ὥριον ἐκ λαγόνων ἄνθος ἀποκρέμαται·
οἷον δ' οἱ δροσόεντες ὑποιδαίνουσιν ἀκμαίως
μαστοὶ ἐρυθραῖοι φαιδρὰ σαλευόμενοι.
Τίς πλάστης τοιοῦτο τεχνήσατο; Τρισμακάριστος
κεῖνος ὃς ἐργοπόνους τῷδ' ἐπέθηκε χέρας.
170
{ΑΛΛΟ.}
Ὑπνώοις ἐπὶ πουλύν, Ἔρως, χρόνον· ἄχρι γὰρ ἂν [σὺ]
εὕδῃς, εἰρήνην σῶν ἔχομεν βελέων·
ἢν δέ ς' ὁ λυσιμελὴς προφύγῃ κόπος, οἰκτρὸς ἐκεῖνος
ὃς πρῶτος σὸν ἴδοι κανθὸν ἀνοιγόμενον.
171
{ΑΛΛΟ.}
Τηρῶ σου τὸ φίλημα τὸ χρύσεον, ὡς ἀπὸ σίμβλου
κηρίον, ὡς μήλου πνεῦμα πεπαινομένου.
Τηρῶ καὶ συνέχω τοῖς χείλεσι, κἢν προσίῃ τις
«χαῖρε» λέγων, εὐθὺς τοῦτον ἀποστρέφομαι.
Τοῦτο γὰρ αὐτὸ καθ' αὑτὸ κακὸν μέγα συμβάλλεσθαι
ἐστὶ τὸ σὺν τούτῳ τῷ πυρὶ πῦρ ἕτερον.
172
{ΑΛΛΟ.}
Οὗτος Ἔρως· τί γὰρ ἄλλο καὶ ἔπρεπεν οὔνομα χώρῳ,
πάντοθεν ἱμερτῶν πληθομένων χαρίτων;
173
{ΑΛΛΟ.}
Περσεὺς κῆτος ὄλεσσε, καὶ Ἀνδρομέδην ἐσάωσεν.
174
{ΑΛΛΟ.}
Τοσοῦτον ὁ πλοῦς, καὶ μάτην· καὶ ποῦ πλέω;
ἐρυθριῶ γὰρ ὀλέσας τὴν φιλτάτην
αἰσχρῶς φανῆναι τοῖς φίλοις ἐν πατρίδι.
Ἆρ' οὖν τις αὐτὴν ἐξέκλεψε τῶν θεῶν
τεθαυμακὼς τὸ κάλλος; ὤμοι τῶν κακῶν·
πάλιν τέτρωμαι τῷ πόθῳ διπλασίως,
τὸ κάλλος εἰπών· τοιγαροῦν σιγητέον.
175
{ΑΛΛΟ.}
Εἴς τινας νυκτὸς ἀλοῶντας, ὡς ἀπὸ τῆς Σελήνης.
Ἅρματος ἡμετέρου τίς ἔβησεν ἐλάστορας ἄλλους,
δῖνον ἀειστρεφέα πάντος' ἐλαυνομένους;
Ἥλιε, τεθρίπποις νεμεσήσῃς μηκέτι μούνοις·
οἵδ' ἐπιτολμῶσιν ἡμετέροις τε δίφροις.
176
{ΑΛΛΟ.}
Εἰς Αἰνείαν τὸν Γαζαῖον.
Αἰνείου πόνος οὗτος, ὃς ἔξοχος Ἀτθίδι μούσῃ
ῥητήρων γεγαὼς καὶ θειοτέροις ἐνὶ μύθοις
τοὺς νῦν καὶ τοὺς πρόσθε παρέδραμεν, ὡς τόδε γράμμα
ἀτρεκέως ἤλεγξε [σοφῶν φρένα] μηκέτι πυκνήν.
Γάζα, μέγα φρονέοις, ὅτι τοίου πατρὶς ἐτύχθης,
ὅστις καὶ ῥητῆρ' Ἐπιφάνιον ἐξεδίδαξεν.
177
{ΟΛΥΜΠΙΟΔΩΡΟΥ.}
Εἰς τὸν Πλάτωνος Φαίδωνα.
Εἰ μὴ γράμμα Πλάτωνος…
…
The complete text is available when the reading interface loads.