The Greek Library Catalogue

Anonymous

Epigrammata irrisoria

Edition reference
Epigrammata irrisoria, ed. Cougny, op. cit., 442–457. Epigr: 2,606: Epigr. Epigr. 5.1–31, 34–42, 46–82.
CTS identifier
urn:cts:greekLit:tlg7052.tlg005.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

29

Νῦν δέ με χυτρόποδες κέραμοι καὶ ξηρὰ τάγηνα

χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενοι.

30

{ΠΟΛΕΜΩΝΟΣ.}

Τοῦ πολυκώθωνος τοῦτ' ἠρίον Ἀρκαδίωνος,

ἄστεος ὤρθωσαν τᾷδε παρ' ἀτραπιτῷ

υἱῆες Δόρκων καὶ Χαρμύλος· ἔφθιτο δ' ὡνὴρ,

ἄνθρωπ', ἐκ χανδῆς ζωροποτῶν κύλικος.

31

{ΑΔΕΣΠΟΤΟΝ.}

Χαίρετ' Ἀριστείδου τοῦ ῥήτορος ἑπτὰ μαθηταί,

τέσσαρες οἱ τοῖχοι, καὶ τρία συψέλια.

34

{ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ.}

Εἰς Πυθαγόραν.

Ἦν ἄρα Πυθαγόρας τοῖος σοφός, ὥστε μὲν αὐτὸς

μὴ ψαύειν κρειῶν καὶ λέγειν ὡς ἄδικον,

σιτίζειν δ' ἄλλους· ἄγαμαι σοφόν· αὐτὸς ἔφα μὲν

οὐκ ἀδικεῖν, ἄλλους δ' αὐτὸς ἔτευχ' ἀδικεῖν.

35

{ΤΟΥ ΑΥΤΟΥ.}

Εἰς Πυθαγόραν.

Τὰς φρένας ἢν ἐθέλῃς τὰς Πυθαγόραο νοῆσαι,

ἀσπίδος Εὐφόρβου βλέψον ἐς ὀμφάλιον.

Φησὶ γὰρ οὗτος, Ἐγὼν ἦν πρόβροτος· ὃς δ' ὅτε οὐκ ἦν,

φάσκων ὥς τις ἔην, οὔτις ἔην ὅτ' ἔην.

36

{ΤΟΥ ΑΥΤΟΥ.}

Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀίδην·

ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο

τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν

τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον.

37

{ΤΟΥ ΑΥΤΟΥ.}

Βίωνα, τὸν Βορυσθένης ἔφυσε γῆ Σκύθισσα,

λέγειν ἀκούομεν θεοὺς ὡς οὐδέν εἰσιν ὄντως.

Κεἰ μὲν τὸ δόγμα τοῦτ' ἔχων ἔμιμνεν, ἦν ἂν εἰκὸς

λέγειν, φρονεῖν ὅπως δοκεῖ· κακῶς μέν, ἀλλ' ἔδοξε.

Νῦν δ' ἐς νόσον πεσὼν μακρὴν καὶ μὴ θάνῃ δεδοικὼς

ὁ μὴ θεοὺς εἶναι λέγων, ὁ νηὸν οὐδὲ βλέψας,

ὁ πολλὰ χλευάσας βροτοὺς, ὅσοι θεοῖς ἔθυον,

οὐ μοῦνον ἐσχάρης ὕπερ, βωμῶν τε καὶ τραπέζης

κνίσῃ, λίπει, θυλήμασιν θεῶν ἔδαισε ῥῖνας.

Οὐδ' εἶπε μοῦνον· Ἤλιτον, σύγγνωτε τοῖς πρίν· ἀλλὰ

καὶ γραὶ δῶκεν εὐμαρῶς τράχηλον εἰς ἐπῳδὴν

καὶ σκυτίσιν βραχίονας πεπεισμένως ἔδησε·

ῥάμνον τε καὶ κλάδον δάφνης ὑπὲρ θύρην ἔθηκεν,

ἅπαντα μᾶλλον ἢ θανεῖν ἕτοιμος ὢν ὑπουργεῖν.

Μωρὸς δ' ὃς ἤθελέν τινος μισθοῦ τὸ θεῖον εἶναι,

ὡς τῶν θεῶν ὄντων ὅταν Βίων θέλῃ νομίζειν.

Τοιγὰρ μάτην φρονῶν, ὅτ' ἦν ἅπας ὁ λέμφος ἄνθραξ,

τὴν χεῖρα τείνας ὧδέ πως, «Χαῖρ', εἶπε, χαῖρε, Πλουτεῦ.»

38

{ΤΟΥ ΑΥΤΟΥ.}

Τί δὴ γέρων ὢν καὶ φάλανθος, ὦ 'ρίστων,

τὸ βρέγμ' ἔδωκας ἡλίῳ κατοπτῆσαι;

τοιγὰρ τὸ θερμὸν πλεῖον ἢ δέοι ζητῶν,

τὸν ψυχρὸν ὄντως εὗρες οὐ θέλων Ἅ|δην.

39

{ΤΟΥ ΑΥΤΟΥ.}

Εἰς Καρνεάδην.

Τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν;

Ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει

τὸ θανεῖν· ὅτε καὶ φθισικήν ποτ' ἔχων κακίστην

νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν· ἀλλ' ἀκούσας

ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη,

«Δότε τοίνυν, ἔφησέ, τι κἀμὲ πιεῖν.» —«Τί μέντοι;

τί;» —«Δότ' οἰνόμελι.» Σφόδρα τ' εἶχε πρόχειρα ταυτί·

«Φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή.»

Ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ

τὰ πλέω κακὰ κέρδε' ἔχοντα μολεῖν ἐν Ἅ|δου.

40

{ΤΟΥ ΑΥΤΟΥ.}

Εἰς Μενέδημον.

Ἔκλυον, Μενέδημε, τεὸν μόρον, ὡς ἑκὼν ἀπέσβης

ἐν ἡμέρῃσιν ἑπτὰ μηδὲν ἐσθίων.

Κᾆτ' ἔργον ἔρεξας Ἐρετρικὸν, ἀλλ' ὅμως ἄνανδρον·

ἀψυχίη γὰρ ἡγεμὼν ἔπειγέ σε.

41

{ΤΟΥ ΑΥΤΟΥ.}

Εἰς Μένιππον.

Φοίνικα τὸ γένος, ἀλλὰ Κρητικὸν κύνα,

ἡμεροδανειστήν—τοῦτο γὰρ ἐπεκλῄζετο—

οἶσθα Μένιππον ἴσως.

Θήβῃσιν οὗτος ὡς διωρύγη ποτὲ

καὶ πάντ' ἀπέβαλεν οὐδ' ἐνόει φύσιν κυνός,

αὑτὸν ἀνεκρέμασεν.

42

{ΤΟΥ ΑΥΤΟΥ.}

Εἰς Στίλπωνα.

Τὸν Μεγαρέα Στίλπωνα, γιγνώσκεις δ' ἴσως,

γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν·

ἀλλ' οἶνον εὗρε τῆς κακῆς συνωρίδος

φέρτερον ἡνίοχον· (χανδὸν) πιὼν γὰρ ἤλασεν.

46

{ΑΔΕΣΠΟΤΟΝ.}

Ἄσβολος οὔτε θεῶν τρομέων ὄπιν οὔτ' ἀνθρώπων

ὀξυκόμοιο κρεμαστὸς ἀπ' εὐλιπέος κατὰ πεύκης

ἄγκειμαι μέγα δεῖπνον ἀμετροβίοις κοράκεσσιν.

47

{ΑΔΗΛΟΝ.}

Ἀσπίδα, φροῦνον, ὄφιν, καὶ Λαδικέας περίφευγε

καὶ κύνα λυσσητὴν, καὶ πάλι Λαδικέας.

48

{ΑΥΣΟΝΙΟΥ.}

Περὶ Χρήστου καὶ Ἀκινδύνου ἀδελφῶν.

Χρῆστος, Ἀκίνδυνος εἰσὶν ἀδελφεοὶ, οἰκτρὰ δὲ τέκνα,

moribus ambo malis nomina falsa gerunt.

Οὐδ' οὗτος χρηστὸς, οὐδ' οὗτος ἀκίνδυνός ἐστιν·

una potest ambos littera corrigere:

Αἴκεν Χρῆστος ἕλῃ, καὶ Ἀκίνδυνος ἄλφ' ἀπολέσσῃ·

Κίνδυνος hic fiet; frater Ἄχρηστος erit,

49

{ΤΟΥ ΑΥΤΟΥ.}

Εἰς Ἀντισθένην κυνικὸν φιλόσοφον.

Discipulus melior nulli, meliorve magister,

εἰς ἀρετὴν συνέβη καὶ κυνικὴν σοφίην.

Dicere me novit verum, qui novit utrumque,

καὶ θεὸν Ἀλκείδην, καὶ κύνα Διογένην.

50

{ΑΔΕΣΠΟΤΟΝ.}

Εἰς Λυκόφρονα.

Λόγους ἀτερπεῖς πολλὰ μοχθήσας γράφεις,

ἀνιστορήτως βάρβαρα πλέξας ἔπη,

γωλειὰ, γρῶνας, οὖσα, καὶ τυκίσματα,

σὺν ὀρθάγῃ τε, κρίμνα καὶ λυκοψία,

μόνον νέοις ἱδρῶτα, μωρὲ Λυκόφρων·

οὐδὲν γὰρ ἄλλο, πλὴν κενοὶ ληρῶν λόγοι.

51

{ΑΛΛΟ.}

Εἰς αὐτόν.

Λυκόφρονος δύσφραστα πληρώσας ἔπη,

ἐνθουσιασμοὺς παρθένου φοιβαστρίας

αἰνιγματωδῶς καὶ σοφῶς εἰρημένους,

θεῷ τὸν αἶνον, ὡς συνεργῷ, προσφέρω.

Ἦ| δόξα τῷ συνεργῷ τοῦ τέλους ...

52

{ΑΔΗΛΟΝ.}

Τυνδαρέη κρητῆρα κερασσαμένη παρὰ δεῖπνον

δάκρυα Τηλεμάχοιο κατέσβεσεν ἐς μίαν ὥρην.

Εἰ δὲ ῥόδα προσέμιξε παρηγορέοντι κυπέλλῳ,

εἶχε μένειν ἄκλαυστος, ἕως νόστησεν Ὀδυσσεύς.

53

{ΑΛΛΟ.}

Ἠράσθη Κίτυός τις, ὃν οὐκ ἴδεν, οὔατα πεισθείς·

Φεῦ κάλλους· ἡμεῖς δ' ὄμμασι μεμφόμεθα.

54

{ΑΛΛΟ.}

Ἄκουε ταῦτα, γῆ, θάλασσα, καὶ πόλος·

ψυχαὶ σοφῶν τε καὶ στρατηγῶν τῶν πάλαι·

Ἰσοκράτης ὥρισε ῥώμην καὶ φρένας,

Θουκυδίδης ἔμιξεν ὅπλα καὶ λόγους,

ῥήτωρ, στρατηγὸς καὶ Περικλῆς καὶ Κίμων,

Ἀλκιβιάδης καὶ Θεμιστοκλῆς μέγας,

ἄμφω τέλειοι· Φωκίων κρηπὶς λόγων.

Ἕλληνες ἄλλοι μυρίοι Ῥώμης πρόμοι·

ἔφησε πρώτην τακτικὴν μαθημάτων

Πλάτων ὁ κλεινός, Σωκράτης τολμητίας

εἶχεν τὰ πρῶτα τῶν ἀριστέων γέρα.

Ἥρωες ἄρδην πάντες ἐξησκημένοι

Νέστωρ, Ὀδυσσεὺς, ἀλλ' Ἀχιλλεὺς καὶ πλέον,

δεινὸς θεωρεῖν τῶν ὅλων καὶ τὰς φύσεις,

κίνησιν ἄστρων καὶ φορὰν δι' ἄερος,

καὶ ῥυθμικῆς ἔμπειρος εὐαρμοστίας,

ἰατρικός τε καὶ μαθητὴς Κενταύρου.

Ἀλλ' οἱ σοφοὶ νῦν, πλὴν ἐγὼ μωροὺς λέγω,

τὴν γνῶσιν εἶπον ἐμποδὼν τῆς ἀνδρίας.

55

{ΑΛΛΟ.}

Εἰς τὸν Μαίανδρον ποταμόν.

Τὸ τῆς δίκης πῦρ ὧδε, μηδὲν διστάσῃς,

ὁ Κωκυτὸς Μαίανδρος· ἀλλ' ἀπεσφάλην

οὐαὶ γὰρ ἀνδρῶν ἐστίν, Αἴανδρον λέγω.

56

{ΑΛΛΟ.}

Εἴς τινα πάνυ μικρὸν κελευσθεὶς εἰπεῖν

στίχον σχέδιον.

Οὐ δύναμαι ἰδέειν τὸν σκωπτόμενον· σύγγνωτε.

57

{ΑΛΛΟ.}

Εἰς βοῦν καὶ τράγον ἐπὶ πίνακος ἀργυροῦ

ἐγκεκολαμμένους.

Πῶς βοῦς ὑπάρχων, αὔλακας γῆς οὐ τέμνεις,

ἀλλ' ὡς πάροινος ἀγρότης ἀνεκλίθης;

—Πῶς οὐχὶ καὶ σὺ πρὸς νομὰς ἀποτρέχεις,

ἀλλ' ἀργυροῦν εἴδωλον ἕστηκας, τράγε;

—Ἕστηκα τὴν σὴν ἐξελέγχων ἀργίαν.

58

{ΛΕΟΝΤΟΣ ΦΙΛΟΣΟΦΟΥ.}

Ἰαμβεῖοι τούτου στίχοι.

Ἔρρει τὰ σεμνὰ τῷ χρόνῳ τῷ παμφάγῳ,

διέφθορε τὰ χρηστὰ καὶ τὰ τίμια,

ὄλωλεν ἡ παίδευσις, ἔσβη καὶ λόγος,

φροῦδος δὲ καὶ νοῦς, οἴχεται θεωρία,

λέλοιπεν εὐσέβεια, καὶ τελεστική·

θέμις δ' ἀπέστη καὶ δίκη καὶ πᾶν καλόν,

παρρησιάζεται δὲ νῦν πανουργία,

καὶ ψεῦδος ἄρχει, καὶ τυραννὶς καὶ βία·

ἕρπει δὲ πρὸς πᾶν θεῖον ἔργον ὁ φθόνος,

τῆς δυσσεβείας ἠνέωκται τὸ στόμα·

ῥοιβδεῖ δὲ χανδὸν ἡ Χάρυβδις τῆς πλάνης,

ἐμεῖ δὲ πᾶς τις δόγματα βλασφημίας.

59

{ΑΔΕΣΠΟΤΟΝ.}

Εἰς τοὺς σοφοὺς τῶν Ἀθηνῶν.

Οἱ τῶν Ἀθηνῶν εὐστομεῖτε τοὺς πάλαι

σοφοὺς, Πλάτωνας, Σωκράτεις, Ξενοκράτεις,

Ἐπικούρους, Πύρρωνας, Ἀριστοτέλεις·

Οὐκ ἔστιν ὑμῖν, πλὴν Ὑμηττὸς καὶ μέλι,

θῆκαί τε νεκρῶν, τῶν σοφῶν τὰ πνεύματα·

πολεῖ παρ' ἡμῖν πίστις, οὐ σοφοὶ λόγοι.

60

{ΑΛΛΟ.}

Εἰς νέους φιλοσόφους.

Οὐκ ἔστιν ἀνὴρ ὃς σοφός· σοφὸς δ' οὔτις

ὅστις μετ' ἀνδρῶν ἵσταται· καινὴ μάχη

τῶν ἀρετῶν· τί φημὶ δ' αὐτὸς ὡς βραχύ;

—Εἰ πᾶς σοφὸς δειλός τις, ὃς δειλὸς σοφός.

61

{ΑΛΛΟ.}

Ὤ μοι ἐγὼ μέλεος· τί γυναικὸς κύντερον ἄλλο,

ἢ μᾶλλον τί τύχης; τίνα με χρῆν αἰτιάσασθαι;

Ἀμφοτέρας χρὴ μισεῖν, ἀμφότεραι θήλειαι.

Ἀλλὰ τύχης μὲν ἐμῆς, Θεὲ ἄμβροτε, μὴ μεταδοίης

ἀνδράσιν ἐχθροῖς, εἰς ἐμὲ πόλλ' ἐξυβρίσασι,

πλείονα δυστυχίης τὴν εὐτυχίην παρεχούσης·

τὴν δὲ σύνευνον ταύτην καὶ ἀγαθὴν παράκοιτιν

ἐχθροῖς καὶ τέκνοις ἐχθρῶν παρέχοις ὁμόκοιτιν.

62

{ΑΛΛΟ.}

Εἴς τινα κατελθόντα εἰς Ἑλλάδα καὶ ἀγροικισθέντα.

Οὐ βαρβάρων γῆν, ἀλλ' ἰδὼν τὴν Ἑλλάδα,

ἐβαρβαρώθης καὶ λόγον καὶ τὸν τρόπον.

63

{ΑΛΛΟ.}

Τὴν ἀρετὴν χθὲς εἶδον ἐν μέσῃ πόλει

μελαμφοροῦσαν καὶ κατηφείας ὅλην·

«Τί δ',» ἠρόμην, «πέπονθας;» Ἡ δέ· «νῦν ἔγνως·

»τόλμα, φρόνησις, γνῶσις ἐν ταῖς γωνίαις·

«ἄγνοια δ' ἄρχει καὶ μέθη καὶ δειλία.»

64

{ΑΛΛΟ.}

Πρὸς τὸν σχολιογράφον οἱ στίχοι, ξένε.

Ὁ τίς ὑβρίζεις; τὸν τίνα; βαβαὶ θράσους;

ὁ μηδὲ καὶ μῦς τὸν λέοντα πρὸς μάχην

τῶν αἱρετικῶν, τῆς Ἀρείου δὲ πλέον,

καὶ τῆς Γαλατῶν Φωτεινοῦ καὶ Μαρκέλλου.

Ἔοικας, ὦ 'τάν, εἰδέναι γράφειν ὕβρεις,

λυσιτελῶν δὲ μηδαμῶς διειδέναι.

Ἦ γὰρ ἂν ᾔδεις Εὐσεβίου τοὺς πόνους

καὶ τοὺς ἀγῶνας, οὓς καθ' Ἑλλήνων ἔτλη

φλυαρίαν τὰ τῶνδε μακρὰν δεικνύων·

ὅπως Ἰουδαίων τε δυσσεβῆ πλάνην

ἀναιρετικοῖς ἐκθριαμβεύει λόγοις,

τῶν μαρτύρων ἀγῶνας ὡς μεγαλύνει,

τῶν αἱρετικῶν ὡς ἀναιρεῖ τὸ στίφος,

πρὸς πᾶν ὅπως χρήσιμος εἰς Θεοῦ σέβας.

Ἔδει σε ταῦτα γιγνώσκοντα καὶ πλέω

μὴ λεξιθηρεῖν κατ' Ἰουδαίους ἴσως,

καὶ μὴ νοοῦντα τὸν νόον τῶν λέξεων,

ὕβρεις καταχεῖν τοῦ τοσούτου τὸν λόγον.

65

{ΑΔΗΛΟΝ.}

Εἰς τὰς εʹ φωνὰς καὶ τὰς ιʹ κατηγορίας.

Μόλις διαδρὰς τῶν σοφιστῶν τὰς δίκας,

σοφοῖς δὲ μᾶλλον προσβαλὼν ὡς ἡμέροις,

φωνῶν ἐπλήσθην καὶ κατηγορημάτων·

«οὐκ ἔστιν, ἔστι, πρός τι, ποιόν, ποῦ, πότε,

»πάσχουσι, δρῶσιν«· ὡς θέλουσι, μυρία.

Στρέφουσι πάντα, συγχέουσι τὰς φύσεις,

ὡς ἐξ ἑαυτῶν πλάττουσι τραγελάφους,

τὸν οὐρανὸν γῆν, τὸ ξύλον φασὶ λίθον,

ὕλην ἄμορφον εἶδος ὕλην οὐκ ἔχον,

κόσμους ἀπείρους ἰδέας πρὸ τῶν ὅλων.

Οἱ τῆς Στοᾶς βάλλουσιν Ἀκαδημίαν,

Πύρρωνας οὗτοι, πάντας ὁ Σταγειρίτης,

ἄλλοι δὲ τοῦτον Φοίνικές τε καὶ Σύροι.

Τίς νοῦς τοσαύτας ἐνστάσεις διαδράμοι,

ἔθνη τοσαῦτα καὶ φάλαγγας δυσμάχους,

γνῶναι τὰ κρυπτὰ τῶν ὅλων ζητῶν βάθη;

καὶ τὰ σαφῶν τις ἔσχε φυρμὸν αὐτίκα.

Ἓν γνώσεως φῶς, Χριστέ, μου, σύ μοι μόνος

γνῶσις τελεία, μᾶλλον εἰδέναι μόνον·

Σὲ δημιουργὸν οὐσιῶν, χρόνων, τόπων,

ἄρρητον ὡς ἄληπτον, ἕν τε καὶ τρία,

ἀφεὶς τὰ πάντα, τοῦτο καὶ μόνον λέγω.

66

{ΑΛΛΟ.}

Λεύκιππος ἀνὴρ τὴν ὁδὸν παρατρέχων,

εὖ θρύπτεται μὲν τὴν πυγὴν μεταφέρων,

ἀκκίζεται δὲ τῇδε κἀκεῖσε βλέπων.

Καὶ νῦν μὲν αὐτὸς ὑπτιάζων τὼ πόδε

καὶ εἰς ἑαυτὸν κεκλικὼς περιβλέπει·

νυνὶ δὲ τὸν φέροντα πλήττων θρασέως,

οὐκ οἴεται γῆν, ἀλλ' ἐπ' αἰθέρος τρέχειν.

67

{ΑΔΕΣΠΟΤΟΝ.}

Εἴς τινα ῥῦπον φοβοῦντα θάλασσαν· πῶς παλαισθέντα

ἀντέστρεψεν αὐτόν.

Ἰδοῦσα καινὸν οὐδὲν ὡς Ἰορδάνης,

πῶς ἐστράφης, θάλασσα, νῦν εἰς τοὐπίσω;

Οἶμαι, ῥῦπον φεύγουσα τὸν σὸν ἐστράφης·

κἂν καὶ στραφεῖσα τοῦτον οὐκ ἀπεξέσω.

68

{ΑΛΛΟ.}

Εἰς τὴν νοητὴν οὐσίαν.

Ζητῶν ἀπεῖπον τὴν νοητὴν οὐσίαν,

τίς ἐστιν αὕτη· πῶς δὲ τέμνει τὰς δύο,

ἀσώματον καὶ σῶμα· πῶς δ' ἄμφω μόνη

ἔχουσα, τῶν δυοῖν δὲ μηδὲν τυγχάνει·

πῶς πάντα δ' ἐστὶν, ἔστι πάντων δ' οὐδέ τι.

69

{ΑΔΕΣΠΟΤΟΝ.}

Εἰς τοὺς ἁγίους ἀποστόλους.

Ὧν καθεὶς ἔσωσεν ἀνθρώπων ἔθνος,

νῦν πάντες οὐ σώσουσι Μιχαὴλ μόνον.

70

{ΑΛΛΟ.}

Εἰς τὸν σπόγγον.

Ὕδωρ πέτρας ἀφῆκα καὶ πόλου μέλι·

τῶν ἡδέων ἔπλησα, λαὸς, σὸν στόμα·

πρὸς τῇ σφαγῇ δὲ καὶ χολὴν δίδως σύ μοι.

Ὦ σπλάγχνα πικρὰ, πλὴν τὰ χρηστά μου πάθη

πᾶσαν καθαίρει σῶν παθῶν τὴν πικρίαν.

71

{ΑΛΛΟ.}

Εἰς τὴν λόγχην.

Πλευρᾶς ἔπλασα πλάσμα σῆς, Εὔαν, πάλαι,

πλευρὰν δὲ ῥήσσεις τὴν ἐμὴν λόγχῃ σύ μοι·

ὅμως τὸ τραῦμα φάρμακον κεραννύει

τῶν τραυμάτων σου καὶ τὰ ῥεῖθρα βλυστάνει.

72

{ΑΛΛΟ.}

Εἰς τὴν χλαμύδα.

Τὸ φῶς στολή μοι, νῦν δὲ χλαμὺς ἐνδύει,

στολὴν ἀπεκδύουσα τὴν σὴν αἰσχύνης.

73

{ΑΛΛΟ.}

Εἰς τὸ ΔΙΕΜΕΡΙΣΑΝΤΟ ΤΑ ΙΜΑΤΙΑ ΜΟΥ.

Χιτῶνα τείνω τῇ κτίσει τὸν ἀέρα,

πνοὴν μερίζω, νῦν δ' ἐμῶν ἐνδυμάτων

ἐμὸς μεριστὴς κλῆρος· ἀλλ' ἄφες περῶν.

74

{ΑΛΛΟ.}

[Εἰς τὸ αὐτό].

Πνοὴν μερίζω, νῦν μερὶς κλῆρος τ' ἐμός·

κλήρῳ μερισταὶ τῶν ἐμῶν ἐνδυμάτων.

75

{ΑΛΛΟ.}

[Εἰς τὸ αὐτό].

Ἀφθαρσίας ἔνδυμα τὸ πρὶν ἐνδύω·

νῦν σάρκα τὴν σὴν αὐτὸς ἐνδεδυμένον

ἀπεκδύεις, ἄνθρωπε, πλὴν ἀλλὰ στέγω,

μᾶλλον δὲ τὴν θέωσιν αὐτὸς ἐνδύω.

76

{ΑΛΛΟ.}

Εἰς τὰ σπάργανα.

Εἰ καὶ ταπεινὸν ἐνδέδυμαί σοι ῥάκος,

τὸ λαμπρὸν ἐξύφηνα τοῦ πόλου πλάτος.

77

{ΑΛΛΟ.}

Εἰς τὰ δεσμά.

Δεσμεῖτε χεῖρας αἷς παθῶν ἐγὼ λύσας

ὑμᾶς τέθεικα γῆθεν αἰθεροδρόμους.

78

{ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ.}

Εἰς τὸν ἅγιον Λοῦπον.

Ἔκλεψε Λοῦπος δεσποτικὴν σφενδόνην,

μεθ' ἧς ἐνεργεῖ πλεῖστα τῶν τεραστίων.

Οὐκοῦν ὑπέσχεν ἀξίαν καὶ τὴν δίκην

τμηθεὶς κεφαλὴν, καὶ συνὼν τῷ δεσπότῃ.

79

{ΤΟΥ ΦΙΛΗ.}

Πρὸς ἰατρόν.

Ἰατρέ, μὴ δίωκε τὸν τύφον μάτην.

Εἰ γὰρ σιωπήσας ἀκριβῶς ἀνακρίνῃς

ὅθεν πορίζῃ τὰς ἀφορμὰς τοῦ βίου,

αὐτὸς σεαυτὸν καὶ μυσαχθήσῃ τάχα,

τροφῆς χορηγοὺς οὖρα καὶ κόπρον ἔχων.

Χρὴ οὖν ὀφρὺν ῥίψαντα τὴν ἐπηρμένην

κόπρου σκάφας βλέπειν σε καὶ τὰς ἀμίδας,

ὅθεν τραφήσῃ καὶ πόρους ἕξεις βίου.

80

{ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΗ.}

Στίχοι εἰς τοὺς ὑποκριτὰς ἡρωελεγεῖοι.

Μηκέτι μηδεὶς προσφερέτω παραμύθιον ἀνδρὶ,

ἢ τέκνον ἢ γαμετὴν γῇ κατορωρυχότι.

Καὶ γὰρ νῦν εἰ πρός τινα τούτων αὐτὸς ἀπέλθοις

ὡς πενθοῦντι φράσῃς ῥῆμα παρηγορίας,

δόξαι σπουδάζων ἀπαθέστατος, εὐθὺς ἐκεῖνος

ὡς ἀπὸ Πυθαγόρου φθέγγεται ἢ νεφέων·

καί σε σοφιστεύων ἀναλαμβάνει, ὡσπερὰν εἰ σὺ

τέκνον ἔχοις, ὁ δὲ σοὺς ἦλθε γόους στορέσων.

Ἐντὸς ὅμως τὸ πάθος τοῦτον κατακάρδια πλήττει,

ὡς ξίφος ὀξύτατον πάντα διερχόμενον.

Εὖγε, Ὑπόκρισις, εὖγε! σὺ φιλτάτῃ ἐσσὶ θεάων·

σὴν κεφαλὴν τιμᾶν ἄξιον ἐν στεφάνοις·

τοῖς γὰρ σοῖς θεράπουσιν ἐπάξια δῶρα χαρίζῃ,

ἀλγεῖν, κοὐ φράζειν, ὡς ἀνιῷντο πλέον.

81

{ΤΟΥ ΑΥΤΟΥ.}

Εἰς τὸν ναὸν τῶν ἁγίων Μαρκιανοῦ καὶ Μαρτυρίου.

Ἄρειε, πῶς φής; πῶς τὸν Υἱὸν εἰς κτίσιν

τολμᾷς καθέλκειν, καὶ θεὸν δοκῶν σέβειν,

σαυτὸν λέληθας κτίσματος φύσιν σέβων;

Οὐ κτίσμα ταυτὸν καὶ θεός. Μήπω τόσον

ἔξω φρενῶν πέσοι τις, ὡς ἕποιτό σοι,

μεμνημένος σου τοῦ θεηλάτου μόρου.

82

{ΤΟΥ ΑΥΤΟΥ.}

Ἕτεροι.

Κακῶς Ἀρείῳ ταὐτὰ πεφρονηκότες,

ἄνδρες φονῶντες, πλῆρες αἱμάτων στίφος,

καλῶς θεοῦ προὔπεμψαν ὑμᾶς εἰς δόμους·

καὶ γὰρ Θεοῦ μὲν οἶκος ὑμᾶς ἀμφέπει,

τοῖς δ' οἶκος ᾅδης καὶ τὸ μυρίον σκότος.

{ΑΠΟΛΛΩΝΟΣ ΠΥΘΙΟΥ.} Κάδμῳ.Φράζεο δή μοι μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε.Ἠοὺς ἐγρόμενος προλιπὼν ἴθι Πυθῶ δῖαν,ἠθάδ' ἔχων ἐσθῆτα καὶ αἰγανέην μετὰ χερσί·τὴν διά τε Φλεγύων καὶ Φωκίδος ἔς τ' ἂν ἵκηαιβουκόλον ἠδὲ βόας κηριτρεφέος Πελάγοντος·ἐνθάδε προσπελάσας ξυλλάμβανε βοῦν ἐρίμυκον,ἥ κεν δὴ νώτοισι μετ' ἀμφοτέροισιν ἔχῃσιλευκὸν σχῆμ' ἑκάτερθε περίπλοκον, ἠΰτε μήνης.Τήνδε σὺ ἡγεμόνα σχεῖν ἀτρέπτοιο κελεύθου.Σῆμα δέ τοι ἐρέω μαλ' ἀριφραδὲς, οὐδέ σε λήσει.Ἔνθα κέ τοι πρώτιστα βοὸς κέρας ἀγραύλοιοἥξῃ τε, κλίνῃ τε πέδῳ γόνυ ποιήεντι,καὶ τότε τὴν μὲν ἔπειτα μελαμφύλλῳ χθονὶ ῥέζεινἁγνῶς καὶ καθαρῶς· γαίῃ δ' ὅταν ἱερὰ ῥέξῃς,ὄχθῳ ἐπ' ἀκροτάτῳ κτίζειν πόλιν εὐρυάγυιαν,δεινὸν Ἐνυαλίου πέμψας φύλακ' Ἄϊδος εἴσω.Καὶ σύ γ' ἐπ' ἀνθρώπους ὄνομα κλυτὸς ἔσσεαι αὖθις,ἀθανάτων λεχέων ἀντήσας, ὄλβιε Κάδμε.{ΤΟΥ ΑΥΤΟΥ.} Περὶ Ἡρακλέους μετωνυμίας.Ἡρακλῆν δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει·ἦρα γὰρ ἀνθρώποισι φέρων, κλέος ἄφθιτον ἕξεις.{ΤΟΥ ΑΥΤΟΥ.} Ἡρακλεῖ.Πατρὶ μέλει Πίσης, Πυθὼ δ' ἐμοὶ ἐγγυάλιξεν.{ΤΟΥ ΑΥΤΟΥ.} Ξενοκλείας προμάντεως.Ἄλλος ἄρ' Ἡρακλέης Τιρύνθιος, οὐχὶ Κανωβεύς.{ΤΟΥ ΑΥΤΟΥ.} Θησεῖ.Αἰγείδη Θησεῦ, Πιτθηΐδος ἔκγονε κούρης,πολλαῖς τοι πολίεσσι πατὴρ ἐμὸς ἐγκατέθηκετέρματα καὶ κλωστῆρας ἐν ὑμετέρῳ πτολιέθρῳ.Ἀλλὰ σὺ μήτι λίην πεπονημένος ἔνδοθι θυμόνβουλεύειν· ἀσκὸς γὰρ ἐν οἴδματι ποντοπορεύσῃ.{ΤΟΥ ΑΥΤΟΥ.} Ἀθηναίοις.Λοιμοῦ καὶ λιμοῦ τέλος ἔσσεται, ἤνπερ ἑαυτῶνσῶματ' ἀπὸ κλήρου ἄρρεν καὶ θῆλυ νέμητεΜίνωϊ, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴντῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἵλαος ἔσται.{Φημονόης προμάντεως τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος.Δελφοῖς.}Ἀγχοῦ δὴ βαρὺν ἰὸν ἐπ' ἀνέρι Φοῖβος ἐφήσεισίντῃ Παρνησσοῖο· φόνου δὲ Κρήσιοι ἄνδρεςχεῖρας ἁγιστεύσουσι· τὸ δὲ κλέος οὔποτ' ὀλεῖται.{ΤΟΥ ΑΥΤΟΥ.} Δαρδάνῳ.Εἰς πόλιν ἣν κτίσητε, θεοῖς σέβας ἄφθιτον αἰεὶθεῖναι, καὶ φυλακαῖς τε σέβειν θυσίαις τε χοροῖς τε.Εὖτ' ἂν γὰρ τάδε σεμνὰ καθ' ὑμετέραν χώραν ᾖδῶρα Διὸς κούρης, ἀλόχου σέθεν, ἡδὲ πόλις σοιἔσται ἀπόρθητος τὸν ἀεὶ χρόνον ἤματα πάντα.{ΤΟΥ ΑΥΤΟΥ.} Πέλοπι.Ὃ βούλομαι δός· μὴ δίδου δ' ὃ μὴ θέλω.{ΤΟΥ ΑΥΤΟΥ.} Εἰς τὸν Σικυώνιον Ἱππόλυτον.Καὶ δ' αὖθ' Ἱππολύτοιο φίλον κάρα εἰς ἅλα βαίνει.{ΤΟΥ ΑΥΤΟΥ.} Ἀδράστῳ.Κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι,οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖοἀμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῇς.{ΤΟΥ ΑΥΤΟΥ.} Ἀλκμαίωνι.Τιμῆεν μ' αἰτεῖς δῶρον, μανίαν ἀποπαῦσαι·καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ᾧ ποτε μητὴρἈμφιάραον ἔκρυψ' ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις.{ΤΟΥ ΑΥΤΟΥ.} Ἀλκμαίωνι.Νόστον δίζηαι, πατρίην ἐς γαῖαν ἱκέσθαι,Ἀμφιαρηιάδη.{ΤΟΥ ΑΥΤΟΥ.} Ἐργίνῳ.Ἐργῖνε, Κλυμένοιο πάι Πρεσβωνιάδαο,ὄψ' ἦλθες γενεὴν διζήμενος, ἀλλ' ἔτι καὶ νῦνἱστοβοῆι γέροντι νέην ποτίβαλλε κορώνην.{ΤΟΥ ΑΥΤΟΥ.} Ἀγκαίῳ.Ἀγκαῖε, εἰναλίαν νῆσον Σάμον ἀντὶ Σάμης σέοἰκίζειν κέλομαι· Φυλλὰς δ' ὀνομάζεται αὐτή.{ΤΟΥ ΑΥΤΟΥ.} Μενελάῳ.Πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιοδειρῆς, ὅν ποτε Κύπρις ἔδωχ' Ἑλένῃ μέγα χάρμα·ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει.{ΤΟΥ ΑΥΤΟΥ.} Ἀριστομάχῳ.Νίκην σοι φαίνουσι θεοὶ δι' ὁδοῖο στενύγρων.{ΤΟΥ ΑΥΤΟΥ.} Τημένῳ.Ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν·εὔχευ Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι.{ΤΟΥ ΑΥΤΟΥ.} Ἀπολλοφάνει Ἀρκάδι.Ὦ μέγα χάρμα βροτοῖς βλαστὼν, Ἀσκληπιὲ, πᾶσιν,ὃν Φλεγυηίς ἔτικτεν ἐμῇ φιλότητι μιγεῖσαἱμερόεσσα Κορωνὶς ἐνὶ κραναῇ Ἐπιδαύρῳ.{ΤΟΥ ΑΥΤΟΥ.} Πελοποννησίοις.Ὦ γῆς ἀκρόπολιν πάσης Πηλοπηίδα κλεινὴνναίοντες, πρέσβεις τε βροτῶν πάντων καὶ ἄριστοι,φράζεσθ' ἐξ ἐμέθεν χρησμὸν θεοῦ, ὅττι κεν εἴπω.Ζεὺς ὑμῖν τελετῆς μῆνιν ἔχει ἣν διέχρησεν,οὕνεκ' ἀτιμάζοντες Ὀλύμπια πασινάνακτοςΖηνὸς, —τοῦ πρῶτος μὲν ἱδρύσατο καὶ θέτο τιμὴνΠεῖσος, καὶ μετὰ τόνδε Πέλοψ, ὃτε δῆμον ἔναιενἙλλάδα, θῆκε δ' ἔπειτ' ἔροτιν καὶ ἔπαθλα θανόντιΟἰνομάῳ, τρίτατος δ' ἐπὶ τοῖς παῖς ἈμφιτρύωνοςἩρακλέης ἐτέλεσς' ἔροτιν καὶ ἀγῶν' ἐπὶ μήτρῳΤανταλίδῃ Πέλοπι φθιμένῳ—τὸν δήποθεν ὑμεῖςλείπετε καὶ τελετήν. Ἧς χωσάμενος κατὰ θυμὸνὦρσε κακὸν λιμὸν παρὰ τοῖς καὶ λοιμὸν, ὅν ἐστιπαῦσαι ἀνορθώσαντας ἑορτὴν τῷ πάλιν αὖθις.{ΤΟΥ ΑΥΤΟΥ.} Ἰφίτῳ.Ὦ Πελοποννήσου ναέται περιβώμι' ἰόντεςθύετε, καὶ πείθεσθε τὰ καὶ μάντεις ἐνέπωσιν,Ἠλεῖοι πρόπολοι, πατέρων νόμον ἰθύνοντες.{ΤΟΥ ΑΥΤΟΥ.} Ἠλείοις.Τὴν αὑτῶν ῥύεσθε πάτραν, πολέμου δ' ἀπέχεσθε·κοινοδίκου φιλίης ἡγούμενοι Ἑλλήνεσσι.ἔστ' ἂν πενταέτης ἔλθῃ φιλόφρων ἐνιαυτός.{ΤΟΥ ΑΥΤΟΥ.} Ἰφίτῳ.Ἴφιτε, μήλειον καρπὸν μὴ θῇς ἐπὶ νίκῃ,ἀλλὰ τὸν ἄγριον ἀμφιτίθει καρπώδη ἐλαιῶν,ὃς νῦν ἀμφέχεται λεπτοῖσιν ὑφάσμας' ἀράχνης.{ΤΟΥ ΑΥΤΟΥ.} Λυκούργῳ.Ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοιδώσω τὴν οὐκ ἄλλη ἐπιχθονίη πόλις ἕξει.Ἔστ' ἂν μαντείαισιν ὑποσχέσιάς τε καὶ ὅρκους,καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε,ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες,Τυνδαρίδας δ' ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλουςἀθανάτους ἥρωας, οἳ ἐν Λακεδαίμονι δίῃ·οὕτω τοί χ' ὑμῶν περιφείδοιτ' εὐρύοπα Ζεύς.Εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ' ἀλλήλων ἀπέχουσαιἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶκον ἄγουσα,ἡ δ' ἐπὶ δουλείας φευκτὸν δόμον ἡμερίοισι·καὶ τὴν μὲν διά τ' ἀνδροσύνης ἱερῆς θ' ὁμονοίαςἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον·τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτηςεἰσαφικάνουσιν· τὴν δὴ πεφύλαξο μάλιστα.{ΤΟΥ ΑΥΤΟΥ.} Λακεδαιμονίων βασιλεῦσι Χαριλάῳ καὶ Ἀρχελάῳ.Εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνιἥμισυ δάσωνται, πολὺ λώϊον ἔσσεται αὐτοῖς.{ΤΟΥ ΑΥΤΟΥ.} Ἀλκαμένει καὶ Θεοπόμπῳ τοῖς Λακεδαιμονίων βασιλεῦσι.Ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἄλλο δὲ οὐδέν.{ΤΟΥ ΑΥΤΟΥ.}Κούρην ἄχραντον νερτέροισι δαίμοσικλήρῳ λαχοῦσαν Αἰπυτιδῶν ἀφ' αἵματος,θυηπολεῖτε νυκτέροισιν ἐν σφαγαῖς.Χρὴ δ', ἂν φύγῃ γε, καὶ παρ' ἀλλοίου τότεθυεῖν, διδόντας ἐς σφαγὴν ἑκουσίως.{ΤΟΥ ΑΥΤΟΥ.} Μεσσηνίοις.Παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίηςδαίμοσι νερτερίοις, καί κεν σώσειας Ἰθώμην.{ΤΟΥ ΑΥΤΟΥ.} Μεσσηνίοις.Εὖτε τράγος πίνῃσι Νέδης ἑλικόρροον ὕδωρ,οὐκέτι Μεσσήνην ῥύομαι· σχεδόθεν γὰρ ὄλεθρος.{ΤΟΥ ΑΥΤΟΥ.} Ἀριστοδήμῳ βασιλεῖ.Τοῖς τρίποδας περὶ βωμὸν Ἰθωμάτᾳ Διὶ πρώτοιςστήσασιν δεκάδων ἀριθμὸν δὶς πέντε, δίδωσι