The Greek Library Catalogue

Anonymous

Collectio paroemiarum

Edition reference
Collectio paroemiarum, ed. E. L. von Leutsch, Corpus paroemiographorum Graecorum, vol. 2, Göttingen: Vandenhoeck & Ruprecht, 1851 (repr. Hildesheim: Olms, 1958): 233–744.
CTS identifier
urn:cts:greekLit:tlg9009.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

1

{ΜΙΧΑΗΛΟΥ ΑΠΟΣΤΟΛΟΥ

ΤΟΥ ΒΥΖΑΝΤΙΟΥ

ΣΥΝΑΓΩΓΗ ΠΑΡΟΙΜΙΩΝ

ΚΑΙ

ΣΥΝΘΗΚΗ,

ΟΥΚ ΑΝΕΥ ΓΕ ΤΟΥ ΚΑΙ ὉΘΕΝ ΑΙ ΠΛΕΙΟΥΣ

ΕΣΧΗΚΑΣΙ ΤΑΣ ΑΡΧΑΣ.

ΤΩι ΕΝΔΟΞΟΤΑΤΩι ΚΑΙ ΣΟΦΩΤΑΤΩι ΑΝΔΡΙ

ΚΥΡΙΩι ΛΑΥΡΩι ΤΩι ΚΥΡΙΝΩι.}

p

1

Ἃ μὲν ὑπέστην ἐν Κρήτῃ σοι, τὴν τῶν παροιμιῶν

συναγωγὴν καὶ συνθήκην, οὐκ ἄνευ γε τοῦ καὶ ὅθεν αἱ

πλείους ἐσχήκασι τὰς ἀρχάς, ταῦτά μοι διανυσθέντα ἰδού

σοι πέμπεται, ἄνερ ἐνδοξότατε καὶ σοφώτατε. εἰ δὲ βραδύ-

τερον ἢ ἐβούλου, οὐχ ἡμῶν γε τουτί, ἀλλὰ τῆς τύχης δή

που καὶ τοῦ καιροῦ, ὅτῳ γε δὴ καὶ ἡμῶν ἀκόντων ἅπαν

περαίνεται, ᾗ δοκεῖ. ἄλλως τε κρεῖττον ἂν εἴη, βραδύναν-

τας τὸ βουλόμενον κατορθῶσαι ἄξιόν τινος λόγου, ἢ ταχύ-

ναντας οὐδενός· τὸ μὲν γὰρ οὐ τίμιον· τὸ δὲ οὐκ ἄτιμον.

ἔχεις τοίνυν λαβὼν τὸ ὑπεσχημένον σοι, κἀμοὶ πέρας εἴ-

ληφε λαβὸν τὸ ἐπίταγμα· εἰ μὲν κατ' ἀρέσκειαν καὶ βού-

λησιν ὑμετέραν, θεῷ καὶ σοὶ χάρις· εἰ δ' οὐ, κοινωνεῖν σε

δίκαιόν μοι τοῦ πάθους· κοινὰ γὰρ εἶναι τοῖς σοφοῖς τὰ

τῶν φίλων πεπαροιμίασται.

2

Ἵνα δὲ μή τις ἡμῶν τῶν

ἑταίρων ἐπιλάβοιτο, ὡς μή, συναγωγὴν παροιμιῶν ποιου-

μένων, τὴν παροιμίαν ὁριζομένων, ᾗ δὴ καὶ ὁ σοφὸς Κι-

κέρων ἐπελάβετο Παναιτίου, συγγεγραφότος μὲν περὶ τοῦ

καθήκοντος, τί δὲ ὄν ἐστιν οὐδαμοῦ εἰπόντος αὐτῷ τοῦ

συγγράμματος, ὁριστέον ἂν εἴη τὴν παροιμίαν, ᾗ λαβόν-

τες ἄνωθεν ἔχομεν.

3

Παροιμία μὲν οὖν ἐστὶ λόγος

ἐπικαλύπτων τὸ σαφὲς ἀσαφείᾳ· ἢ δι' αἰσθητῶν πραγμά-

των σημαίνων πράγματα νοητά· ἢ ἐπικεκρυμμένως τὴν ἀλή-

θειαν ἐπεμφαίνων.

4

Καὶ ἔτι τόνδε τὸν τρόπον· παροι-

μία ἐστὶ διήγημα παροδικὸν, ἢ ῥῆμα τετριμμένον ἐν τῇ

χρήσει τῶν γε πολλῶν, ἀπό τε μικρῶν τινῶν καὶ ὀλίγων

ἐφ' ὅμοια πλείω καὶ μείζω μεταληφθῆναι δυνάμενον· ἢ

λόγος ἐπιτετηδευμένος τοῖς ἤθεσι καὶ τῇ ἀνθρωπίνῃ ζωῇ

κατὰ τὸ ἔθος τῶν ζώντων. καὶ ἔτι γε οὑτωσί· Παροιμίᾳ

ἐστὶ λόγος ὠφέλιμος, ἤτοι βιωφελής, ἐπικρύψει μετρίᾳ

πολὺ τὸ χρήσιμον ἔχων ἐν ἑαυτῷ· ἢ λόγος προτρεπτικὸς

παρὰ πᾶσαν τοῦ βίου τὴν ὁδὸν χρησιμεύων.

5

Διαφέρει

δὲ τοῦ αἴνου· ὅτι ὁ μὲν αἶνος ἐστὶ λόγος μυθικός, ἐκ-

φερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων

παραίνεσιν. ἢ λόγος εὐκτικός, ἤτοι παρακλητικός, ἐκ δη-

μιουργημάτων καὶ κατορθωμάτων μνημονευόμενος. Ἢ

παροιμία ἐξηπλωμένη μετὰ διηγήσεως, ἀπαρτίζουσα τὸ

νοούμενον. ἢ λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλό-

γων ζῴων καὶ φυτῶν πρὸς ἀνθρώπους εἰρημένος, ὡς φησὶ

Λούκιος Ταῤῥαῖος ἐν τῷ πρώτῳ περὶ παροιμιῶν· οἷον ἀπὸ

μὲν ἀλόγων ζῴων, ὡς παρ' Ἀρχιλόχῳ·

<Αἶνός τις ἀνθρώπων ὅδε,

ὡς ἄρ' ἀλώπηξ κἀετὸς ξυνωνίην

ἔθεντο.>

καὶ τὰ ἑξῆς. καὶ πάλιν·

<Ἐρέω τιν' ὑμῖν αἶνον, ὦ Κηρυδίκη

ἀχνυμένη σκυτάλη·>

εἶτ' ἐπιφέρει·

<Πίθηκος ᾔει θηρίων ἀποκριθεὶς

μοῦνος ἀν' ἐσχατιήν·

τῷ δ' ἄρ' ἀλώπηξ κερδαλῆ συνήντετο

πυκνὸν ἔχουσα νόον.>

Καὶ Ἡσίοδος·

<Νῦν δ' αἶνον βασιλεῦς' ἐρέω, νοέουσι

καὶ αὐτοῖς·

ὧδ' ἵρηξ προσέειπεν ἀηδόνα ποικιλό-

δειρον.>

ἀπὸ δὲ φυτῶν· ὡς ἔχει τὸ τοῦ Καλλιμάχου·

<Ἄκουε δὴ τὸν αἶνον, ἐν κότε Τμώλῳ

δάφνην ἐλαίᾳ νεῖκος οἱ πάλαι Λυδοὶ

λέγουσι θέσθαι.>

Ἡ δὲ παροιμία τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφο-

ρὰν ἔχει, ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν ἐνδεχομένη

μετάβασιν· οἷον· <μένε βοῦς ποτε βοτάνην·> καὶ·

<ἄκισσος μετ' Ἀνθεστήρια.>

6

Ἐτυμολογεῖται δὲ ὁ

μὲν αἶνος παρὰ τὸ ἰένω τὸ πέμπω καὶ διαχέω. ἰαίνεται

γὰρ καὶ διαχέεται ἡ ψυχὴ τῇ διηγήσει τῶν τοιῶνδε λόγων·

ἴαινος καὶ ἀφαιρέσει, αἶνος· ὁ τὴν διάνοιαν ἰαίνων καὶ

περιτέρπων. Ὅμηρος·

<ἰαίνετο δὲ φρένας εἴσω.>

7

Ἡ δὲ παροιμία ἐκ τῆς παρὰ προθέσεως καὶ τοῦ οἶμος ἡ

ὁδός· παραοιμία καὶ παροιμία· ἤτοι τὸ παροδικὸν τρίμμα

τε καὶ διήγημα.

8

ἐν γὰρ τῇ ἀρχῇ ἔτι τῶν τρίβων ἀσή-

μων οὐσῶν, διὰ τὸ τοὺς ὁδεύοντας μὴ ἀποκάμνειν τῷ μὴ

γινώσκειν πόσον τῆς ὁδοῦ διήνυσαν καὶ τί λείπεται, τὰ

νῦν προσαγορευόμενα μίλια πρὸς Ῥωμαίων, τότε σημεῖα

καλούμενα, οἱ παλαιοὶ κατά τινας τῆς ὁδοῦ τόπους ἐτίθε-

σαν· καὶ τούτοις ἐπέγραφόν τινα ζητήματα. τοῦτο δὲ ἐποί-

ουν δυοῖν ἕνεκεν, τοῦ τε γνωρίζειν τὸν ὁδεύοντα τῆς

ὁδοῦ τὸ ποσόν, καὶ τοῦ ἀναγινώσκοντα τὸ ἐπίγραμμα, καὶ

περὶ τὴν τούτου σαφήνειαν καταγιγνόμενον καμάτου

ἐπικουφίζεσθαι. περιέχει δὲ παίδευσιν ἠθῶν καὶ παθῶν

ἐπανόρθωσιν καὶ τῶν πρακτέων πυκνὰς ὑποθήκας. Καὶ

περὶ μὲν ἐτυμολογίας καὶ διαφορᾶς αἴνου καὶ παροιμίας,

ἔτι τε περὶ τῶν ὅρων αὐτῶν, ἔχουσι φάναι καὶ ἄλλα ἔστω

ἡμῖν εἰρημένα τοσάδε· ἰτητέον δ' ἂν εἴη λοιπὸν πρὸς τὸ

προκείμενον σύν γε θεῷ ἵλεῳ καὶ συνεργῷ:—

1

1t

{Ἀρχὴ τοῦ α μετὰ τοῦ β.}

1

<Ἀβυδηνῶν ἐπιφόρημα:> ἐπὶ τῶν ἀηδῶν εἴωθε τάτ-

τεσθαι. ἔθος γὰρ ἦν τοῖς Ἀβυδηνοῖς μετὰ τὸν δεῖπνον

καὶ τὰς σπονδὰς προσάγειν τοὺς παῖδας τῶν τιτθῶν τοῖς

εὐωχουμένοις· κεκραγότων δὲ τῶν παίδων, καὶ θορύβου

γενομένου, ἀηδίαν πολλὴν εἶναι τοῖς δαιτυμόσιν.

2

<Ἄβυδος ἐστίν:> ἐπὶ συκοφάντου τάττεται, διὰ τὸ

δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς.

3

<Ἀβασάνιστος ἄνθρωπος εἶ:> ἀγύμναστος ἢ ἀνεξέ-

ταστος, ἀδοκίμαστος. Εἴρηται δὲ ἀπὸ τῆς βασάνου τῆς

χρυσοχοϊκοῖς λίθου, ἐν ᾗ δοκιμάζουσι τὸν χρυσόν.

4

<Ἄβρωνος βίος:> ὁ πολυτελής. Ἄβρων γάρ τις ἐγέ-

νετο πλούσιος· ὅθεν καὶ ἁβροδίαιτος· ταὐτὸν καὶ <Σικε-

λικὴ τράπεζα> καὶ <Συβαριτικὸς βίος.>

5t

{Τὸ α μετὰ τοῦ γ.}

5

<Ἀγαθῶν θάλασσα:> ἐπὶ πολλῶν ἀγαθῶν καὶ μεγά-

λων τάσσεται. Λέγεται δὲ καὶ <ἀγαθῶν πόντος> καὶ

<ἀγαθῶν σωρός.

6

Ἀγαθῶν μυρμηκιά:> ἐπὶ πλήθους εὐδαιμονίας· διὰ

τὸ ἐνεργὸν καὶ πολύμοχθον τῶν μυρμήκων⁝ <Φασὶ δὲ>

αὐτοὺς τὴν ἑαυτῶν γεωργίαν ἐργάζεσθαι σκολιωτάτην, τοῖς

ἐπιβουλεύουσί σφισι τῶν θηρίων τὴν πάροδον δύσπορον ἢ

καὶ παντελῶς ἄπορον ἀποφαίνοντες. τὴν δὲ γῆν, ἣν ἐξο-

ρύττουσιν, ἀλλὰ καὶ ταύτην ὑπὲρ τοῦ στομίου περιβαλόν-

τες οἱονεὶ τείχη τινὰ ἐργάζονται, ὡς μὴ τὸ ὕδωρ τὸ ἐξ

οὐρανοῦ καταθέον ἐπικλύσαν αὐτοὺς ἀπολέσῃ. Αἱμασιὰς

δέ τινας διειργούσας ἀπ' ἀλλήλων τοὺς χηραμοὺς διασχίζου-

σιν, εἶεν δ' ἂν οἱ χῶροι τρεῖς· καὶ τὸν μὲν ἀποφαίνουσιν

ὅσον ἀνδρῶν εἶναι, ἐν ᾧ διαιτῶνται οἱ ἄῤῥενες καὶ ὅσον

σὺν αὐτοῖς θῆλυ· τὸν δὲ ἕτερον, ἔνθα ἀποτίκτουσι κύου-

σαι μύρμηκες, οἱονεὶ γυναικῶνα· τρίτον δ' ἕτερον θησαυ-

ρόν τε καὶ σιρὸν ἀποκρίνουσι τοῖς ἠθροισμένοις σπέρμασιν.

Οἱ δὲ μύρμηκες, ὥσπερ οὖν ἐπισιτίσασθαι προϊόντες, τοῖς

μεγίστοις ἕπονται, οἱ δὲ ἄγουσι στρατηγῶν δίκην· καὶ ἐς

τὰ λήϊα ἐλθόντες, οἱ μὲν ἔτι νεαροὶ τὴν καλάμην ὑφε-

στᾶσιν, οἱ δὲ ἡγεμόνες ἀνέρπουσι, καὶ τοὺς καλάμους οὐ-

ραχοὺς τῶν καρπίμων διατραγόντες, τῷ δήδῳ τῷ κάτω

ῥίπτουσιν· οἱ δὲ περιελθόντες τοὺς μὲν ἀθέρας ἀποκόπτου-

σιν, ἐκλέπουσι δὲ τὰς τὸν πυρὸν στεγούσας καὶ περιαμ-

πεχούσας θυλακίδας· καὶ μήτε ἀλοητοῦ δεόμενοι, μήτε

ἀνδρῶν λικμῆσαι δυναμένων, μήτε μὴν ἐπειγομένων πνευ-

μάτων ἀποκρῖναι καὶ διασῆσαι τὰς ἄχνας καὶ τὸν καρπόν,

ἀνθρώπων ἀρούντων τε καὶ σπειρόντων τροφὰς ἔχουσι.

Καὶ τοὺς τεθνεῶτας δὲ μύρμηκας οἱ προσήκοντες ἐν ταῖς

τῶν πυρῶν κηδεύουσι θυλακίσιν, ὡς πατέρας ἢ πᾶν τὸ

φίλιον ἐν τοῖς σοροῖς οἱ ἄνθρωποι⁝ <Φασὶ δὲ> αὐτοὺς ὡς

ἐν ταῖς πανσελήνοις οὐδὲ νύκτωρ βλακεύουσιν οὐδὲ ἐλιν-

νύουσιν, ἀλλ' ἔχονται τῆς σπουδῆς. ὦ ἄνθρωποι, μυρίας

προφάσεις καὶ σκήψεις εἰς τὸ ῥᾳστωνεύεσθαι ἐπινοοῦντες.

7

<Ἀγαθώνειος αὔλησις:> ἡ μήτε χαλαρὰ μήτε πικρὰ,

ἀλλ' εὔκρατος καὶ ἡδίστη, μαλακὴ καὶ ἐκλελυμένη. ἀπὸ

Ἀγάθωνος αὐλητοῦ. οὗτος ἀγαθὸς ἦν τὸν τρόπον καὶ πο-

θεινὸς τοῖς φίλοις. ἐκωμῳδεῖτο δὲ εἰς θηλύτητα.

8

<Ἀγαθὴ καὶ μᾶζα μετ' ἄρτον:> ἐπὶ τῶν τὰ δεύτερά

τισι διδόντων. Ὁμοία τῇ· <Δέχεται καὶ βῶλον ἀλήτης.

9

Ἀγαθὸς ψάλτης, ἀγαθὸς ζωμοποιός:> ὡς οὐ-

δὲν διάφορον ἡ δι' ὀργάνων φωνὴ ἡδονὴν ἐμποιεῖ τῆς δι'

ὄψων καὶ ζωμοῦ σκευασίας. Ἀρχίδαμος γὰρ ὁ Ζευξίππου

πρὸς τὸν συνιστάντα ψάλτην καὶ εἰπόντα, οὗτος ἀγαθὸς

ψάλτης ἐστίν, εἶπε· παρ' ἡμῖν δέ γε οὗτος ἀγαθὸς ζωμο-

ποιός. πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα

τὴν δύναμιν αὐτοῦ, ὦ λῷστε, ἔφη, ποῖον γέρας παρὰ σοῦ

τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν οὕτως ἐπαινῇς.

10

<Ἀγαθοῦ Δαίμονος:> ἔθος εἶχον οἱ παλαιοὶ μετὰ τὸ

δεῖπνον πίνειν Ἀγαθοῦ Δαίμονος ἐπιῤῥοφοῦντες ἄκρατον,

καὶ τοῦτο δὲ τρίτον. Καὶ ἡμέραν δὲ τὴν δευτέραν τοῦ

μηνὸς οὕτως ἐκάλουν. Καὶ ἐν Θήβαις ἦν ἡρῷον Ἀγαθοῦ

Δαίμονος.

11

<Ἀγαθὰ Κιλίκων:> ἐπὶ τῶν ἀπὸ τῶν οὐ προσηκόντων

πλουτούντων. Προδότης γάρ τις τῶν Κιλίκων Μίλητον

προδοὺς ηὐπόρησεν.

12

<Ἀγέλαστος πέτρα:> ἐπὶ τῶν λύπης προξένων· ἐπ'

αὐτῆς γὰρ ἐκάθισεν ὅτε ἐζήτει τὴν κόρην ἡ Δημήτηρ.

13

<Ἁγνότερος πηδαλίου:> ἐπὶ τῶν ἁγνῶς βιούντων·

παρόσον ἐν θαλάσσῃ ἐστὶν ἀεὶ τὸ πηδάλιον.

14

<Ἀγαθῶν ἀγαθίδες:> ἐπὶ πολλῶν ἀγαθῶν λέγεται.

15

<Ἁγνὴ γάμων:> ἐπὶ τῶν σωφρόνων γυναικῶν· εἰρωνι-

κῶς δὲ καὶ ἐπὶ τῶν μὴ σωφρόνων.

16

<Ἀγρὸς ἡ πόλις:> ἐπὶ τῶν παρανομούντων. Ἐπίχαρ-

μος· <Ἀγρὸν τὴν πόλιν ποιεῖς.

17

Ἀγορὰ λύκιος:> ἐπὶ τῶν ταχέως πιπρασκομένων· ἐκ

μεταφορᾶς τοῦ ζῴου· ἁρπακτικὸν γάρ.

18

<Ἀγορὰ Κερκώπων:> ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων.

Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγένοντο ἐν Ἐφέσῳ, οἳ

καὶ τὸν Δία ἐξαπατῆσαι πεπείρανται. ὁμοία τῇ, <Λύκων

δεκὰς·> καί, <Κρομύλου ζεῦγος.

19

Ἀγύριός ἐστι Προνόμου πώγων' ἔχων:> ἐπὶ τῶν

ψηνιζομένων καὶ ὀπυομένων. οὗτος στρατηγὸς ἦν ἐν Λήμνῳ.

καὶ τὸν μισθὸν τῶν ποιητῶν συνέτεμε. καὶ πρῶτος ἐκκλη-

σιαστικὸν δέδωκεν. ὁ δὲ Πρόνομος αὐλητὴς ἦν μέγαν ἔχων

πώγωνα.

20

<Ἀγόμενος διὰ φρατόρων κύων:> ἐπὶ τῶν ὅπου μὴ

δεῖ εὑρισκομένων. ἐν γὰρ τοῖς φράτορσι κύων εὑρεθεὶς τι-

μωρεῖται.

21

<Ἀγραπτότατος βάτος αὖος:> ἐπὶ τοῦ σκληροῦ καὶ

αὐθάδους τὸν τρόπον.

22

<Ἀγεωμέτρητος μηδεὶς εἰσίτω:> ἀντὶ τοῦ ἄδικος

καὶ ἄνισος. ἡ γὰρ γεωμετρία τὴν ἰσότητα καὶ τὴν δικαι-

οσύνην ζητεῖ.

23

<Ἀγρίπου ἀκαρπότερος:> ἔστι δὲ ἄγριπος ἡ ἀγριελαία.

24

<Ἀγροίκου μὴ καταφρόνει ῥήτορος:> ὑποθετική·

ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν.

25

<Ἀγὼν οὐ δέχεται σκήψεις:> ἐπὶ τῶν μηδὲν ὀνινα-

μένων εἰ σκήψαιντο.

26

<Ἀγαμέμνονος θυσία:> ἐπὶ τῶν δυσπειθῶν καὶ σκλη-

ρῶν. θύοντος γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις ἐλή-

φθη. Ἢ ὅτι τὴν ἑαυτοῦ ἐβούλετο Ἀγαμέμνων θυσιάσαι

θυγατέρα· ἣ δ' ἔφυγε.

27

<Ἀγαμεμνόνεια φρέατα:> ἐπὶ τῶν ἐλευθερίων. Ἀγα-

μέμνων γὰρ παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα φρέ-

ατα ὤρυξεν.

28t

{Τὸ α μετὰ τοῦ δ.}

28

<Ἆιδε τὰ Τέλληδος:> ἐπὶ τῶν σκωπτικῶν. Τέλλης

γὰρ αὐλητὴς ἐγένετο, ὃς παίγνια κατέλιπε χάριν ἔχοντα.

29

<Ἄδακρυς πόλεμος:> ἐπὶ τῶν ῥᾷστα καὶ παρ' ἐλπίδα

τὰ πράγματα κατορθούντων. χρησμὸς γὰρ ἐδόθη Λακεδαι-

μονίοις, ἄδακρυ μάχην νικῆσαι. ὅθεν οὐδὲ εἷς τὸ τηνι-

καῦτα τούτων ἀπέθανεν.

30

<Ἀδεὲς δέος δέδοικας:> ἐπὶ τῶν μάτην δεδιότων.

31

<Ἀδράστεια Νέμεσις:> ἐπὶ τῶν πρότερον μὲν εὐδαι-

μονησάντων, ὕστερον δὲ δυστυχησάντων· τῶν γὰρ ἀπογό-

νων Θηβαίοις ἐπιστρατευσάντων μόνος Αἰγιαλεὺς ἀπώ-

λετο Ἀδράστου παῖς. Ἄλλοι δὲ λέγουσι, τὴν Ἀδράστειαν

εἶναι τὴν αὐτὴν τῇ Νεμέσει λαβεῖν τε τοὔνομα ἀπὸ Ἀδρά-

στου τινὸς βασιλέως ἔκ τινων μαντειῶν ἱδρυσαμένου ἱερὸν

Νεμέσεως, ὃ προσαγορευθῆναι μετὰ ταῦτα Ἀδραστείας,

ὡς Ἀντίμαχος ἐν τούτοις δηλοῖ·

<Ἔστι δέ τις Νέμεσις μεγάλη θεός, ἣ τάδε

πάντα

Πρὸς μακάρων ἔλαχε· βωμὸν δέ οἱ εἴσατο

πρῶτος

Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο.

Ἔνθα τετίμηταί τε καὶ Ἀδρήστεια καλεῖται.>

Δημήτριος δὲ ὁ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδρά-

στειαν ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην.

32

<Ἄιδεις ἔχων:> μάτην λέγων ληρεῖς.

33

<Ἄιδεις πρὸς μυρίνην:> ἔθος ἦν, τὸν μὴ δυνάμε-

νον ἐν συμποσίῳ ᾆσαι, δάφνης κλάδον ἢ μυρίνης λαβόντα,

πρὸς τοῦτον ᾄδειν.

34

<Ἀιδώνιδος κῆπος:> ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων

καὶ μὴ ἐῤῥιζωμένων. Ἐπειδὴ γὰρ ὁ ᾄδωνις ἐρώμενος ὢν,

ὡς ὁ μῦθος, τῆς Ἀφροδίτης πρὸ ἥβης τελευτᾷ, οἱ ταύτῃ

ὀργιάζοντες κήπους εἰς ἀγγεῖά τινα φυτεύοντες ἢ φυτεύ-

ουσαι, ταχέως ἐκείνων διὰ τὸ μὴ ἐῤῥιζῶσθαι μαραινομένων,

ᾀδώνιδος αὐτοὺς ἐκάλουν.

35

<Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέον:> ἐπὶ τῶν φιλη-

δόνων καὶ ἀφροντίστων.

36

<Ἀδελφὸς ἀνδρὶ παρείη:> ὅτι προτιμητέον τοὺς

οἰκείους.

37

<Ἀδδηφάγον ἅρμα:> ἐπὶ τῶν γαστριμαργούντων. καί·

<Ἀδδηφάγος τριήρης:> ἡ πολυτελής. καί· <Ἀδδηφά-

γος λύχνος.> καί· <Ἀδδηφάγον πεντηκόντορον:> Φί-

λιστος. Λέγοιεν δ' ἂν οὗτοι, τὰς ἐντελομίσθους καὶ πολλὰ

ἀναλισκούσας· ἔοικε δὲ ἐκ μεταφορᾶς τῶν ἵππων τῶν τε-

λείων καὶ ἀγωνιστῶν λέγεσθαι, οἵτινες εἰώθεσαν <Ἔδμε-

ναι ἄδδην,> κατὰ τὸν ποιητήν. Ἀλκαῖος δὲ ἐν τῇ κω-

μῳδοτραγῳδίᾳ τοὺς πότους λύχνους ἀδδηφάγους εἶπεν.

καὶ Ἀριστοφάνης ἐν Νεφέλαις·

<Οἴμοι· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον.>

38t

{Τὸ α μετὰ τοῦ ε.}

38

<Ἀεὶ κολοιὸς παρὰ κολοιὸν ἱζάνει:> ἐπὶ τῶν ὁμοί-

οις προσομιλούντων⁝ <Τοῖς κολοιοῖς> οἱ περὶ Ἀδρίαν

οἰκοῦντες Αἴνετοι, ὅταν ἀρότρου καὶ σπόρου ὥρα ἦν, τοῖς

κολοιοῖς ἀπέστελλον δῶρα, ψαιστὰ καὶ μάζας. βούλεται δὲ

τὰ δῶρα μειλίγματα τοῖς κολοιοῖς εἶναι καὶ σπονδῶν ὁμο-

λογίαι, ὡς ἐκείνους τὸν καρπὸν τὸν Δημήτριον μὴ ἀνορύτ-

τειν μηδὲ παρεκλέγειν καταβληθέντα ἐς γῆν· καὶ οἱ μὲν

ἀναχωροῦσι· τὰ δὲ τῶν κολοιῶν νέφη δύο ἢ τρεῖς κατὰ

τοὺς πρέσβεις τοὺς ἐκ τῶν πόλεων πέμπουσι, κατασκε-

ψομένους τῶν ξενίων τὸ πλῆθος· οἵπερ οὖν καὶ ἐπανίασι

θεασάμενοι, καὶ καλοῦσιν αὐτοὺς, ᾗ πεφύκασιν οἱ μὲν

καλεῖν, οἱ δ' ὑπακούειν. ἐρχόμενοι δὲ κατὰ νέφη, ἐὰν μὲν

γεύσωνται τῶν προειρημένων, ἴσασιν οἱ Αἴνετοι ὅτι ἄρα

αὐτοῖς πρὸς τοὺς ὄρνιθας τοὺς προειρημένους ἔνσπονδα

ἐστίν, ἐὰν δὲ ὑπερίδωσι καὶ ἀτιμάσαντες ὡς εὐτελῆ μὴ

γεύσωνται, πεπιστεύκασιν οἱ ἐπιχώριοι, ὅτι τῆς ἐκείνων

ὑπεροψίας ἐστὶν αὐτοῖς λιμὸς τὸ τίμημα. Ἄγευστοι γὰρ

ὄντες οἱ προειρημένοι καὶ ἀδέκαστοί γε, ὡς εἰπεῖν, ἐπιπέ-

τονταί τε ταῖς ἀρούραις, καὶ τό γε πλεῖστον τῶν κατε-

σπαρμένων συλῶσι πικρότατά γε ἐκεῖνοι, σὺν τῷ θυμῷ

καὶ ἀνορύττοντες καὶ ἀνιχνεύοντες⁝ <Οἱ κολοιοὶ> δὲ ἱερα-

κίζοντες καὶ πετόμενοι πῇ μὲν ἀνωτέρω, πῆ δὲ κατωτέρω,

κρυμὸν καὶ ὑετὸν δηλοῦσιν.

39

<Ἀεὶ γεωργὸς ἐς νέωτα πλούσιος:> ἐπὶ τῶν ἐλπίδι

μὲν ἀεὶ τρεφομένων ἀπαλλαγῆναι τῶν δεινῶν, τοῖς αὐτοῖς

δὲ πάλιν περιπιπτόντων.

40

<Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι:> ἐπὶ τῶν

εἰς πάντα εὐδαιμονούντων. οἱ δέ, ἐπὶ τῶν ἀξίως τιμωρου-

μένων, μεταγεγραμμένου τοῦ εὖ πίπτουσιν εἰς τὸ ἐμ-

πίπτουσιν.

41

<Ἀετὸν ἵπτασθαι διδάσκεις:> ἐπὶ τῶν ἐγχειρούντων

διδάσκειν τινάς, ἃ ἐπίστανται μᾶλλον τῶν θελόντων δι-

δάσκειν.

42

<Ἀετὸν κορώνη ἐρεσχελεῖ:> ἡ παροιμία σαφής⁝ <Ταῖς

γὰρ> κορώναις ἔργον ἐστὶ τοὺς ἀετοὺς ἐρεσχελεῖν· οἱ δὲ

ὑπερφρονοῦσιν αὐτῶν καὶ ἐκείνας μὲν ἀπολείπουσι τὴν

κάτω φέρεσθαι πτῆσιν, αὐτοὶ δὲ τὸν αἰθέρα ὑψηλότερον

ὄντα τοῖς ὠκίστοις τέμνουσιν αὐτῶν πτεροῖς· οὐ δέ που

δεδιότες, πῶς γὰρ ἂν τοῦτο εἴποι τις, τὴν τῶν ἀετῶν ἀλ-

κὴν ἐπιστάμενος; ἀλλ' ἰδίᾳ τινὶ μεγαλονοίᾳ ἐῶσιν ἔῤῥειν

ἐκείνας κάτω.

43

<Ἀεὶ Λεοντῖνοι περὶ τοὺς κρατῆρας:> ἐπὶ τῶν

ἀεὶ τοῖς αὐτοῖς ἐγκειμένων. Οἱ γὰρ ἐν Σικελίᾳ Λεοντῖνοι

περὶ πότους ἐσχόλαζον· Φάλαρις δ' αὐτοὺς καταπολεμήσας

εἰς τοὺς κρατῆρας ἔῤῥιψεν. ἀφ' οὗ ἡ παροιμία.

44

<Ἀετὸς μυίας οὐ θηρεύει:> καὶ τὸ ἀναπάλιν· ἐπὶ

τῶν σμικρολόγων. λέγεται ἀετὸς καὶ τῶν οἰκοδομημάτων

τὸ κατὰ τὸν ὄροφον, ὅ τινες ἀέτωμα καλοῦσιν. Ἀριστο-

φάνης Ὄρνισι·

<Τὰς γὰρ ἡμῶν οἰκίας ἐῤῥέψομεν πρὸς ἀετόν.

45

Ἀετὸς ἐν νεφέλαις:> ἐπὶ τῶν δυσαλώτων. οὐ γὰρ

ἁλίσκεται ἐν νεφέλαις⁝ Ὁ <ἀετὸς καὶ> δίψους ἀμείνων

ἐστί, καὶ καμάτου φάρμακον οὐκ ἀναμένει πορισθὲν ἔξω-

θεν· ὑπερφρονῶν δὲ καὶ τῶν ὑδάτων καὶ τῆς ἀναπαύσεως

τὸν ἀέρα τέμνει πολύ, καὶ ὀξύτατα ὁροῦ ἐκ πολλοῦ τοῦ

αἰθέρος· τῶν δὲ νεοττῶν αὐτοῦ ἐὰν μὲν σκαρδαμύξῃ τις

τὴν αὐγὴν τῆς τοῦ Ἡλίου ἀκτῖνος δυσωπούμενος, ἐξεώθη

τῆς ἑστίας. εἰ δ' ἀντιβλέψῃ καὶ μάλα ἀτρέπτως, ἀμείνων

ἐστὶν ὑπονοίας, καὶ τοῖς γνησίοις ἐγγράφεται, ἐπεὶ αὐτῷ

πῦρ τὸ οὐράνιον ἡ τοῦ γένους ἀδέκαστός τε καὶ ἄγραπτος

ἀληθῶς ἐγγραφὴ ἐστίν.

46

<Ἀετοῦ γῆρας, κορύδου νεότης:> παρόσον καὶ γη-

ράσκων ἀετὸς κρείττων ἐστὶ νεάζοντος ὄρνιθος. Λέγεται

τὸν βίον ἀετὸς καταστρέφειν, τῆς καμπῆς τοῦ ἄνω χείλους

πρὸς τὸ κάτω χρόνῳ συγκαμψάσης.

47

<Ἀετὸς θρίπας ὁρᾷ:> ἐπὶ τῶν καταφρονούντων τῶν

μικρῶν.

48

<Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν:> ἐπὶ τῶν

καταφρονούντων τινῶν. ὁμοία τῇ· <Ἐγὼ πολλῶν θηρίων

ψόφους ἀκήκοα.

49

Ἀεὶ φέρει Λιβύη κακόν:> ἐπὶ τῶν ἀεὶ ἐξευρισκόντων

τι νέον κακόν.

50

<Ἀετὸν κάνθαρος μαιεύεται:> ἐπὶ τῶν κακῶς ὑπό

τινων πασχόντων. Τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζει κυλίων

ὁ κάνθαρος.

51t

{Τὸ α μετὰ τοῦ η.}

51

<Ἀηκίζεσθαι μοι δοκεῖς:> Ἀκὼ γυνή τις ἦν ἐπὶ μω-

ρίᾳ διαβαλλομένη, ἥτις ἐσοπτριζομένη τῇ οἰκείᾳ σκιᾷ ὡς

ἑτέρᾳ διελέγετο.

52

<Ἀηδόνες λέσχαις ἐγκαθήμεναι:> ἐπὶ τῶν ἀδολε-

σχούντων.

53t

{Τὸ α μετὰ τοῦ ζ.}

53

<Ἄζηλος πλοῦτος ὅτι τυφλός:> ἐπὶ τῶν κεκτημένων

τι καλὸν ἄδηλον.

54

<Ἀζαναῖα κακά:> ἐπὶ τῶν κακοῖς διηνεκῶς προσπαλαι-

όντων. Ἀζάνη γὰρ τόπος σκληρὸς καὶ τοῖς γεωργοῖς ἀπροσ-

πόριστος.

55t

{Τὸ α μετὰ τοῦ θ.}

55

<Ἀθηνᾶ τὸν αἴλουρον:> ἐπὶ τῶν κακῶς συγκρινόντων

τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα ἡ παροιμία

εἴρηται. ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ

συμβάλλοι.

56

<Ἀθύρωτον στόμα:> ἐπὶ τῶν πολυλόγων.

57

<Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός:> ἐπεὶ

ἐν Λήμνῳ βοῦν λευκοῦ πεποιημένην λίθου ὁ Ἄθως τὸ

ὄρος ἐπισκιάζει. λέγεται δὲ ἐπὶ τῶν λυπούντων τινὰς ἢ

βλαπτόντων.

58t

{Τὸ α μετὰ τοῦ ι.}

58

<Αἰθέρα νήνεμον αἱρήσεις:> ἐπὶ τῶν μάτην πο-

νούντων.

59

<Αἰγιεῖς οὔτε τρίτοι, οὔτε τέταρτοι:> ἐπὶ τῶν

παντελῶς εὐτελῶν καὶ μικρῶν. ἐρωτώντων γάρ τινων, τίνες

κρείττους τῶν Ἑλλήνων, τοῦτο ἀπεφθέγξαντο· Αἰγιεῖς

οὔτε τρίτοι οὔτε τέταρτοι.

60

<Αἰγὸς τρόπος:> ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόντων κακά·

ἀπὸ Κορινθιακῆς παροιμίας· ἡ <Αἲξ δοῦσα τὴν μάχαι-

ραν·> οὕτω γὰρ λέγεται, Κορινθίων Ἥρᾳ Ἀσκραίᾳ θυόν-

των, ἣν λέγεται ἱδρῦσαι Μήδειαν, οἱ ἐν τῇ παρόχῳ μεμι-

σθωμένοι γῇ κρύψαντες τὴν μάχαιραν, ἐσκήπτοντο ἐπιλε-

λῆσθαι. ἡ δὲ αἲξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευεν⁝ <Πτύε-

λον ἀνθρώπου> θανατηφόρον εἶναι ζῴῳ ἑτέρῳ, καλῶς

ἴσασιν αἶγες καὶ φυλάττονται. μέλλουσα δὲ ἡ αἲξ ἀποσφάτ-

τεσθαι σοφῶς οἶδε· καὶ τὸ μαρτύριον, οὐκ ἂν ἔτι τροφῆς

προσάψαιτο⁝ <Λέγουσιν Ἄραβες,> ὅτι τὰ παρ' αὐτοῖς

ποίμνια πιαίνεται ὑπὸ μουσικῆς μᾶλλον ἢ ὑπὸ τοῦ χιλοῦ·

τῶν δὲ ἁλμυρῶν ἐσθίειν ἥδιον· ποιεῖται γὰρ τὴν τοιαύτην

τροφὴν ποτοῦ ὄψον. Τά γε μὲν πρόβατα κἀκεῖνο οἶδεν,

ὅτι αὐτοῖς ὁ βοῤῥᾶς καὶ ὁ νότος συμμάχονται πρὸς τὸ

τίκτειν, οὐ μεῖον τῶν ἀναβαινόντων αὐτὰ κριῶν· οἶδε δέ,

ὅτι ὁ μὲν βοῤῥᾶς ἀῤῥενοποιὸς ἐστίν, ὁ δὲ νότος θηλυγόνος.

καὶ ἐὰν δέηται τοῦ γόνου τοῦδε ἢ τοῦδε ὀχευομένη ἡ ὄϊς

πρὸς τὸν ἀπέβλεψεν ἢ πρὸς τόν. Ἀχιλλεὺς μὲν οὖν, ἵνα

ὁ φίλος αὐτῷ κείμενος ἐπὶ τῆς πυρᾶς καυθῇ καὶ εὐχῆς

ἐδεῖτο καὶ ἡ Ἶρις παρεκάλει τοὺς ἀνέμους αὐτῷ, ᾦ καλὲ

Ὅμηρε. αἱ δὲ ὄϊς ἀπραγμόνως τοὺς ἀνέμους εἰς ὠδῖνα

σφετέραν ὑπηρέτας ἀκλήτως ἔχουσι. σκοποὶ δὲ ἄρα τούτων

καὶ ποιμένες ἀγαθοί.

61

<Αἲξ Σκυρία:> πολυγάλακτοι δὲ αὗται. ἐν τῷ καιρῷ δὲ

τῆς ἀμολγῆς ἀνατρέπουσι τὰ ἄγγη.

62

<Αἱ Οἰδίποδος ἀραί:> ἐπὶ τῶν μεγάλως δυστυχούντων.

63

<Αἵματι κλάειν:> ἀφ' ὧν μὴ δύναιντο πεῖσαι πάντα

πράττοντες οὕτως ἔλεγον οἱ παλαιοί· <Οὐδ' ἂν πείσῃ

αὐτὸν οὐδ' αἵματι κλαίων.> λέγουσι δὲ καί, <Οὐδ' ἂν

αἵματι στένων πείσειεν.

64

Αἶρε πλῆκτρον:> ἐπὶ τῶν εἰς ἄμυναν ἀντικινουμένων.

65

<Αἴρειν ἔξω πόδα πηλοῦ:> ἐπὶ τῶν βουλευομένων μὴ

ἐν πράγμασιν εἶναι. λέγεται δὲ καί· <Αἴρειν ἔξω πόδα

αἰτίας.

66

Αἴτει καὶ τοὺς ἀνδριάντας ἄλφιτα:> ἐπὶ τῶν

ἀσυμπαθῶν.

67

<Αἰζωνιεὺς ἄλλος:> Αἰζωνηῒς δῆμος ἦν φυλῆς τῆς

Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ εἰς βλασφήμους, ἀφ' οὗ καὶ

τὸ κακῶς λέγειν αἰζωνεύεσθαι ἔλεγον. Μένανδρος ἐν Κανη-

φόρῳ. Πλάτων δ' ἐν τῷ περὶ ἀνδρείας φησίν· <Οὐδὲν

ἐρῶ πρὸς ταῦτά γε ἔχων εἰπεῖν, μή με εἴπῃ Αἰζω-

νέα εἶναι·> ἤτοι βλάσφημον. ἐντεῦθεν ἡ παροιμία.

68

<Αἰθίοψ οὐ λευκαίνεται:> ἐπὶ τῶν ἀμεταβλήτων.

69

<Αἱροῦντες ᾑρήμεθα:> ἐπὶ τῶν ἐλπισάντων κρατήσειν

τινῶν, εἶθ' ὑπ' ἐκείνων ἁλόντων.

70

<Αἰσχύνη πόλεως πολίτου ἁμαρτία:> ἐξ ἀπο-

φθέγματος.

71

<Αἰθίοπα σμήχεις:> ὁμοία τῇ· <Χύτρας ποικίλλεις.

Ὠὸν τίλλεις.

72

Αἰσχρόν τοι δῆρόν τε μένειν κενεόν τε νέεσθαι:>

ἐκ τῶν Ὁμήρου.

73

<Αἰσώπειον αἷμα:> ἐπὶ τῶν ἀδίκως ἀναιρουμένων·

οὐ γὰρ ἐνδίκως ἐκτείναντο Αἴσωπον οἱ Δελφοί.

74

<Αἴρειν μασχάλην:> ἐπὶ τῶν ὀρχουμένων ἀγροίκως.

75

<Αἶρε δάκτυλον:> ἐπὶ τῶν νενικηκότων. ἐπαίρουσι γὰρ

τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι.

76

<Αἰγιθάλου τολμηρότερος:> σαφὴς ἡ παροιμία⁝ Ὁ

<δὲ αἰγιθάλας> ζῷον ἐστί· καὶ τῶν μὲν μικρῶν ὀρνίθων

ὑπερφρονεῖ, ἐπιτίθεται δὲ ταῖς αἰξὶ κατὰ τὸ καρτερὸν, καὶ

μέντοι τοῖς οὔθασιν αὐτῶν προσπετόμενος εἶτα ἐκμυζᾷ ἐκ

τοῦ γάλακτος καὶ τὴν τιμωρίαν τὴν ἐκ τοῦ αἰπόλου οὐ

δέδοικε, καίτοι πονηρὸν αὐταῖς μισθὸν ὑπὲρ τῆς πλησμο-

νῆς ἀποδιδούς· τυφλοῖ γὰρ τὸν μασθὸν ὅταν σπάσῃ, καὶ

ἀποσβέννυσι τὴν ἐκεῖθεν ἐπιῤῥοήν.

77

<Αἰσώπειον αἷμα:> ἐπὶ τῶν δυσαπονίπτοις ὀνείδεσιν

ἐνεχομένων. ἐπειδὴ τοῖς Δελφοῖς ἀδίκως ἀνελοῦσι τὸν Αἴ-

σωπον, ὠργίσθη ὁ θεός.

78

<Αἰέτιον χάριν ἐκτίσω:> ἐπὶ τῶν ταχέως μεγάλαις

δωρεαῖς ἀντιχαριζομένων⁝ <Ἀλοῶντες ἄνθρωποι> τοῦ

ἡλίου καταφλέγοντος, δίψει πιεζόμενοι, τὸν ἀριθμὸν ἑκ-

καίδεκα, ἕνα ἑαυτὸν ἀπέστειλαν ἐκ πηγῆς γειτονούσης κο-

μίσαι ὕδωρ. οὐκοῦν ἀπιὼν τὸ μὲν δρέπανον τὸ ἀμητικὸν

διὰ χειρὸς εἶχε, τὸ δὲ ἀρυστικὸν ἀγγεῖον κατὰ τοῦ ὤμου

ἔφερεν· ἐλθὼν δὲ καταλαμβάνει ἀετὸν ὑπό τινος ὄφεως

ἐγκρατῶς τε καὶ εὐλαβῶς περιπλακέντος ἀποπνιγόμενον

ἤδη. ἔτυχε δὲ ἄρα καταπτὰς μὲν ἐπ' αὐτὸν ὁ ἀετὸς, οὐ

μὴν κρείττων γενόμενος οὐδὲ τῆς ἐπιβουλῆς κρείττων γε-

νόμενος, οὐδὲ, τοῦτο δὴ τὸ Ὁμηρικόν, τοῖς ἑαυτοῦ τέ-

κνοις τὴν δαῖτα ἐκόμισεν, ἀλλὰ ταῖς ἐκείνου σπείραις περι-

πεσὼν ἕρμασιν ἔμελλεν οὐ μὰ Δί' ἀπολεῖν, ἀλλ' ἀπολεῖ-

σθαι· εἰδὼς οὖν ὁ γεωργὸς ἢ καὶ ἀκούων, τὸν μὲν εἶναι

Διὸς ἄγγελον, εἰδώς γε μὴν κακὸν θηρίον τὸν ὄφιν, τῷ

δρεπάνῳ διακόπτει τὸν θῆρα· καὶ μέντοι τῶν ἀφύκτων

δεσμῶν τὸν αἰετὸν ἀπολύει· ἀρυσάμενος δὲ τὸ ὕδωρ ἧκε,

καὶ πρὸς τὸν οἶνον κεράσας ὤρεξε πᾶσιν· οἱ δὲ ἄρα ἐξέ-

πιον καὶ ἀμυστὶ καὶ πολλὰς ἐπὶ τῷ ἀρίστῳ· ἔμελλε δὲ καὶ

αὐτὸς ἐπ' ἐκείνοις πίεσθαι· ἔτυχε δὲ ὑπηρέτης κατ' ἐκεῖνο

τοῦ καιροῦ, ἀλλ' οὐ συμπότης ὤν. ἐπεὶ δὲ τοῖς χείλεσι τὴν

κύλικα προσῆγεν, ὁ σωθεὶς αἰετὸς ζωάγρια ἐκτίνων οἱ, καὶ κατὰ

τύχην ἀγαθὴν ἐκείνου ἔτι διατρίβων περὶ τὸν χῶρον, ἐμ-

πίπτει τῇ κύλικι καὶ ἐκχεῖ τὸ ποτόν. Ὁ δὲ ἠγανάκτησε,

καὶ γὰρ ἔτυχε διψῶν, καὶ λέγει· εἶτα μέντοι σὺ ἐκεῖνος ὢν,

καὶ γὰρ τὸν ὄρνιν ἐγνώρισε, τοιαύτας ἀποδίδως τοῖς σωτῆρ-

σι τὰς χάριτας; ἀλλὰ πῶς ἂν καὶ ἄλλος σπουδὴν κατά-

θοιτο εἴς τινα αἰδοῖ Διὸς χαρίτων ἐφόρου τε καὶ ἐπόπτου;

καὶ τῷ μὲν ταῦτα εἴρητο· ὁρᾷ δὲ ἐπιστραφεὶς τοὺς πιόντας

ἀσπαίροντάς τε καὶ ἀποθνήσκοντας. ἦν δὲ ἄρα, ὡς συμβα-

λεῖν, ἐμημεκὼς ἐς τὴν πηγὴν ὁ ὄφις, καὶ κεράσας αὐτὴν

τῷ ἰῷ. Οὕτως ὁ ἀετὸς τῷ σώσαντι ἀμοιβῇ τῆς ἰσοτίμου

σωτηρίας ἀπέδωκε τὸν μισθόν⁝ <Τὸν δὲ> χρυσάετον, ὡς

δ' ἄλλοι φασίν, ἀστερίαν, οὐ μόνον νεβροῖς, ἀλλὰ καὶ ταύ-

ροις ἐπιτίθεται κατὰ τὸ καρτερόν· ὁ μὲν γὰρ κεκυφὼς κάτω

νέμεται ὁ ταῦρος· ὁ δὲ ἀετὸς ἐπὶ τῷ τένοντι τοῦ ζῴου

καθίσας ἑαυτὸν παίει τῷ στόματι συνεχέσι καὶ καρτερικαῖς

ταῖς πληγαῖς· ὁ δὲ ὥσπερ οἰστρηθεὶς ἐξάπτεται, καὶ ᾗ πο-

δῶν ἔχει φυγῆς ἄρχεται. καὶ ἕως μὲν εὐήλαται, ὁ ἀετὸς

ἥσυχός ἐστι καὶ ἐπιποτᾶται παραφυλάττων· ὅταν δὲ τὸν

ταῦρον θεάσηται πλησίον κρημνοῦ γενόμενον, κυκλώσας

τὰ πτερὰ καὶ ὑπερτείνας αὐτοῦ τῶν ὀφθαλμῶν ἐποίησε

τὰ ἐν ποσὶ μὴ προειδόμενον κατενεχθῆναι βιαιότατα· εἶτα

ἐμπεσὼν καὶ ἀναῤῥήξας τὴν γαστέρα ῥᾳδίως χρῆται τῇ

ἄγρᾳ εἰς ὅσον ἐθέλει. θήρας δὲ ἀλλοτρίας οὐχ ἅπτεται

κειμένης, ἀλλὰ χαίρει τοῖς ἑαυτοῦ πόνοις, κοινωνίαν τε

τὴν πρὸς ἄλλον ἥκιστα ἐνδέχεται· κορεσθεὶς δὲ εἶτα τοῦ

λοιποῦ πονηρὸν ἆσθμα καὶ δυσωδέστατον καταπνεύσας,

ἄβρωτα τοῖς ἄλλοις τὰ λείψανα ἐᾷ. καὶ μέντοι ἀλλήλων

ἀπῳκισμένας οἰκοῦσι καλιάς, ὑπὲρ τοῦ μὴ διαφθείρεσθαι

ὑπὸ θήρας, καὶ λυπουμένους λυπεῖν⁝ <Ζηλοτυπώτα-

τος> δέ ἐστιν ὁ ἀετὸς πρὸς τὰ νεόττια. ἐὰν γοῦν θεάσηταί

τινα προσιόντα, παίει τοῖς πτεροῖς αὐτὸν καὶ τοῖς ὄνυξι

λυμαίνεται.

79

<Αἰτναῖος κάνθαρος:> ἐπὶ τῶν μεγάλων τῷ σώματι.

80

<Ἄϊδος κυνῆ:> ἐπὶ τῶν κρυπτόντων ἑαυτοὺς διὰ τινῶν

μηχανημάτων. ταύτῃ Περσεὺς χρησάμενος τὴν Γοργὼ ἐδει-

ροτόμησεν.

81

<Αἴθεις ἐν πέπλῳ:> καὶ· <αἴθης πέπλος:> ἐπὶ τῶν

στάσεις ἐγειρόντων καὶ ὑπεκκαιόντων· ἡ γὰρ Διϊάνειρα πέ-

πλον ἔπεμψεν Ἡρακλεῖ, ὑφ' οὗ ἐκαύθη.

82

<Αἱ Χάριτες γυμναί:> ὅτι δεῖ τὴν δωρεὰν ἀφειδῶς

ἢ ἀκενοδόξως χαρίζεσθαι.

83

<Αἴολος ἀνὴρ εἰς βόθρον ἐμπεσεῖται:> ἤτοι ὁ

πανοῦργος καὶ πονηρός. Αἴολος δὲ σημαίνει τρία. τὸν

πονηρόν, ὡς ἐνταῦθα· τὸν ποικίλον, ὡς παρ' Ὁμήρῳ κο-

ρυθαίολος Ἕκτωρ· καὶ ὄνομα κύριον. ὅστις ἦν ἀνὴρ εὐστο-

χώτατος τὰ περὶ ἀνέμους, κἀντεῦθεν καὶ θεὸς τῶν ἀνέμων

ὑπείληπται· οὗτος Τηλεπώραν γήμας τὴν Λαιστρυγόνα,

ἐγέννησε θυγατέρας ἓξ, καὶ ταύταις ἴσους υἱούς· εἰσὶ δὲ

τοῖς μὲν ἄρσεσι τὰ ὀνόματα Ἰοκάστος, Ξοῦθος, Φαρα-

κλός, Χρύσιππος, Φερήμων καὶ Ἀνδροκλῆς· ταῖς δὲ παρ-

θένοις Ἴφθη, Αἰόλη, Περίβοια, Δία, Ἀστυκράτεια καὶ

Ἡφαιστία.

84

<Αἰγιαλῷ λαλεῖς:> ἐπὶ τῶν ἀνηκόων.

85

<Αἱ Ἰβύκου γέρανοι:> ἐπὶ τῶν ἀπροσδοκήτως κολα-

ζομένων ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν. Ἴβυκος γὰρ ὑπὸ

λῃστῶν ἀναιρούμενος γεράνους ἰδὼν ἐμαρτύρατο. εἶτα οἱ

λῃσταὶ ἐν θεάτρῳ γεράνους θεώμενοι, <Αἱ Ἰβύκου γέ-

ρανοι,> ἔλεγον, καὶ ἀνακριθέντες ἐκολάσθησαν.

86

<Αἱ λαχάνων προσθῆκαι:> ἐπὶ τῶν μηδὲν ὠφελούντων.

87

<Αἰάντειος γέλως:> ἐπὶ τῶν παραφρόνως γελώντων.

88

<Αἲξ οὔπω τέτοκεν, ἔριφος δ' ἐπὶ δώματος παί-

ζει:> ἐπὶ τῶν οὔπω τεχθέντων ἢ γεγονότων, ἀλλ' ἀτελῶν

ὄντων καὶ τὰ τῶν τελείων θελόντων ποιεῖν.

89

<Αἰεὶ γέροντι νέα προσβάλλει κόρην:> ἐπὶ τῶν

πρεσβυτέρων, βουλομένων δὲ νέαις συνευνάζεσθαι.

90t

{Τὸ α μετὰ τοῦ κ.}

90

<Ἀκεσσαίου σελήνη:> ἐπὶ τῶν εἰς χρόνον ἀναβαλλο-

μένων πρᾶξαι τί. ἦν δὲ κυβερνήτης, ὃς ῥᾴθυμος ὢν ἔλεγε

διὰ παντὸς ἀναμένειν σελήνην, ἵνα ἐν φωτὶ ὁ πλοῦς αὐτῷ

γένοιτο.

91

<Ἄκαιρος εὔνοια οὐδὲν ἔχθρας διαφέρει:> Ἱππό-

λυτος εἶπε τοῦτο πρὸς τὴν Φαῖδραν, λέγουσαν αὐτὸν φιλεῖν

ὑπὲρ ὅλους.

92

<Ἀκλητὶ κωμάζουσιν εἰς φίλους φίλοι:> ὅμοιον

αὐτῷ ἐστι τό, <Ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτα ἴασιν·>

ἐπὶ τῶν αὐτομάτως πορευομένων που.

93

<Ἄκουε τοῦ τέτταρα ὦτα ἔχοντος:> αὐλητὴς ἦν,

περὶ οὗ εἶπεν ἡ Πυθία τισὶν ὡς παραφυλάττοιντο· οἱ δὲ

ἀμελήσαντες ἀπώλοντο. ἔνιοι μὲν ἐπὶ τοῦ πολλὰ εἰδότος ἢ

ἀκούοντος· οἱ δὲ ἐπὶ τῶν ἀληθευόντων· ὡς ἐπὶ τοῦ Ἀπόλ-

λωνος, ὃν τετράχειρα καὶ τετράωτον καλοῦσιν.

94

<Ἀκεσίας ἰάσαιτο:> ἐπὶ τῶν ἐπὶ χεῖρον ἰωμένων. καὶ

Ἀριστοφάνης· <Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο.

95

Ἀκρὶς δυσκίνητος χλωρά:> ταύτης ταῖς κινήσεσιν

οἱ ἀγροῖκοι προστρέχουσι καὶ μαντείας ἐξ αὐτῶν ποιοῦνται·

τίθεται οὖν ἐπὶ τῶν φαύλως μαντευομένων.

96

<Ἄκις ποταμός:> ἐπὶ τῶν ἄγαν ψυχρῶν. ψυχρὸς γάρ

ἐστιν οὗτος.

97

<Ἄκρον λάβε καὶ μέσον ἕξεις:> οἱ τὴν Αἴγιναν οἰ-

κοῦντες, ἐκπεσόντες αὐτῆς διὰ πόλεμον, ἐχρήσαντο τῷ

θεῷ· ὁ δὲ τὸν χρησμὸν τοῦτον εἶπε. καὶ συμβαλόντες,

ἀκρωτήριόν τι κατασχόντες, κατὰ μέσον ᾤκησαν. λέγεται

δὲ ἐπὶ τῶν δυσνοήτων.

98

<Ἀκούσατε νέοι> γέροντος, οὗ νέου γέροντες ἤκουον.

99

<Ἀκεσαίου καὶ Ἑλικῶνος ἔργα:> ἐπὶ τῶν θαύματος

ἀξίων. οὗτοι γὰρ πρῶτοι τὸν τῆς Ἀθηνᾶς πέπλον ἐδημι-

ούργησαν.

100

<Ἄκουε τὰ ἀπὸ καρδίας:> ἐπὶ τῶν ἀπαρακαλύπτως

ἃ φρονοῦσι διεξιόντων.

2

1

<Ἀκαδημίηθεν ἥκεις:> ἤτοι σοφὸς καὶ σπουδαῖος

ὑπάρχεις. Ἀκαδημία δὲ ἦν γυμνάσιον ἐν Ἀθήναις ἀλσῶ-

δες, ἐν ᾧ διέτριβε Πλάτων, ἀπὸ Ἀκαδήμου τινὸς ἥρωος.

πρότερον δὲ Ἀκαδημία ἐκαλεῖτο, ὡς καὶ Ἀριστοφάνης. ἔτι

δὲ καὶ Ἁρποκρατίων· Ἀκαδήμια τρία ὑπῆρχον γυμνάσια,

Λύκιον, Κυνόσαργες, Ἀκαδημία. ἐκλήθη δὲ ἀπὸ τοῦ κα-

θιερώσαντος αὐτοῦ Ἀκαδημοῦ.

2

<Ἀκέφαλος μῦθος:> ἐπὶ τῶν ἀτελῆ λεγόντων· Πλά-

των· <Ἀκέφαλον καταλίποιμι μῦθον.

3

Ἀκίνητα κινεῖς:> ἐπὶ τῶν λίαν παράνομα πραττόν-

των. ὅτι οὐ δεῖ κινεῖν τύμβους, μὴ τάφους, μὴ ὀροφήν.

4

<Ἄκισσος μετ' Ἀνθεστήρια:> ἐπὶ τῶν βραδέων.

5

<Ἄκρῳ ἅψασθαι δακτύλῳ:> ἐπὶ τῶν οὐκ ἀκριβῶς

ἠσκημένων.

6

<Ἄκμων μέγιστος> οὐ φοβεῖται τοὺς ψόφους·

Καὶ νοῦς ἐχέφρων πᾶσαν ἕλκουσαν βίαν.

7

<Ἄκων μὲν, ὡς Ζεὺς οἶδεν:> ἐπὶ τῶν ἀκόντων ὑπι-

σχνουμένων τι.

8

<Ἀκόνην σιτίζεις:> ἐπὶ τῶν τροφῇ πολλῇ χρωμένων,

μηδὲν δὲ εἰς σῶμα ἐπιδιδόντων. Ἄλλοι δὲ ἐπὶ τῶν ἀδυνάτων.

9t

{Τὸ α μετὰ τοῦ λ.}

9

<Ἅλας ἄγων καθεύδεις:> ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ

καθευδόντων καὶ ῥᾳστωνευομένων· ἐμπόρου γάρ τινος τὴν

ναῦν ἁλῶν πληρώσαντος, εἶτα καθεύδοντος, τὴν ἀντλίαν

ἐπαναβῆναι καὶ ἐκτῆξαι τοὺς ἅλας. Ὁ δὲ Διογενιανὸς

οὕτω φράζει τήνδε τὴν παροιμίαν· <ἁλῶν δὲ φόρτος

ἔνθεν ἦλθεν, ἔνθ' ἔβη:> ἔμπορος γάρ τις ἅλας ἄγων

καὶ ἀποκαθευδήσας ἀπώλεσεν αὐτὸ τῆς ἀντλίας ἐπαναβά-

σης. Λέγεται οὖν ἐπὶ τῶν ἅπερ προσεπόρισαν ἀπολλύντων.

10

<Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν:> δήλη ἡ

παροιμία. φίλοι γὰρ ἐκ τούτων γινόμεθα.

11

<Ἄλλο ᾄδεις:> ἐπὶ τῶν μάτην πονούντων.

12

<Ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ:> ἐπὶ τῶν ἀληθῶν,

οὐ πιστευομένων δέ. Σάγρα τόπος τῆς Λοκρίδος. μέμνη-

ται τῆς παροιμίας Μένανδρος ἐν Ἀνατιθεμένῃ. Λοκροὺς

δέ φασι τοὺς Ἐπιζεφυρίους πόλεμον ἔχοντας πρὸς τοὺς

πλησιοχώρους Κροτωνιάτας αἰτῆσαι συμμαχίαν τοὺς Λακε-

δαιμονίους. τὸν δὲ στρατὸν μὲν οὐκ ἔχειν φησάντων, δι-

δόναι δὲ αὐτοῖς τοὺς Διοσκόρους, οἰωνισαμένους τὸ κερτο-

μηθὲν τήν τε ναῦν ἀποστρέψαι καὶ δεηθῆναι τῶν Διοσκό-

ρων συμπλεῖν αὐτοῖς. νικησάντων δὲ αὐθημερόν, καὶ τῆς

φήμης διαγγελθείσης εἰς Σπάρτην, τὸ μὲν πρῶτον ἀπι-

στηθῆναι, ἐπεὶ δὲ εὑρέθη ἀληθῆ, ἐπιλέγειν τοῖς ἀληθε-

στάτοις μὲν, οὐ πιστευομένοις δέ.

13

<Ἀλεκτρυὼν ἐπιπηδᾷ:> ἐπὶ τῶν ἀγενῶς ἀναμαχομένων

τὴν ἧτταν⁝ <Οἱ ἀλεκτρυόνες> ὑπεράγαν οὐκ ᾄδουσιν ἐν

τοῖς ὑγροῖς χωρίοις καὶ ἔνθα νοτιώτερός ἐστιν ὁ ἀήρ. ψυ-

χροὶ δὲ ἄρα ὄντες τὴν σύγκρασιν οἱ τέττιγες, εἶτα μέντοι

πυρουμένου τοῦ ἡλίου ᾄδουσιν⁝ <Ἀλεκτρυόνες> γε μὴν

καὶ ὄρνιθες οἱ ἐθάδες πτερυσσόμενοι καὶ φρυαττόμενοι καὶ

ὑποτρύζοντες χειμῶνα δηλοῦσι. Πετόμενοι δὲ ὄρνιθες εἰς

ἀλλήλους καὶ δι' ἀλλήλων θέοντες χειμῶνα ἐσόμενον οὐκ

ἀγνοοῦσιν.

14

<Ἁλμυρὰν ἀκοὴν ἀπεκλύσατο ποτίμῳ λόγῳ:>

ἐπὶ τῶν ἀπό τινος φαύλου εἰς καλόν τι μετακλινάντων.

15

<Ἀληλεσμένος βίος καὶ μεμαγμένος:> ἐπὶ τῶν

ἐν ἀφθονίᾳ τῶν ἐπιτηδείων ὄντων, ἢ ἐπὶ τοῦ προχείρου

καὶ ἑτοίμου. ὁμοία τῇ· <Ἄσπαρτα καὶ ἀνήροτα.

16

Ἄλλην δρῦν βαλάνιζε:> ἐπὶ τῶν ἐνδελεχῶς αἰτούν-

των τι, ἢ παρὰ τῶν αὐτῶν ἀεὶ δανειζομένων· οἱ παλαιοὶ

γὰρ βαλάνοις ἔζων. πρὸς οὖν τοὺς περισκοποῦντας δρῦς,

εἴτε πλήρεις εἶεν εἴτε κενὲ, <Ἄλλην δρῦν βαλάνιζε,>

ἔλεγον.

17

<Ἀλώπηξ δωροδοκεῖται:> ἐπὶ τῶν ῥᾳδίως δώροις ἁλι-

σκομένων. Κρατῖνος Νόμοις·

<Ὑμῶν εἰς μέσον ἕκαστος ἀλώπηξ δωροδο-

κεῖται.

Ἀλώπηξ οὐ δωροδοκεῖται:> ἐπὶ τῶν μὴ ῥᾳδίως δώροις

πειθομένων⁝ <Τοὺς χερσαίους> ἐχίνους καταγωνίσασθαι

θέλουσαν τὴν ἀλώπεκα, ἀνείργουσιν αὐτῶν τὰ κέντρα, ἡ δὲ

ἡσύχως καὶ πεφεισμένως τοῦ ἑαυτῆς στόματος ἀνατρέπει

αὐτοὺς καὶ κλίνει ὑπτίους, ἀνασχίσασά τε ἐσθίει ῥᾳδίως.

τὰ δὲ μικρὰ ἰχθύδια διαθηρῶσι πάνυ σοφῶς. παρὰ τὴν

ὄχθην τοῦ ποταμοῦ ἔρχονται καὶ τὴν οὐρὰν καθιᾶσιν εἰς

τὸ ὕδωρ· τὰ δὲ προσνέοντα ἐνίσχεταί τε καὶ ἐμπλάσσεται

τῷ δάσει τῶν τριχῶν· αἱ δὲ ἐνισχόμεναι τοῦ μὲν ὕδατος

ἀναχωροῦσιν, ἐλθοῦσαι δὲ εἰς τὰ ξηρὰ χωρία διασείουσι τὰς

οὐρὰς καὶ ἐκπίπτει τὰ ἰχθύδια καὶ ἐκεῖναι δεῖπνον ἁβρό-

τατον ἔχουσι. πεῖραν δὲ ποιεῖται τοῦ μὴ σφαλεροῦ τόπου

οὕτως· παραβάλλει τὸ οὖς ἐπὶ τῷ κρυστάλλῳ, κἂν μὲν

αἴσθηται μὴ ὑπηχοῦν κάτω τὸ ῥεῦμα, μηδὲ ὑποψοφοῦν

ἡσυχῆ εἰς βάθος, ἡ δὲ ὡς ἑστῶτι τῷ κρυστάλλῳ θαρσεῖ· εἰ

δὲ μὴ, οὐκ ἂν ἐπιβαίη.

18

<Ἅλμη οὐκ ἔστιν ἐν αὐτῷ:> ἐπὶ τοῦ ἀηδοῦς καὶ

ἀναρτύτου.

19

<Ἀλιτήριος εἶ:> ἐπὶ τοῦ μετὰ βίας τι ποιοῦντος ἀπὸ

σιτοδείας. λιμὸς κατέλαβέ ποτε τοὺς Ἀθηναίους. ἥρπαζον

οὖν τινες ἀλούμενα τὰ ἄλευρα. ἀπὸ γοῦν ἐκείνων κατα-

χρηστικῶς τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. ὁ δὲ λιμὸς

ἐγένετο ἀπὸ τοῦ Αἰτωλικοῦ πολέμου.

20

<Ἀλκυονίτιδας ἡμέρας ἄγεις:> ἐπὶ τῶν ἀταράχων

καὶ ἀνεπηρεάστων. περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμω-

νίδης γὰρ ἐν Πεντάθλοις ἕνδεκά φησιν αὐτὰς καὶ Ἀριστο-

τέλης ἐν τοῖς περὶ ζῴων· Δημαγόρας ἑπτά· Φιλόχορος ἐν-

νέα. τὸν δὲ ἐπ' αὐταῖς μῦθον Ἡγήσανδρος ἐν τοῖς περὶ

Ὑπομνημάτων λέγει οὕτως· Ἀλκυονέως τοῦ Γίγαντος θυ-

γατέρες ἦσαν Φωσθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππη, Πα-

λήνη, Δριμώ, Ἀστερίη· αὐταὶ μετὰ τὴν τοῦ πατρὸς τελευ-

τὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Παλήνης, ἔῤῥι-

ψαν αὑτὰς εἰς τὴν θάλασσαν· Ἀμφιτρίτη δ' αὐτὰς ὄρνι-

θας ἐποίησε· καὶ ἀπὸ τοῦ πατρὸς Ἀλκυόνες ἐκλήθησαν·

αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι, Ἀλκυονίδες

καλοῦνται.

21

<Ἀλώπηξ τὸν βοῦν ἐλαύνει:> τάττεται ἐπὶ τῶν

μὴ κατὰ λόγον ἀποβαινόντων· ἢ ἐπὶ δολερῶν καὶ μικρῶν,

ὅμως δὲ μεγάλα καταγωνιζομένων, ἄφρονας⁝ <Αἱ ἀλώ-

πεκες> ὅταν θεάσωνται σφηκιὰν εὐθετουμένην, αὗται μὲν

ἀποστρέφονται τὸν χηραμὸν ἐκνεύουσαι καὶ τὰς ἐκ τῶν

κέντρων τρώσεις φυλαττόμεναι· καθιᾶσι δὲ τὴν οὐρὰν δα-

συτάτην τε οὖσαν καὶ μηκίστην τὴν αὐτὴν καὶ διασείουσαν

τοὺς σφῆκας· οἱ δὲ προσέρχονται τῷ τῶν τριχῶν δάσει.

ὅταν δὲ ἀναπλασθῶσιν αὐτῷ, προσαράττουσι τὴν οὐρὰν ἢ

δένδρῳ ἢ τοίχῳ ἢ αἱμασιᾷ· παιόμενοι δὲ οἱ σφῆκες ἀπο-

θνήσκουσιν· εἶτα ἦλθον ἐπὶ τὸν τόπον, καὶ τοὺς λοιποὺς

προσαναλέξασαι καὶ ἀποκτείνασαι κατὰ τοὺς πρώτους, ὅταν

ἐννοήσωσι λοιπὸν εἰρήνην εἶναι καὶ ἀπὸ τῶν κέντρων ἐλευ-

θερίαν, καθῆκαν τὸ στόμα καὶ τὰ σφηκία ἐσθίουσι, μήτε

θορυβούμενα μήτε τὰ κέντρα ὑφορώμενα⁝ Ἡ <δὲ θα-

λασσία> ἀλώπηξ δι' ἀκρασίαν τοῦ δελέατος οὐκ ἀπέχεται,

καταφρονεῖ δὲ τοῦ ἀγκίστρου καὶ ἁλοῦσα ἀνέθορε καὶ ἀπέ-

κειρε τὴν ὁρμήν⁝ Ὁ <δὲ καλούμενος> χηναλώπηξ, ἔχει

μὲν τὸ εἶδος τὸ τοῦ χηνός, πανουργίᾳ δὲ δικαιότατα ἀν-

τικρίνοιτο τῇ ἀλώπεκι· καὶ ἔστι μὲν χηνὸς βραχύτερος,

ἀνδρειότερος δὲ καὶ χωρεῖν ὁμόσε δεινός. ἀμύνεται γοῦν

καὶ ἀετὸν καὶ αἴλουρον⁝ <Οἱ δὲ χῆνες> διαμείβοντες τὸν

Ταῦρον τὸ ὄρος δεδοίκασι τοὺς ἀετούς, καὶ ἕκαστός τε αὐ-

τῶν λίθον ἐνδακόντες, ἵνα μὴ κρώζωσιν, ὥσπερ οὖν ἐμ-

βαλόντες σφίσι στόμιον, διαπέτονται σιωπῶντες, καὶ τοὺς

ἀετοὺς τὰ πολλὰ ταύτῃ διαλανθάνουσι. θερμότατός τε ἄρα

ὢν καὶ τὴν φύσιν διαπυρώτατος ὁ χὴν φιλόλουτρός ἐστι

καὶ νήξεσι χαίρει καὶ τροφαῖς μάλιστα ταῖς ὑγροτάταις.

εἰ δὲ καὶ ἐξαυαίνοιτο ὑπὸ λιμοῦ, δάφνης φύλλον οὐκ ἂν

φάγοι οὐδ' ἂν σπάσαι ῥοδάφνης· οἶδε γὰρ ὅτι τεθνήξεται

τούτων τινὸς ἐμφαγών.

22

<Ἁλιεὺς πληγεὶς νοῦν οἴσει:> ἐπὶ τῶν μετὰ πεῖραν

εἰς γνῶσιν ἐλθόντων. ὥσπερ καὶ ὁ πληγεὶς ἁλιεὺς εὐκόλως

μετὰ τὴν τρῶσιν τοὺς ἰχθύας μεταχειρίζεται.

23

<Ἁλμυρὸν γειτόνημα ἔμβλεπε πόῤῥω:> δηλοῖ δὲ,

ὅτι κακόν ἐστι τὸ γειτόνημα τῆς θαλάσσης ἔχειν ἢ χρῆ-

σθαι. αὕτη ὁμοία ἐστὶ τῇ· <Ἐὰν δύνῃ ὁδεῦσαι,> μὴ

<πλεύσῃς.> Ἁλμυρὸν δὲ γειτόνημα λέγεται ἡ θάλασσα.

ἔστι δὲ ἡ λέξις Πλατωνική· ἐχρήσατο δὲ ταύτῃ καὶ Ἀλ-

κμὰν ὁ λυρικός.

24

<Ἄλλοι μὲν σπείρουσι, ἄλλοι δ' ἀμήσονται:>

ἐπὶ τῶν τὰ ἀλλότρια ἐσθιόντων.

25

<Ἄλλοτε μητρυιὴ πέλει ἡμέρα, ἄλλοτε μήτηρ:>

ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ἄλλοτε δὲ δυσημερούντων.

26

<Ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων:> ἐκ τοῦ τρα-

γῳδοῦ, καὶ σαφής.

27

<Ἁλώνητον ἀνδράποδον:> τὸ εὐτελὲς καὶ πρὸς ἅλας

ὠνηθέν. ὅθεν καὶ Μένανδρος·

<Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ὠνημένος.

28

Ἁλῶν μέδιμνον ἀποφαγών:> ἐπὶ τῶν ἀχαρίστων.

29

<Ἄλλοι κάμον, ἄλλοι δ' ὤναντο:> ἐπὶ τῶν παρ'

ἐλπίδα τὰ τῶν ἄλλων κληρονομούντων.

30

<Ἀλωπελίζειν πρὸς ἑτέραν ἀλώπεκα:> ἐπὶ τῶν

ἐξαπατᾷν βουλομένων τοὺς ὁμοίους.

31

<Ἄλλως ᾄδεις:> ἐπὶ τῶν μάτην πονούντων.

32

<Ἄλλο γλαῦξ, ἄλλο κορώνη φθέγγεται:> ἐπὶ τῶν

ἀλλήλοις ἀσυμφωνούντων καὶ ἐριζόντων τοῖς κρείττοσιν.

33

<Ἄλλην μὲν ἐξηντλοῦμεν, ἥδ' ἐπιῤῥέει:> ἐπὶ

τῶν μάτην πονούντων.

34

<Ἁλσὶ διασμηχθεὶς ὄναιτ' ἂν οὑτοσίν:> ἐπὶ τῶν

παραπαιόντων. φησὶν οὖν οὐ τὰ τυχόντα οὗτος ὠφεληθή-

σεται διαβρεχθεὶς ἁλσίν· ὡς ἐπὶ ἀσκοῦ τὸν λόγον ποιού-

μενος, οἵτινες σμηχόμενοι ἁλσὶ βελτίονες γίνονται. ἅμα

δὲ καὶ παραφρονοῦντας ὑπὸ μέθης βρέχομεν ἐλαίῳ καὶ

ἁλσὶ καὶ ὠφελοῦνται. ἢ ὡς παχύδερμον αὐτὸν χλευάζει. τὰ

γὰρ παχέα ὑπὸ πιμελῆς τῶν δερμάτων ἁλσὶ μαλαττόμενα

εὐρύτερα γίνεται· ὄναιτ' ἂν οὖν, φησίν, ἀποβαλὼν τὴν

παχύτητα· τὴν ἀρχὴν δέ φασιν εἰρῆσθαι τὴν παροιμίαν

ἀπὸ τῶν κεραμείων, ὅσοις ἅλες βάλλονται ὑπὸ τοῦ μὴ

ἐξίστασθαι τὸν οἶνον εὐχερῶς.

35

<Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος υἱός:>

ἐπὶ τῶν ἐχόντων τοὺς λόγους ἀσυμφώνους τοῖς ἔργοις.

36

<Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γομφίοι:>

ἐπὶ τῶν λάλων καὶ φάγων.

37

<Ἀλλότριον ἀμᾷς θέρος.

38

Ἀλκήστιδος ἀνδρεία:> ἐπὶ τῶν καρτερῶν. Καί·

<Ἀλκήστιδος ἀναβίωσις:> ἐπὶ τῶν ἀδυνάτων καὶ ἀπί-

στων⁝ <Λέγεται γὰρ> μῦθος τραγικώδης, ὡς δὴ μέλλον-

τος Ἀδμήτου θανεῖν αὕτη εἵλετο ὑπὲρ αὐτοῦ θάνατον,

καὶ Ἡρακλῆς αὐτὴν διὰ τὴν εὐσέβειαν ἀφελόμενος καὶ

ἀναγαγὼν αὐτὴν ἐκ τοῦ Ἅιδου ἀπέδωκεν Ἀδμήτῳ· ἐμοὶ

δὲ δοκεῖ μηδένα ἀποθανόντα δύνασθαί τινα ἀναβιῶσαι.

ἀλλ' ἐγένετό τι τοιοῦτον. ἐπειδὴ Πελίαν ἀπέκτειναν αἱ

θυγατέρες, καὶ Ἄκαστος ὁ Πελίου ἐδίωκεν αὐτάς, οὐ λαμ-

βάνει μέν, Ἄλκηστις δὲ καταφεύγει εἰς Φερὰς πρὸς Ἄ-

δμητον ἀνεψιὸν αὐτῆς· καὶ καθεζόμενος ἐπὶ τῆς ἑστίας

οὐκ ἐβούλετο Ἄδμητος Ἀκάστῳ ἔκδοτον ἐξαιτουμένῳ δοῦ-

ναι. ὁ δὲ πολλὴν στρατιὰν παρακαταθίσας ἐπὶ τὴν πόλιν

ἐπυρπόλει αὐτούς. ἐπεξιὼν δὲ ὁ Ἄδμητος ἔχων καὶ λοχα-

γοὺς νύκτωρ συνελήφθη ζῶν· ἠπείλει δὲ Ἄκαστος ἀποκτεῖ-

ναι αὐτόν. πυθομένη δὲ ἡ Ἄλκηστις ὅτι μέλλει ἀναιρεῖ-

σθαι Ἄδμητος δι' αὐτήν, ἐξελθοῦσα ἑαυτὴν παρέδωκε. τὸν

οὖν Ἄδμητον ἀφίησιν ὁ Ἄκαστος, ἐκείνην δὲ συλλαμβά-

νει. ἔλεγον οὖν οἱ ἄνθρωποι, ἀνδρεία γε ἡ Ἄλκηστις, ἑκοῦσα

ὑπεραπέθανεν Ἀδμήτου. Τοιοῦτο μέντοι οὐκ ἐγένετο, ὡς

ὁ μῦθος φησί. κατὰ γοῦν τὸν καιρὸν τοῦτον Ἡρακλῆς

ἧκεν ἄγων ἔκ τινος τόπου τὰς Διομήδους ἵππους. τοῦτον

ἐκεῖσε πορευόμενον ἐξένισεν Ἄδμητος. ὀδυρομένου δὲ Ἀδμή-

του τὴν συμφορὰν τῆς Ἀλκήστιδος ἀνακτησάμενος Ἡρα-

κλῆς ἐπιτίθεται τῷ Ἀκάστῳ καὶ τὴν στρατιὰν αὐτοῦ δια-

φθείρει, καὶ τὰ μὲν λάφυρα τῇ αὑτοῦ στρατιᾷ διανέμει,

τὴν δὲ Ἄλκηστιν τῷ Ἀδμήτῳ παραδίδωσιν. ἔλεγον οὖν οἱ

ἄνθρωποι, ὡς ἐντυχὼν Ἡρακλῆς ἐκ τοῦ θανάτου ἐρύσατο

τὴν Ἄλκηστιν. τούτων γενομένων ὁ…

39

<Ἄλλ…

The complete text is available when the reading interface loads.