The Greek Library Author

Anonymous

Onomasticon tacticon

Authority group
Suda (catalogue association; authorship remains anonymous)
Edition reference
Onomasticon tacticon, ed. Adler, vol. 4, LexGr 1.4 (1935) 855–864.
CTS identifier
urn:cts:greekLit:tlg9010.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

29

τοὺς πολεμίους συμ-

πλεκόμενοι τούτοις ἢ

σπάθαις ἢ πελέκεσιν

ἀπομαχόμενοι· οὕς

φασιν ἐλαφρούς.)

(τῆς ἱππικῆς δυνάμεως)

(κατάφρακτοι) (θυρεοφόροι)

(ἱππακοντισταί) (οἱ καὶ Ταραντῖνοι)

(ἐλαφροί) (ἱπποτοξόται.)◄

30

<Πύκνωσις> κατὰ παραστάτην καὶ ἐπιστάτην. τουτέστι πύκνωσις

κατὰ μῆκος καὶ βάθος. κατέχει δὲ ὁ πεπυκνωμένος ἀνὴρ πήχεις δύο,

ὁ δὲ ἁπλῶς τεταγμένος πήχεις δʹ.

31

<Συνασπισμός:> ὅταν ἕκαστος ἀνὴρ τῶν ἐν τῇ φάλαγγι κατέχῃ

πῆχυν ἕνα, τότε τοῦτο καλεῖται συνασπισμός.

32

<Πρόταξις ψιλῶν:> ὅτε τῶν ἄλλων οὗτοι ἐν πολέμῳ προτάττονται

ὑπόταξις δέ, ὅτε ὑποτάττονται. προσένταξις δέ, ὅτε καὶ ἐμπλεκόμενοι

τῇ φάλαγγι παρ' ἄνδρα τάττονται. λέγεται δὲ καὶ παρένταξις τοῦτο.

33

<Παρεμβολὴ> παρεντάξεως διαφέρει. παρεμβολὴ μὲν γάρ ἐστιν ἡ

τῶν ὁμοίων παρένθεσις, οἷον ὁπλιτῶν παρ' ὁπλίτας, ἢ ψιλῶν παρὰ

ψιλούς. παρένταξις δὲ ἡ τῶν ἀνομοίων, οἷον ὁπλιτῶν παρὰ ψιλούς,

ἢ ψιλῶν παρὰ ὁπλίτας.

34

<Ὀνομασίαι τῶν τάξεων τῶν ψιλῶν καὶ ποσότης αὐτῶν.>

λόχος ἀνδρῶν ηʹ. σύστασις, τέσσαρες λόχοι, ἀνδρῶν λβʹ. πεντηκοντ-

αρχία δύο συστάσεις, ἀνδρῶν ξδʹ. ἑκατονταρχία, δύο πεντηκονταρχίαι,

ἀνδρῶν ρκηʹ. ἑκάστη δὲ ἑκατονταρχία ἐκτάτους ἔχει εʹ· σημειοφόρον,

οὐραγόν, σαλπιγκτήν, ὑπηρέτην, στρατοκήρυκα. ψιλαγία, δύο ἑκατοντ-

αρχίαι, ἀνδρῶν σνϚʹ. ξεναγία, δύο ψιλαγίαι, ἀνδρῶν φιβʹ. σύστρεμμα

δύο ξεναγίαι, ἀνδρῶν ͵ακδʹ. ἐπιξεναγία, δύο συστρέμματα, ἀνδρῶν ͵βμηʹ.

στῖφος, δύο ἐπιξεναγίαι, ἀνδρῶν ͵δϞϚʹ. ἐπίταγμα, δύο στίφη, ἀνδρῶν

͵ηρϞβʹ. τούτου ἔκτατοι ἄνδρες ηʹ, ἐπιξέναγοι μὲν δʹ, συστρεμματάρχαι

δὲ οἱ λοιποί.

35

<Ἔμβολον:> παρατάξεως ὄνομα τοιᾶσδε. ἔστι δὲ τὸ ἥμισυ τοῦ

ῥόμβου ῥομβοειδὴς παράταξις. ὀνομάζεται καὶ σφηνοειδές.

36

►(<Ἐφίππων ὀνόματα.>)

(ἴλη) (ἱππέων ἐστὶν ξδʹ.)

(ἐπιλαρχία) (δύο ἴλαι, ἱππέων ρκηʹ.)

(Ταραντιναρχία) (δύο ἐπιλαρχίαι, ἱππέων σνϚʹ.)

(ἱππαρχία) (δύο Ταραντῖνοι, ἱππέων φιβʹ.)

(ἐφιππαρχία) (δύο ἱππαρχίαι, ἱππέων ͵ακδʹ.)

(τέλος) (δύο ἐφιππαρχίαι, ἱππέων ͵βμηʹ.)

(ἐπίταγμα) (δύο τέλη, ἱππέων ͵δϞϚʹ.)◄

37

<Κλίσις:> ἡ κατὰ ἄνδρα κίνησις. κλίσις ἐπὶ δόρυ ἐστὶν ἡ ἐπὶ τὰ

δεξιὰ κλίσις.

38

<Ἐπανάκλισις:> ἡ ἐπὶ τὰ ἀριστερὰ κλίσις. <Ἐπ' ἀσπίδα> κλίσις ἐστὶν

ἡ ἐπὶ τὰ ἀριστερὰ ὁμοίως.

39

<Μεταβολή> ἐστιν ἡ δὶς ἐπὶ τὸ αὐτὸ γινομένη κλίσις κατὰ νώτου

τὰς τῶν ὁπλιτῶν ὄψεις μετατιθεῖσα· ἧς δύο διαφοραί, ἡ μὲν ἀπὸ τῶν

πολεμίων, ἣν καὶ ἐπ' οὐρὰν ὀνομάζουσιν, ἡ δὲ ἐπὶ τοὺς πολεμίους,

ἀπ' οὐρᾶς καλουμένη. ἔνιοι δὲ οὕτως καὶ αὐτὴν ὑπογράφουσι· μετα-

βολή ἐστι μετάληψις τῆς προϋπαρχούσης ἐπιφανείας εἰς τὴν κατ'

οὐρὰν ἐπιφάνειαν, ἢ ἀπὸ ταύτης ἐπὶ τὴν ἐναντίαν. καὶ ἡ μὲν ἀπὸ

τῶν πολεμίων μεταβολὴ δὶς ἐπὶ δόρυ κλινάντων γίνεται, ἡ δὲ ἐπὶ

τοὺς πολεμίους δὶς ἐπ' ἀσπίδα.

40

<Ἐπιστροφή> ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ

παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπ'

ἀσπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγ-

ματος περιενεχθέντος καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν,

ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε παραστατῶν

καὶ τῶν ἐπιστατῶν.

41

<Ἀναστροφή> ἐστιν ἡ ἀποκατάστασις τῆς ἐπιστροφῆς εἰς τὴν προ-

τέραν χώραν.

42

<Περισπασμὸς> δέ ἐστιν ἐκ δυοῖν ἐπιστροφῶν τοῦ τάγματος

κίνησις, ὥστε μεταλαμβάνειν τὸν ὀπίσω τόπον. ἐκπερισπασμὸς δέ ἐστιν,

ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ τάγματος κίνησις· ὥστε μεταλαμβάνειν,

ἐὰν μὲν ἐπὶ δόρυ γίνηται, τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν· ἐὰν δὲ ἐπ'

ἀσπίδα, τὴν ἐκ δεξιῶν.

43

<Εἰς ὀρθὸν> δέ ἐστιν ἀποδοῦναι τὸ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκατα-

στῆσαι ἄνδρα ἕκαστον· ὥστε, εἰ ἐπὶ δόρυ κλίνειν ἐκ τῶν πολεμίων

κελεύοιντο, εἶτα αὖθις εἰς ὀρθὸν ἀποδοῦναι δεήσει, ἐπὶ τοὺς πολεμίους

πάλιν τρέπεσθαι. καλεῖ δὲ τοῦτο καὶ ἐπ' ὀρθὸν ἀποκαταστῆσαι.

44

<Ἐξελιγμῶν> διτταί εἰσιν ἰδέαι, ἡ μὲν κατὰ λόχους, ἡ δὲ κατὰ

ζυγά. εἴδη δὲ ἀνὰ ἑκατέρου αὐτῶν τρία· καλεῖται γὰρ ὁ μὲν Μακε-

δών, ὁ δὲ Λάκων, ὁ δὲ Χόριος· ὃν καὶ Κρητικὸν καὶ Περσικὸν καλοῦσι.

Μακεδὼν ἐξελιγμός ἐστιν ὁ κατὰ λόχους, ὁ μεταλαμβάνων τῆς φά-

λαγγος τὸν ἔμπροσθεν τόπον· ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας,

τὴν ὄπισθεν. Λάκων δὲ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω

τόπον· ὁμοίως δὲ καὶ ἀντὶ τῆς ἔμπροσθεν ἐπιφανείας τὸν ὄπισθεν.

Χόριος δὲ ὁ τὸν αὐτὸν ἐπέχων τόπον τῆς φάλαγγος τῶν κατὰ μέρος

ὁπλιτῶν ἀνθ' ὧν προκατεῖχον τόπων ἑτέρους μεταλαμβανόντων, τοῦ

μὲν λοχαγοῦ τὸν τοῦ οὐραγοῦ, τοῦ δὲ οὐραγοῦ τὸν τοῦ λοχαγοῦ,

ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἔμπροσθεν ἐπιφανείας, τὴν ὄπισθεν. οἱ

δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίνονται, ἐπειδὰν ἀπὸ τῶν ἀποτομῶν βου-

ληθῇ τις τὰ κέρατα καθιστάνειν, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων,

χάριν τοῦ τὰ μέσα ἰσχυροποιεῖσθαι. καὶ ὁμοίως τὰ δεξιὰ ἐν τοῖς

εὐωνύμοις, καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς.

45

<Διπλασιάσαι> διχῶς λέγεται. ἢ γὰρ τὸν τόπον, ἐν ᾧ ἡ φάλαγξ,

μένοντος τοῦ πλήθους τῶν ἀνδρῶν· ἢ ἀριθμὸν αὐτῶν. γίνεται δὲ

ἑκάτερον διχῶς, ἢ κατὰ λόχον ἢ κατὰ ζυγά. ταὐτὸν δ' εἰπεῖν κατὰ

μῆκος καὶ κατὰ βάθος. κατὰ μῆκος μὲν οὖν γίνεται διπλασιασμὸς

ἀνδρῶν, ὅταν μεταξὺ τῶν προϋπαρχόντων λόχων παρεμβάλωμεν ἢ

παρεμπλέκωμεν ἄλλους αὐτοῖς ἀριθμούς, τὸ μῆκος φυλάττοντες τὸ

αὐτὸ τῆς φάλαγγος, ὥστε πύκνωσιν γενέσθαι μόνην ἐκ τῆς τῶν ἀνδρῶν

διπλασιάσεως. κατὰ βάθος δέ, ὅταν μεταξὺ τῶν προϋπαρχόντων ζυγῶν

παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλα αὐτοῖς ἰσάριθμα· ὥστε κατὰ

βάθος πύκνωσιν εἶναι μόνην. κατὰ μῆκος δὲ τόπου γίνεται διπλα-

σιασμός, ὅταν τὴν προειρημένην κατὰ μῆκος πύκνωσιν μανότητι μετα-

τάττωμεν ἢ οἱ παρεντεθέντες ἐξελίσωσι κατὰ μῆκος. κατὰ βάθος δὲ

γίνεται τόπου διπλασιασμός, ὅταν τὴν προειρημένην κατὰ βάθος πύκ-

νωσιν μανότητι μετατάττωμεν ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ

βάθος. ἔνιοι δὲ τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκιμάζουσι, καὶ

μάλιστα ἐγγὺς ὄντων τῶν πολεμίων· ἐφ' ἑκάτερα δὲ τῶν κεράτων

τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐπεκτείνοντες τὴν ὄψιν τοῦ διπλασιασ-

μοῦ χωρὶς ταραχῆς τῆς φάλαγγος ἀποδιδόασιν.

46

<Πλαγία> λέγεται φάλαγξ ἥτις ἔχει τὸ μῆκος τοῦ βάθους πολ-

λαπλάσιον. ὀρθία δὲ λέγεται, ὅταν ἐπὶ κέρατος πορεύηται, πολλα-

πλάσιον ἔχουσα τὸ βάθος τοῦ μήκους. καθόλου δὲ παρὰ μῆκος μὲν

λέγεται πᾶν τάγμα, ὃ ἂν τὸ μῆκος ἔχῃ πλέον τοῦ βάθους. ὄρθιον

δέ, ὃ ἂν τὸ βάθος τοῦ μήκους.

47

<Λοξὴ> δὲ λέγεται φάλαγξ ἡ τὸ μὲν ἕτερον κέρας, ὁπότερον ἂν

προῄρηται, πλησίον τῶν πολεμίων ἔχουσα καὶ ἐν αὐτῷ τὸν ἀγῶνα

ποιουμένη, τὸ δὲ ἕτερον ἐν ἀποστάσει δι' ὑποστολῆς ἔχουσα· δεξιὰ

μὲν ἡ τὸ δεξιὸν προβεβλημένη, λαιὰ δὲ ἡ τὸ λαιόν.

48

<Παρεμβολὴ> δὲ λέγεται, ἐπειδὰν προτεταγμένων τινῶν εἰς τὰ

μεταξὺ διαστήματα ἐκ τῶν ἐπιτεταγμένων καθιστῶνται αὐτοῖς ἐπ'

εὐθείας.

49

<Πρόσταξις> δέ, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ

θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι,

κατευθὺ τοῦ μετώπου τῆς τάξεως.

50

<Ἔνταξις> δέ, ἐπειδάν τις προαιρῆται τοὺς ψιλοὺς εἰς τὰ διαστή-

ματα τῆς φάλαγγος ἐντάσσειν, ἄνδρα παρ' ἄνδρα. ἔνιοι δὲ τοῦτο καὶ

παρένταξιν ὀνομάζουσιν.

51

<Ἐπαγωγὴ> δὲ λέγεται, ὅταν τάγμα τάγματι ὑποτάσσηται, οἷον

τετραρχίας ἡγουμένης αἱ λοιπαὶ τετραρχίαι ὑποτάσσωνται, ἢ ξεναγίας

ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἐπακολουθῶσι, καὶ καθόλου, ὅταν

σύνταγμα συντάγματι ἐν πορείᾳ ἕπηται, ὥστε τοῖς τοῦ προηγου-

μένου συντάγματος οὐραγοῖς τοὺς τοῦ ἑξῆς συντάγματος ἡγεμόνας

συνάπτειν.

52

<Παραγωγὴ> λέγεται, ὅταν ἡ φάλαγξ πορεύηται, τοὺς ἡγεμόνας

ἐκ τῶν εὐωνύμων ἔχουσα ἢ ἐκ τῶν δεξιῶν. κἂν μὲν ἐκ τῶν δεξιῶν

μερῶν ἔχῃ τοὺς ἡγεμόνας, εὐώνυμος παραγωγὴ λέγεται· ἐὰν δὲ ἐκ

τῶν εὐωνύμων, δεξιὰ παραγωγή. εἴτε δὲ ἡ πορεία ἐν ἐπαγωγῇ γί-

νεται εἴτε ἐν παραγωγῇ, ἐν μονοπλεύρῳ ἢ διπλεύρῳ ἢ τριπλεύρῳ ἢ

τετραπλεύρῳ τάγματι βαδιεῖ. μονοπλεύρῳ μέν, ὅταν μοναχόθεν φο-

βηθῇ· διπλεύρῳ δέ, ὅταν διχόθεν· τριπλεύρῳ δέ, ὅταν τριχόθεν· καὶ

τετραπλεύρῳ, ὅταν πανταχόθεν οἱ πολέμιοι ἐπιτίθεσθαι ὑφορῶνται.

53

<Ἀμφίστομος> φάλαγξ καλεῖται ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις

ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι.

54

<Διφαλαγγία> δὲ ἀμφίστομος, ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας

ἔχει ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους, οὓς μὲν

ἐν δεξιᾷ παραγωγῇ, οὓς δὲ ἐν εὐωνύμοις· τοὺς δὲ οὐραγοὺς ἔσω

τεταγμένους.

55

<Ἀντίστομος> διφαλαγγία, ἣ τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγ-

μένους, τοὺς δὲ οὐραγοὺς ἔξω ἔχουσα ἐξ ἑκατέρων τῶν μερῶν ἐν

παραγωγαῖς τεταγμένους.

56

<Ἑτερόστομος> φάλαγξ καλεῖται, ἥτις ἂν πορεύηται τὸ μὲν

ἡγούμενον ἥμισυ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ, τουτέστι τοὺς ἡγε-

μόνας ἐξ εὐωνύμου, τοῦ δὲ λοιποῦ ἡμίσεως τοὺς ἡγεμόνας ἐν δεξιᾷ

παραγωγῇ.

57

<Ὁμοιόστομος> ἐν πορείᾳ διφαλαγγία ἐστίν, ἥτις τοὺς ἡγεμόνας

ἑκατέρας τῆς φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους, οἷον

ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων ἑκατέρας φάλαγγος.

58

<Ἔμβολον> δὲ καλεῖται, ὅταν ἡ ἀμφίστομος διφαλαγγία τὰ μὲν

ἡγούμενα κέρατα ἀλλήλοις συνάψῃ, τὰ δὲ ἑπόμενα διαστήσῃ.

59

<Κοιλέμβολον> δὲ καλεῖται, ἐπειδὰν ἡ ἀντίστομος διφαλαγγία τὰ

μὲν ἑπόμενα κέρατα συνάψῃ, τὰ δὲ ἡγούμενα διαστήσῃ.

60

<Πλαίσιον> ὀνομάζεται, ὁπόταν πρὸς πάσας τὰς πλευρὰς παρα-

τάξηταί τις ἐν ἑτερομήκει σχήματι.

61

<Πλινθία> δὲ ἢ πλινθίον λέγεται, ὅταν ἐν τετραγώνῳ σχήματι

ταὐτὸ τοῦτο πράξῃ, ὅπερ Ξενοφῶν ὁ τοῦ Γρύλλου διπλάσιον ἰσό-

πλευρον καλεῖ.

62

<Πεπλεγμένη> φάλαγξ ἐστίν, ἥτις τοῖς ὑποπίπτουσι τόποις ἀναγ-

καζομένη ἐξομοιοῦσθαι τερηδόνος λόγον ἐπέχει· ξιφοειδὴς ἡ φάλαγξ

ὅλη γίνεται καὶ πολυειδὴς τῇ τάξει.

63

<Ἐπικαμπὴς> δέ, ἐπὰν τὰ μέσα τοῖς πολεμίοις προσπίπτῃ, τὰ δὲ

κέρατα ἐκ τῶν ὀπίσω μερῶν ὄρθια ὑφ' ἑαυτὴν ἔχει τεταγμένα.

64

<Ἐσπαρμένη> δέ, ὅταν εἰς ὄγκους πλείονας διαλύηται ταγ-

μάτων.

65

<Κυρτὴ> δὲ καὶ κοίλη καὶ ἐπικάμπιος λέγεται εἰς τοὐπίσω τε καὶ

πρόσω ἡ τὸ στόμα κοῖλον ἔχουσα ἢ κυρτὸν ἢ ἐπικαμπές· καὶ τοῦτο,

ὡς εἴρηται, ἢ εἰς τοὐπίσω ἢ εἰς τὸ πρόσω. ὥστε τὰ εἴδη αὐτῆς

γίνεσθαι ἕξ, ἑκάστης τῶν τριῶν ἢ εἰς τοὐπίσω σχηματιζομένης ἢ εἰς

τὸ πρόσω.

66

<Ὑπερφαλάγγισις> λέγεται, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς

φάλαγγος ὑπερέχωμεν τῶν πολεμίων.

67

<Ὑπερκέρωσις> δέ, ὅταν ἐκ τοῦ ἑτέρου μέρους μόνον ὑπερέ-

χωμεν τῶν πολεμίων.

68

<Λεπτυσμός> ἐστιν, ὅταν τὸ βάθος τῆς φάλαγγος συναιρῆται, καὶ

ἀντὶ δεκαὲξ τυχὸν ἀνδρῶν ἐλάττους γίνωνται.