Vita Nicephori
- Authority group
- Ignatius Diaconus Hagiogr. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Vita Nicephori, ed. C. de Boor, Nicephori archiepiscopi Constantinopolitani opuscula historica, Leipzig: Teubner, 1880: 139–217.
- CTS identifier
urn:cts:greekLit:tlg9012.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
139
{ΒΙΟΣ
τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν
ΝΙΚΗΦΟΡΟΥ
ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ νέας Ῥώμης
συγγραφεὶς ὑπὸ ΙΓΝΑΤΙΟΥ διακόνου καὶ σκευοφύλακος
τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τῆς ἁγίας Σοφίας.}
Εἰ μέν, ὦ ἄνδρες, μὴ δακρύων πρὸς συντριμμὸν καρ-
δίας ἐκάλει καιρὸς καὶ λύπης ὠδὶς τὰ τῆς ψυχῆς κατέτρυ-
χεν αἰσθητήρια, τάχα διὰ λείας ὁδοῦ καὶ κατὰ ῥοῦν ὁ λόγος
φερόμενος τὸ ἑαυτοῦ, καὶ εἰ κατόπιν τοῦ προκειμένου, ὅση
δύναμις ἀπεπλήρωσε πρόθυμον. νυνὶ δὲ ὑπὸ τοιούτοις ἀπαρ-
αίτητα τυραννούμενος πάθεσιν, οἷα ναρκήσας εἰς εὐφη-
μίαν τὴν γλῶτταν καθεῖναι, τὴν μονῳδίαν προείλετο καὶ
πρὸς τὴν τῶν ἐπαίνων ἀπαγορεύσας ἐπίδοσιν ὅλος τῆς κατ-
ηφείας ἐγένετο. καὶ τίς ἄρα, ὦ φιλότης, ἀπέκρουσε; τίς
ἡ τὴν κατήφειαν μαιευσαμένη ὑπόθεσις, καὶ τὸν σάλον καὶ
σκότον τοῖς λογισμοῖς ἐνεισκρίνασα πρόφασις; θεοφόρου πα-
τρός, ὦ τὰν, ἀποδημία καὶ στέρησις, ἡ τοῦ παμφαοῦς
φωσφόρου τῆς ἐκκλησίας ἀπόσβεσις, ἡ τοῦ κήρυκος τῆς μό-
νης πρὸς θεὸν λατρείας ἀπότευξις, ἡ τῆς μεγαλοφώνου πρὸς
τὴν ἀληθῆ πίστιν διεγειρούσης σάλπιγγος σιγή, ἡ τοῦ πολυ-
τίμου θησαυροῦ τῆς ἀΰλου διδασκαλίας ἀποκρυβή, ἡ τῶν
ὑποπτέρων χειλέων πρὸς θήραν τῆς κουφώδους καὶ ἀνε-
140
μιαίας ἀπιστίας κατάπαυσις, ὁ τῆς νίκης ὄντως (εἰ καὶ τῷ
θανάτῳ, ἅτε ἄνθρωπος, ἡττήθη) φερώνυμος. τοῦτο τὴν
γλῶσσαν ναρκᾷν πρὸς εὐφημίαν ἠκόνησε, τοῦτο τῷ λόγῳ
τὴν ἀφασίαν ἐκίνησε, τοῦτο πρὸς τὸ τῆς μονῳδίας ἀτόπημα
τὸν λογισμὸν ἐξεκύλισε. διὰ τοῦτο (εἰ μὴ τῶν ἀγνωμόνων
ἐδεδίειν τὸ ἔγκλημα, πατρὸς ἀποιχομένου παῖδα σιγᾷν προαι-
ρούμενον, καὶ παραπέμπειν οὕτω μέγα θαῦμα μηδαμῶς τῷ
μοδίῳ τῆς λήθης κρυβῆναι δυνάμενον) ἔπεισα ἂν ἐμαυτὸν τῷ
τῆς ἀμαθίας νέφει ἐγκαλυπτόμενον καὶ τῇ θυέλλῃ τῆς ἁμαρ-
τίας ὡς ὁ παλαιὸς ἐκεῖνος λαὸς ἀνειργόμενον, μὴ προσβῆναι
τῷ ὄρει τῶν ἀρετῶν τοῦ ἀνδρὸς μηδὲ θιγεῖν τι αὐτοῦ τῷ
ἀναξίῳ τοῦ ἐγχειρήματος, θηριώδης τῇ τόλμῃ δεικνύμενος
καὶ λίθοις ἢ βολίσι καταλευστούμενος ἢ βαλλόμενος. ὅμως
δ' οὖν τὸ τῆς προαιρέσεως εὐτελὲς ἐνδεικνύμενος καὶ τὴν
καρδίαν ἐντὸς ὑπὸ τοῦ πόθου φλεγόμενος καὶ τὸ κατὰ δύ-
ναμιν φίλον ὂν θεῷ παιδευόμενος, ἑαυτὸν, ὡς οἷόν τε, εἰς
τὸν τῶν ἐγκωμίων βυθὸν τοῦ πανευφήμου καθῆκα πατρός.
ἀλλά μοι εἴη διὰ τῶν ὑμετέρων πρὸς τὸ κρεῖττον ἐντεύξεων
τὸν κεκρυμμένον ἐν αὐτῷ μαργαρίτην ἑλεῖν καὶ ἀκινδύνῳ
νοῒ ἀνανήξασθαι καὶ πλοῦτον τοῖς ποθοῦσιν ἡμῖν ἀπεμπο-
λῆσαι ἀκήρατον. ἀδικοίην γὰρ ἑαυτὸν, εἰ παρ' αὐτοῦ τὴν
ἀφορμὴν τοῦ λέγειν δρεψάμενος μὴ τὴν ἐκ λόγων ἀντί-
δοσιν εἰσενέγκοιμι.
Δεῦρο δὴ οὖν, τὸν θρῆνον ἀφέντες τῷ λόγῳ προσίωμεν
καὶ τὰ τῷ θεοφόρῳ βεβιωμένα ὥσπερ τινὰ κοινὸν ἀρετῆς
πίνακα τοῖς φιλοκάλοις προθήσωμεν. πᾶσι γὰρ ἔσται πρὸς
ἡδονῆς καὶ ὠφελείας, οἷς ἐν ἔρωτι τὸ ἀγαθὸν διεσπού-
δασται καὶ τὰ τῆς ἀκραιφνοῦς πίστεως στέργεται δόγματα,
τὸ ἰσχυρὸν τῆς ἀληθείας καταφανὲς προδεικνύντα καὶ τὰ
νεῦρα τῶν οὐκ ὀρθῶς πρὸς ταύτην ὁρώντων ἐκκόπτοντα.
περιέξει γὰρ καὶ ἀμηγέπη μεμνήσεται οὐ μόνον ὅσα ἐν
ἤθεσι καὶ τρόποις αὐτῷ σεμνοτέροις κατώρθωται, ἀλλὰ καὶ
ὅσα ὑπὲρ αὐτῆς ἀληθείας μέχρις αἵματος κατηγώνισται. πάν-
141
τας δὲ τοὺς τῆς ὀρθοδοξίας τροφίμους εἰς ἀκρόασιν ἔχειν
ἐθέλω καὶ ἥδομαι καὶ οὓς ἡ ἐκκλησία τὴν ἑαυτῆς θηλήν, τὴν
διδασκαλίαν, φημί, τῶν κρειττόνων γυμνώσασα τῆς πνευ-
ματικῆς καὶ τελείας τροφῆς πρὸς διάκρισιν τοῦ καλοῦ τε
καὶ χείρονος ἐνεφόρησεν. ἐκείνους δὲ διωθοῦμαι καὶ ἀπο-
πέμπομαι, ὅσοι δόξῃ μοχθηρᾷ προκατειλημμένοι ἀπεναντίας
τῷ πατρὶ παρεφρόνησαν, ὥσπερ ἀμέλει τὸν θεμέλιον τῆς
ἐκκλησίας τηνάλλως παρασαλεύειν πειρώμενοι, καὶ, προ-
φητικῶς εἰπεῖν, τὴν ἑαυτῶν ἐλπίδα τῷ ψεύδει πιστεύσαν-
τες· οὐδὲ γὰρ περὶ αὐτὸν πονηρῶς διακείμενοι καὶ πᾶν ὅ τι
οὖν κατ' αὐτοῦ δεινὸν μελετήσαντες, τοῖς εἰς αὐτὸν ἐπαί-
νοις ἡσθεῖεν ἂν ἢ συγκατάθοιντο πώποτε. βδέλυγμα γὰρ
ἁμαρτωλοῖς, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ, θεοσέ-
βεια. ταῖς γὰρ ἄρκυσι τῶν ἀφύκτων λόγων αὐτοῦ ἀεὶ πιε-
ζόμενοι καὶ τῷ λαβυρίνθῳ τῶν ἐλέγχων ἀδιεξίτητα περι-
θέοντες, ὑπ' ἀπορίας ὠθούμενοι πρὸς κακουργίας ἐτράποντο,
καὶ κυνῶν ἐνεῶν δίκην τοῦ ἁγίου καθυλακτεῖν οὐχ ὑφίεν-
ται. ἄτεγκτον γὰρ καὶ ἀνένδοτον αἱρετικὴ μοχθηρία, κἂν
μυριάκις τοῖς ἐλέγχοις καταποθῇ, τοσαυτάκις ἀναισχυντεῖ.
Τοιγαροῦν τούτων ὁ λόγος ἐκκλίνων τὸ δύσαντες τῆς
εὐθείας ἔχεται τρίβου, φέρων εἰς μέσον τὸν εὐφημούμενον.
τὸ μὲν δὴ γένος καὶ περιφάνειαν βίου, πατρίδα τε καὶ
περιουσίαν, καὶ οἷς οἱ τῶν ἔξωθεν νόμοι ποιεῖσθαι τοὺς
λόγους ὁρίζουσι, θαυμάζειν τε καὶ καθιστορεῖν τοῦ μηδε-
μίαν περὶ ταῦτα σχολὴν ἔχειν θελήσαντος, μόνοις δὲ τοῖς
τῆς εὐσεβείας σεμνολογήμασιν ἑαυτὸν ὡς τὸ εἰκὸς ὡραΐ-
σαντος, οὐκ εὐαγὲς οὐδὲ ὅσιον οἶμαι τοῖς ἀρετὴν ἐπαινεῖν
ᾑρημένοις ἐπιεικῶς καταφαίνεται. σοφιστικῆς γὰρ ἐρεσχελίας
κανόσιν οὐχ ἕπεται ὁ διὰ τῶν ἔργων κανὼν καὶ γνώμων
τῶν ἀρετῶν γνωρισθεὶς ἀπαρέγκλητος. ἀλλ' ἐπειδὴ καὶ τὸ
εἰδέναι τούτου τῆς ἐπιγείου πατρίδος τὴν εὔκλειαν τῶν τε
φυσάντων τὴν κατὰ θεὸν εὐδοκίμησιν ὁδὸς εἰς θυμηδίαν
καθέστηκε φέρουσα, καὶ τὸ τῆς ὑποθέσεως πρόσωπον τίθησι
142
τηλαυγές, καθά πού τις τῶν λυρικῶν διηγόρευσε· φέρε τῆς
ἐκ τοῦ γένους τοῦ ἀνδρὸς σκιαγραφίας καὶ τῶν τῆς ὕλης
τοῦ βίου προχαραγμάτων ὅλον ὑμῖν τὸν ἀνδριάντα οὐράνιον
καὶ πνευματικὸν διαγράψωμεν.
Τοῦτον μὲν οὖν ἡ πρώτη καὶ βασιλὶς τῶν πόλεων πό-
λις ἠνέγκατο ὑπὸ θεοσεβέσιν ὄντως γεννήτορσιν, ὥς τινα
ζωτικὸν σπινθῆρα ἐξ αὐτῶν σπαργάνων τὸν κόσμον πυρ-
σεύοντα καὶ τῆς ὅσον οὔπω διαρθείσης αἱρετικῆς φλογὸς
τὴν δυσσέβειαν σβέσοντα· γεννήτορσιν, οἷς καὶ ἡ κλῆσις τὸ
φερωνύμοις εἶναι μαρτύρεται. Θεοδώρῳ γὰρ Εὐδοκία πρὸς
γαμικὴν συνάφειαν ὁμιλήσασα τὸν ἀληθῶς εὐδόκιμον καὶ
θεοδώρητον Νικηφόρον ἐβλάστησε καὶ ὡς οὐράνιον τοῦτον
φυτὸν διεδένδρωσεν· ὧν ὁ μὲν τοσοῦτον ἐν εὐσεβείᾳ τὸ ἐπί-
σημον ἔσχε καὶ γνώριμον, ὡς ὑπὲρ ἀληθείας ἑλέσθαι κιν-
δύνους καὶ ὑπερορίας καὶ μάστιγας. οἶμαι δὲ προφητεία
τις ἦν τῆς εἰς τὸν παῖδα μελλούσης ἐκβάσεως καὶ οἷον προ-
χαρακτὴρ καὶ εἰκόνισμα ἐφ' ὁμοίῳ μέν, οὐ κατὰ ταὐτὸν δὲ
παῖδά τε καὶ γενέτην διακινδυνεύειν φρονήματι.
Ἔλαχε γὰρ αὐτὸν κατ' ἐκεῖνο καιροῦ Κωνσταντίνῳ τῆς
βασιλείου ἀρχῆς ἐπειλημμένῳ τοὺς οἴακας τὴν τοῦ ὑπο-
γραφέως ἀποπληροῦν χρείαν καὶ τοῖς βασιλείοις μυστηρίοις
ὑπηρετεῖσθαι, ὃς δὴ τῷ ἀκραιφνεστάτῳ φωτὶ τῆς πρὸς θεὸν
ὀρθῆς ὁμολογίας καὶ πίστεως ὡς ἄλλος Ἀβραὰμ ὁ πατριάρ-
χης κοσμούμενος πρὸς τὸν ταύτην τυραννοῦντα πικρῶς δια-
βάλλεται, ὡς Χριστὸν ἐν εἰκόνι καὶ τὴν αὐτοῦ μητέρα τὴν
ἄχραντον καὶ πάντας τοὺς ἁγίους σεβάζεται. ὁ δὲ οἷα τῆς
ἀληθείας ἐχθρὸς τῷ παραλόγῳ τῆς ἀκοῆς ἐξογκωθεὶς τὴν
διάνοιαν παρέσεσθαι τοῦτον ὡς αὐτὸν 〈κελεύει〉 καὶ περὶ
τῶν ἠκουσμένων ὡς τάχιστα διευθύνεσθαι. καὶ ὃς παρῆν
ὡς εἰς εὐωχίαν, οὐ δίκην καλούμενος, καὶ τὴν ἀκοὴν ἐδείκνυ
ἐξ ἅπαντος ἀληθεύουσαν. καὶ ἐπειδὴ βασιλεῖ τὰ περὶ αὐτὸν
143
κατάφωρα γέγονε καὶ ἡ τοῦ ἀνδρὸς ἀνένδοτος ἔνστασις τὴν
ἐκείνου ὑποσμύχουσα ἐξῆπτε κακόνοιαν, ἀπειλαῖς ἀδοκήτοις
καὶ μάστιξιν ὡς κατάκριτος ὑπεβάλλετο· ὡς δὲ μὴ καταμαλα-
κισθέντα ταῖς αἰκίαις ὁ δικάζων ὑπέβλεπε, καθῄρει τῆς περι-
κειμένης χλαίνης καὶ ἀξίας καὶ ὑπερορίᾳ ἐπιεικῶς χαλεπῇ
κατεδίκαζε.
Καὶ εἶτα χρόνου τινὸς διιππεύσαντος ἐκ Πημολίσσης
μετάπεμπτον ἄγει (τοῦτο γὰρ ἦν κατακριθεὶς πρὸς φυγα-
δείαν τὸ φρούριον) καὶ τῶν βασιλείων εἴσω γενέσθαι προσ-
έταττε τεθαρρηκώς, ὡς ἐγᾦμαι, τῇ τῆς κακώσεως αὐστηρίᾳ
μεταμαθεῖν, ὡς ἐκεῖνος τὸ ἀγαθὸν ὑπετόπαζεν. ἐνέτυχε δὲ
ὄντως ἀδάμαντος πρὸς ἀντιτυπίαν στερρότερον καὶ τῶν ἀπει-
λῶν ἑαυτοῦ καὶ τοῦ θράσους ἀνώτερον καὶ πρὸς ἑτέρας,
εἰ τύχοι, δεινοτέρας ἐπινοίας ἑτοιμότερον. ταῦτα γὰρ προ-
τροπάδην ἐδίωκεν καὶ διὰ τῶν στιγμάτων Χριστοῦ ἑαυτὸν
καλλωπίζειν ἐβούλετο, ἢ τῆς ἐκκλησιαστικῆς θεσμοθεσίας δια-
μαρτήσεσθαι, τῆς Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν ἀπο-
στολικῷ καὶ πατρικῷ ἔθει κατὰ τὸ ἀνθρώπινον ἀναστηλοῦ-
σθαι καὶ προσκυνεῖσθαι δικαιωσάσης εὐκαιρότατα. ὡς δὲ
στόματι τὴν σωτηρίαν ὁ ἅγιος ὡμολόγησε καὶ εἰς ἀντίπαλον
μοῖραν ἑαυτὸν τοῦ τυραννοῦντος ἀπέκρινε, πρὸς ἑτέρας ἐκίνει
τοῦτον βασάνων ἰδέας, ὧν τὴν πληγὴν ὑποίσας ὡς μάλιστα
καρτερώτατα κατὰ τὴν Βιθυνίδα ὑπ' αὐτοῦ ἐξοστρακίζεται
Νίκαιαν, ἐν ᾗ τὸ τοῦ βίου ἐπίλοιπον θεοσεβῶς ἐμπολιτευ-
σάμενος καὶ πᾶσι τύπον δοὺς τῆς περὶ τὴν ἀληθῆ πίστιν
ἐνστάσεως, πρὸς τὴν ἐκεῖσε λῆξιν καὶ μακραίωνα μετετάξατο
βίωσιν, τὰ γέρα τῶν πονηθέντων ἐν τῇ τῶν βεβιωμένων
διαγνώσει ληψόμενος.
Ἡ δὲ νόμῳ θείῳ τούτῳ προσομιλήσασα σύνευνος, ἅτε
φιλόθεος ἀποδειχθεῖσα καὶ φίλανδρος, ἐν πᾶσι τῷ συζύγῳ
συνείπετο, ἐν κινδύνοις, ἐν ὑπερορίαις, ἐν θλίψεσιν, ἐν
144
τοῖς τῆς δικαιοσύνης, κατὰ τὸν θεῖον ἀπόστολον, δεξιοῖς καὶ
ἀριστεροῖς, λυπηροῖς τε, φημί, καὶ τοῖς ἥδουσιν. ξυνωρὶς
γὰρ ὄντες πρὸς τὰ κρείττω ἑαυτοὺς παραθήγοντες, οὐχ ἧττον
τῷ πνεύματι συνεκράθησαν ἢ τὰ σώματα. αὕτη μετὰ τὴν
τοῦ συνοίκου μακαρίαν τελείωσιν ἐφ' ἱκανὸν χρόνον τῷ παιδὶ
συμβιώσασα, ἄρτι τότε τῆς ἐγκυκλίου παιδείας ἐφαπτομένῳ
καὶ τὴν διὰ χειρῶν καὶ μέλανος τέχνην πονουμένῳ. ᾑρέθη
γὰρ ὑπογραφεὺς τοῖς τῶν κρατούντων μυστηρίοις ὑπηρετού-
μενος, οὕτω γὰρ παρὰ τῇ Αὐσονίδι διαλέκτῳ τὸ Ἀσηκρήτης
ὄνομα, ὁ ἐπὶ τῶν μυστηρίων μεθερμηνεύεσθαι βούλεται. ἀλλὰ
μὴν καὶ ἐν τῇ τῆς ἀρχιερωσύνης λυχνίᾳ τὸν ἑαυτῆς δᾳδοῦ-
χον φωστῆρα ἐπιτεθέντα, καὶ φῶς ταῖς τρίβοις ἡμῶν ἀει-
φανὲς ἀναλάμψαντα τεθέαται καὶ τῆς γονεῦσιν ὀφειλομένης
παρ' αὐτοῦ μετὰ θεὸν τιμῆς ἕως γήρως καὶ πρεσβείου ὡς
τὸ εἰκὸς ἐναπέλαυσεν. ἥτις τὸ μὴ βέβαιον τοῦ βίου ὡς
ἀραχνίων νημάτων ἡγησαμένη μηρύματα, ἐπὶ τὸ τῆς ἀσκη-
τικῆς παλαίστρας ἑαυτὴν ἐκδέδωκε στάδιον, κατὰ τοῦ ἀντ-
αγωνιστοῦ κονισαμένη καὶ τοῦτον ἡττήσασα καὶ τοῦ ἐπαγγέλ-
ματος τὸν δρόμον ἀξίως τελέσασα τὸν τῆς ἀθανασίας διὰ
θανάτου ἀνεδήσατο στέφανον, ἐκεῖ μετὰ τῶν ἐν τῷ νυμφῶνι
παρθένων χορεύουσα καὶ τὴν ἑαυτῆς λαμπάδα τηροῦσα τῷ
ἐλαίῳ τῆς εὐποιΐας ἀκοίμητον. ὢ παιδὸς τοιαύτης πατέρων
εὐτυχήσαντος εὐσεβοῦς ἀναρρήσεως. ὢ πατέρων τοιούτου παι-
δὸς εὐμοιρησάντων εἰς ἀρετὴν ἐπιτεύξεως.
Ἀλλ' ὁ περὶ μὲν τῶν φυσάντων τὸν δίκαιον λόγος κατὰ
πολὺ τῆς ἐκείνων ἀξίας ἡττώμενος ἐνταῦθα μεινάτω. αὐτὸς
δ' ὅπως ἐπὶ τῷ τῆς ἀρετῆς θεμελίῳ ἑαυτὸν ἐπῳκοδόμησε
καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ, προφητικῶς εἰπεῖν, διέθετο
ὑπολείπεται λέγειν, εἰ καὶ ὁ λόγος ἰλιγγιᾷ τὸ παρ' ἀξίαν
εἰπεῖν ὑφορώμενος καὶ τὸ κατ' ἀξίαν ὅ γε δίκαιος ἀκροατὴς
ἀπαιτεῖν οὐ βουλόμενος. οὐκοῦν διὰ μικρᾶς τινος καὶ λεπτῆς
145
ὁδοῦ τὸ τῆς ἀπορίας δαψιλὲς ἐπαγόμενος πειράσομαι πρὸς
ἕν τι τῶν αὐτῷ κατωρθωμένων διαβλέψαι καὶ ἐκ μέρους
ὅλον ὑμῖν γνωρίσαι ὡς ἐξ ὀνύχων τὸν λέοντα.
Εἶχε μὲν οὖν αὐτὸν βασιλεύς τε καὶ ἡ τῶν βασιλείων
αὐλὴ οἷά τινα θείαν περιστολὴν καὶ κλέος, λόγον ἐπίσημον,
ἢ τὸν Παιανιέα ῥήτορα Φίλιππος. οὐ γὰρ στωμύλος τις ἦν
τὸν θῶπα λόγον ὑποκρινόμενος, ὡς ἂν τὸ πρὸς χάριν λέ-
γων θηρῷτο τὸν ἔπαινον· λόγῳ δὲ κατὰ λόγον κινουμένῳ
τὸν λόγον προυβάλλετο, οὐκ ἐν κομψείᾳ λέξεων τὸν ἀκροα-
τὴν ἐφηδύνοντα, τῷ ἀφελεῖ δὲ καὶ ἀνειμένῳ ἐπινοοῦντα
τρανῶς τὴν ὠφέλειαν. οὗτος ἐπειδή τι μέρος τῶν περὶ τὴν
ὑγιᾶ πίστιν ναυαγίῳ περιπεσὸν 〈εἶδεν〉 ἐκ τῶν κατ' ἐκεῖνο
καιροῦ τὰ τῆς Ῥωμαϊκῆς ἀρχῆς οἰακιζόντων βασίλεια, ὅσον
ἐφ' ἑαυτῷ τὴν ζάλην ἔστησε. τὴν γὰρ ἀνέκαθεν ἐξ ἀπο-
στολικῆς καὶ πατρικῆς θεσμοθεσίας τῇ ἀμωμήτῳ ἐκκλησίᾳ
παράδοσιν, φημὶ δὴ τῶν ἱερῶν εἰκόνων τύπωσιν καὶ προσ-
κύνησιν, περιελεῖν βρενθυόμενοι καὶ ὥσπερ ἀμέλει δεδοι-
κότες βλέπειν Χριστὸν σωματικοῖς χαρακτηρίζεσθαι ἰδιώμασι,
συῶν δίκην ὁμόσε κατὰ τῆς αὐτῆς εὐπρεπείας ἐχώρησαν.
πᾶσαν θεανδρικὴν ἀναστήλωσιν τοῦ τὰς ἀσθενείας ἡμῶν διὰ
σαρκὸς ἀνατλάντος Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τῆς
τε παναμώμου αὐτοῦ μητρὸς καὶ τῶν ἀπ' αἰῶνος αὐτῷ εὐ-
αρεστησάντων ἁγίων σωματικὰ ἀπομιμήματα χράναντες, τοπι-
κὴν ἐπισκόπων ἀποσπάδα, τἀληθὲς φάναι Φαρισαϊκὸν συν-
έδριον, ἐν τῇ τῶν πόλεων βασιλίδι συλλέξαι ᾠήθησαν. ἐκεῖνο
γὰρ κατὰ Χριστοῦ μανὲν θεοκτονίας ἠνέγκατο ἔγκλημα· οὗτοι
δὲ κατὰ τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ ὀφθαλμῷ διαστρόφῳ
προσβλέψαντες χριστομαχίας ἀξίωμα προεκτήσαντο, μηδὲν ἐξ
ἀκολούθου τοῦ τῆς θείας γραφῆς προγράμματος συνειλη-
χότες δικαίωμα, πατρικῶν δὲ λογίων τῶν κατὰ τῶν εἰδώλων
ἀγορευόντων ἀποκνίσαντες ἀνοήτως ῥησείδια, καὶ τὸ ζητού-
146
μενον αὐτοῖς ὑποκλέψαντες ὁρισμῷ ἀτελεῖ καὶ τὰ τῶν πατέ-
ρων γραφικῶς μεταίροντες ὅρια, τῆς ἑαυτῶν βδελυρίας τὸ
φρόνημα διεχάραξαν.
Ἀλλ' ἐπειδὴ ἡ τῆς ἄνω ῥοπῆς μισοπόνηρος δίκη τοὺς
κατὰ τῆς ἐκκλησίας λυττήσαντας, μᾶλλον δὲ κατὰ τῆς σεπτῆς
ὁμολογίας ἡμῶν πονηρίαν καττύσαντας καὶ τοῦ βίου πέπαυκε
καὶ τῆς ἀξίας, καὶ ἡ τῆς εἰρήνης ἐπώνυμος ἅμα τῷ υἱεῖ
Κωνσταντίνῳ ἅτε κλῆρον πατρῷον τὸ τῆς βασιλείας ἐκ θεοῦ
σκῆπτρον κομίζεται· Εἰρήνη, τὸ κραταιόφρον ἐκεῖνο καὶ φιλό-
θεον γύναιον· εἴπερ γυναῖκα θέμις καλεῖν τὴν καὶ ἀνδρῶν
τῷ εὐσεβεῖ διενεγκοῦσαν φρονήματι, δι' ἧς θεὸς τὴν τότε
τῇ ἐκκλησίᾳ παρερπύσασαν ὄφεως δίκην σκολιωτάτην διχό-
νοιαν πρὸς ὀρθοτομίαν οἴκτῳ φιλανθρωπίας συνήλασεν. αὕτη
τοιγαροῦν ὁμήγυριν ἱερῶν ἀνδρῶν ἐκ τῶν τῆς οἰκουμένης
τερμάτων συναγηγέρθαι ἐν τῇ κατὰ Νίκαιαν τῆς Βιθυνίας
μητροπόλει ἐπ' ἀναιρέσει τῆς λοιμώδους ταύτης νόσου θεσπί-
σασα, θεοῦ λοιπὸν ἐπαμύνοντος ἐτέλει τὸ βούλημα. ἧς ἡγεῖτο
μὲν Ταράσιος ὁ τῆς βασιλίδος ἱερώτατος πρόεδρος, Ἀδριανοῦ
τε τοῦ τῆς πρεσβυτέρας Ῥώμης, καὶ Πολιτιανοῦ τοῦ τῆς
Ἀλεξανδρείας, Θεοδωρήτου 〈τε τοῦ τῆς〉 Ἀντιοχείας, καὶ Ἡλία
τοῦ τῆς Αἰλίας ὑπῆρχον τοποτηρηταὶ ὁσιώτατοι. τούτοις δὴ
τοῖς προκρίτοις ἐξάρχουσι καὶ Νικηφόρος ὑπὲρ πολλοὺς συν-
ηλικιώτας συνοδοιπορεῖν προτετίμητο, τὸ κατὰ τὴν ἱερὰν
ἐκείνην σύνοδον ἐγχειρισθεὶς βασιλικὸν ἐπιφώνημα, δι' οὗ
τὸ εἰλικρινὲς τῆς πίστεως πᾶσιν ἐπικηρυκευσάμενος καὶ ὡς
ἐξ ἀπόπτου περιωπῆς τὴν τῶν σεπτῶν εἰκόνων ἐπιβοήσας
καὶ τρανώσας ἀρχαϊκὴν ἱερογραφίαν τε καὶ προσκύνησιν,
συγκάθεδρος τῷ ἱερῷ συλλόγῳ καὶ πρὸ τῆς ἱερᾶς ἀμπεχό-
νης γεγένηται. οὗτος ὁ περὶ τὴν εἰς θεὸν εὐσέβειαν ἀγὼν
τῷ μακαρίῳ διήνυσται· τοῦτο πρῶτον ἆθλον καὶ στέφος αὐτῷ
ἀναφαίρετον, πολλῷ τῶν ἐξ ἐρίου καὶ κοτίνου καὶ σελίνου
147
καὶ οἷς γεραίρειν οἱ παλαιοὶ τοὺς ἐκπαλαίοντας ᾤοντο, τιμαλ-
φέστερον.
Καὶ ἐπεὶ δὲ τὸ πατρικὸν ἐκεῖνο καὶ θεόλεκτον σύστημα,
ταῖς τοῦ θείου πνεύματος ἐμπνευσθὲν αὔραις, ἐπὶ λιμένα
ὀρθοδοξίας τὸ τῆς ὁμολογίας διεσώσατο σκάφος, καὶ ὁ τῆς
ἐκκλησίας αὖθις ταῖς ἱεροτυπίαις χιτὼν ἐποικίλλετο, καὶ ἡ
τῆς αἱρέσεως ὠδὶς νεκρὰν ἐξέρρηξε τὴν ἀπότεξιν, τότε δὴ
καὶ ὁ μέγας Νικηφόρος, τὰ νίκης ἐπιφερόμενος σήμαντρα,
κατὰ τῶν τῆς πίστεως ἀντιπάλων τορόν τι καὶ ἐνυάλιον
ἀνεκρούετο μέλος, Χριστὸν εἶναι πιστούμενος ἀπερίγραπτον
μὲν κατὰ τὸ τῆς θεότητος ἁπλοῦν καὶ ἀνέπαφον, περιγρα-
πτὸν δὲ καὶ γραπτὸν κατὰ τὸ τῆς ἀνθρωπότητος ἁπτόν τε
καὶ σύνθετον, οἷς τὸ εἰκονίζεσθαι ἀραρότως ἐπακολουθήσοι,
ὡς ἂν τῆς φαντασιώδους τῶν τὰ Μάνεντος πρεσβευόντων
ἀποπηδήσαιμεν ὀνειρώξεως. ταῦτα λέγων καὶ οὕτω φρονῶν
διετέλει ἐν τῇ μυστικῇ τῶν κρατούντων, ὡς εἴρηται, ὑπη-
ρεσίᾳ στρεφόμενος καὶ τοῖς δημοσίοις ἐπιζυγούμενος πράγμασιν.
Ἀλλ' ἐπειδὴ μυστικωτέραν τὴν ἑαυτῷ προσέχειν καὶ
μόνῳ θεῷ προσανέχειν κελεύουσαν ἐντολὴν ἐξηπίστατο (οὕτω
γὰρ τῶν ὑλικῶν ἔστι χωρίζεσθαι καὶ πρὸς θεὸν ἤδη φέρε-
σθαι), ἐπὶ τὸ τῆς ἐρωμένης ἡσυχίας μονότροπον ὑποκλέπτειν
ἑαυτὸν διεσπούδαζεν, ἀντιβολῶν καὶ πάντα τρόπον ἱκεσίας
ἐπινοῶν, ὡς ἂν τοὺς πρὸς τὴν περιφορὰν τοῦ βίου ἀνθέλ-
κοντας πείσειεν ἀνεῖναι τοῦ βουλήματος ἔχεσθαι. καὶ μέντοι
καὶ ἔπεισεν, καὶ ὅσον οὐκ ἀπετετέλεστο τῶν βεβουλημένων
ἀπώνατο. ὅθεν τῆς ὀχληρᾶς ἀγορᾶς καὶ τῶν ἐν μέσῳ στρο-
βούντων θορύβων μικρὰ φροντίσας, τήν τε τοῦ ἀξιώματος
δόξαν ἐρίῳ στέψας καὶ χαίρειν πᾶσιν ὑπειπὼν ὅσα πρὸς
βλακείαν καὶ θρύψιν ἐκκαλεῖται καὶ σωματικὴν ἡδυπάθειαν,
ἐπί τινα λοφιὰν ἀντικρὺ τοῦ Θρᾳκικοῦ Βοσπόρου μετανα-
στεύει οὐδὲν πλέον τῆς Ἡλιοῦ μηλωτῆς, τῆς ἀκτησίας φημί,
πρὸς τὸν ὅμοιον ἐπιφερόμενος Κάρμηλον· ἀκτησίαν, τὴν ὄν-
τως τὸ πρῶτον τεκταινομένην εἰς ἀρετὴν καταγώγιον, ἣν ὁ
148
κτησάμενος ἀφθαρτίζεται καὶ τὴν τῶν ἀγγέλων ἀσπάζεται
δίαιταν. ταύτην οὖν συνέμπορον ὁ μεγαλέμπορος οὗτος κτη-
σάμενος καὶ στέργων ἐκ πολλῶν, ἢ τῶν ἐκ Σουφεὶρ λίθων
καὶ Σηρῶν νημάτων ἕτεροι, ἐπὶ τὸν, ὡς εἴρηται, νέον Κάρ-
μηλον ἵετο· τραχύτητι μὲν καὶ δυσχωρίᾳ τὸ ἀκαλλὲς ἐνδει-
κνύμενον, τῷ ἀνάντει δὲ τῆς ἀκρωρείας πολλὴν πρὸς καρ-
πογονίαν ὑποφαίνοντα στείρωσιν, πολυδίψιόν τε καὶ ἄτεγκτον
καὶ εἰ μὴ φορητόν, αὐτῆς τῆς ἐκ νεφῶν ἐπιρροῆς διὰ τὸ
πρανὲς στερισκόμενον.
Καὶ τί δεῖ τὸ ἀντιτυπὲς τοῦ χώρου καὶ πρὸς θέσεως
εὐμοιρίαν ἀσύμφορον ἐπὶ πολὺ τῷ λόγῳ ἐνδαψιλεύεσθαι,
ἐνὸν ἐκεῖσε γενόμενον τὸν βουλόμενον πρὸ τοῦ λόγου τὰ
τοῦ τόπου γνωρίσαι καὶ τεκμήρασθαι, οἷος ἦν καὶ οἷος ἐκ
τούτου γεγένηται; ὡς γὰρ διεφθορὸς καὶ ῥακῶδες ἱμάτιον
ἀπεκδυσάμενος τὸ ἀγροικικὸν καὶ ἀνήμερον, καὶ τῷ γόνιμος
χρηματίσαι τὸ ἄκαρπον διωσάμενος, τό τε διψαλέον τῇ ἄνω-
θεν ἐπομβρίᾳ, διὰ σηράγγων ὑποτρεχόντων δεξαμενὰς ἐκ
δεξαμενῶν ἀλληλούχῳ δαψιλείᾳ πιαινόμενος, τῆς Ἀλκινόου
αὐλῆς καὶ τῆς χρυσῆς Ξέρξου πλατάνου τὸ τερπνὸν ὑπερ-
ήλατο, ὁπόσον μυθικῶν πλασμάτων σεμνότερόν ἐστιν ἀλή-
θεια. σηκοῖς τε μαρτύρων καθαγιασθεὶς τοῖς τούτων ἱεροῖς
ἐντελῶς διαποικιλθεῖσιν ἀθλήμασι τὸν τοῦ θεοῦ, κατὰ τὸ
λόγιον, ἐκμιμεῖται παράδεισον. τὸ γὰρ τῆς διαίτης διαρκὲς
καὶ πρὸς οἴκησιν ἀμφιδέξιον τίς οὐκ ἂν καὶ πρὸ τῆς πεί-
ρας ἀγάσαιτο; τοιγαροῦν σεμνεῖον ἱερῶν ἀνδρῶν τὸν χῶρον
διώρισε πρὸς ἄληκτον ὑμνολογίαν τοῦ κρείττονος, μεθ' ὧν
καὶ αὐτὸς ἀδιαστάτως νύκτωρ τε καὶ μεθ' ἡμέραν ταῖς εὐκτι-
καῖς ἱερολογίαις ἐγκαρτερῶν καὶ τῷ ἀρίστῳ μέτρῳ τῆς ἐγκρα-
τείας κατεντρυφῶν τῇ ἀναγνώσει τῶν θείων προσεῖχε καὶ
τοῖς μαθήμασι, τράπεζαν μὲν Συρακουσίαν καὶ μέχρις αὐτῆς
149
ἀκοῆς εἰσδέξασθαι παραιτούμενος, τῇ δὲ συγκρατούσῃ πρὸς
ζωὴν αὐταρκείᾳ τρεφόμενος.
Ἀλλ' ἐπειδὴ μαθημάτων ἐμνήσθην, οὐκ ἄχαρι οὔτε
μὴν παρέλκον ἡγοῦμαι καὶ τῆς περὶ ταῦτα τοῦ ἀνδρὸς ἐπι-
μνησθῆναι ἀκριβείας τε καὶ ἀκρότητος. πρὸς γὰρ τῇ τῶν
θείων λογίων μελέτῃ καὶ τὴν τῆς θύραθεν 〈παιδείας〉 εἰσ-
εποιήσατο μέθεξιν· τῇ μὲν τὸ ἐν διδαχαῖς καταπλουτίσαι
θέλων πειθήνιον, τῇ δὲ τὸ τῆς πλάνης διελέγχειν ἀπίθανον.
ὡς γὰρ ἀρετὴ νόμου δικαίου τε καὶ ἀδίκου κατάληψιν ἐπ-
αγγέλλεται, ἵνα τὴν ἀξίαν ἀντίδοσιν τοῖς ἐπαΐουσιν ὁπότερον
ταλαντεύσειεν, οὕτω καὶ τὸ τῆς παιδεύσεως ἐντελὲς ἑκατέρας
πρὸς διδασκαλίαν προσήκει φέρειν τὴν εἴδησιν. οὐχ ὅτι
παράλληλα τίθεμεν ἄμφω, μὴ γένοιτο· οὐ γὰρ ἐφάμιλλος
δεσποίνῃ θεράπαινα, οὐδὲ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παι-
δίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας, ἵνα καὶ τῶν πρὸς
Ἀβραὰμ λεχθέντων μνησθῶ. ὅσος γὰρ περί τε γραμματικὴν
ἦν καὶ τὰ μέρη ταύτης καὶ ὄργανα, ὑφ' ὧν τὸ τῆς γραφῆς
ὀρθὸν, καὶ μὴ, διακρίνεται καὶ ἡ Ἑλληνὶς γλῶσσα εὐθύ-
νεται καὶ ἡ τῶν μέτρων βάσις ῥυθμίζεται, καὶ αὐτοῖς γοῦν
τοῖς καὶ μετρίως τῆς τέχνης ἐπῃσθημένοις καθέστηκε γνώ-
ριμον. ὅσος τε περὶ τὴν τῶν ῥητόρων ἐφάνη πολύφθογγον
φόρμιγγα ἡδυεπὴς καὶ μειλίχιος οὐ χαλεπὸν συνιδεῖν· τὸ
γὰρ κατεγλωττισμένον ταύτης καὶ λάλον, καὶ ὅσον πρὸς σο-
φιστικὴν ἀπονεύει εἰκαιομυθίαν τε καὶ φληναφίαν παρωσά-
μενος, δι' εὐκρινείας τε καὶ καθαρότητος τὸ τῆς συνθήκης
ἡδὺ καὶ χαρίεν ἐπετήδευε.
Περί τε τὴν τῆς μαθηματικῆς τετρακτύος ἀνάληψιν,
ἥτις ἐκ πεπερασμένων συνεχῶν καὶ πεπερασμένων διωρισμέ-
νων τὴν σύστασιν εἴληφεν (ἢ γὰρ κινεῖται καὶ ποιεῖ τὴν
ἀστρονομίαν· ἢ ἀκίνητός ἐστι καὶ ποιεῖ τὴν γεωμετρίαν· ἢ
150
πάλιν ἐν σχέσει τυγχάνει καὶ ποιεῖ τὴν μουσικήν· ἢ ἄσχετός
ἐστι καὶ ποιεῖ τὴν ἀριθμητικήν), ἐπὶ τοσοῦτον οὗτος δι'
ἐπιμελείας ἀφίκετο, ὡς ἀντὶ πάντων ἕν, καὶ ἀντὶ ἑνὸς ἅπαντα
ἐξασκήσας ἐν πᾶσι τὸ πρωτεῖον πορίσασθαι. μουσικὴν δὲ
ἡρμόσατο λύραν οὐχ οἵαν Πυθαγόρας ὁ Σάμιος, οὐχ οἵαν
ὁ ἀπατηλὸς Ἀριστόξενος, μᾶλλον δὲ τὴν ἑκατονκαιπεντη-
κοντάχορδον· καὶ ταύτην κρούων ἀεὶ τῶν ὑπηκόων ποτὲ
Σαοὺλ τὴν νόσον ἀπήλασε, καὶ τὸν ὠμότατον τύραννον τῷ
τῆς κακοδοξίας καταγχόμενον πνεύματι καὶ ἀμεταμέλητα κατὰ
τῆς Χριστοῦ οἰκονομίας ἐμπαροινήσαντα, ᾠκειώσατο μέν, τῆς
δὲ τούτου λύμης τὸ ποίμνιον διεσώσατο.
Ταύταις ταῖς τέσσαρσι θεραπαινίσι τῆς ὄντως ἐπιστή-
μης προσομιλήσας σαφέστατα, ἐπὶ τὴν τούτων δέσποιναν,
τὴν φιλοσοφίαν φημί, καὶ τὰ ταύτης ἐξ ἑτοίμου ἐβάδισεν
ἀπλανῶς θεωρήματα. τίνες γὰρ ὅροι ταύτης καὶ πόσοι ἐπι-
εικῶς ἠκριβώσατο, καὶ τίς ἰδιότης αὐτῶν, ποῖος ὑπόκειται,
καὶ τί τὸ κατηγορούμενον, καὶ τοῦτο ἄρα κατὰ παντός, ἢ
οὐδενός, ἢ ἐν ὅλῳ, καὶ τὰ ὅμοια. τί ποτε δὲ τὰ στοιχεῖα
θέλει δηλοῦν παρ' αὐτοῖς, καὶ εἰ τῶν φυσικῶν ἢ γεωμε-
τρικῶν ταῦτα μόνων ὁμώνυμα· προτάσεις δὲ πόσαι, καὶ πῶς
ἀντιστρέφουσι· τίς ἀντιφάσεως δύναμις· τὰ προσκατηγορού-
μενα δὲ ποῖα, προσδιορισμοὶ δὲ τίνες, καὶ τίσιν ἀναλογεῖ
τὸ κατ' ἐκείνους ἀόριστον, τρόποι δὲ πόσοι τῶν συλλογι-
σμῶν· ὁποῖα καὶ πόσα τὰ σχήματα· ποῖος ὑποθετικὸς, ποῖος
δὲ κατηγορικὸς, καὶ τί διαφέρουσι· καὶ εἰ πάντας ἡ εἰς
ἀδύνατον ἀπαγωγὴ βεβαιοῖ· ὅπως δὲ καὶ ποσάκις ταῦτα
κεράννυται, πῶς συμπεραίνεται καὶ ἀναλύεται· τίς παραλο-
γισμοῦ σύνθεσις, τίς σοφιστικὸς καὶ πῶς ψευδής τε ἅμα
καὶ πιθανός· καὶ οἷος ὁ μονολήμματος· ὁ λεκτικὸς δὲ ὅπως
ἐνδεχόμενος συνάγει τὰ ἔνδοξα, καὶ τίς ἡ τούτων ἐπαγωγή·
ποίαν ἀνάγκην ἔσχεν ὁ ἀποδεικτικὸς ἐκ τῶν χειρόνων θη-
151
ρεύειν ἀλήθειαν· τὰ προβλήματα δὲ τούτων ὁποῖα, τὰ ἀξι-
ώματα, τὰ ὡς ἐν ἀξιώμασιν· ὕλην δὲ τίνα λαμβάνουσι, μίξεις
τε καὶ συμπλοκάς· τίνες τε πρῶται τῶν φυσικῶν ἀρχαὶ καὶ
πῶς ἀναπόδεικτοι· τίς ἡ στάσις, ἡ ταυτότης δὲ ποσαχῶς,
ἑτερότης δὲ ποῦ, καὶ πρὸς τί καὶ πῶς καὶ πότε· συνεχὴς
δὲ ἆρα τῶν ἀρχῶν ἡ πρόοδος, καὶ πρὸς τὸ συνεχὲς οὐχ
ὁρίζεται· τίς ὁ κινήσας ποιὸν ὀργανικὸν, τί τὸ γόνιμον, τὸ
προοδεῦσαν, καὶ ποιὸν ἐκπυρηνισθὲν, καὶ διὰ τίνος, καὶ
περὶ τί συννεύει κατὰ αἵρεσιν, κατὰ βίαν δὲ ἆρα· τί τὸ
συγκρατοῦν τὰς ποιότητας· ἐκ ποίας δὲ ταῦτά φασιν ἐκεῖνοι
στερήσεως, καὶ εἰ ἐκ τοῦ μηδαμῆ μηδαμῶς· καὶ ὅπως εἰς
γένεσιν καὶ οὐσίωσιν ἐξ ἐναντίων ἐλαύνεται, ὅπως δὲ πάλιν
τοῖς ἐναντίοις ἀφανίζεται καὶ συμφθείρεται.
Ταῦτα καὶ τὰ τοιαῦτα προσοχῇ νοὸς καὶ νήψει τελείᾳ
κατὰ τὸ δυνατὸν ἐξετάσας, καὶ τῆς τούτων ὠφελείας ἄκρῳ
δακτύλῳ γευσάμενος ἐφιλοσόφει σιγὴν πολυΰμνητον, καὶ πρὸς
οὐρανὸν ὑψοῦσαν ταπείνωσιν ἐπεδείκνυτο. τελεία γὰρ γνῶ-
σις ἀνδρός, τὸ τὴν τελείαν κατάληψιν εὐχαρίστως ἀποδιδό-
ναι τῷ κρείττονι, καὶ γινώσκειν, ὅτι μὴ τὰ ὄντα, ὡς αὐτὰ
κατ' οὐσίαν ἐστὶ, κατείληφεν. οὕτω φύσεως δυνάμει καὶ
γνώμης βουλήσει καὶ χάριτος ἐπινεύσει θείας ἐν περιλήψει
τῶν μαθημάτων γενόμενος πρὸς ἐπίβασιν τῶν θείων ἀρε-
τῶν οὐχ ἧττον ἠπείγετο. οὐ γὰρ ἔκρινε τὸ ἐν ἐκείνοις εὐ-
δόκιμον πρὸς ἀρετὴν αὐτῷ γενέσθαι ἐμπόδιον· ἀλλ' ὁδῷ
καταλλήλῳ καὶ τάξει χρησάμενος ταῖς ἐπ' ἄμφω προκοπαῖς
ἐπεκτείνετο, καὶ πρὸς τὴν ἑκατέρας ἔφθασε τελειότητα.
Σωφροσύνην μὲν τὴν τῆς φύσεως ἀντίφυτον δι' ὀλι-
γαρκείας καὶ ἐγκρατείας σύνοικον ποιησάμενος καὶ τὰ τῶν
ἐπ' ὀμφαλοῦ γαστρὸς ἐπιτιθεμένων ἀκαθέκτων παθῶν ἀπο-
λεπτύνων οἰδήματα, ἀοργησίαν δὲ τῇ ἐμφύτῳ πραότητι προσ-
κτησάμενος καὶ ὅλον ἑαυτὸν ἐμπαρέχων τοῖς πᾶσι μειλίχιον,
152
τὸ τῆς ὀργῆς εἰδεχθὲς ἀπερράπιζε πρόσωπον. ὁ γὰρ θυμὸς
οὐ κατὰ τὴν τοῦ ὄφεως ὁμοιότητα προσῆν αὐτῷ, κατὰ μό-
νου δὲ τοῦ τὴν πτῶσιν ἡμῖν προξενίσαντος δράκοντος ἐπε-
τείνετο. ἀφιλαργυρίαν δέ, τὴν πρὸς ἀϋλίαν τὸν ἄνθρωπον
ἐπαλείφουσαν, οὐκ ἐν πίθῳ κατὰ τὸν Κυνικὸν ἐκεῖνον φιλό-
σοφον ἐθησαύριζεν· τῇ δὲ πρὸς τοὺς πένητας ἀεννάῳ χορη-
γίᾳ διὰ παντὸς πλατυνόμενος χρημάτων κατεφρόνει καὶ
τὴν πρὸς αὐτὰ φέρουσαν ὁδὸν ἐξετρέπετο. τὸ γὰρ μή τι
ποιεῖν κατ' ἐπίδειξιν εὐκαίρως φιλοσοφήσας καὶ τὸ συνειδὸς
ἀθόλωτον ἐν τούτῳ κτησάμενος, οὐ μόνον τὴν δεξιὰν πρὸς
ἐλεημοσύνην καθώπλιζεν, ἀλλὰ καὶ τὴν ταύτης γνῶσιν τῇ
ἀριστερᾷ προσεθάρρησεν, ὡς εἰς παντελῆ ἀπάθειαν τοῦ ἀκο-
ρέστου τοῦδε φθάσαι νοσήματος.
Ὅθεν καὶ τοῦ μεγίστου πτωχείου τῶν κατὰ τὴν βασι-
λίδα ἐπιτροπεύειν προτροπῇ βιαίᾳ τῶν κρατούντων ἡ χάρις
ἠξίωσε, προευτρεπίζουσα τούτῳ, καί, ὡς ἔπος εἰπεῖν, ἐγχει-
ρίζουσα τῇ μερικῇ διεξαγωγῇ τὴν τῆς καθολικῆς ἐκκλησίας
κυβέρνησιν. ἀλλὰ μὲν ταῦτα καὶ περὶ τούτων καθιστορούν-
των ἕτεροι, οἷς ἐν ἔρωτι καὶ πόθῳ τὰ ἐκείνου μελίττης δί-
κην ὡς ἐκ πολυανθοῦς ῥοδωνιᾶς ἐρανίζεσθαι προτερήματα,
καὶ πρὸς κηρίου γλυκύτητα, ζήλου φημὶ θείου, τὴν τούτων
λογικῶς ἀποθησαυρίζειν ποιότητα. οἶμαι γὰρ ὡς οὐκ ἀπο-
ρήσει τις τῶν εἰς τοῦτο φερόντων, πολλῶν ὄντων καὶ με-
γάλων καὶ μὴ ἐώντων ἕτερον ἑτέρου προληφθῆναι διὰ τὸ
πάντα εἰσφέρεσθαι τὸ ἀκρότατον. ἡμεῖς δὲ τὸ τοῦ λόγου
προσκορὲς οἷα δὴ τὸν ἀκροατὴν πρὸς ἀηδίαν ἕλκον ἀφιέμε-
νοι, πρὸς τὰ ἑξῆς, ἢν διδῷ θεός, βαδιούμεθα.
Ἄρτι μὲν Ταράσιος ὁ τῆς ἐκκλησίας φωσφόρος ἀκοί-
μητος, ὁ τὴν ὁλκάδα καλῶς πηδαλιουχήσας τῆς πίστεως καὶ
ὑπερτέραν δείξας τοῦ τῆς αἱρέσεως κλύδωνος, καὶ τοῖς τῆς
ὀρθοδοξίας ἀγωγίμοις βριθομένην ἐλλιμενίσας ὡς ἄριστα, ἐκ
153
τῶν ἐπικήρων πρὸς τὴν ἀμείνω λῆξιν ἀπάρας, προσετέθη
τοῖς πατράσιν ὁ πατήρ, τοῖς πατριάρχαις ὁ ὑπὲρ ἀληθείας
τὴν πατριαρχίαν δεξάμενος, τοῖς ὁσίοις ὁ τὸ ὅσιον διὰ βίου
ὁσίως δεξιωσάμενος, τοῖς ἀληθέσι ποιμέσιν ὁ τὸν ἀρχιποί-
μενα Χριστὸν μιμησάμενος καὶ κατ' ὄνομα καλῶν καὶ γινώ-
σκων τὰ πρόβατα καὶ τῇ τῶν λόγων βακτηρίᾳ τοὺς λύκους
ἀποσοβῶν καὶ πρὸς τὰς ἐπαύλεις τῆς ὀρθῆς ὁμολογίας εἰσ-
ελαύνων καὶ πίστεως. οὗτος οὖν ἐκεῖνος ὁ αἰθέριος ἄνθρω-
πος, ὁ ἐν γῇ βιοὺς καὶ ἀγγέλων ἁμιλληθεὶς ὅση δύναμις,
σὺν τῇ ἀλήπτῳ ψυχῇ καὶ τὰς τῆς ἱερατείας ἡνίας χειρὶ
θεοῦ παραθέμενος, ἐλιπάρει διὰ καθαρᾶς, ὡς ἐγῷμαι, τὸ
θεῖον ἐντεύξεως, τὸν ἄξιον τῆς ἀρχιερωσύνης ἡγήσασθαι,
καὶ τῆς πλησίον Χριστοῦ ἐκκλησίας περιλάλητον ἀναδειχθή-
σεσθαι κήρυκα. πόνοις γὰρ πολλοῖς καὶ ἱδρῶσι τὴν ἐν
αὐτῇ φυεῖσαν τῆς αἱρέσεως ἄκανθαν προθέλυμνον ἐκτεμὼν
καὶ τὰ ἐν μέσῳ σκῶλα καὶ σκάνδαλα τῇ χειραγωγίᾳ τοῦ
πνεύματος ὑφελόμενος καὶ τῷ λογικῷ ἀρότρῳ νεώσας τὴν
τῆς πίστεως ἄρουραν, καὶ σπείρας οὐκ ἐφ' ὁδοῦ καὶ πέτρας
καὶ ἀκανθῶν τὰ τῆς Χριστοῦ οἰκονομίας θεοπαράδοτα σύμ-
βολα, ἀλλ' ἐπὶ γῆν ἀγαθήν τε καὶ γόνιμον, καί, οἵαν τὰ λόγιά
φασιν, ἑκατοστεύουσαν, τὸν ἀντιληψόμενον τῇ αὐτοῦ γεωρ-
γίᾳ καὶ μετὰ τελευτὴν ἰδεῖν ἐπόθει καὶ ἔστεργεν. καὶ οὐκ
ἐψεύσθη γε τῆς αἰτήσεως· ὁ γὰρ τοῖς ζητοῦσιν ἀεὶ θεὸς
εὑρισκόμενος, καὶ τοῖς κρούουσι θύραν ἀνοίγων, καὶ τὰς
ἀληθεῖς αἰτήσεις ἀποπεραίνων δακτύλῳ θείῳ καὶ πνεύματι
τὸν τῆς ἱερᾶς χρίσεως ἄξιον Νικηφόρον τρανῶς ὑπεδείκνυε,
καὶ τῷ τότε κρατοῦντι ὁμωνύμῳ βασιλεῖ τὰ περὶ τὴν ἀληθῆ
πίστιν τελείῳ τυγχάνοντι λευκότερον ὑπεμήνυεν.
Ὅς (καὶ γὰρ ἦν ἀγχινούστατος εἰ καί τις ἄλλος) δι'
ἐρεύνης εἶχε πολλῆς ἐγκαθιδρῦσαι τῇ ἀνάνδρῳ νυμφίον τε
καὶ προμνήστορα ἱκανῶς ἔχοντα τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ
154
λόγου ἀνθέξεσθαι καὶ βαδιεῖσθαι κατ' ἴχνος τοῦ προποιμά-
ναντος λογικώτατα. διὸ καὶ πᾶσιν ἀνεκοινοῦτο ἱερεῦσί τε
καὶ μονάζουσι καὶ τῆς συγκλήτου βουλῆς ὅσον ἔγκριτον
καὶ προὖχον ἠπίστατο, ὡς ἂν τῇ τῶν πλειόνων ἐκλογῇ δι-
καιοτάτῃ οὔσῃ, καὶ τῇ τοῦ θείου πνεύματος ἐπινεύσει τὸ
βέβαιον λαμβανούσῃ καὶ ἡ αὐτοῦ ἐφέψοιτο βούλησις. οἱ
δὲ (καὶ γὰρ ἀνθρώπους ὄντας διαδρᾶναι τὸ πρὸς χάριν
ἀδύνατον) τῇ ἀπ' ἀλλήλων διαστάσει τὸ ὁμόγνωμον διαλύ-
σαντες ἄλλος ἄλλον ἐψηφολόγει καὶ εἷλκεν, οὐχ ὃν ἡ τῆς ἄνω
ῥοπῆς ὑπέγραφε πρόγνωσις, τὸ ἑκάστου δὲ θέλειν ἀνετυ-
ποῦτο καὶ ἔπειθεν. τῷ δὲ βασιλεῖ τὸ τοῦ νοῦ δραστήριον Νικη-
φόρον ὑπεζωγράφει ποιμνίαρχον, καὶ πρὸς ἐκεῖνον ὁρᾶν
πάντας συνήλαυνεν, ὑπομιμνήσκων τῶν ἀρετῶν τοῦ ἀνδρὸς
τὰ αὐχήματα, τὸ ἐν λόγοις, τοῖς τε πνευματικοῖς καὶ τοῖς
θύραθεν, καίριον, τὸ ἐν ἤθει ταπεινὸν καὶ μειλίχιον, τὸ ἐν
συνειδήσει πρὸς πάντας εἰλικρινὲς καὶ ἀπρόσκοπον. καὶ ἁπαξ-
απλῶς, οἷα νιφάδι τῷ συνεχεῖ τῶν βασιλικῶν ἐκείνων λο-
γίων τὰς πάντων ἀκοὰς κατακλύσας, μηδεμιᾶς ὑπούσης βίας,
εἰς μίαν ψῆφον ὡς εἰς σαγήνην τοὺς πάντας ἐζώγρησεν· ἐξ
ἐκείνου τε γὰρ ἐν παντὶ χείλει καὶ γλώσσῃ πάσῃ Νικηφό-
ρος πατριάρχης ἀνηγορεύετο.
Στέλλει γοῦν βασιλεὺς ὡς αὐτὸν ἄνδρας ἀπαγγελοῦν-
τας, παντὸς ὄκνου καὶ πάσης ἄτερ ἀναβολῆς τὴν ἑαυτοῦ
παρουσίαν τῇ βασιλίδι χαρίσασθαι. ὁ δὲ τὴν ἐπαινουμένην
ὑπακοὴν μᾶλλον τῆς ἐπιψόγου παρακοῆς ἀνθελόμενος, καὶ
οὐχ ἑκὼν τοῖς ἄγειν ἐθέλουσιν εἵπετο. καὶ ἐπεὶ τῷ αὐτο-
κράτορι τὸ ζητούμενον ἤνυστο καὶ κατ' ὄψιν εἶχεν ὁρᾷν τὸ
ποθούμενον, ταῦτα πρὸς αὐτὸν διειλέχθαι λέγεται· ἐμοὶ μέν,
ὦ ἄνερ θεῷ μεμελετημένε, εἴπερ ἦν τῶν θείων κατολιγωρεῖν
προστάξεων καὶ ἀμελείᾳ τῆς τούτων ἐργασίας ἐπιλελῆσθαι,
ἦν ἄρα τις πρανής τε καὶ πλατεῖα ὁδὸς, δι' ἧς καὶ τὸν
τυχόντα καὶ ἄξιον μηδὲν προεισενεγκόντα τοῦ βήματος πλὴν
τοῦ βούλεσθαι, ἀρχιερέα τῇ βασιλίδι προστήσασθαι. ἀλλ'
155
ἐπειδὴ παρὰ τῆς θείας γραφῆς νενουθέτημαι, οἷον εἶναι δεῖ
τὸν ἱερᾶσθαι μέλλοντα καὶ ἄλλους εἰς τοῦτο προάγειν ὀφεί-
λοντα, ὅτι ὑψηλὸν ἀρετῇ καὶ ἀνέπαφον χείλεσι, γνῶσιν φυ-
λάσσοντα καὶ νόμον ἐκζητούμενον ἐν στόματι φέροντα καὶ
διὰ τοῦτο χρηματίζοντα κυρίου παντοκράτορος ἄγγελον, δέδια
μὴ τὸ ἱερὸν ἐκεῖνο παραβλέψας νουθέτημα ἀμελείας ὑποίσω
δίκην, καὶ τὴν ἀπειλουμένην ἀρὰν εἰς ἐμαυτὸν ἐκκαλέσωμαι.
νῦν οὖν θεοῦ τὴν ἱερωσύνην καὶ τὰς ἡνίας τοῦ οὐρανίου
τούτου διαύλου ὑμῖν ἐγχειρίζοντος, μὴ ἀπαναίνεσθαι τὴν
κλῆσιν, ἀλλ' ὑποδύντα τὸν θεῖον ἀγῶνα πρὸς τὸ κοινῇ λυσι-
τελοῦν ἀφορᾷν. ἴσμεν γὰρ ὡς κατὰ τὸν σὸν καὶ κοινὸν καθ-
ηγεμόνα Παῦλον, μὴ πρὸς ἀέρα τὴν πυκτικὴν ἐπιδείξασθαι,
μηδὲ δραμεῖσθαι ὑμᾶς τεθαρρήκαμεν ἀκατάληπτα· διὰ δὲ
τῆς προανυσθείσης δουλαγωγίας τοῦ σώματος πρὸς τὸ τοῖς
ἄλλοις κηρύξαι καὶ τὸ ὑμέτερον δόκιμον ὑπὲρ χρυσίον ἐκλάμ-
ψειεν. μὴ δὴ μόνοι σωθῆναι τὴν ἱκετείαν πρὸς τὸ θεῖον
ποιεῖσθαι βιάζεσθε, μηδὲ τῷ μονοτρόπῳ τοῦ βίου τὸ καθ'
ἑαυτοὺς ζητεῖν, ἀλλὰ τὸ πάντας τῆς σωτηρίας τυχεῖν ἐπι-
σπεύδοιτε. νύμφην ὡραιοτάτην τὴν ἐκκλησίαν ἡγεῖσθαι ἁρμό-
διον τῷ μαργαρίτῃ μὲν τῶν ὀρθῶν καὶ ἀθολώτων δογμάτων
τὸ εὐήκοον οὖς περισφίγγουσαν, τῷ στεφάνῳ δὲ τῶν χαρί-
των ὡς ὑπερτίμοις λίθοις τοῖς πατρικοῖς λογίοις καταυγα-
ζομένῳ τὴν κορυφὴν περιστέλλουσαν, κόσμον δὲ τὸν ἐν
στέρνοις ἅτε μηνίσκῳ παγχρύσῳ τῷ ἑπταρίθμῳ τῶν θεο-
πνεύστων συνόδων ὅρῳ τῷ ἑαυτῆς αὐχένι μυστικῶς ἀναρ-
τήσασαν, ἔσωθέν τε τὴν δόξαν πᾶσαν περιβεβλημένην καὶ
εὐαγγελικῶς πεποικιλμένην τοῖς ἱεροῖς καὶ σεμνοῖς ἐκτυπώ-
μασι. μὴ πορνικός τις τὸν τρόπον ταύτην μνηστεύσηται,
αἱρετικῆς ἐν αὐτῇ γονῆς ἐπισπείρων ζιζάνια καὶ τὸ κάλλος
τῶν αὐτῆς γνησίων καὶ τέκνων νοθεύσειεν, μηδὲ τῷ ἡμέρῳ
κωδίῳ τὴν ὑγιᾶ πίστιν ὑποκρινόμενος, τὸν ἔνδοθεν λύκον
156
τῆς ἀπιστίας γυμνώσειεν καὶ πρὸς ὄρη καὶ τόπους, οὓς οὐκ
ἐπισκοπεῖ κύριος, τὴν ποίμνην ἐξώσειεν. ἔχων οὖν τὸν τοῦ
θεοῦ ἀμνὸν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν πρὸς ποιμαν-
τικὴν ἐπιστήμην συνέριθον, καὶ βακτηρίαν τὸν αὐτοῦ σταυ-
ρὸν πρὸς ὀρθοτομίαν τὴν ποίμνην ἐρείδουσαν, μὴ ἀποτρέπου
τὴν κλῆσιν μηδὲ τὸν ἱκέσιον ἡμῶν λόγον ἐλέγξῃς, μή σοι
πρὸς θεὸν μήνιμα γένηται.
Ὁ δὲ ταῖς βασιλέως ὑποθήκαις, οἷα βολίσιν ἐκ καρ-
δίας πεμφθείσαις τυπεὶς τὴν διάνοιαν ἔφη· ἀλλ' ἐμοί, φησίν,
ὦ βασιλεῦ, ποίμνης ἐπιστατεῖν λογικῆς ἐκεῖνος ἄξιος κατα-
φαίνεται, ᾧ μηδὲν τῇ γῇ καὶ αὐτῷ προσῳκείωται, αὐτῶν
δὲ τῶν οὐρανίων ἁψίδων μηδεμιᾶς καταπτώσης σαρκικῆς
ὕλης πόθος ἀπλανὴς ἐντέτηκεν ἐπιλήψεσθαι, ὃς μὴ ταῖς
προφητικῶς ἀπειλουμέναις ἀραῖς κατὰ τῶν ποιμένων ἐδείχθη
ὑπεύθυνος, ὃς τῇ τοῦ ἀρχιποίμενος καὶ μόνου ἀρχιερέως
Χριστοῦ μιμήσει ὑπὲρ τῆς ποίμνης τὴν ἑαυτοῦ ψυχὴν προ-
ήσεσθαι πρόθυμος, ὃς μὴ πρὸς τὸ θύειν καὶ ἀπολλύειν κλο-
πιμαίοις διδασκαλίαις διὰ τῆς παραθύρου τῇ μάνδρᾳ τῆς
ἐκκλησίας ἐπέρχεται, πρὸς τὸ ζωοῦν δὲ καὶ σώζειν καὶ ἐν
τοῖς τῆς πίστεως σηκοῖς ἐγκισσᾷν τὰ θρέμματα μεμελέτηκεν,
ὃς πρὸς πᾶν ἦθός τε καὶ βῆμα καὶ βλέμμα καὶ ἐπιτήδευμα
τῶν ποιμαινομένων μερίζεται καὶ πρὸς τὴν ἑκάστου θερα-
πείαν ποιμαντικαῖς φροντίσι ποικίλλεται, τῇ μὲν βακτηρίᾳ
τὸ πλεῖον διδοὺς ἐπαναγούσῃ καὶ ὑπερειδούσῃ τοῦ πτώμα-
τος, ὀλίγα δὲ τῇ ῥάβδῳ προσχρώμενος ἀπλήγως πληττούσῃ
καὶ πάσης ἀντιπαθείας τηρούσῃ τὸν νοῦν ἀπαράτρωτον. πρὸς
τοῦτον ἀπαράσκευος τυγχάνων ἐγὼ τὸν πόλεμον, ἐμαυτὸν
καθεῖναι οὐ βούλομαι πρὸς ἀοράτους καὶ ἀδιαλλάκτους καὶ
ἀδιαλείπτως παρατεταγμένους ὁπλίτας. σὰρξ ὑπάρχων ὅπλα
πνευματικὰ κινεῖν οὐχ ἱκανῶμαι, ὧν, εἰ καὶ πάντοθεν ἑαυ-
τόν τις ὅση δύναμις ἀσφαλίσαιτο, τὴν ἔφοδον λαθεῖν οὐ
δυνήσεται.
157
Ὁ δὲ δὴ βασιλεὺς πρὸς αὐτὸν ὑποβλήδην ἠμείβετο·
μηδείς σοι πρὸς ἀφηνιασμὸν τῆς ἱερᾶς Χριστοῦ ζεύγλης ἀντι-
λογίας ἔστω λόγος ἢ πρόφασις· αὐτὸς γάρ, ὡς ἔφθην εἰπών,
ὁ λόγος ἐπαμύνων συμποιμανεῖ καὶ συμπροθυμηθήσεται, καὶ
πᾶσαν ὑμῖν πρὸς τὰ δοκοῦντα τέως δυσχερῆ παρέξει εὐμά-
ρειαν. πείθεται τούτοις ὁ πᾶσιν ἀεὶ τοῖς θείοις πειθαρχή-
σας οὐχ ἥκιστα, καὶ τὸ μὲν σχῆμα τοῦ λαϊκοῦ πρὸς τὴν τοῦ
μονήρους μεταμεῖψαι ἀγγελοειδῆ πολιτείαν τὸν βασιλέα εὐθὺς
παρῃτήσατο, τῇ ἀκριβείᾳ τὴν ἀκρίβειαν καὶ τοῖς καλῶς προ-
διανυσθεῖσι πόνοις ἐπιπονωτέραν προστιθεὶς τελειότητα. ὁ δὲ
καὶ κατένευσε καὶ τὰ τῆς ἱερᾶς ἐκείνης κεφαλῆς ἀποκάρ-
ματα ταῖς τοῦ υἱοῦ καὶ συμβασιλέως χερσὶν, ὡς τῆς περι-
κειμένης αὐτοῖς ἁλουργίδος σεμνολογήματα, ὑποδεχθῆναι σο-
φῶς ἐδικαίωσεν· ἔδει γὰρ τὴν ἐξ ἀκρότητος τῶν θείων ἀρετῶν
τραφεῖσαν κόμην ταῖς πρώταις τῶν ἀξίων δορυφορεῖσθαι
ἀκρότησι καὶ τῷ πρὸς ἀρχιερατικὴν ἐπανιέναι μέλλοντι δό-
ξαν τῇ ὑπερανεστηκυίᾳ δόξῃ λαμπρύνεσθαι. τῆς οὖν θείας
ἐπ' αὐτῷ τελετῆς τοῦ μοναχοῦ προβάσης κατὰ τὸν ἱεροτελε-
στὴν καὶ σοφὸν Διονύσιον, καὶ τῆς ἱερατικῆς κατὰ βαθμὸν
καὶ τάξιν προελθούσης κατὰ τὸν ἱερὸν θεσμὸν τελειώσεως,
τούτοις ἤδη καὶ ἡ τῆς ἀρχιερατικῆς ἁγιαστείας ἐπηκολούθησε
διακόσμησις· πηνίκα δὲ καὶ πῶς, λέξων ἔρχομαι.
Ἡνίκα γὰρ βασιλεύς τε καὶ ἡ περὶ τὰ βασίλεια σύγκλη-
τος ἐν τῷ μεγίστῳ νεῲ παρῆν τὰ τῆς φρικτῆς ἀναστάσεως
ἐπιτελέσοντες ὄργια, ἡνίκα τὸν ἱερὸν χῶρον ἐκεῖνον ἡ χρυ-
σήλιος φωτοχυσία δαψιλῶς σελαγίζουσα τῆς ἐλπιζομένης ἀδια-
δόχου λαμπρότητος τὰς μαρμαρυγὰς ὑπεκήρυττεν, ἡνίκα πᾶς
ὁ τῆς ἐκκλησίας λευχειμονῶν συνέρρεεν ὅμιλος· τότε δὴ τότε
τὸν τῆς πίστεως ὑπ' αὐτοῦ προταγέντα καὶ διομολογηθέντα καρ-
δίᾳ καὶ στόματι, εἶτά τε καὶ τῷ κατ' αὐτὸν κλήρῳ προσφωνη-
θέντα θεῖον τόμον χερσὶν ἐπειλημμένος ἐπὶ τὴν θείαν χειρο-
158
θεσίαν ἵετο· τοῦτον ἀπαρέγγραπτον ἐπιβοώμενος μάρτυρα, εἰ
παρατρώσαι τι τῶν ἐν αὐτῷ σεσημασμένων, ἀλλὰ μετὰ ταύ-
της τῆς ἀληθινῆς καὶ εἰλικρινοῦς λατρείας ἐν τῇ φοβερᾷ
καὶ ἐνδόξῳ ἐλεύσει τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν
παραστῆναι· ὃν καὶ μετὰ τὴν τελεσιουργὸν ἐπ' αὐτῷ μυστ-
αγωγίαν ἔνερθε τῆς ἱερᾶς τραπέζης ἀπεθησαύρισε καθαγια-
σθησόμενον καὶ παρὰ θεῷ τὸ βέβαιον εἰς ἀποδοχὴν κληρω-
σόμενον. τῆς οὖν ἱερᾶς τελετῆς ἐπιπνοίᾳ θείᾳ τὴν περαίωσιν
εἰληφυίας, ὁ λαὸς τήν, “ἄξιος ἐπὶ τῷ ἀξίῳ”, κατ' ἀξίαν
φωνὴν τρισσῶς ὑπεκρίνατο. ἔνθεν ἐπὶ τὴν ἱερὰν τοῦ θρόνου
περιωπὴν, ὡς ἐπί τινα σκοπιὰν ὑπερτάτην, ἣν καὶ θείαν
φυλακὴν ὁ θαυμάσιος Ἀμβακοὺμ νοερῶς ὑπεμήνυεν, ἀνα-
βὰς καὶ τῷ λαῷ παντὶ τὸ τῆς εἰρήνης ἐπιφθεγξάμενος ἀγα-
θὸν καὶ ἀντιλαβὼν ἐπὶ τὰ ἑξῆς τῆς θείας ἱεροθυσίας αὐτουργὸς
αὐτὸς ἀπεδείκνυτο.
Οὕτω θεός, ὁ τοῖς ταπεινοῖς ἐπιμετρῶν χάριν, ὡς ἐρα-
στῇ καὶ αὐτῷ πνευματικῆς ἀναβάσεως τῶν τῆς ἐκκλησίας
ὑψέων ἐπιλαβέσθαι οὐχ ἥκιστα κέκρικεν, ὧν κρατήσας καὶ
ἀξίως τοῦ εὐαγγελίου ἐποικοδομεῖν αὐτοῖς ἐναρξάμενος, τῇ
τῆς πίστεως κρηπίδι τὸ ἀσφαλὲς διετήρησεν. ἐν ἀστασιάστῳ
γὰρ τὴν ἐκκλησίαν εὑρὼν καταστήματι ἐκ τοῦ προκαταλεαν-
θῆναι τὰ τῆς αἱρέσεως σκώμματα ὑπὸ τῆς, ὡς εἴρηται, πα-
τρικῆς ὁμηγύρεως, ἐν ἀκυμάντῳ λοιπὸν γαλήνῃ καὶ αὐτὸς
τὸ τῆς ἐκκλησίας διέφερεν πέλαγος, μηδεμίαν κατ' αὐτῆς
αἱρετικὴν ἀντίπνοιαν ὑφορώμενος. ὅθεν ἐφ' ἑτέραν ὁδὸν αὐ-
τὸν ὁ ζῆλος ἐκίνει κατὰ τῶν ἀπίστων τραπέσθαι καὶ ἀλλο-
κότων αἱρέσεων ἄρτι τότε τῆς ἑαυτῶν ἐμβροντησίας ἀπηρυ-
θριασμένως τὰ πλήρη μύσους ἐπιτελούντων μυστήρια, Ἰου-
δαίους τέ φημι καὶ Φρύγας, καὶ τοὺς ἐκ τῆς τοῦ Μάνεντος
τερθρείας τὸν τῆς ἀπιστίας κυκεῶνα προπίνοντας. διεξοδι-
κώτερον τοιγαροῦν τὰ τῆς αὐτῶν ἀτόπου θρησκείας δι' ἐγ-
γράφου τόμου τῷ βασιλεῖ γνώριμα καταστήσας καὶ ὡς τῷ
κοινῷ παντὶ γαγγραίνης δίκην λώβην παρέξοντα, εἰ ἐπὶ πλεῖον
159
συγχωρηθεῖεν πράττειν, ἃ βούλοιντο, δι' ἐντεύξεως ἐνδειξά-
μενος, βάλλει μὲν τὴν Ἰουδαϊκὴν κυριοκτονίαν, βάλλει δὲ
καὶ τὴν τῶν Φρυγῶν τερατώδη ἐρεσχελίαν, τιτρώσκει δὲ τὴν
Μανιχαϊκὴν ὀνείρωξιν, ὡς μηδὲ χειλέων ἐκτὸς τὰ ἑαυτῶν
ἄγη προέρχεσθαι, ἐν ἀπορρήτῳ δὲ καὶ παραβύστῳ τὰ τῆς
ἀπάτης αὐτῶν ὑπολαλεῖσθαι ληρήματα. τὸ γὰρ παρρησιά-
ζεσθαι ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένοι εἰς τὸ μηδὲ λαθραίως
τι ποιεῖν οἱ δυσσεβεῖς περιέστησαν.
Οὕτω τῶν ἀθέσμων αἱρέσεων κατὰ μικρὸν ὑπελώφα
κλυδώνιον, καὶ ἡ ὀρθοτομία τῆς ἀληθοῦς ὁμολογίας ἡμῶν
εἰλικρινῶς αἰθριάζουσα σαββατισμὸν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ
ὑπέγραφεν. ἀλλ' ἐπειδὴ τὰ τῶν ἔξω καλῶς εἶχεν αὐτῷ, ἐπὶ
τὰ ἔνδον, λέγω δὴ τὰ τῆς μοναχικῆς ἀκριβείας, τὸν νοῦν
μετατίθησιν. ἄνδρες γὰρ τὸν οὐρανομήκη βίον τοῦτον ἑλό-
μενοι ἢ καὶ ἑλέσθαι εὐξάμενοι, προφάσει δῆθεν ἀγχιστείας
ἢ καὶ τῆς ἄλλης τῶν ὀνομάτων εὐνοίας ἄγχι πῃ τῶν παρ-
θενών…
The complete text is available when the reading interface loads.