Apophthegmata
- Edition reference
- Apophthegmata, ed. E. L. von Leutsch, Corpus paroemiographorum Graecorum, vol. 2, Göttingen: Vandenhoeck & Ruprecht, 1851 (repr. Hildesheim: Olms, 1958): 240–744.
- CTS identifier
urn:cts:greekLit:tlg9018.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
4a
Ἃ <ἄν σοι> λογιζομένῳ βέλτιστα, ταῦτα τοῖς ἔργοις ἐπιτέλει⁝
Ἰσοκράτους.
18a
<Ἄγουσιν ἑορτὴν οἱ κλέπται:> χαριεστάτη ἡ σύνταξις καὶ
ἱκανῶς πεπαιδευμένη κατὰ κωμῳδικὴν χάριν. λέγεται δὲ ἐπὶ τῶν
ἀδεῶς κλεπτόντων.
19a
<Ἀγύρτης εἶ:> ἐπὶ τῶν ἔργον ποιουμένων περινοστεῖν τὰς
ἀγυιὰς καὶ φλυαρίας συνείρειν· μητραγύρται δὲ οἱ τῇ μητρὶ τῶν
θεῶν τῇ Ῥέᾳ ἀνακείμενοι, γοητειῶν καὶ φίλτρων κατασκευασταὶ,
οὓς καὶ πάλλους καλοῦσιν, ἀποκόπους ὄντας τῶν γεννητικῶν
μορίων, καὶ πρὸς τὰ ἀσχήμονα πάθη ἑτοιμοτάτους.
24a
<Ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.
24b
Ἀγροῦ πηγή:> ἐπὶ τῶν λιπαρῶς καὶ ἐπιμόνως ᾥτινιδη ἔργῳ
προσκαθημένων.
25a
<Ἀγωνιζόμενος,> ὑπὲρ οὗ ἀδίκως ἔπραξας, δὶς ἀδικήσεις⁝
Κλειτάρχου.
25b
<Ἀγνώς τις ἐστ'> ἄνθρωπος, εὐδαίμων ἔσῃ.
τέθνηκέ τις, μὴ δεινὸν ἔστω τοῦτό σοι.
κεκύηκέ τις, μὴ δεινόν. οὐ κεκύηκέ τις· ἠτύχηκέ τις.
βήττει τις· οἰμώζει τις· ἡ φύσις φέρει δ'
ἅπαντα ταῦτα· φεῦγε τὰς λύπας⁝ Φιλήμονος.
27a
<Ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρες:> ἐπὶ τῶν σφόδρα πρὸς
ἔλεον βλεπόντων.
27b
<Ἄγει δὲ πρὸς φῶς τὴν ἀλήθειαν χρόνος.
27c
Ἀγέτω θεός,> οὐ γὰρ ἔχω δίχα τῶνδ' ἀείδειν⁝ Καλλιμάχου.
27d
<Ἃ γὰρ οἱ> φίλοι τοῖς βασιλεῦσιν οὐ θαῤῥοῦσι παραινεῖν,
ταῦτα ἐν τοῖς βιβλίοις γέγραπται⁝ Δημητρίου Φαληρέως.
27e
<Ἀγαθοὶ τὸ> κακὸν ἐφ' ἑτέρων ἰδεῖν, αὐτοὶ δὲ ὅταν ποιῶμεν,
οὐ γιγνώσκομεν⁝ Σωκράτους.
27f
<Ἀγαθὸν οὐ> τὸ μὴ ἀδικεῖν, ἀλλὰ τὸ μὴ ἐθέλειν⁝ Δημοκρίτου.
27g
<Ἀγάπα τῶν> ὑπαρχόντων ἀγαθῶν μὴ τὴν ὑπερβάλλουσαν
κτῆσιν, ἀλλὰ τὴν μετρίαν ἀπόλαυσιν.
27h
<Ἀγαθῆς> γυναικὸς ἐστίν, ὦ Νικοστράτη,
μὴ κρείττον' εἶναι τἀνδρός, ἀλλ' ὑπήκοον.
γυνὴ δὲ νικῶς' ἄνδρα κακόν ἐστι μέγα⁝ Φιλήμονος.
29a
<Ἅιδου πρωκτῷ περιπέσῃς:> ἤγουν τελευτήσῃς.
34a
<Ἀδικεῖ> τοὺς ἀγαθοὺς ὁ φειδόμενος τῶν κακῶν.
34b
<Ἄδικος> δικαστὴς μεμολυσμένη συνείδησις.
34c
<Ἀδικείτω> μοι πλούσιος καὶ μὴ πένης·
ῥᾷον φέρειν γὰρ κρειττόνων τυραννίδα.
34d
Ἁ <δὲ μελέτα> φύσιος ἀγαθᾶς πλεῦνα δωρεῖται φίλοις⁝ Ἐπι-
χάρμου.
34e
<Ἀδύνατόν ἐστι> τἀναντία τινὰ τοῖς ὀρθῶς ἔχουσι πράτ-
τοντα ἀγαθοῦ τινος ἀπ' αὐτῶν ἀπολαῦσαι⁝ Δίωνος τοῦ Ῥωμαίου.
34f
<Ἀδαπάνητός> ἐστι τῆς εὐποιΐας ὁ πλοῦτος· ἐν τῷ διδό-
ναι γὰρ λαμβάνεται καὶ ἐν τῷ σκορπίζειν συνάγεται. Θεσπίδου.
34g
<Ἀδίκως μὴ> κτῶ χρήματα, ἢν βούλῃ πολύν
χρόνον μελάθροις ἐμμένειν. τὰ δ' ἀδίκως
οἴκους εἰσελθόντ' οὐκ ἔχει σωτηρίαν⁝ Εὐριπίδου.
36a
Ἁ <δὲ χεὶρ τὰν χεῖρα νίζει:> Ἐπιχάρμου ἀπόφθεγμα κατὰ
φιλαργύρων.
38a
<Ἀεὶ ἐν πάσαις> μὲν ταῖς δίκαις ἐξετάζειν χρὴ τὰ βεβιω-
μένα· μάλιστα δ' ἐν τοῖς τοιούτων τῶν ἀγώνων, ἐν οἷς ὁ βίος
ἐστὶ τὸ ἔγκλημα⁝ Ὀμβρίμου.
38b
<Ἀεὶ γὰρ> ἄνδρα σκαιὸν, ἰσχυρὸν φύσει,
ἧσσον δέδοικα τἀσθενοῦς τε καὶ σοφοῦ⁝ Εὐριπίδου.
38c
<Ἀεὶ Διὸς> κρείσσων νόος αἰγιόχοιο.
38d
<Ἀεὶ Διὸς> κρείσσων νόος ἠέπερ ἀνδρῶν.
38e
<Ἀεὶ νομίζονθ'> οἱ πένητες τῶν θεῶν,
ἐπεὶ τά γ' ἀρκοῦνθ' ἱκανὰ τοῖς σώφροσι⁝ Μενάνδρου.
38f
<Ἀεὶ τὸ λυποῦν> ἀποδίωκε τοῦ βίου·
μικρόν τι τοῦ βίου, καὶ στενὸν ζῶμεν χρόνον⁝ τοῦ αὐτοῦ.
38g
<Ἄελπτον οὐδέν·> πάντα δ' ἐλπίζειν χρεών⁝ Εὐριπίδου.
38h
<Ἀεὶ γὰρ> ἀπουσία τῶν κρειττόνων τιμᾶται τὰ χείρονα, τὴν
ἐκείνων κληρονομοῦντα τάξιν, ἐπιφανέντα δὲ ὑποστέλλεται δευτε-
ρείοις ἄθλων ἀρκούμενα⁝ Φίλωνος.
38i
<Ἀεὶ τὸ πλουτεῖν> συμφορὰς πολλὰς ἔχει,
φθόνον τε κἀπήρειαν καὶ μῖσος πολὺ
πράγματά τε πολλὰ κἀνοχλήσεις μυρίας
πράξεις τε πολλὰς συλλογάς τε τοῦ βίου.
ἔπειτα μετὰ ταῦτ' εὐθὺς εὑρέθη θανὼν
ἄλλοις καταλείψας ἐς τρυφὴν τὴν οὐσίαν.
ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω,
ἔχειν τε μέτρια κἀμέριμνον ζῆν βίον,
καὶ μήτ' ἔχειν πλοῦτόν με μήτε πράγματα.
πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά⁝ Φιλήτου.
38k
<Ἀεὶ γὰρ τὰ> ἐναντία τῶν ἐναντίων εἰσὶ φθαρτικά· ὡσαύ-
τως καὶ ὅμοια τούτοις.
40a
<Ἀεὶ τοῖς> μικροῖς μικρὰ διδοῦσι θεοί: Καλλιμάχου.
47a
<Ἀετὸς εἰς θήραν:> ἐπὶ τῶν ἐπιτηδείως περί τι ἐχόντων.
57a
<Ἀθάνατόν> ἐστι κακὸν ἀναγκαῖον γυνή⁝ Φιλήμονος.
57b
<Ἀθανασία> δ' οὐκ ἔστιν, οὐδ' ἂν συναγάγῃς
τὰ Ταντάλου τάλαντα ἱκανὰ λεγόμενα.
ἀλλ' ἀποθανῇ, καὶ ταῦτα καταλείψεις τινί⁝ Μενάνδρου.
58a
<Περὶ ἀναλογίας> τῶν τεσσάρων στοιχείων. Αἰθὴρ τὸ καὶ
πῦρ ἀναλογεῖ τῷ θέρει, τὸ δὲ, τῇ ξανθῇ χολῇ. Ἀὴρ ἀναλογεῖ
τῷ ἔαρι, τὸ δὲ τῷ αἵματι. Γῆ ἀναλογεῖ τῷ φθινοπώρῳ, τὸ
δὲ τῷ φλέγματι. Ὕδωρ ἀναλογεῖ τῷ χειμῶνι, ὁ δὲ τῇ μελαίνῃ
χολῇ.
58b
<Αἰγιστέου πήδημα:> ἐπὶ τῶν μεγαλοψύχων. Καλλισθένης
ἐν δευτέρῳ μεταμορφώσεως ὧδέ πη περὶ τούτου φησίν· ὅτι κατὰ
Κελαινὰς πόλιν τῆς Φρυγίας διὰ μῆνιν Ἰδαίου Διὸς χάσμα μεθ'
ὕδατος γενόμενον πολλὰς οἰκίας αὐτάνδρους εἰς τὸν βυθὸν κα-
θείλκυσε· τοῦ δὲ δήμου κινδυνεύοντος Μίδας ὁ βασιλεὺς χρησμὸν
ἔλαβε, συνελεύσεσθαι τὴν γῆν, ἐὰν εἰς τὸ βάραθρον βάλῃ τὸ
τιμιώτατον ἐν ἀνθρωπίνῳ βίῳ· τῶν δὲ Κελαινιτῶν χρυσόν τε καὶ
ἄργυρον καὶ τὸν κόσμον τῶν γυναικῶν εἰς τὸ χάσμα ῥιψάντων
καὶ μηδ' οὕτω τοῦ κακοῦ λήγοντος, Αἰγισταῖος ὁ υἱὸς Μίδα, λο-
γισάμενος μηδὲν εἶναι τιμιώτερον ἐν βίῳ ψυχῆς, ἀναπηδήσας καὶ
δοὺς περιπλοκὰς τῷ γεννήσαντι καὶ ἀποταξάμενος τῇ γυναικὶ Τι-
μοθέᾳ, μεθ' ὁρμῆς ἔφιππος εἰς τὸν τόπον τοῦ χάσματος ἠνέχθη.
58c
<Αἱ δεύτεραί> πως φροντίδες σοφώτεραι.
60a
<Αἰδοῦς παρὰ> πᾶσιν ἄξιος ἔσῃ, ἐὰν πρῶτον ἄρξῃ σαυτὸν
αἰσχύνεσθαι⁝ Μουσωνίου.
60b
<Αἲ γὰρ ἄτερ> νούσων τε καὶ ἀργαλέων μελεδώνων
ἑξηκονταέτη μοῖρα κίχοι θανάτου⁝ Μιμνέρμου.
60c
<Αἱ μὲν χελιδόνες> εὐδίαν ἡμῖν προσημαίνουσιν, οἱ δὲ ἐκ
φιλοσοφίας λόγοι ἀλυπίαν⁝ Δημώνακτος.
63a
<Αἰδομένων> ἀνδρῶν πλέονες σῶοι, ἠὲ πέφανται.
67a
<Αἰεὶ τὰ πέρυσι βελτίω:> ἐπὶ τῶν πρῶτον μὲν εὐδαιμο-
νούντων, ὕστερον δὲ δυστυχούντων.
67b
<Αἱρήσω τάχα:> οἱ πειρώμενοι μετελθεῖν ἔργῳ τινὰς εἰώ-
θασι ταύτην λέγειν.
67c
<Αἱρετώτερον> καλὸν θάνατον ἀντὶ τοῦ αἰσχροῦ βίου.
67d
<Αἰσχύνομαι τὴν φιλότητα γηράσκων:> ἐπὶ τῶν διὰ γῆ-
ρας διακοσμιῶν.
67e
<Αἱ συμφοραὶ> τῶν ἀνθρώπων ἄρχουσι καὶ οὐκὶ ἄνθρωποι
τῶν συμφορῶν⁝ Ἡροδότου.
67f
<Αἱ ἐπιφανεῖς> τύχαι καθάπερ οἱ σφοδροὶ τῶν ἀνέμων με-
γάλα ποιοῦσι ναυάγια⁝ Πλουτάρχου.
67g
<Αἱ ἐκ φίλων> εἰς φίλους γενόμεναι λῦπαι δυσθεράπευτοι
λίαν τυγχάνουσι καὶ μείζους τῶν ἐχθρῶν ἔχουσι τὰς ἐπηρείας.
67h
<Αἱ πονηραὶ> ἐλπίδες ὥσπερ οἱ κακοὶ ὁδηγοὶ ἐπὶ τὰ ἁμαρ-
τήματα ἄγουσι⁝ Σωκράτους.
82a
<Αἱ Χάριτες οὐκ ἐν οὐρανῷ:> συνυπακούεται τό, κἂν τῇ γῇ.
λέγεται ἐπὶ τῶν ἄγαν εὐεργετούντων. τρεῖς δέ εἰσιν αἱ Χάριτες,
Ἀγλαΐα, Εὐφροσύνη καὶ Εὐτέρπη.
83a
<Αἱ μὲν τῆς> ἀρετῆς ἐλπίδες ἰδίαι εἰσὶ τῆς ψυχῆς· αἱ δὲ τῆς
κακίας νόθοι⁝ Πλουτάρχου.
83b
<Αἱ πονηραὶ> ἐλπίδες, ὥσπερ οἱ κακοὶ ὁδηγοὶ, ἐπὶ τὰ ἁμαρ-
τήματα ἄγουσιν⁝ Σωκράτους.
83c
<Αἱ μὲν ποδήρεις> ἐσθῆτες τὰ σώματα, αἱ δὲ ὑπέρμετροι
περιουσίαι τὰς ψυχὰς ἐμποδίζουσι⁝ Δημοκρίτου.
83d
<Αἰνῶ· διδάξαι> δ', ὦ τέκνον, σε βούλομαι.
ὅταν μὲν ᾖς παῖς, μὴ πλέον παιδὸς φρονεῖν·
ἐν παρθένοις δέ, παρθένου τρόπους ἔχειν.
ὅταν δ' ὑπ' ἀνδρὸς χλαῖναν εὐγενοῦς πέσῃς,
τὰ δ' ἄλλ' ἀφεῖναι μηχανήματ' ἀνδράσι⁝ Εὐριπίδου.
98a
<Ἀκούετε λεώς,> Σουσαρίων λέγει τάδε·
κακὸν γυναῖκες· ἀλλ' ὅμως, ὦ δημόται,
οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ.
καὶ γὰρ τὸ γῆμαι καὶ τὸ μὴ γῆμαι κακόν⁝ Σουσαρίωνος.
98b
<Ἄκουσον, ὥς> σοι τέρψιν ἐμβάλω φρενί·
τὸ μὴ γενέσθαι τοῦ θανεῖν ἴσον λέγω⁝ Εὐριπίδου.
100a
<Ἀκάνθιος> τέττιξ: ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων. οὐκ ᾄδουσι
γὰρ οἱ ἐκεῖσε τέττιγες. Ὡς καὶ τό, <Βάτραχος Σερίφιος.
2
7a
Ἄκων δ' ἁμαρτὼν> οὔτις ἀνθρώπων κακός: Σοφοκλέους.
8a
<Ἀλλ' ἔν γε> χέρσῳ τὰς λέοντος ᾔνεσα
καὶ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας,
ὃς εὖτ' ἂν ἄλλων θηρίων ὀσμὴν μάθῃ
στρόβυλος ἀμφ' ἄκανθας εἱλίξας δέμας,
κεῖται, δάκνειν δὲ καὶ θίγειν ἀμήχανος⁝
22a
<Ἁλιεὺς ὢν, εἶτα τραγῳδοὺς ἐμισθώσω:> ἐπὶ τῶν μὴ
προσήκοντα ἑαυτοῖς δρώντων, ἀλλ' ἀνόμοια.
37a
<Ἀλλ' οἱ κακῶς> πράσσοντες οὐ κωφοὶ μόνον,
ἀλλ' οὐδ' ὁρῶντες εἰσορῶσι τἀφανῆ⁝ Σοφοκλέους. ἐπὶ τῶν
ἀφραινόντων.
47a
<Ἀλλ' οὐ τὸ μέγα εὖ ἐστί, τὸ δὲ εὖ μέγα:> Δημο-
σθένης θεασάμενός τινα δημαγωγὸν ἀφυῆ μέγα βοῶντα, τοῦτ'
ἔφη τἀπόφθεγμα.
50a
<Ἀλόγιστός ἐστι> πᾶς ὁ ἐν τοῖς συμβαίνουσι κατὰ τὴν φυ-
σικὴν ἀνάγκην ἀχθόμενος⁝ Ἰσοκράτους.
50b
<Ἀλλ' οἶμαι τὸ> μέλλον ἅπασιν ἀνθρώποις ἄδηλον καὶ μι-
κροὶ καιροὶ μεγάλων πραγμάτων αἴτιοι γίνονται· διὸ δεῖ μετρι-
άζειν ἐν ταῖς εὐπραξίαις καὶ προορωμένους τὸ μέλλον φαίνεσθαι⁝
Δημοσθένους.
50c
<Ἀλλ' εἰ χεῖρας> ἔχον βόες ἠὲ λέοντες ἢ γράψαι
χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
ἵπποι μὲν ἵπποισι, βόες δέ τε βουσὶν ὅμοιοι,
καὶ θεῶν ἰδέας ἔγραφον καὶ δώματ' ἐποίουν
τοιαῦθ' οἷόν περ καὐτοὶ δέμας εἶχον ὅμοιον⁝ Ὀρφέως.
52a
<Ἀλλὰ πάντα μὲν> ἄνθρωπον ὄντα προσδοκᾶν χρή⁝ τοῦ
Θάλεω.
52b
<Ἀλλ' οὐ Ζεὺς> ἄνδρεσσι νοήματα πάντα τελευτᾷ⁝ Ὁμήρου.
52c
<Ἀλλ' ἔσθ' ὁ θάνατος> λοῖσθος ἰατρὸς νόσων⁝ Σοφοκλέους.
52d
<Ἀλλ' ἐὼν φίλος> ἁμῖν, λέχος ἄρνυσο νεώτερον.
οὐ γὰρ τλάσομ' ἐγὼ ξυνοκεῖν οὖσα γεραιτέρα⁝ Σαπφοῦς.
52e
<Ἀλάθεια θεῶν> ὁμόπολις, μόνη θεοῖς συνδιαιτωμένη⁝
Ὀλυμπιάδος.
53a
Ἃ <μὴ δεῖ> ποιεῖν, μηδὲ ὑπονόει ποιεῖν⁝ Πυθαγόρου.
53b
<Ἀμήχανον μακρὰν> συνήθειαν ἐν βραχεῖ λῦσαι χρόνῳ⁝
Μενάνδρου.
64a
<Ἀμαθέστερόν> πως εἰπὲ καὶ σαφέστερον λέγε: Ταύρου.
68a
<Ἄμεινον τῇ> ἀληθείᾳ συγχωρήσαντα τὴν δόξαν νικᾶν, ἢ τῇ
δόξῃ συγχωρήσαντα πρὸς τῆς ἀληθείας ἡττᾶσθαι.
70a
<Ἄμεινον δικαίως> κρίναντα πρὸς τοῦ καταδικασθέντος
ἀδίκως μεμφθῆναι, ἢ ἀδίκως κρίναντα παρὰ τῇ φύσει δικαίως
ψέγεσθαι⁝ Μοσχίωνος.
70b
<Ἀμαθία τε μετὰ> σωφροσύνης ὠφελιμώτερον ἢ δεξιότης
μετὰ ἀκολασίας⁝ Θουκυδίδου.
70c
<Ἀμαθίαν ὥς φησιν> Ἡράκλειτος καὶ ἄλλως κρύπτειν
ἔργον ἐστίν, ἐν οἴνῳ δὲ χαλεπώτερον· καὶ Πλάτων δέ φησιν
ἐν οἴνῳ τὰ ἤθη φανερὰ γίνεσθαι⁝ Πλουτάρχου.
70d
<Ἀμηχανῶ δ' ἔγωγε,> κοὐκ ἔχω μαθεῖν,
εἴτ' οὖν ἄμεινόν ἐστι γίγνεσθαι τέκνα
θνητοῖσιν, εἴτ' ἄπαιδα καρποῦσθαι βίον.
ὁρῶ γὰρ οἷς μὲν οὐκ ἔφυσαν, ἀθλίους,
ὅσοισι δ' εἰσίν, οὐδὲν εὐτυχεστέρους.
καὶ γὰρ κακοὶ γεγῶτες, ἐχθίστη νόσος·
κἂν αὖ γένωνται σώφρονες, κακὸν μέγα·
λυποῦσι τὸν φύσαντα, μὴ πάθωσί τι⁝ Εὐριπίδου.
70e
<Ἄμεινον ἐν μικροῖς> οἰκήμασι μεγάλας οἰκεῖν ψυχὰς, ἢ
ἐν μεγάλαις οἰκίαις ταπεινὰ φωλεύειν ἀνδράποδα⁝ Ἐπικτήτου.
70f
<Ἀμφίμακρος ἐστὶ> ποῦς συγκείμενος ἐκ μακρᾶς—καὶ
βραχείας ⏑ καὶ μακρᾶς οἷον ἡ–γε⏑μώ–ν· τούτου ἐνάντιος ὁ ἀμφί-
βραχυς, συγκείμενος ἐκ βραχείας ⏑ καὶ μακρᾶς—καὶ βρα-
χείας ⏑, οἷον σε⏑ρη–νό⏑ς⁝
74a
<Ἀμήχανον δ' ἐν> εὐπραγίαις φθόνον διαφυγεῖν.
79a
<Ἀναρχίας γὰρ> μεῖζον οὐκ ἔστι κακόν⁝ Σοφοκλέους ἡ
γνώμη.
84a
<Ἀνδρὸς γέροντος> μήποτ' ἐς πηγὴν ὁρᾶν: ἐπὶ τῶν πρὸς
ἔνια μὴ χρησίμων.
84b
<Ἀνάστα, ὦ βασιλεῦ,> καὶ φρόντιζε πραγμάτων.
84c
<Ἀνδρὶ σοφῷ> πᾶσα γῇ βατή· ψυχῆς γὰρ ἀγαθῆς πατρὶς ὁ
ξύμπας κόσμος.
84d
<Ἀνδρὸς δ' εὐόρκου> γενεὴ μετόπισθεν ἀμείνων: τῆς Πυ-
θίας ἡ γνώμη, ἣν εἴρηκε πρὸς Γλαῦκον τὸν Ἐπικυδίδην Σπαρ-
τιάτην.
84e
<Ἀνὴρ ἀγαθὸς πλούτῳ> χρώμενος φαιδρύνει πατρίδα καὶ
τεμένη θεῶν κοσμεῖ καὶ φίλους πεπεδημένους ἐπιλύεται εὖ ποιῶν
τὸν πλοῦτον ἅτε δὴ ἀγαθοεργὸν ἱστάμενον.
87a
<Ἄνευ γὰρ> ἀναγκαίης ἰσχυρᾶς πίστιες ἰσχυραὶ οὐκ ἐθέλουσι
συμμένειν⁝ Ἡροδότου ἡ γνώμη.
88a
<Ἀνθεῖ πρὸς> ἐπιστήμην ψυχή, ὁπότε αἱ τοῦ σώματος ἀκμαὶ
χρόνου μήκει μαραίνωνται.
93a
<Ἀνενδεὴς ὁ θεός.
93b
Ἄνευ τύχης γὰρ,> ὥσπερ ἡ παροιμία,
πόνος μονωθεὶς οὐκέτ' ἀλγύνει βροτούς⁝ Εὐριπίδου ἡ γνώμη.
97a
<Ἀνοίκειον> ἐν τῷ πένθει γεωμετρία: ἐπὶ τῶν τὰ μὴ προσ-
ήκοντα ποιούντων.
98a
<Ἀνδρὸς διαφέρει> τοῦτ' ἀνήρ· ὁ μὲν κακῶς
πράττων τὸ λυποῦν ἤγαγ' εἰς παράστασιν,
ὁ δ' ἐμφρόνως δεξάμενος ἤνεγκε κακῶς⁝ Ἀντιφάνους.
98b
<Ἀνδρῶν τάδ'> ἐστὶν ἐνδίκων τε καὶ σοφῶν,
κἀν τοῖσι δεινοῖς μὴ τεθυμῶσθαι θεοῖς⁝ Εὐριπίδου.
98c
<Ἀνδριὰς μὲν ἐπὶ> βάσεως, σπουδαῖος δὲ ἀνὴρ ἐπὶ καλῆς
προαιρέσεως ἐστώς, ἀμετακίνητος ὀφείλει εἶναι⁝ Σωκράτους.
100a
<Ἀνὴρ ὑπνώδης> εὑρετὴς ὀνειράτων·
μύστης γὰρ ὕπνος φασμάτων οὐ πραγμάτων.
100b
<Ἄνθρωπος ὢν ἔπταικας,> ἐν δὲ τῷ βίῳ
τέρας ἐστίν, εἴτις εὐτύχηκε διὰ βίου⁝ Βάθωνος.
100c
<Ἀνὴρ φιλοσώματος> καλλωπίστριαν γυναῖκα ποιεῖ· φιλή-
δονος ἐρωτικὴν καὶ ἀκόλαστον· φιλάγαθος καὶ φιλόκαλος, σώ-
φρονα καὶ κοσμίαν.
100d
<Ἀνὴρ γὰρ χρηστὸς> χρηστὸν αἰδεῖσθαι φιλεῖ⁝ Εὐριπίδου.
100e
<Ἀναμὶξ ἀγκύλων ἱππόται:> ἐπὶ τῶν μὴ κωλυομένων ποι-
εῖν τινὰ ἀγαθά, ὑπὸ γραμμάτων ἀγκύλων καὶ σκολιῶν· οἱ δὲ
ἀγκύλοι γένος φάλαγγος πεζικῆς, τῆς ἱππικῆς προμαχόμενοι.
1a
<Ἀνὴρ πανοῦργος> πρᾷον ὑπεισελθὼν σχῆμα,
κεκρυμμένη πρόκειται παγὶς τοῖς πλησίον⁝ Μενάνδρου.
1b
<Ἄν τι πράξῃς> καλὸν μετὰ πόνου, ὁ μὲν πόνος οἴχεται,
τὸ δὲ καλὸν μένει. ἄν τι ποιήσῃς αἰσχρὸν μετὰ ἡδονῆς, τὸ μὲν
ἡδὺ οἴχεται, τὸ δὲ αἰσχρὸν μένει⁝ Μουσωνίου.
1c
<Ἀνθρωπίνως δεῖ> τὰς τύχας φέρειν ξένε,
τὰ κοινὰ κοινῶς δεῖ φέρειν συμπτώματα⁝ Μενάνδρου.
3
2a
<Ἀνὴρ γὰρ> ὅστις ἥδεται λέγειν ἀεὶ,
λέληθεν αὑτὸν τοῖς ξυνοῦσιν ὢν βαρύς.
2b
<Ἀνακυμβαλιάζεις τοὺς δίφρους:> ἐπὶ ταραχῆς καὶ ζά-
λης λέγεται.
6a
<Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον:> παρεγγυᾷ,
ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι.
9a
<Ἀνέμων στάσεις> γινώσκουσιν οἱ ἐγχώριοι.
12a
<Ἂν στρουθὸς εἰς χάρακας:> πρὸς τοὺς οἰομένους λανθά-
νειν ἐν οἷς πράττουσι.
19a
<Ἀνὴρ ὁ φεύγων καὶ πάλιν μαχήσεται:> ἐπὶ τῶν ἑτε-
ραλκεῖ νίκῃ χρωμένων ταχθείη.
21a
<Ἀναβάδην ἀναπαύομαι:> ἐπὶ τῶν ἀμελῶν.
21b
<Ἀνδρὸς ὑπ' ἐσθλοῦ> καὶ τυραννεῖσθαι καλόν⁝ Εὐριπί-
δου ἡ γνώμη.
21c
<Ἀνδρὸς μείζονος μὴ κοινώνει:> παραινετικὴ ἡ παροιμία.
22a
<Ἄνοια θνητοῖς> δυστύχημα αὐθαίρετον⁝ Μενάνδρου.
23a
<Ἂν μὴ καθάρῃς καὶ> ἀλέσῃς οὐ μὴ φάγῃς.
24a
<Ἀνὴρ εἰς Λακεδαίμονα> ἀφίκετο Χῖος, γέρων ἤδη ὤν, τὰ
μὲν ἄλλα ἀλαζών, ᾐδεῖτο δὲ ἐπὶ τῷ γήρᾳ, καὶ τὴν τρίχα πολιὰν
οὖσαν ἐπειρᾶτο βαφῇ ἀφανίζειν. Παρελθὼν οὖν εἶπεν ἐκεῖνα
ὑπὲρ ὧν καὶ ἀφίκετο. Ἀναστὰς οὖν ὁ Ἀρχίδαμος, Τί ἂν, ἔφη,
οὗτος ὑγιὲς εἴποι, ὃς οὐ μόνον ἐπὶ τῇ ψυχῇ τὸ ψεῦδος, ἀλλὰ
καὶ ἐπὶ τῇ κεφαλῇ περιφέρει;
27a
<Ἄξιος ὀβελίσκου.
29a
Ἀξίωμα μέγιστόν> ἐστιν οὐ τὸ κεχρῆσθαι τιμαῖς, ἀλλὰ
τὸ ἄξιον αὐτῶν εἶναι νομίζεσθαι⁝ Ἀριστοτέλους.
29b
<Ἀξίως οὐδεὶς> τὸν θεὸν τιμᾷ, ἀλλὰ δικαίως μόνον, ὁπότε
οὐδὲ τοῖς γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας ἐνδέχεται· ἀντιγεννῆ-
σαι γὰρ οὐχ οἷόν τε τούτους⁝ Φίλωνος.
29c
<Ἄξιον τούτους> ἐπαινεῖν τοὺς ἀνθρώπους, οἳ μηδεμίαν
ὠφέλειαν προαιροῦνται τοῦ δικαίου. Χρήματα μὲν γάρ ἐστι κτή-
σασθαι, δόξαν δὲ χρημάτων οὐ ῥᾴδιον κτήσασθαι⁝ Δημοσθένους.
29d
<Ἄξιον δέ ἐστιν> εἰς τὸν περὶ τῆς ἡδονῆς λόγον προσελ-
θόντα μηδὲ ἐκείνην ἀμνημόνευτον ἐᾶσαι, τὴν παρὰ πᾶσι τοῖς
νοῦν ἔχουσιν εὐδοκιμοῦσαν, ἣν ἡδονὴν ὀνομάζουσι, καὶ χαρὰν καὶ
τέρψιν· περιγίνεται δ' ἐκ τῶν καλῶν μαθημάτων καὶ τῶν ἐν-
δόξων κατορθωμάτων. Ἀμφοτέρων δὲ τούτων ὑπάρχει τῷ γέ-
ροντι πρὸς αὑτὸν ἀναμιμνήσκεσθαι, καὶ καθάπερ κτήμασι τέρ-
πεσθαι, λογιζόμενον, ὅτι ἡ τύχη ἡ πάντων κυρία τούτων, ταῦτα
ἄκυρός ἐστιν ἀφελέσθαι⁝ Φαβωρίνου.
29e
<Ἄοινον μέθην> ὁ Θεόφραστος τὰ κουρεῖα ἐκάλει.
31a
<Ἅπαντα τοῖς καλοῖς> ἀνδράσι πρέπει: δήλη.
43a
<Ἅπαντα τῷ> πλουτεῖν ἔσθ' ὑπήκοα.
45a
<Ἄπληστον τὸ διὰ> παντὸς κέρδος: ἀπόφθεγμα Πιττάκου.
51a
<Ἀπὸ γλώττης φίλος:> ἐπὶ τῶν πράγματι μέν, οὐ λόγῳ
δὲ εὐεργετούντων.
54a
<Ἀπ' ὄνων ἐφ' ἵππους:> ἐπὶ τῶν ἀπὸ χειρόνων ἐπὶ τὰ
κρείττω μεταβαλλόντων.
54b
<Ἀπὸ νεκρῶν φορολογεῖ:> αὕτη ἂν ῥηθείη τοῖς ἀπὸ νε-
κρῶν κερδαίνουσιν· ὅθεν καὶ ὁ παρὰ τῷ Λουκιανῷ Χάρων πρὸς
τὸν Ἑρμῆν ἀπαιτοῦντα τὰ χρήματα, ἃ κατηνάλωσεν εἴς τε ἄγκυ-
ραν καὶ τροπωτῆρα κἀν τοῖς λοιποῖς ὧν ἐδεῖτο τὸ σκαφήδιον,
ἀδύνατον ἔφη ἀποδοῦναι, ἢν μὴ λοιμός τις ἢ πόλεμος κατα-
πέμψῃ ἀθρόους τινάς.
55a
<Ἁπλοῦν θύλακον πατεῖ:> ἐπὶ τῶν εὐκαταφρονήτων Θεό-
δεκτος εἶπεν.
58a
<Ἅπαντα βρωτὰ> τοῖς πολιορκουμένοις.
59a
<Ἄπαγε ξένον ἐν χειμῶνι:> ἐπὶ τῶν ἀκαίρως ἐλθόντων.
59b
<Ἅπας μὲν ἀὴρ> ἀετῷ περάσιμος·
ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς.
59c
<Ἅπανθ' ὁ λιμὸς> γλυκέα πλὴν αὑτοῦ ποιεῖ.
πενία γάρ ἐστιν ἡ τρόπων διδάσκαλος.
60a
<Ἀπάτῃ γὰρ> εὐπρεπεῖ αἴσχιόν τι τοῖς γε ἐν ἀξιώματι πλεονε-
κτῆσαι ἢ βίᾳ ἐμφανεῖ· τὸ μὲν γὰρ ἰσχύος δικαιώσει, ἣν ἡ τύχη
ἔδωκεν, ἐπέρχεται, τὸ δὲ γνώμης ἀδίκου ἐπιβουλῇ⁝ Θουκυδίδου.
60b
<Ἀπό μοι θανεῖν> γένοιτ'· οὐ γὰρ ἂν ἄλλη λύσις
ἐκ πόνων γένοιτ' οὐδ' ἅμα τῶνδε⁝ Ἀνακρέοντος.
60c
<Τίνες γεγόνασιν ἀρχηγοὶ> τεχνῶν καὶ ἐπιστημῶν; Ἀπελ-
λῆς βοτανικῆς. Δημοσθένης ῥητορικῆς τῆς τρίτης μετὰ τὰς δύο
φοράς. Παπιανὸς νομοθεσίας. Ἄντινος λογχοποιΐας. Εὐρύνοος
λογχοτοξοσύνης. Εὐρύδαμνος Μεσήνιος θώρακος πολεμικοῦ. Εὔ-
ανδρος κνημῖδος καὶ ἀσπίδος. Ὀππιανὸς ἁλιευτικῆς· Τριπτόλε-
μος σπορᾶς σίτου. Πάμφιλος ζωγραφικῆς. Τύφης ναυτικῆς.
Ἄργος ναυπηγίας. Ἀρχιμήδης μηχανικῆς.
60d
<Ἀποτεθρυωμένος ἀνήρ:> ἤτοι ἀπηγριωμένος. εἴρηται δὲ
κατὰ μεταφορὰν τὴν ἀπὸ τεθρίων, ἅπερ ἐστὶν ἄγονα ἄγρια λάχανα.
60e
<Ἀπροσδόκητον οὐδὲν> ἀνθρώποις πάθους·
ἐφημέρους γὰρ τὰς τύχας κεκτήμεθα⁝ Διφίλου.
60f
<Ἀπορίη ξυνὴ τῆς> ἑκάστου χαλεπωτέρη· οὐ γὰρ ὑπολεί-
πεται ἐλπὶς ἐπικουρίης⁝ Δημοκρίτου.
60g
<Ἄπολλον, ὡς> δυσάρεστον ἔστ' ἀνιώμενος
ἄνθρωπος, ἐφ' ἅπασί τε δυσχερῶς ἔχει⁝ Ἄμφιδος.
60h
<Ἀπραγμόνως ζῆν> ἡδύ· μακάριος βίος
καὶ σεμνός, ἐὰν ᾖ μεθ' ἑτέρων ἀπραγμόνων·
ἐν θηρίοις δὲ καὶ πιθήκοις ὄντα δεῖ
εἶναι πίθηκον, ὦ ταλαιπώρου βίου⁝ Ἀπολλοδώρου.
60i
<Ἀποστρέφου τῶν> κολάκων τοὺς ἀπατηλοὺς λόγους. ἐξαμ-
βλύνοντες γὰρ τοὺς ψυχῆς λογισμοὺς οὐ συγχωροῦσι τῶν πραγμά-
των τὴν ἀλήθειαν· ἢ γὰρ ἐπαινοῦσι τὰ ψόγου ἄξια ἢ ψέγουσι
τὰ ἐπαίνων κρείττονα⁝ Φίλωνος.
60k
<Ἁπλᾶ γάρ ἐστι> τῆς ἀληθείας τἄπη.
63a
<Ἅπαν τὸ λυποῦν> ἐστὶν ἀνθρώποις νόσος⁝ Ἀντιφάνους.
63b
<Ἅπαντα δοῦλα τοῦ> φρονεῖν καθίσταται⁝ Μενάνδρου.
63c
<Ἃ πάσχοντες ὑφ'> ἑτέρων ὀργίζεσθε, ταῦτα τοῖς ἄλλοις
μὴ ποιεῖτε⁝ Ἰσοκράτους.
63d
<Ἅπας ὁ ὑπὸ> γῆν κὶ ὑπὲρ γῆν χρυσὸς ἀρετῆς οὐκ ἀντά-
ξιος⁝ Πλάτωνος.
64a
<Ἅπαντ' ἐρίζεις καὶ> συνιεῖς οὐδὲ ἕν.
γράμματα μαθεῖν δεῖ καὶ μαθόντα νοῦν ἔχειν.
οὐκ ἄν τις εἴπῃ πολλὰ θαυμασθήσεται·
ὁ μικρὰ δ' εἰπὼν μᾶλλον, ἂν ᾖ χρήσιμα⁝ Φιλωνίδου.
64b
<Ἅπαντ' ἐν ἀνθρώποισι> γηράσκειν ἔφυ,
καὶ πρὸς τελευτὴν ἔρχεται τὴν τοῦ χρόνου,
πλὴν ὡς ἔοικε τῆς ἀναιδείας μόνον.
αὕτη δ' ὅσῳπερ αὔξεται θνητῶν γένει,
τοσῷδε μεῖζον γίγνεται καθ' ἡμέραν.
64c
<Ἅπαντα τὰ ζῷά> ἐστι μακαριώτατα
καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπου πολύ.
τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί.
οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως.
τούτῳ κακὸν δι' αὑτὸν οὐδὲν γίνεται,
ἃ δ' ἡ φύσις δέδωκε ταῦτ' ἔχει.
ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν
αὐτοὶ παρ' αὐτῶν ἕτερα προσπορίζομεν,
λυπούμεθ' ἂν πτάρῃ τις, ἂν εἴπῃ κακῶς,
ὀργιζόμεθ', ἂν ἴδοι τις ἐνύπνιον, σφόδρα
φοβούμεθ', ἂν γλαῦξ ἀνακράγῃ, δεδοίκαμεν.
ἀγωνίαι, δόξαι, φιλοτιμίαι, νόμοι,
ἅπαντα ταῦτ' ἐπίθετα τῇ φύσει κακά⁝ Μενάνδρου.
65a
<Ἀπελλῆς ὁ ζωγράφος> ἐρωτηθεὶς, διὰ τί τὴν τύχην καθ-
ημένην ἔγραψεν, εἶπεν, Οὐχ ἕστηκε γάρ.
71a
<Ἀργυρὸς λιμός:> ἐπὶ τῶν ἐν σιτοδείᾳ καὶ σπάνει τῶν
ἀναγκαίων πολὺ ἀργύριον κερδαινόντων.
77a
<Ἄρχε πρῶτον> μαθὼν ἄρχεσθαι· ἄρχεσθαι γὰρ μαθὼν
ἄρχειν ἐπιστήσῃ⁝ Σόλωνος ἡ ὑποθήκη.
77b
<Ἀρχὴν δὲ θηρᾶν> οὐ πρέπει τἀμήχανα.
80a
<Ἁρπακτικώτερος> γαλῶν.
81a
<Ἀρκάδας μιμήσομαι:> ἐπὶ τῶν ἑτέροις πονούντων.
88a
<Ἄρκευθός ἐστι> φυτὸν ἀκανθῶδες, οὗ τὴν ὀδμὴν πάντα
τὰ ἑρπετὰ ἀποστρέφονται· παρὰ τὴν ἀρὰν, ὅ ἐστι τὴν βλάβην,
κεύθειν.
88b
<Ἀρκοῦ καθ' αὑτοῦ,> καὶ μὴ διάρπαζε τὰ πλησίον, μηδ'
αὖ προΐεσο τῶν σῶν, ὡς κατὰ τοῦτο μειονεκτῶν⁝ Ἱέραξ εἶπε.
90a
<Ἀρχὴν ἔχων> κόσμεε, αὐτὸς δὲ μὴ μεταβάλλεο.
90b
<Ἀρχὴν λαβὼν μὴ> ἐπαίρεο, ὡυτὸς δὲ διατέλεε· οὕτω γὰρ
καὶ ἀποθέμενος οὐκ ἀφῃρῆσθαι τοῦ σεμνύνοντός σε νομισθήσεαι⁝
Εὐσεβίου.
90c
<Ἀρθεὶς δ' ηὖτ'> ἀπόλευ κάδος πέτρης,
εἰς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι⁝ Ἀνακρέοντος.
90d
<Ἀργαλέος γάρ> τ' ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι⁝ Ὁμήρου.
90e
<Ἀρετῆς ἀτιμαζομένης,> πλοῦτος μοῦνος σπουδαζόμενος
καὶ ἐνδυναστεύσας, ὕβριός τε καὶ ὑπερηφανίης ὑπηρέτης, καὶ
πάντων κακῶν ὑπ' ἐξουσίης τε καὶ τοῦ ἀνεπιπλήκτου χορηγὸς
γίγνεται⁝ Εὐσεβίου.
97a
<Ἀρετῆς οἰκεῖον> ἀδικίαν μισεῖν, εὐσέβειαν φυλάσσειν⁝
Κλεοβούλου.
97b
<Ἄρχων μὲν> ἐπιτήδευε πρᾷος εἶναι, ἀρχόμενος δὲ μεγαλό-
φρων⁝ Ἰσοκράτους.
97c
<Ἄρχεσθαι μὴ> μαθὼν ἄρχειν μὴ ἐπιχείρει⁝ Κλειτάρχου.
97d
<Ἀρχικὸς εἶναι> βούλου μὴ χαλεπότητι μηδὲ τῷ σφόδρα
κολάζειν, ἀλλὰ τῷ πάντας ἡττᾶσθαι τῆς σῆς διανοίας⁝ Ἰσοκράτους.
97e
<Ἀργὸς γὰρ οὐδεὶς> θεοὺς ἔχων ἀνὰ στόμα
βίον δύναιτ' ἂν συλλέγειν ἄνευ πόνων⁝ Εὐριπίδου.
100a
<Ἀρεοπαγίτης:> ἐπὶ τῶν σκυθρωπῶν καὶ ὑπερσέμνων.
4
11a
<Ἀσκὸν λήψεται ὁ πρότερον πιών:> ἐπὶ τῶν γενναίως
ὑπὲρ ἄλλων ἀγωνιζομένων.
11b
<Ἆσέ με δαίμονος> αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
11c
<Ἀσκεῖν μὲν ἀρετὴν,> εὐτυχεῖν δ' αἰτεῖν θεούς.
ἔχων γὰρ ἄμφω ταῦτα, μακάριός θ' ἅμα
κεκλημένος ζῆν κἀγαθὸς δυνήσεται.
11d
<Ἀσελγέστερος ὄνου.
11e
Ἀσελγής ἐστιν ὁ ἀνήρ:> ἀντὶ τοῦ ἄγαν ὄζει. παρῆκται
δέ, ὡς φασίν, ἐξ αἰτίας τοιαύτης· Σέλγος πόλις ἐστὶ τῆς Πισι-
δίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν·
κατ' ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν.
12a
Πλάτωνος ἐπίγραμμα εἰς Φαῖδρον.
<Ἀστέρας εἰσαθρεῖς> ἀστὴρ ἐμός· εἴθε γενοίμην
οὐρανός· ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.
12b
Ἄλλο. τοῦ αὐτοῦ εἰς τὸν αὐτόν.
<Ἀστὴρ μὴν πρὶν> ἔλαμπες ἐνὶ ζωοῖσιν ἑῷος·
νῦν δὲ θανὼν λάμπεις, ἕσπερος ἐν φθιμένοις.
13a
<Ἀσύνετος, ὅστις> ἐν φόβῳ μὲν ἀσθενής,
λαβὼν δὲ μικρὸν τῆς τύχης φρονεῖ μέγα⁝ Εὐριπίδου.
14a
<Ἀσφαλής ἐστ'> ἀμείνων ἢ θρασὺς στρατηλάτης⁝ Εὐριπίδου.
14b
<Ἀσφαλὴς πᾶς τόπος> τῷ ζῶντι μετὰ δικαιοσύνης.
14c
<Ἀσφόδελος σκιλλῶδες> φυτόν, φύλλα ἔχον μακρὸν καὶ
ἀνθερικὸν ἐσθιόμενον. καὶ τὸ σπέρμα δὲ αὐτοῦ φρυγόμενον, καὶ
ἡ ῥίζα κοπτομένη μετὰ σύκων πλείστην ὄνησιν ἔχει. Περσεφόνης
καὶ χθονίων ἱερόν. καὶ Ῥόδιοι τὴν Κόρην οὐ τὴν Ἄρτεμιν ἀσφο-
δέλῳ στέφουσιν. προπαροξυτόνως δὲ ἀναγνωστέον. καὶ Ἡσίοδος·
οὐδ' ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ' ὄνειαρ.
τὸν δὲ τόπον ἐν ᾧ φύεται, ὀξυτονητέον, ὡς παρ' Ὁμήρῳ·
κατ' ἀσφοδελὸν λειμῶνα.
14d
<Ἀστοῖσιν δ' οὔπω> πᾶσιν ἁδεῖν δύναμαι.
οὐδὲν θαυμαστόν, Πολυπαίδη. οὐδὲ γὰρ ὁ Ζεύς
οὔθ' ὕων πάντας ἁνδάνει οὔτ' ἀνέχων.
σοὶ δ' ἐγὼ εὖ φρονέων ὑποθήσομ', οἷάπερ αὐτὸς
Κύρν' ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ' ἐὼν ἔμαθον⁝ Θεόγνιδος.
16a
<Ἀτὰρ θεὶς ἄλλοτ'> ἐπ' ἄλλῳ Ζεὺς ἀγαθόν τε κακόν τε
διδοῖ.
19a
Ἃ <τῇ λεοντῇ μὴ σθένεις, τὴν ἀλωπεκῆν πρόσ-
αψον:> ἐὰν μὴ φανερῶς δύνῃ, φησίν, ἀμυνόμενος βλάψαι, τῇ
πανουργίᾳ χρῆσαι.
23a
<Ἀτύφου μοίρας εἷς:> ἀντὶ τοῦ ἀβλαβοῦς. Ὅθεν καὶ ὁ
Πλάτων ἄτυφόν φησι τὸν ἀβλαβῆ ἐν Φαίδωνι· ἐπεὶ τὸ τύφον
βλάπτει. καὶ ἐπιτεθυμμένον τὸ καῖον, ὅπερ ἀπὸ τοῦ θύπτω τὸ
ἐπικαίω λέγεται. ἐξ οὗ καὶ θυμάλωπες οἱ ἀπολελειμμένοι τῆς
θύψεως ἄνθρακες, ἤγουν οἱ ἡμίκαυτοι.
23b
<Ἀτυχίαν κρύπτε, ἵνα> μὴ τοὺς ἐχθρούς σου εὐφράνῃς⁝
Πλουτάρχου.
23c
<Ἀτυχοῦντι μὴ ἐπιγέλα·> κοινὴ γὰρ ἡ τύχη⁝ Χίλωνος.
23d
Ἃ <τοῖς ἄλλοισιν> ὡς φαῦλα ἐπιτιμᾷς, ταῦτα πρότερον
αὐτὸς ποιέειν φυλάσσεο⁝ Εὐσεβίου.
23e
<Ἀτραπὸν εἰς ἅδεω> ἤνυσα τὴν οὔπω τις ἐναντίον ἦλθεν
ὁδίτης⁝ Φιλήτου.
23f
<Ἄτοπόν ἐστι διώκοντα> τὰς τιμὰς φεύγειν τοὺς πόνους,
δι' ὧν αἱ τιμαί.
23g
<Ἀτέκμαρτος ὁ πᾶς> βίος, οὐδὲν ἔχων πιστόν, πλανᾶται
συντυχίαις· ἐλπὶς δὲ φρένας παραθαρσύνει· τὸ δὲ μέλλον ἀκρι-
βῶς οἶδεν οὐδεὶς ὁ θάνατος ὅπη φέρεται· θεὸς δὲ πάντας ἐν
κινδύνοις θνατοὺς κυβερνᾷ· ἀντιπνεῖ δὲ πολλάκις ἀτυχίας δεινή
τις αὔρα.
23h
<Ἀτελέστατα καὶ> ἀμήχανα τοὺς θανόντας κλαίειν⁝ Στη-
σιχόρου.
27a
<Ἄττης λόφος:> ἐπὶ τῶν σφόδρα βαρυσυμφορωτάτων.
27b
<Ἀτεχνῶς τὸν σωρόν:> ἐπὶ τῶν εὐηθιζομένων.
31a
<Αὐτίκ' ἔπειθ' ἅμα> μῦθος ἔην, τετέλεστο δὲ ἔργον.
51a
<Ἀφέμενος τῆς δρυὸς, ἕπεται τῶν πυρῶν:> ἐπὶ τῶν
ἀπὸ χειρόνων ἐπὶ τὰ βελτίω μεταπεσόντων.
51b
<Ἀφόρητος γίνεται> κακία ἐπαινουμένη.
54a
<Ἀφθὰς σοὶ λελάληκεν:> Φθὰς καὶ Ἀφθὰς ὁ Ἥφαιστος.
54b
Ἁ <φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν:>
ἐπὶ τῶν ἐκ παντὸς κερδαίνειν βουλομένων.
54c
<Ἀφρήτωρ, ἀθέμιστος,> ἀνέστιός ἐστιν ἐκεῖνος,
ὃς πολέμου ἔραται ἐπιδημίου, ὀκρυόεντος⁝ Ὁμήρου ἡ γνώμη.
54d
<Ἄφυκτόν ἐστι τὸ> τῆς πεπρωμένης κακόν: Ἀριστοτέλης.
62a
<Ἀφωνότερος πέρδικος.
62b
Ἀφροδίτα τὰ μὲν> οὐκ ἔστι μάργος δ' Ἔρως οἷα παίσδα
ἄκρ' ἐπ' ἄνθηκα βαίνων, ἃ μή μοι θίγῃς, τῶ κιπαρίσσω⁝ Ἀλκμᾶνος.
63a
<Ἀχαλίνων στομάτων> ἀνόμου τ' ἀφροσύνας, τέλος δυσ-
τυχία: δήλη.
64a
<Ἄχει πέπληγμαι:> ἐπὶ τοῦ δυσφοροῦντος.
67a
<Ἄχρι εἰς τὸ βάραθρον:> ἐπὶ τῶν μέχρι τελευτῆς ἢ καλῶν
ἢ κακῶν ἢ εὐγενῶν ἢ δυσγενῶν ὄντων.
68a
<Ἀχάριστον εὐεργετεῖν> καὶ νεκρὸν μυρίζειν ἑνὶ σύγ-
κειται.
68b
<Ἀψυχότερος λαγωοῦ φεύγοντος:> ἐπὶ τῶν σφόδρα
δειλῶν.
71a
<Βαλανεῦσιν ἔοικας:> ἐπὶ τοῦ πολυπράγμονος καὶ περιέρ-
γου. παρόσον σχολὴν ἄγοντες πολυπραγμονοῦσιν οἱ βαλανεῖς.
71b
<Βαλανείων διὰ τέτταρας> αἰτίας χρώμεθα, διὰ καθαριό-
τητα, ἀλέας χάριν, ὑγιείας, ἡδονῆς· οἱ παλαιοὶ δὲ ταῦτα ἀν-
θρωπογναφεῖα ἐκάλουν, ἐπεὶ θᾶττον ἢ προσῆκε ῥακοῖ τὰ σώματα
καὶ προγηράσκειν ἀναγκάζει. Ἐκλήθη δὲ βαλανεῖον ὅτι οἱ πα-
λαιοὶ τὰς βαλάνους ἐσθίοντες τὰ κελύφη ἔκαιον ἐν τοῖς λουτροῖς.
76a
<Βάλλ' εἰς ὄλεθρον:> καί, <Βάλλ' ἐς φθοράν.
87a
Βαλάντιον ἐρώντων φύλλῳ πράσου δέδεται:> παρό-
σον οἱ ἐρῶντες εὐκόλως καταναλίσκουσιν.
88a
<Βδάλλειν:> τὸ ἀμέλγειν· παρὰ τὸ βίᾳ ἐκθλιβόμενον ἀλδί-
σκειν τὸ γάλα. Κλήμεις· οὕτως ἡ μετάδοσις, ἀγαθὴ φιλαν-
θρωπίας ὑπάρχουσα πηγή, κοινωνοῦσα τοῖς διψῶσι ποτοῦ αὔξε-
ται πάλιν καὶ πίμπλαται, ὃν τρόπον ἐπὶ τοὺς θηλαζομένους ἢ
καὶ βδαλλομένους μαστοὺς ἐπιῤῥεῖν εἴωθε τὸ γάλα.
89a
<Βέλτερος ἀλκήεντος> ἔφυ σεσοφισμένος ἀνήρ: Φωκυλλί-
δου ἀπόφθεγμα.
89b
<Βεβαιοτέραν τὴν> φιλίαν ἔχε πρὸς τοὺς γονεῖς⁝ Χαι-
ρήμονος.
89c
<Βέβαιον οὐδέν> ἐστιν ἐν θνητῷ βίῳ.
βιοῖ γὰρ οὐδεὶς ὃν προαιρεῖται τρόπον.
92a
<Βίαντος Τευταμίδου Πριηνέως δίκη:> οὗτος εἷς τῶν
ἑπτὰ σοφῶν ἦν, λέγεται δὲ εἰς τὰς δίκας δεινὸς γεγονέναι· οὗ-
τος δίκην ὑπέρ τινος λέξας ἤδη ὑπέργηρως ὤν, μετὰ τὸ κατα-
παῦσαι τὸν λόγον ἀπέκλινε τὴν κεφαλὴν εἰς τοὺς τῆς θυγατρὸς
υἱοῦ κόλπους. εἰπόντος δὲ καὶ τοῦ ἐναντίου καὶ τῶν δικαστῶν
τὴν ψῆφον ἐνεγκόντων τῷ ὑπὸ τοῦ Βίαντος βοηθουμένῳ, λυθέν-
τος τοῦ δικαστηρίου νεκρὸς ἐν τοῖς κόλποις εὑρέθη. καὶ αὐτὸν
μεγαλοπρεπῶς ἔθαψεν ἡ πόλις, εἰς ὃν καὶ Διογένους τόδε τὸ
ἐπίγραμμα φέρεται.
Ἐπίγραμμα.
Τῇδε Βίαντα κέκευθα τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς
εἰς Ἀΐδην, πολιῷ γήραϊ νιφόμενον.
εἶπε γὰρ, εἶπε δίκην ἑτέρου τινός, εἶτ' ἀποκλινθεὶς
παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.
92b
<Βίον Κύκλωπος:> τὸν ἀνόσιον καὶ ὠμόν.
97a
<Βίος ἀνεόρταστος,> μακρὴ ὁδὸς ἀπανδόκευτος.
97b
<Βίον καλὸν ζῇς,> ἂν γυναῖκα μὴ ἔχῃς⁝ Φιλήτου.
97c
<Βίος βίου> δεόμενος οὐκ ἔστι βίος.
98a
<Βλέπει τὸ στῆθος> ἀετὸς τρωθεὶς πάλαι,
ἀλγῶν δὲ λοιπὸν ἧστο πολλὰ δακρύων,
βλέπων δ' ὀϊστὸν εἶπεν ἐπτερωμένον,
βαβαὶ πτερόν με τὸν πτερωτὸν ὀλλύει.
5
10a
<Βοῦς ἐπὶ σωρῷ:> ἐπὶ τῶν ἡδυπαθούντων.
11a
<Βουλείας δικάζει:> ἐπὶ τῶν τὰς κρίσεις ὑπερτιθεμένων
ἀεὶ δικαστῶν.
13a
<Βούλου γονεῖς> πρώτιστον ἐν τιμαῖς ἔχειν⁝ Φιλήμονος.
16a
<Βρώτειον οὖς:> ἐπὶ τῶν ἀναισθήτων.
16b
<Βραχεῖ λόγῳ> δὲ πολλὰ πρόσκειται σοφά.
16c
<Βραχὺς ὁ βίος> ἀνθρώπῳ εὖ πράττοντι, δυστυχοῦντι δὲ
μακρός⁝ Ἀπολλωνίου.
16d
<Βραχύ τοι σθένος> ἀνδρός, ἀλλὰ ποικιλίαι πραπίδων⁝
Εὐριπίδου.
16e
<Βραδέως μὲν φίλος> γίνου· γενόμενος δὲ πειρῶ διαμένειν·
ὁμοίως γὰρ αἰσχρὸν μηδὲν ἄφιλον ἔχειν καὶ πολλοὺς ἑταίρους
μεταλλάττειν.
19a
<Γάλα τρέφει νήπια,> παῖδα δ' ἔμφρονα, γάλα πιαίνει
σωφροσύνη καθάπερ.
19b
<Γάλακτος φυσιολογία:> τὸ μὲν αἷμα πρωτόγονον ἐν ἀν-
θρώπῳ εὑρίσκεται, ὃ δή τινες οὐσίαν εἰπεῖν ψυχῆς τετολμήκασι·
τοῦτο δὴ τὸ αἷμα φυσικῇ τρεπόμενον πέψει, κυησάσης τῆς μη-
τρός, φιλοστοργίᾳ συμπαθεῖ, ἐξανθεῖ καὶ γηράσκει πρὸς τὸ ἄφο-
βον τοῦ παιδίου· καὶ ἔστι μὲν τῆς σαρκὸς ὑγρότερον τὸ αἷμα,
οἷον ὑγρά τις οὖσα σάρξ, τοῦ δὲ αἵματος νοστιμώτερον τὸ γάλα
καὶ λεπτομερέστερον· εἴτε γὰρ τὸ ἐπιχορηγούμενον αἷμα τῷ ἐμ-
βρύῳ, καὶ διὰ μητρῴου πρότερόν ἐστι πεμπόμενον ὀμφαλοῦ, εἴτε
αὖ τὸ καταμήνιον αὐτό, ἀποκλεισθὲν τῆς οἰκείας φορᾶς, κατὰ
φυσικὴν ἀνάχυσιν χωρεῖν κελεύεται πρὸς τοῦ παντρόφου καὶ γενε-
σιουργοῦ θεοῦ ἐπὶ τοὺς φλεγμαίνοντας ἤδη μαστοὺς καὶ ὑπὸ
πνεύματος ἀλλοιούμενον θερμοῦ, ποθεινὴ σκευάζεται τῷ νηπίῳ
τροφή, αἷμα τὸ μεταβάλλον ἐστί· μάλιστα γὰρ πάντων μελῶν,
μαστοὶ συμπαθεῖς μήτρᾳ. ἐπὰν οὖν κατὰ τοὺς τόκους ἀποκοπὴν
λάβῃ τὸ ἀγγεῖον, δι' οὗ πρὸς τὸ ἔμβρυον τὸ αἷμα ἐφέρετο, μύσις
μὲν γίνεται τοῦ πόρου, τὴν δὲ ὁρμὴν ἐπὶ τοὺς μαστοὺς τὸ αἷμα
λαμβάνει, καὶ πολλῆς τῆς ἐπιφορᾶς γενομένης διατείνονται καὶ
μεταβάλλει τὸ αἷμα εἰς γάλα, ἀναλόγως τῇ ἐπὶ τῆς ἑλκώσεως
εἰς πύον τοῦ αἵματος μεταβολῇ, εἴτε αὖ παρὰ τῶν ἐν μαστοῖς
παρακειμένων φλεβῶν, ἀναστομουμένων κατὰ τὰς διατάσεις τῆς
κυΐσεως, τὸ αἷμα μεταχεῖται εἰς τὰς φυσικὰς τῶν μαστῶν σύραγ-
γας· τοῦτο δὲ ἀνακιρνάμενον τὸ ἀπὸ τῶν γειτνιουσῶν καταπεμ-
πόμενον ἀρτηριῶν πνεῦμα, μενούσης ἔτι τῆς ὑποκειμένης ἀκεραίου
τοῦ αἵματος οὐσίας, ἐκκυμαινόμενον λευκαίνεται, καὶ τῇ τοιαύτῃ
ἀνακοπῇ κατ' ἐξαφρισμὸν μεταβάλλεται, παραπλήσιόν τι πεπον-
θὸς τῇ θαλάττῃ, ἣν δὴ κατὰ τὰς ἐκβολὰς τῶν πνευμάτων οἱ
ποιηταί φασιν ἀποπτύειν <ἁλὸς ἄχνην·> πλὴν ἀλλὰ αἷμα ἔχει
τὴν οὐσίαν. Τούτῳ τῷ τρόπῳ καὶ οἱ ποταμοὶ ῥόθῳ φερόμενοι
τῇ ἐμπεριλήψει τοῦ περικεχυμένου ἀέρος ξαινόμενοι, ἀφρὸν μυρ-
μύρουσι, καὶ τὸ ἐνστόμιον ἡμῖν ὑγρὸν τῷ πνεύματι ἐκλευκαίνεται.
τίς οὖν ἡ ἀποκλήρωσις μὴ οὐχὶ καὶ τὸ αἷμα ἐπὶ τὸ φωτεινότα-
τον καὶ λευκότατον ὑπὸ τοῦ πνεύματος τρέπεσθαι ὁμολογεῖν; πά-
σχειν τὴν μεταβολὴν κατὰ ποιότητα, οὐ κατ' οὐσίαν· ἀμέλει γοῦν
οὐ τροφιμώτερον ἄλλο τι, οὐδὲ μὴν γλυκύτερον, ἀλλ' οὐδὲ λευ-
κότερον εὕροις ἂν γάλακτος· πάντη δὲ ἔοικε τοῦτο τῇ πνευμα-
τικῇ τροφῇ, γλυκεῖα μὲν διὰ τὴν χάριν ὑπάρχουσα, τρόφιμος δὲ,
ὡς ζωή, λευκὴ δὲ ὡς ἡμέρα Χριστοῦ καὶ τὸ αἷμα Χριστοῦ πε-
φανέρωται ὡς γάλα⁝ <Οὐ μὴν ἀλλὰ> καὶ ἐκ τῶν ποιμνίων ἔκ
τε τῶν βουκολίων ἔξεστι μαθεῖν, ὡς ἐξ αἵματος γάλα κατὰ με-
ταβολὴν γίνεται· τὰ γὰρ ζῷα ταῦτα τοῦ ἔτους κατὰ τὴν ὥραν,
ἣν ἔαρ καλοῦμεν, ὑγροτέρου τοῦ περιέχοντος γεγονότος, ἀλλὰ
καὶ τῆς πόας καὶ τῶν νομῶν εὐχίλων, τὸ τηνικάδε οὐσῶν καὶ
ἐνίκμων αἵματος πίμπλαται πρότερον, ὡς ἐκ τῆς διατάσεως τῶν
φλεβῶν κυρτουμένων τῶν ἀγγείων δείκνυται· ἐκ δὲ τοῦ αἵματος
δαψιλέστερον χεῖται τὸ γάλα· θέρους δ' ἔμπαλιν ὑπὸ τοῦ καύ-
ματος συγκαιόμενον καὶ ἀναξηραινόμενον ἵστησι τὴν μεταβολὴν
τὸ αἷμα καὶ ταύτῃ ἔλαττον ἀμέλγονται.
21a
<Γαλῆ στέαρ:> ἐπὶ τῶν οἷς χαίρουσι ταῦτα λαμβανόντων.
22a
<Γαστὴρ παχεῖα> λεπτὸν οὐ τίκτει νόον.
24a
<Γάμους δ' ὅσοι> σπεύδουσι μὴ πεπρωμένους,
μάτην πονοῦσιν· ἡ δὲ τὸ χρεὼν πόσει
μένουσα, κἀσπούδαστος ἦλθεν εἰς δόμους⁝ Εὐριπίδου.
24b
<Γάμους εὐτελεῖς> καὶ ἰσοτίμους ποιεῖν⁝ Φίλωνος.
24c
<Γάμος κράτιστός> ἐστιν ἀνδρὶ σώφρονι,
τρόπον γυναικὸς χρηστὸν ἔνδον λαμβάνειν.
αὕτη γὰρ ἡ προὶξ οἰκίαν σώζει μόνη.
ὅστις δὲ τρυφερῶς τὴν γυναῖκ' ἄγει λαβών,
σύνεργον οὗτος ἀντὶ δεσποίνης ἔχει,
εὔνουν, βεβαίαν εἰς ἅπαντα τὸν βίον⁝ Ἱππώνακτος.
24d
<Γαμψώνυχας μὴ τρέφειν:> ἀντὶ τοῦ ἅρπαγας φεύγειν.
26a
<Γαμεῖν κεκρικότα> δεῖ σε γινώσκειν, ὅτι
ἀγαθὸν μεθέξεις, ἂν μὴ λάβῃς μικρὸν κακόν⁝ Μενάνδρου.
26b
<Γάμου ἀρίστη> ξυμφωνίη, ἀμφοτέρους σωφροσύνην ἀσκεῖν⁝
Εὐσεβίου.
26c
<Γαστρὸς δὲ πειρῶ> πᾶσαν ἡνίαν κρατεῖν.
μόνη γὰρ ὧν πέπονθεν οὐκ ἔχει χάριν,
ἀεὶ δὲ τοῦ δέοντος ἐνδεῖται πλέον.
ὅστις δὲ μὴ γαστρὸς κρατεῖν ἐπίσταται,
τὰ πλείω τῶν κακῶν ἔχει κακά⁝ Χάρητος.
29a
<Γελᾶν ὁ θέλων> μετὰ μειρακίου αἰσχρὰς ὕβρεις κερδήσει
καὶ μέμψιν⁝ Μοσχίωνος.
29b
<Γελᾷ δ' ὁ μωρός,> κἄν τι μὴ γέλοιον ᾖ.
30a
<Γεννητόρων ἕκατι> κατθανεῖν καλόν.
αὐτὸς τραφεὶς δὲ τῶν φυτευσάντων ὕπο,
καλῶς τὸν αὐτὸν ἔρανον αὐτοῖσιν νέμοις⁝ Δικαιογένους.
30b
<Γένους δ' ἔπαινός> ἐστιν ἀσφαλέστατος,
κατ' ἄνδρ' ἐπαινεῖν, ὅστις ἂν δίκαιος ᾖ,
τρόπους τ' ἄριστος, τοῦτον εὐγενῆ καλεῖν⁝ Ἀστυδάμαντος.
30c
<Γεγόναμεν ἅπαξ·> δὶς οὐκ ἔστι γενέσθαι· δεῖ δὲ τὸν αἰῶνα
μηκέτ' εἶναι. Σὺ δὲ τῆς αὔριον οὐκ ὢν κύριος, ἀναβάλῃ τὸν
καιρόν· ὁ δὲ πάντων βίος μελησμῷ παραπόλλυται· καὶ διὰ τοῦτο
ἕκαστος ἡμῶν ἀσχολούμενος ἀποθνήσκει⁝ Ἐπικούρου ἡ γενναία
αὕτη ὑποθήκη.
35a
<Γέροντι μηδέποτε μηδὲν χρηστὸν ποιεῖν:> παραινεῖ,
μηδένα ἀκαίρως εὐεργετεῖν.
36a
<Γέρων ὀλίγα φοβεῖται:> δήλη.
37a
<Γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ:> τοῦτ' ἠρώτησε
Διονύσιος Ἡρακλείδην· Ἡρακλείδης δ' ἀπεκρίθη πρὸς Διονύ-
σιον· γέρων πίθηκος ἁλίσκεται μὲν, μετὰ χρόνον δ' ἁλίσκεται.
Ἐπὶ τῶν ἅπαξ δυστυχησάντων.
38a
<Γεύεται πίσσης ὁ μῦς:> ἐπὶ τῶν ἀξίως τιμωρουμένων.
40a
<Γῆ καὶ θάλασσα οὐρανομήκης:> ἐπὶ τῶν σφόδρα ὀργι-
ζομένων.
41a
<Γῆρας διδάσκει πάντα,> καὶ χρόνου τριβή⁝ Σοφοκλέους.
41b
<Γῆρας καὶ πενία,> δύο τραύματα δυσθεράπευτα⁝ Ἡρώδου.
41c
<Γῆρας ὁλόκληρός ἐστι> πήρωσις· πάντ' ἔχει, καὶ πᾶσιν
ἐνδεῖ⁝ Δημοκρίτου.
41d
<Γῆρας ἐπὰν μὲν> ἀπῇ, πᾶς εὔχεται· ἢν δέ ποτ' ἔλθῃ,
μέμφεται· ἔστι δ' ἀεὶ κρεῖσσον ὀφειλόμενον.
41e
<Γῆς ἐπέβην γυμνός·> γυμνὸς δ' ὑπὸ γαῖαν ἄπειμι.
καὶ τί μάτην μοχθῶ, γυμνὸν ὁρῶν τὸ τέλος;⁝ Λουκιανοῦ.
41f
<Γῆς βάρος:> ἐπὶ τῶν ἀχρήστων.
41g
<Γῇ κρύψας ἔχεις:> ἐπὶ τῶν φθονούντων.
44a
<Γίνωσκε τἀνθρώπια> μηδ' ὑπερμέτρως
ἄλγει· κακοῖσι γὰρ οὐ σὺ πρόσκεισαι μόνη⁝ Εὐριπίδου.
44b
<Γλαῦξ γὰρ ἡμῶν> πρὶν μάχεσθαι τὸν στρατὸν διέπτατο.
51a
<Γλυκὺς κρατὴρ> ἀγαφθέγκτων ἀοιδᾶν.
52a
<Γλυκεῖά οἱ καρδίαν> ἀτάλλοισα γηροτρόφος ξυναωρὶ ἐλ-
πὶς, ἃ μάλιστα θνατῶν πολύστροφον γνώμαν κυβερνᾷ⁝
53a
<Γλώσσης μάλιστα> πανταχοῦ πειρῶ κρατεῖν.
ὃ καὶ γέροντι καὶ νέῳ τιμὴν φέρει,
ἡ γλῶσσα σιωπὴν κεκτημένη⁝ Χάρητος ἡ ὑποθήκη.
53b
<Γλῶσσα βλάσφημος> διανοίας κακῆς ἔλεγχος.
53c
<Γλώσσης τοι θησαυρὸς> ἐν ἀνθρώποισιν ἄριστος
φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης⁝ Ἡσιόδου.
53d
<Γλώσσῃ θρασείᾳ> μὴ χρῆσθαι· πολλάκις γὰρ τὸ θράσος
καὶ αὐτὴν διώλεσε τὴν κεφαλήν⁝ Σωκράτους.
53e
<Γλῶσσαν μίαν> τοῖς ἀνθρώποις ἡ φύσις δέδωκε, δύο δὲ
ὦτα, ἵνα διπλάσιον ὧν λέγομεν παρ' ἑτέρων ἀκούωμεν⁝ Ἐπικτήτου.
53f
<Γλῶσσα δέ ἐστι> τότε τοῦ λόγου ὄργανον. ἥ τε παρὰ τῶν
ἐθνῶν ὁμιλία παρηλλαγμένη καὶ ἡ διάλεκτος. διάλεκτοι δέ εἰσιν
ἑλληνικαὶ πέντε· ἰὰς, ἤτοι ἡ τῶν Ἰώνων, ἡ ἀπὸ τοῦ Ἴωνος τοῦ
Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ἐρεχθέως θυγατρὸς τὴν κλῆσιν
ἐσχηκυῖα· ἣν ἔγραψεν Ὅμηρος. ἀτθὶς δὲ ἡ τῶν Ἀττικῶν ἀπὸ
Ἀτθίδος τῆς Καρνέου θυγατρός· ἣν ἔγραψεν Ἀριστοφάνης. δωρὶς
δὲ ἡ τῶν Δωριέων ἀπὸ Δώρου τοῦ Ἕλληνος παιδός· ἣν ἔγραψε
Θεόκριτος. αἰολὶς δὲ ἀπὸ Αἰόλου τοῦ Ἕλληνος παιδός· ἣν ἔγραψε
Ἀλκμαίων. κοινὴ δέ, ᾗ πάντες χρώμεθα, ἥν, φασί, ἔγραψε Πίν-
δαρος.
55a
<Γλώσσῃ ματαίᾳ> ζημία προστρίβεται.
56a
<Γνῶθι σεαυτὸν,> ἄριστε, πόθεν καὶ ὅστις ἐτύχθης·
ῥεῖα μὲν ὧδε τύχῃς κάλλεος ἀρχετύπου.
56b
<Γνῶμαι πλέον κρατοῦσιν,> ἢ σθένος χερῶν⁝ Σοφοκλέους.
56c
<Γνώμη δὲ κρείσσων> ἐστίν, ἢ ῥώμη χερῶν⁝ Ἀγάθωνος.
56d
<Γνώμῃ γὰρ ἀνδρὸς> εὖ μὲν οἰκοῦνται πόλεις,
εὖ δ' οἶκοι, εἴς τ' αὖ πόλεμον ἰσχύει μέγα.
σοφὸν γὰρ ἓν βούλημα τὰς πολλὰς χέρας
νικᾷ· σὺν ὄχλῳ δ' ἀμαθία πλέον κακόν⁝ Εὐριπίδου.
56e
<Γνώμης γὰρ> ἐσθλῆς ἔργα χρηστὰ γίνεται.
56f
<Γνώμων εἶ:> ἀντὶ τοῦ κανὼν καὶ ἀκριβὴς σταθμή.
58a
<Γονέων δὲ ἀμελῶν> οὐκ ἄνθρωπος ξύμβουλος νοῦν ἔχων
ποτὲ γένοιτ' ἂν οὐδεὶς οὐδένι⁝ Πλάτωνος.
59a
<Γουνοῦμαί> ς' ἐλαφηβόλε, ξανθὴ παῖ Διός, ἀγρίων δέσποιν'
Ἄρτεμι θηρῶν⁝ Ἀνακρέοντος.
67a
<Γυμνότερος λεβηρίδος:> ἐπὶ τῶν πάνυ πτωχῶν. Ἀντὶ
τοῦ, γυμνότερος ὄφεως δέρματος.
69a
<Γυμνῷ φυλακὴν ἐπιτάττεις:> δήλη.
70a
<Γύης οὐκ ἔνεστι ἐν τούτῳ:> ἐπὶ τοῦ ἔν τινι ἀχρήστου.
77a
<Γυναικὸς ἐσθλῆς> ἐπιτυχεῖν οὐ ῥᾴδιον⁝ Διφίλου.
77b
<Γυναῖκα θάπτειν> κρεῖσσόν ἐστιν ἢ γαμεῖν⁝ Χαιρήμονος.
77c
<Γυναικὸς οὐδὲν> χρῆμ' ἀνὴρ ληΐζεται
ἄμεινον ἐσθλῆς οὐδὲ ῥίγιον κακῆς⁝ Σιμωνίδου.
78a
<Γύναι, γυναιξὶ> κόσμον ἡ σιγὴ φέρει⁝ Σοφοκλέους.
78b
<Γυναικὶ τέρψις> τῶν παρεστώτων κακῶν
ἀνὰ στόμ' ἀεὶ καὶ διὰ γλώσσης ἔχειν⁝ Εὐριπίδου.
78c
<Γυναῖκες ἐσμὲν> ἔσθλ' ἀμηχανώταται,
κακῶν δὲ πάντων τέκτονες σοφώταται⁝ Εὐριπίδου.
78d
<Γυνὴ γάρ ἐστι> τἄλλα μὲν φόβου πλέα,
κακὴ δ' εἰς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
ὅταν δ' ἐς εὐνὴν ἠδικημένη κυρῇ,
οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα⁝ Εὐριπίδου.
78e
<Γυνὴ μὲν> ἐξελθοῦσα πατρῴων δόμων
οὐ τῶν τεκόντων ἐστίν, ἀλλὰ τοῦ λέχους.
τὸ δ' ἄρσεν ἕστηκ' ἐν δόμοις ἀεὶ γένος
θεῶν πατρῴων καὶ τάφων τιμᾶ ὅρον⁝ Εὐριπίδου.
78f
<Γυνὴ πολλὰ> ἀνδρὸς ὀξυτέρη πρὸς κακοφραδμοσύνην⁝ Δη-
μοκρίτου.
78g
<Γυναικὶ δ' ὄλβος,> ἂν πόσιν στέργοντ' ἔχει⁝ Μενάνδρου.
78h
<Γυναικὸς ἀρετὰς> ἀξίως ἐπαινέσαι
σοφοῦ γένοιτ' ἂν ἵστορος λόγων⁝ Εὐριπίδου.
78i
<Γύναι, φίλον μὲν> φέγγος ἡλίου τόδε,
καλὸν δὲ πόντου χεῦμ' ἰδεῖν εὐήνεμον,
γῆ τ' ἠρινὸν θάλλουσα, πλούσιόν θ' ὕδωρ,
πολλῶν τ' ἔπαινον ἐστί μοι λέξαι καλῶν⁝ Εὐριπίδου.
78k
<Γυναικὸς> ὄμμα τοῖς ἀκμάζουσιν βέλος.
78l
<Γυναικὸς αὐδὴ> θάνατος νεωτέροις.
78m
<Γύμναζε τοῖς μὲν> πόνοις τὸ σῶμα, τὴν δὲ ψυχὴν γεν-
ναίως ὑπομένειν τοὺς κινδύνους⁝ Ἰσοκράτους.
80a
<Δάνειζέ μοι μαρτυρίαν:> ἐπὶ τῶν παρὰ μέρος ἑαυτοὺς
ἐπαινούντων.
80b
<Δάκτυλός ἐστι ποῦς> συγκείμενος ἐκ μακρᾶς—καὶ δύο
βραχειῶν ⏑⏑, οἷον ἥλιος· ἐκλήθη δὲ δάκτυλος, ἀπὸ μεταφορᾶς
τῶν ἁρμογῶν, τουτέστιν ἀπὸ τῶν ἁρμονιῶν τοῦ δακτύλου, συγ-
κειμένου ἐκ μείζονος ἁρμογῆς καὶ ἐλαττόνων δύο. οὗ ἐναντίος ὁ
ἀνάπαιστος, συγκείμενος ἐκ δύο βραχειῶν ⏑⏑ καὶ μακρᾶς—, οἷον
ἡγεμών.
81a
<Δακτύλῳ δείκνυται:> ἐπὶ τῶν ἐπισήμων.
86a
<Δακτυλίῳ δεῖ σε ἑλκυσθῆναι:> ἐπὶ τῶν διὰ νόσον ἢ
λύπην ἰσχνῶν γενομένων.
87a
<Δαπανώμενος> ἐφ' ἃ μὴ δεῖ, ὀλίγος ἔσῃ ἐφ' ἃ δεῖ: Χίλωνος.
89a
<Δειλόν θ' ὁ πλοῦτος> καὶ φιλόψυχον κακόν: παρόσον οἱ
πλούσιοι ἀσφαλίζονται.
90a
<Δεῖ τοὺς νοῦν> ἔχοντας τῶν δυναστευόντων μὴ διὰ τὰς ἀρ-
χάς, ἀλλὰ διὰ τὰς ἀρετὰς θαυμάζεσθαι· ἵνα τῆς τύχης μετα-
πεσούσης τῶν αὐτῶν ἐγκωμίων ἀξιῶνται⁝ Ἀριστοτέλους.
90b
<Δεῖ τὸν ἀγαθὸν> ἄρχοντα παυόμενον τῆς ἀρχῆς μὴ πλου-
σιώτερον, ἀλλ' ἐνδοξότερον γεγονέναι⁝ Βίαντος ἡ ὑποθήκη.
90c
<Δεῖ τὸν ἄρχοντα> μεμνῆσθαι τριῶν· πρῶτον μὲν, ὅτι ἀν-
θρώπων ἄρχει· δεύτερον, ὅτι κατὰ νόμους ἄρχει· τρίτον, ὅτι οὐκ
ἀεὶ ἄρχει⁝ Ἀγάθωνος.
90d
<Δεῖ δὲ μήτε ὀργῇ> προσομιλεῖν τοῖς ἀρχομένοις, μήτε ἀνε-
πίπληκτον τοῖς ἁμαρτάνουσι τὴν προαίρεσιν καταλείπειν. τὸ μὲν
γὰρ οὐδὲν τῶν μαινομένων διαφέρειν τὸν ἄρχοντα δείκνυσι, τὸ δ'
εὐχέρειαν ἁμαρτημάτων τοῖς ὑπηκόοις ἐντίκτει. Ἀνεξίκακον δὲ
ὁμοῦ καὶ μισοπόνηρον σεαυτὸν ἐπιδείκνυε· τῷ μὲν ἠρέμα κολάζειν
τὴν ἀνεξικακίαν, τῷ δ' ἀπεχθάνεσθαι τοῖς κακοῖς τὴν μισοπονη-
ρίαν ἐλέγχων· ἵνα τὸ μὲν φεύγειν τὰ φαῦλα, τὸ δὲ μὴ λίαν
ἀπαραμύθητον εἶναι τοῖς ἐπταικόσι τὴν τύχην ἀποδεικνύῃ. Ἀφεκτέον
δὲ καὶ σκωμμάτων τοῖς ὡς ἀληθῶς ἄρχουσιν, ἢ καθαιρήσει τις
τὸ σεμνὸν τῆς ἀρχῆς γελωτοποιεῖν πειρώμενος. Καὶ λοιδοριῶν
καθαρευτέον· ἰδιωτικῆς γὰρ…
τήσεις…
κα…
The complete text is available when the reading interface loads.