The Greek Library Author

Stephanus Of Alexandria

In Aristotelis librum de interpretatione commentarium

Scientific editors
Michael Hayduck
Edition reference
Stephani in librum Aristotelis de interpretatione commentarium · Berlin · Reimer · 1885
CTS identifier
urn:cts:greekLit:tlg9019.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΣΧΟΛΙΑ ΣΥΝ ΘΕΩΙ ΑΓΙΟ ΦΩΝΗΣ ΣΤΕΦΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ TO ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ

<Ἀρχὴ τοῦ ᾱ τμήματος. Πρᾶξις ᾱ>

p. 16al Πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα. ἔπειτα ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος καὶ τὰ ἑξῆς.

Προοίμιον ἔχει ἡ παροῦσα πραγματεία διμερές. καὶ ἐν μὲν τῷ ᾱ μέρει ποιεῖται τὴν ἀπαρίθμησιν αὐτῶν τούτων περὶ ὧν μέλλει διαλέγεσθαι ἐν τῷ ᾱ τμήματι, ἔτι δὲ καὶ θεώρημά τι παραδίδωσιν· ἐν δὲ τῷ ݲ ἀναλογίαν τινὰ τῶν φωνῶν πρὸς τὰ νοήματα διέξεισιν. τὴν μὲν ἀπαρίθμησιν λέγων ὅτι δεῖ πρότερον ὁρίσασθαι τί ὄνομα καὶ τί ῥῆμα, εἶτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος. καὶ αὕτη μέν ἐστιν ἡ ἀπαρίθμησις· τὸ δὲ θεώρημα τοιοῦτόν ἐστιν, ὅτι δ ὄντων, γραμμάτων φωνῶν, νοήματων πραγμάτων, δύο τούτων φύσει εἰσί, τὰ δὲ ἕτερα δύο θέσει. τοῦτο δὲ δείκνυσι τοῦτον τὸν τρόπον· τὰ γράμματα καὶ τὰ ὀνόματα οὐ παρὰ πᾶσιν τὰ αὐτά· τὰ δὲ μὴ παρὰ πᾶσιν τὰ αὐτὰ οὐ φύσει· τὰ γράμματα ἄρα καὶ τὰ ὀνόματα οὐ φύσει. ὅτι μὲν οὖν τὰ ὀνόματα καὶ τὰ γράμματα οὐκ εἰσὶν παρὰ πᾶσιν τὰ αὐτὰ αὐτόθεν ὡμολόγηται. ἄλλος γὰρ τύπος τῶν γραμμάτων παρὰ Ἕλλησι καὶ ἄλλος παρὰ τοῖς ἀλλὰ μὴν καὶ τὰ ὀνόματα τὸν αὐτὸν τρόπον ἔχουσιν· ἄλλοις γὰρ κέχρηνται οἱ Ἕλληνες, φέρε εἰπεῖν ἐπὶ ἵππου καὶ κυνός, ἄλλοις δὲ χαὶ ‘Ρωμαῖοι, καὶ ἕτερον ἔθνος ἄλλοις. ὅτι δὲ τὰ μὴ παρὰ πᾶσι τὰ αὐτά οὐ φύσει ἀλλὰ θέσει, καὶ τοῦτο πράδηλον· εἰ γὰρ ἦσαν φύσει, ἔδει παρὰ πᾶσιν τὰ αὐτὰ εἶναι· ἡ γὰρ φύσις πανταχοῦ τὸ αὐτὸ δημιουργεῖ. Ὅτι τὰ νοήματα καὶ τὰ πράγματα παρὰ πᾶσι τὰ αὐτὰ καὶ διὰ τοῦτο φύσει δῆλον· οὐ γὰρ ἕτερον νόημα ἔχει περὶ τοῦ ἵππου Αἰγύπτιος ἕτερον δὲ Ελλην, ἀλλὰ τὸ αὐτὸ νόημα. καὶ πάλιν τὸ πρᾶγμα οὐκ ἔστιν ἕτερόν τι παρὰ τοῖσδε ὁ ἵππος ἕτερον δὲ παρὰ ἄλλοις, ἀλλὰ παρὰ πᾶσι τὸ αὐτό. 3 ’Αρχὴ—Πρᾶξις ᾱ ex reliquorum titulorum similitudine addidi 5 καὶ P: in mrg. add. Ρ2 10 διέξισιν P ὥστε αὐτὰ μὲν φύσει, ἐκεῖνα δὲ θέσει. καὶ ταῦτα μὲν ἐν τῷ ᾱ τοῦ προοιμίου διεξέρχεται· ἐν δὲ τῷ βݲ μέρει, ὡς ἔφην, ἀναλογίαν παραδίδωσι τῶν φωνῶν πρὸς τὰ νοήματα, ὅτι ὥσπερ ἐστὶν ἐν τῇ ψυχῇ ἁπλοῦν νόημα ἐν ᾧ οὐκ ἔστιν ἀληθεύειν ἢ ψεύδεσθαι, οἷον I τὸ νοῆσαι f. 36v Σωκράτη χωρὶς ἐνεργείας τινὸς ἢ πάθους, ἔστιν δὲ καὶ σύνθετον νόημα, ὅταν νοήσῃ ἐνεργοῦντα αὐτὸν ἢ πάσχοντά τι, ἐν ᾧ θεωρεῖταί πως ἢ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, οὕτως καὶ ἐν ταῖς φωναῖς ἐστιν ἁπλῆ φωνή, εἰς ἣν οὐκ ἔστι θεωρῆσαι τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, ἐν δὲ τῇ συνθέτῳ πάντως δάτερον τούτων. ἐν οἷς καὶ τὸ δεύτερον μέρος τοῦ προοιμίου καὶ ἡ παροῦσα θεωρία σὺν θεῷ πληροῦται.

p. 16a1 Πρῶτον. τοῦ πρώτου πενταχῶς λεγομένου, ὡς ἤδη φθάσαντες ἐν ταῖς Κατηγορίαις μεμαθήκαμεν, ἐνταῦθα τὸ πρῶτον ληπτέον ἢ κατὰ χρόνον ἢ κατὰ τάξιν· οὕτως γὰρ τάξις τις φυλάττεται προορισθέντων τούτων περὶ ὧν μέλλει διαλέγεσθαι ἐν τῷ 7. τμήματι. δῆλον δὲ ὅτι καὶ ὁ χρόνος προηγεῖται, ἐν ᾧ περὶ τούτων διαλέγεται, τοῦ χρόνου ἐν ᾧ περὶ τῶν ἄλλων διαλέγεται.

p. 16a1 Θέσθαι. ἰστέον ὅτι τὸ θέσθαι ἑξαχῶς λέγεται. λέγεται γὰρ θέσις καὶ ἡ παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων, ὡς ἔλεγεν ὁ ‘Ηράχλειτος πάντα τὰ ὄντα ἐν κινήσει εἶναι καὶ στάσεως μηδεμιᾶς μετέχειν· πάλιν Παρμενίδης ἓν ἐδόκει εἶναι τὸ ὄν. λέγεται θέσις καὶ ἡ ὑπόθεσις, ὡς λέγομεν ῾ὑποκείσθω ἡ γῆ σημείου τε καὶ κέντρου λόγον ἐπέχουσα πρὸς τὴν ἡλιακὴν σθαὶραν’. λέγεται θέσις καὶ ἡ ἔκθεσις, ὡς τὸ ῾ἐχχείσθω ἡ γραμμὴ μῆκος ἔχουσα τόσον’. λέγεται θέσις καὶ τὰ θετικὰ ἐπιρρήματα, ἃ παρὰ τοῖς ῥήτορσιν, ὡς τὸ γαμητέον, πλευστέον. παρὰ τοῖς ῥήτορσι δὲ εἴπομεν, ἐπειδὴ διαφέρουσι τὰ ῥητορικὰ τῶν διαλεκτικῶν τῷ καθολικῷ καὶ μερικῷ. ὁ μὲν γὰρ διαλεκτικὸς φιλόσοφος τὸ χαθόλου φησίν ῾ἐὰν ἄρα δεῖ γαμεῖν ἢ πολεμεῖν ἢ πλεῖν᾿, ὁ δὲ ῥήτωρ ἱεῖ δέοι τόνδε ἢ τόνδε γυναῖκα.’ λέγεται θέσις καὶ ἡ ὁμολογία. ἀμέλει γοῦν ἀναθέσθαι λέγομεν τὸν ἀναπαλαίσντα τὴν ὁμολογίαν, ὡς ὁ Πλατῶν ἐν τῷ Γοργίᾳ φησίν· ‘εἰ βούλῃ ἀναθέσθαι, ὦ Καλλίκλεις, ἀνάθου· δίκαιος γὰρ εἶ’· τοῦτό ἐστιν ῾εἰ βούλῃ τὴν ὁμολογίαν ἀναπαλαῖσαι καὶ τὰς προτάσεις, ἀναπαλαισον’ . λέγεται θέσις καὶ ἐπὶ τῶν ὁρισμῶν· | οὗτοι γὰρ ὡς τῶν ἀποδείξεων προυποχείμενοι f. 37r λέγονται θέσεις. δεῖ γὰρ φέρε εἰπεῖν τὸ τρίγωνον ὁρίσασθαι καὶ μετὰ ταῦτα δεῖξαι τί καθ’ αὑτὸ πέφυχεν τῲ τριγώνῳ ὑπάρχειν, τοῦτ’ ἔστιν ὅτι τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. καὶ πάλιν τὸν ἄνθρωπον πρότερον ὁρίσασθαι δεῖ, καὶ οὕτως γνῶναι τί πέφυκεν τῷ ἀνθρώπῳ ὑπάρχειν. ἐνταῦθα δὲ δῆλον ὅτι τὸ θέσθαι ἐπὶ τοῦ ὁρίσασθαι ἔλαβεν, ἐπειδὴ πρό- 5 πάος P 11 τοῦ πρώτου iteratum et rursus erasum P 12 ἐν ταῖς Κατηγορίαις] c. 12 17 ἰστέον] cf. Ammon. fol. 9r 20 Παρμενίδῃ Ammonius 23 ἅ] an τὰ? 29 ἀναπαλαίσαντα cf. Ammon. fol. 9v3: ἀναπαλέσαντα P ἐν τῷ Γοργίᾳ] c. 16 p. 461 D; ceterum verba illic longe alia sunt 30 Κάλλικλες P Plato Gorg. 1. 1.: δικαίου P 31 ἀναπαλέσαι P ἀναπάλεςον P 35 ὀρθαῖς ex ὀρθὰς (sic) corr. P1 κεῖται αὐτῷ εἰπεῖν τί ἐστιν ὄνομα ἢ ῥῆμα καὶ τὰ λοιπά. τὸ δὲ τί ἐστιν, ὡς πολλάκις ἡμῖν εἴρηται, * * εἰ μὴ δι’ ὁρισμοῦ· οὐ γὰρ ἠρμῖν δῆλον.

p. 16al τί ὄνομα καὶ τί ῥῆμα. ἐζήτησάν τινες περὶ τάξεως διότι προέταξεν τὸ ὄνομα τοῦ ῥήματος. καὶ λέγομεν ὅτι ὡς κοινότερον ἰδικωτέρου προέθηκεν αὐτό. τὸ μὲν γὰρ ῥῆμα λέγεται ὄνομα, τὸ δὲ ὄνομα ῥῆμα οὐ λέγεται. αὐτὸς γὰρ ’Αριστοτέλης παρακατιὼν λέγει ῾αὐτὰ δὲ τὰ ῥήματα καθ’ ἑαυτὰ λεγόμενα ὀνόματά εἰσιν’ . πολλάκις γοῦν ἡμεῖς φαμεν Πλάτωνα καλοῖς ὀνόμασι κεχρῆσθαι, μὴ μόνον ὀνόμασιν, ἀλλὰ καὶ ῥήμασιν καὶ ἄλλοις μέρεσι τοῦ λόγου χρωμένου αὐτοῦ. καὶ ὅτι τὸ μὲν ὄνομα τῆς ὑπάρξεως καὶ τῆς οὐσίας ἐστὶν σημαντικόν, τὸ δὲ ῥῆμα τῆς οὐσίας ἐνέργειαν σημαίνει, προτερεύει δὲ ἡ οὐσία τῆς ἐνεργείας, εἰκότως καὶ τὸ ὄνομα τοῦ ῥήματος προταχθήσεται· ὡς γὰρ ἔχουσι τὰ πράγματα, οὕτως καὶ οἱ περὶ αὐτῶν ἔχουσι λόγοι. ἠπόρησαν δέ τινες, διὰ τί ηݲ μερῶν ὄντων τοῦ λόγου μόνον τῶν δύο τούτων ἐμνημόνευσεν, ὀνόματός τέ φημι χαὶ ῥήματος. καὶ εἰ μὲν εἴποι τις ὅτι ταῦτα μόνα ἀλλήλοις συμπλεκόμενα τὸν λόγον αὐτοτελῆ ποιοῦσι, τὰ δὲ ἄλλα οὔ, ψεύδεται· καὶ γὰρ καὶ μετοχὴ καὶ καλούμενον ἀπαρέμφατον καὶ ἀντωνυμία συμπλέκονται καὶ ποιοῦσι λόγον αὐτοτελῆ. οἷον ἀντωνυμία καὶ ῥῆμα ῾ἐγὼ περιπατῶ’ , * * βαδίςει’, ὅλα ἀπαρέμφατα ῥήματα ῾τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν’. λέγομεν οὖν ὅτι πάντα ταῦτα εἰς ὄνομα καὶ ῥῆμα ἀναφέρει· καὶ εἰ μὲν ἐπέχουσι τόπον ὑποκειμένου, ταῦτα καλεῖ ὀνόματα, εἴτε ῥήματα ὦσιν εἴτε μετοχαὶ εἴτε ἀντωνυμίαι εἴτε καὶ τὰ παρὰ γραμματιχοῖς ὀνόματα. οἷον οἷον f.37v ἐὰν ᾖ ὄνομα τοῦ ὑποκειμένου τάξιν ἐπέχον ὡς τὸ ῾Σωκράτης δίκαιός ἐστιν ἐστιν’, τὸ Σωκράτης ὄνομα καλεῖ, ἐπειδὴ τόπον ἔχει ὑποκειμένου· εἰ δὲ ῥῆμα ὡς ῾τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν’, τὸ φιλοσοφεῖν ὄνομα καλεῖν ἀξιοῖ. εἰ δὲ μετοχὴ ὥσπερ ῾ὁ τρέχων βαδίζει’, καὶ ἡ μετοχὴ ὄνομα παρ’ αὐτῷ λέγεται. καὶ εἰ ἀντωνυμία λαμβάνεσθαι συμβαίη, ὀνόματος προσηγορίας τυγχάνει, ὡς τὸ ’ἐγὼ περιπατῶ’, ἐπειδὴ ὑποκειμένου τάξιν ἐπέχει. πάντα δὲ τὰ κατηγορουμένου τάξιν ἐπέχοντα ῥήματα καλεῖν εἴωθεν, ὁποῖον ἄν εἴη μέρος τοῦ λόγου, ὡς ‘τὸ ζῷον οὐσία’· τὸ οὐσία ῥῆμά φησιν, καίπερ ὄνομα ὄν, ἐπειδὴ κατηγορεῖται τοῦ ζῴου. τῶν δὲ παρὰ γραμματικοῖς ἄλλων μερῶν τοῦ λόγου μνήμην οὐκ ἐποιήσατο, διότι οὐκ εἰσὶν κυρίως μέρη λόγου, ἀλλὰ τὰ μὲν ἐξ αὐτῶν ὡς ἐπὶ τῶν ἐπιρρημάτων σχέσιν μόνως σημαίνουσι τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον, ὡς τὸ ῾χαλῶς βαδίζει’ καὶ ῾εὖ διαλέγεται’ χαὶ ῾ἀναγκαίως ἀναπνεῖ’. ὥσπερ γὰρ ἐπὶ τοῦ πλοίου φαμὲν τὰς μὲν σανίδας μέρη, τὴν δὲ κόλλαν καὶ τοὺς ἥλους καὶ τοὺς γόμφους μέρη γε οὔ, ἀλλὰ συμβαλλόμενα πρὸς τὰ μέρη. οὕτως καὶ ταῦτα μέρη μὲν οὐκ εἰσὶν λόγου, ἀλλὰ λέξεως μέρη ἧς καὶ ὁ λόγος μέρος.

p. 16a1 ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις. εἰκότως τὸ ὄνομα καὶ τὸ ῥῆμα τούτων προέταξεν· ὡς ἁπλούστερόν φησιν. διὰ τί δὲ τὰ χείρω προέταξε των κρειττόνων, οἶον τὴν ἀπόφασιν τῆς καταφάσεως, τὴν χαταφασιν τῆς ἀποφάνσεως καὶ ταύτην τοῦ λόγου; φαμὲν οὖν εἰκότως τοῦτο πεποίηχεν, διότι τὸ πέρας τῶν φθασάντων ἀρχὴν τῶν μελλόντων πεποίηκε. ἐπειδὴ γὰρ κατήντησεν εἰς τὸν λόγον, ἄρχεται περὶ αὐτοῦ διαλέγεσθαι, πρῶτον μὲν ἵνα συνεχῆ ποιήσει τὴν διδασκαλίαν, ἔπειτα δὲ ὅτι καὶ ἐν τῷ λόγῳ τῆς ἀποφάνσεως μέμνηται τοῦ λόγου, καὶ τῆς ἀποφάνσεως πάλιν μέμνηται ἐν τῷ τῆς καταφάσεως καὶ ἀποφάσεως λόγῳ. τὰ δὲ λαμβανόμενα ἐν τῷ ὁρισμῷ τινος γνωριμώτερα βούλονται εἶναι τοῦ ἐν ᾧ λαμβάνονται.

᾿Οτι μὲν τῶν διαιρέσεων κυριώτατοι τρεῖς εἰσιν τρόποι μεμαθήκαμεν, ὡς γένος εἰς εἴδη, ὡς ὅλον εἰς μέρος, ·ὡς ὁμώνυ|μος φωνὴ εἰς διάφορα f.38r σ·ημαινόμενα. καὶ ὅτι ἡ ἀπόφανσις καθολικωτέρα ἐστὶν καὶ διαιρεῖται εἰς κατάφασιν καὶ ἀπόφασιν καὶ ὡμολόγηται· ζητητέον δὲ κατὰ ποῖον τρόπον διαιρεῖται. ὅτι μὲν οὖν ὡς ὅλον εἰς μέρη ἀδύνατον, τοῦτο αὐτόθεν ὡμολόγηται· ἐρρέθη γὰρ ὅτι τὰ τεμνόμενα ὡς ὅλον εἰς μέρη ἢ εἰς ὁμοιομερῆ διαιρεῖται ὡς σὰρξ εἰς σάρκας καὶ ὀστοῦν εἰς ὀστοῦν, ἢ εἰς ἀνομοιομερῆ ὡς Σωκράτης εἰς χεῖρας πόδας κεφαλήν· καὶ ὅτι τὰ ὁμοιομερῆ καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν οὐ μόνον τοῦ ὅλου δέχονται ἀλλὰ καὶ ἀλλήλων, τὰ δ’ ἀνομοιομερῆ οὐκέτι. ἡ οὖν ἀπόφανσις οὐ δύναται διαιρεῖσθαι ὡς ὅλον εἰς μέρη οὔτε ὡς ὁμοιομερῆ οὔτε ὡς ἀνομοιομερῆ. ὡς ὁμοιομερῆ μὲν οὐ δύναται, ἐπειδὴ τὰ τμηθέντα, εἰ καὶ τὸ ὄνομα τοῦ ὅλου δέχονται (καλεῖται γὰρ καὶ ἡ κατάφασις καθ’ ἑαυτὴν ἀπόφανσις καὶ ἡ ἀπόφασις ὁμοίως), ἀλλ’ οὖν τὸ ὄνομα καὶ τὸν ὁρισμὸν ἀλλήλων οὐκ ἐπιδέχονται· οὔτε γὰρ ἡ ἀπόφασις καὶ κατάφασις λέγεται οὔτε πάλιν ἡ κατάφασις ἀπόφασις. ἀλλὰ μὴν οὐδὲ ὁρισμὸν ἀλλήλων ἐπιδέχονται. οὔτε δὲ ὡς εἰς ἀνομοιομερῆ τέμνεται. ἐρρέθη γὰρ ὅτι τὰ ἀνομοιομερῆ οὐκ ἐπιδέχονται τοῦ ὅλου τὸ ὄνομα· οὐδεὶς γὰρ λέγει τὸν πόδα ἢ τὴν κεφαλὴν ἢ τὴν χεῖρα Σωκράτους Σωκράτην. ἐνταῦθα δέ, ὡς εἴπομεν, καὶ ἡ ἀπόφασις καὶ ἡ κατάφασις τῷ τοῦ ὅλου ὀνόματι λέγονται ἀποφάνσεις. οὕτως μὲν οὖν οὐ δύναται ὡς ὅλον εἰς μέρη διαιρεῖσθαι ἡ ἀπόφανσις εἰς κατάφασιν καὶ ἀπόφασιν. ἀμμιβάλλονται δὲ λοιπόν, εἰ ἄρα ὡς γένος εἰς εἴὸη, ὡς δοκεῖ τῷ Πορφυρίῳ, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ὁ Ἀλέξανδρος ἐπέστησεν. ἡμεῖς ἡνίκα Ἀριστοτέλης ὁρίζεται ἕκαστον αὐτῶν, προφέροντες ἑκατέρων τῶν ἐξηγητῶν τὰς ἐπιχειρήσεις κατὰ δύναμιν διακρίνομεν.

p. 16a3 Ἔστιν οὖν τὰ ἐν τῇ φωνῇ. ἐν τῇ φωνῇ εἶπεν, σημάνῃ τὰ ὀνόματα καὶ τὰ ῥήματα· ταῦτα γὰρ οὐκ εἰσὶν ἁπλῶς φωναί, ἀλλὰ ἐν τῇ φωνῇ. διὸ οὐκ εἶπεν ’αἱ φωναί εἰσιν σύμβολα τῶν ἐν τῇ ψυχῇ παθημάτων᾿, ἀλλὰ τὰ ἐν τῇ φωνῇ.

p. 16a4 χαὶ τὰ γρα|φόμενα τῶν ἐν τῇ φωνῇ. καλῶς εἶπεν τὰ f. 38v γραφόμενα καὶ οὔτε γράμματα οὔτε στοιχεῖα, ἐπειδὴ τὸ μὲν γράμμα πρωτοτύπως μὲν σημαίνει τὸν τύπον καὶ τὸν χαρακτῆρα τῆς ξέσεως, ὡς καὶ ὁ ποιητής νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὕτως· κατὰ δεύτερον δὲ λόγον τὴν ἐκφώνησιν καὶ τὴν δύναμιν σημαίνει. τὸ δὲ στοιχεῖον ἔμπαλιν κατὰ μὲν πρῶτον λόγον καὶ πρωτοτύπως τὴν ἐκφώνησιν καὶ τὴν δύναμιν, οἷον τὸ δύνασθαι τάδε στοιχεῖα συντάττεσθαι καὶ ἐχφωνεῖσθαι ἢ μή· κατὰ δεύτερον δὲ λόγον τὸν χαρακτῆρα. διὰ τὸ ἀναμφίβολον οὖν οὔτε στοιχεὶα εἶπεν οὔτε γράμματα, ἀλλὰ γραφόμενα· τὸ γὰρ γραφόμενον, τοῦτ’ ἔστιν αὐτὸς ὁ τύπος, σύμβολόν ἐστιν τῶν ὀνομάτων. οὐ γὰρ ἡ ἐκφώνησις· ἡ ἐκφώνησις γὰρ μέρος ἐστὶν τῆς φωνῆς. καὶ ταῦτα μὲν Ἀμμώνιος ὁ φιλόσοφος. ὁ δὲ ἡμέτερος διδάχαλός φησιν ὅτι ’Αριστοτέλης μὲν κατεχρήσατο γραφόμενα εἰπὼν ἀντὶ τοῦ γράμματα, ἐπεὶ τὸ γραφόμενον οὔπω ἔστιν ὡς γινόμενον· τὸ· δὲ μήπω ὂν πῶς ἐνδέχεται σύμβολον εἶναι τινός; καὶ δεύτερον πόθεν ἔχουσι δείξαι ὅτι τὸ μὲν γράμμα πρὢτοτύπως μὲν τόδε σημαίνει κατὰ δεύτερον δὲ τόδε, τὸ <δὲ> τοὐναντίον ἐστίν; οὐδεὶς γὰρ τῶν παλαιῶν φιλοσόφων τε καὶ ἐξηγητῶν εἶπεν τοῦτο οὔτε ’Αλέξανδρος οὔτε Πορφύριος.

p. 16a6 Ὧν μέντοι ταῦτα σημεῖα πρώτως, τὰ αὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς. πρώτως εἶπεν σημεῖα εἶναι τὰ ὀνόματα καὶ τὰ ῥήματα τῶν νοημάτων, διότι δευτέρως καὶ τῶν πραγμάτων σημεῖά ἐστιν. τῶν γὰρ δ τούτων τὰ μὲν μόνως ἐξαγγέλλουσιν, ὥσπερ τὰ γραφόμενα, τὰ δὲ μόνως ἐξαγγέλλονται, ὥσπερ τὰ πράγματα, τὰ δὲ καὶ ἀξαγγέλλουσι καὶ ἐξαλλέλλονται, ὥσπερ τὰ νοήματα καὶ αἱ φωναί. ἐξαγγέλλουσι μὲν τὰ πρὸ αὐτῶν, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν μετ’ αὐτά. οἷον τὰ νοήματα ἐπειδὴ δεύτερα μέν εἰσιν τῶν πραγμάτων, πρῶτα δὲ τῶν φωνῶν καὶ τῶν γραμμάτων, ἐξαγγέλλουσι μὲν τὰ πράγματα, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν φωνῶν <καὶ> γραφομένων. πάλιν | αἱ φωναὶ κατὰ τὸν αὐτὸν τρόπον ἐξαγγέλλουσι μὲν f. 39r τὰ πράγματα καὶ τὰ νοήματα, ἐξαλλέλλονται δὲ ὑπὸ τῶν γραφομένων. τὰ μέντοι πράγματα οὔτε ἐξαγγέλλουσί ποτε, ἐπειδὴ οὐδέν ἐστιν πρὸ αὐτῶν, οὐδὲ τὰ γραφόμενα ἐξαγγέλλονται ὑπό τινος, ἐπειδὴ οὐκ ἔχουσί τι μετ αὐτά. καὶ ἔστιν φύσει μὲν πρότερον τὸ πρᾶγμα τῶν ἄλλων· δεῖ γὰρ πρότερον εἶναι φέρε εἰπεῖν τὸν ἵππον καὶ οὕτως τὸ περὶ αὐτὸν νόημα, μετὰ δὲ τὸ νόημα τοῦ ἵππου καὶ τὸ ὄνομα, μετὰ δὲ τὸ ὄνομα τὰ γράμματα, εἴπερ ὅλως εἰσὶν γράμματα.

p. 16a7 Καὶ ὧν ταῦτα ὁμοιώματα, πράγματα ἤδη τὰ αύτα. ἰστέον ὅτι τὰ νοήματα τῶν πραγμάτων ομοιώμαια εἶπεν, τὰ δὲ, ονοὁ 4 ὁ ποιητής] II. Λ 388 11 τόπος P; υ superscr. P2 ὀνομάτων scripsi, cf. fol. 20r : νοημάτων P 13 Ἀμμώνιος] cf. fol. 20 17 δὲ addidi 20 πρῶτον P, sed cf. V. 21 21 πρώτως εἶπεν] cf. Ainraon. fol. 20v 23. 24 ἐξαλλέλουσι—ἐξαγγέλονται P, et sic ubique 27 πρῶτα] volebat πρότερα 28 καὶ addidi 37 ὁμοιόμα P ὄνομά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶν σημαντιχὸν χεχωρισμένον· οἷον φέρε εἰπεῖν Σωκράτης φωνή ἐστιν καὶ σημαντικὴ καὶ κατὰ συνθήκην, τοῦτ’ ἔστιν θέσει, καὶ ἄνευ χρόνου (οὐ γὰρ σημαίνει χρόνον), καὶ τῶν μερῶν αὐτοῦ τι χεχωρισμένον, οἷον ἡ σωݲ συλλαβὴ ἢ ἡ κραݲ οὐδὲν λοιπὸν ἑκάστου τοῦ ὁρισμοῦ λέξιν. φωνὴν τοίνυν εἶπεν ἀντὶ γένους. οὐ γάρ ἐστιν κυρίως γένος ἡ φωνὴ [ἡ] τοῦ ὀνόματος, διότι τὸ μὲν ὄνομα θέσει, ἡ δὲ φωνὴ φύσει· ἀδύνατον δὲ ἐπὶ τῶν γενῶν καὶ τῶν εἰδῶν εἶναι τὸ μὲν ἐξ αὐτῶν φύσει, τὸ δὲ θέσει. ἀλλά τὴν φωνὴν ὡς ὕλην ἔλαβεν ἀναλογοῦσαν τῷ γένει· ὡς γὰρ πολλάκις μεμαθήχαμεν, τῷ μὲν γένει ἀναλογεῖ ἡ ὕλη, ταῖς δὲ συστα|τιχαῖς διαφοραῖς τὸ σχῆμα τὸ τοιόνδε ἤιοι f. 40r τὸ εἶδος. ὥσπερ οὖν φαμεν ὅτι θεωρίς ἐστιν ξύλον τοιώσδε κατεσκευασμένον, ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους ποιούμενοι τὴν ὑπογραφήν, ἐνταῦθα τὴν φωνὴν ὕλην οὖσαν τοῦ ὀνόματος ὡς γένος ἔλαβεν, τὸ δὲ σημαντικὴ καὶ τὰ λοιπὰ ὡς συστατικὰς διαφορὰς διακρινούσας τὴν τοιάνδε φωνὴν ἀπὸ τῶν ἀσήμων φωνῶν, τῶν τε ἀνάρθρων καὶ ἐνάρθρων, ἀνάρθρων τε σημαντικῶν, ὡς τῶν ἁπλῶς ψόφων καὶ τῆς ὑλακῆς τοῦ κυνός. ἐνάρθρων δὲ ὡς τὸ τραγέλαφος καὶ βλίτυρι καὶ τὰ τοιαῦτα. κατὰ συνθήκην δὲ εἶπεν ἀντὶ τοῦ θέσει· συνέθεντο γὰρ οἱ μὲν Αἰγύπτιοι τοῖσδε τοῖς ὀνόμασι καλεῖσθαι τὰ πράγματα. Ἕλληνες δὲ τοῖσδε, ὡσαύτως ἄλλοι ἄλλως. δὲ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ζῴων <ὡς> τῆς τοῦ κυνὸς καὶ γὰρ ἡ τοῦ κυνὸς ὑλακὴ φωνή ἐστι καὶ σημαντική (δηλοῖ γὰρ ἢ ἢ ξένων παρουσίαν), ἀλλ’ οὐ κατὰ συνθήκην· ἀλλ’ οὐ συνέθεντο οἱ κύνες ὅτι ῾τῇ παρουσίᾳ τοὐ ξένου ὑλαχτήσωμεν’. τὸ δὲ δὲ ἄνευ χρόνου εἶπεν διὰ τὰ ῥήματα· ὁ γὰρ ἄνθρωπος χρόνον οὐ σημαίνει. ἀλλ’ ἀποροῦσί τινες καὶ τί λέγομεν περὶ τῶν χρονικῶν ὀνομάτων, οἷον τὸ χθεσινός, σημερινός, ἑσπερινός, περυσινός· αὐτόθεν γὰρ χρόνον σημαίνουσι. πῶς οὖν εἶπεν ἄνευ χρόνου εἶναι τὰ ὀνόματα; πρὸς τοῦτο λέγομεν, ὅ φησιν ὁ φιλόσοφος Πορφύριος, ὅτι ἄνευ χρόνου ληπτέον ἐνταῦθα τὸ μὴ προσσημαῖνον χρόνον. τὰ γὰρ ῥήματα οὐ σημαίνουσι χρόνον ἀλλὰ προσσημαίνουσι. τὸ γὰρ τύπτειν καὶ τὸ τύπτεσθαι πρὸς τῇ τοιᾷδε ἐνεργείᾳ καὶ τῷ τοιῷδε πάθει σημαίνει καὶ τὸν ἐνεστῶτα χρόνον· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων χρόνων τοῦ ῥήματος τοῦ τε μέλλοντος καὶ τοῦ παρῳχημένου. τὰ δὲ εἰρημένα χρονικὰ ὀνόματα οὐ προσσημαίνουσι μετὰ χρόνου τί ποτε, φημὶ δὴ ἐνέργειαν ἢ πάθος.

p. 16a20 Ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον. καλῶς τοῦτο εἶπεν· ι οὐδὲ γὰρ ἐὰν ἐκ τοῦ ἄνθρωπος ὀνόματος ἡ ανݲ 4 τὸν μερῶν P 7 ἡ delevi 12 θεωρίς scripsi, cf. Pollux 4,123: θεωρία P 15 διακρινούσας scripsi, cf. Ammon. fol. 25v τὸ σημαντικὴ διακρίνει τὸ ὄνομα τῶν ἀσήμων φωνῶν : διακρίνοντες P 17 ψόφον P 18 κατὰ συνθήκην] cf. Ammon. fol. 26r 19 ἀντὶ τούτου P 21 ὡς addidi 24 ὑλαχτίσωμεν ex ὑλαχτίσομεν corr. P 25 ἀλλ’ ἀποροῦσί τινες] cf. Ammon. fol. 27r Boëth. II p. 57 27 περισυνός σ 30 προσημαίνουσι P 34 προσημαίνουσι P 36 σημαντικῶν P χωρισθῇ, σημαίνει τί ποτε ὡς μέρος οὖσα τοῦ ἀνθρώπου. εἴρηται δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν λόγων τῶν μὴ ἐχόντων ῥήματα, οἷον ὦ μάκαρ Ἀτρείδη, μοιραγενές, ὀλβιόδαιμον καὶ αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον <καὶ> ναὶ μὰ τόδε σκῆπτρον. ἐνταῦθα γὰρ τὰ μὲν ἄλλα τὰ αὐτά· καὶ φωνὴ γάρ ἐστιν καὶ σημαντικὴ καὶ κατὰ συνθήκην καὶ ἄνευ χρόνου· ἀλλὰ τὸ μέρος χωρισθὲν αημαίνει τι, ἢ ποιότητα ἢ ὕπαρξιν ἢ ἕτερόν τι τοιοῦτον. πρὸς ἀντιδιαστολὴν οὖν τῶν τοιούτων λόγων εἶπεν ῾ἧς τῶν μερῶν χεχωρισμένον οὐδὲν σημαίνει’. ὡρισμένην δὲ φύσιν εἰσάγουσα εἶπεν διὰ τὸ οὐκ ἄνθρωπος. τοῦτο γὰρ τὰ μὲν ἄλλα πάντα τὰ αὐτὰ ἔχει· ἐπειδὴ δὲ ὡρισμένην τινὰ οὐκ εἰσάγει οὐσίαν, διὰ τοῦτο οὐκ ἔστιν ὄνομα· ἓν μὲν γὰρ ἀναιρεῖ, ἄλλα δὲ πολλά, μᾶλλον δὲ ἄπειρα καὶ ἀόριστα εἰσάγει. αὐτὸς δὲ ἐκ περιουσιας καὶ ἐκ τοῦ μᾶλλον κατεσκεύασεν ὅτι τὸ μέρος τοῦ ὀνόματος χεχωρισμένον οὐδέν ἐστι σημαντιχόν. εἰ γὰρ ἐν τοῖς συνθέτοις ὀνόμασιν, οἷον φέρε εἰπεῖν ἐν τῷ Κάλλιππος καὶ ἐν τῷ ἐπακτροκέλης. ἔνθα παρέχουσιν ὑπόνοιαν καὶ φαντασίαν τὰ μέρη χωριζόμενα ἄλλο τι οἷον ἐν τῷ Κάλλιππος τὸ ἵππος χωρισθὲν σημαίνειν τὸ ἄλογον καὶ χρεμετιστικὸν ζῷον, καὶ ἐν τῷ ἐπαχτροχέλης τὸ κέλης σημαίνειν τὸν μονόζυγα ἵππον (επακτροκέλης ἐστιν εἶδος λῃστρικοῦ πλοίου· μέμνηται Αἰσχίνης λέγων “εἰς τὸν ἐπαχτροχέλητα ἐμβιβάζει”), εἰ οὖν τούτοις συνθέτοις ὀνόμασι τὸ μέρος χωρισθὲν οὐδὲν σημαίνει, πολλῷ πρότερον οὐδὲ ἐν τοῖς ἁπλοῖς ὀνόμασιν. ὥσπερ γὰρ ἐν τῇ συνθέσει τὸ ἵππος οὐδὲν ἐσήμανεν, οὕτως ἀποσπασθὲν τῆς οἰκείας ὁλότητος, εἰ καὶ φαντασίαν παρέχει, ὅμως οὐδὲν σημαίνει ὡς μέρος ἐκείνου λεχθέν. καὶ ἐν τούτοις μέν ἐστι ἡ ὑπογραφὴ τοῦ ὀνόματος· τῶν δὲ ζητουμένων πρὸς τούτοις τὰ μὲν ἐν τῇ λέξει |, τὰ δὲ ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ f. 41r μαθησόμεθα.

p. 16a19 Ὄνομα μὲν οὖν ἐστι. ζητοῦσι διὰ τί ἐν ταῖς Κατηγορίαις διαλεχθεὶς περὶ τῶν ἁπλῶν φωνῶν πάλιν ἐνταῦθα διαλέγεται περὶ αὐτῶν· τὰ γὰρ ὀνόματα καὶ τὰ ῥήματα ἁπλαῖ φωναί. λέγομεν οὖν ὅτι ἁ·πλῆ φωνὴ ὄνομα ῥῆμα φάσις ὅρος ταῦτα τὰ πέντε κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν διαφέρουσι, μόνον δὲ κατὰ τὴν σχέσιν αὐτῶν ἐστιν ἡ διαφορά· οἶον ἄνθρωπος ὡς μὲν ἀπλῶς σημαντικόν τινος λέγεται ἁπλὴ φωνή, ὡς δὲ ὑποχείμενον λέγεται ὄνομα, ὡς δὲ κατηγορούμενον λέγεται ῥῆμα, ὡς δὲ μέρος 3 ὦ μάκαρ χτλ.] II. Γ 182 5 αἶ γάρ χτλ.] II. Β 371 6 χαὶ addidi 7 ναὶ μὰ τ τόδε] II. Α 234 8 τὰ αυ P 12 ὡρισμένηω—εἰσάγουσα in nostris exemplis desunt φύσιν scripsi : φησίν P 15 αὐτὸς scripsi: αὐτὸ P 17 οὐδὲν] an οὐδενὸς? 18.19 χάλλιπος P 20 χραιμετιστιχὸν P 21 ἐπαχτροχέλη δὲ P 22 Αἰσχίνης] in Timarch. α p. 27,9 22.23 ἐπακτροκέλητα P 23 ἐμβιβάζει Aeschines: ἐμβιβάζων P 26 παρέχει o scripsi: περιέχει P 30 ζητοῦσι] cf. Ainmou. fol. 9v 36 κατηγοροῦμεν (i.e. κατηγορούμενος) P Κατηγορίαις μόνον ὡς περὶ ἁπλῶν φωνῶν σημαντικῶν ἁπλῶν πραγμάτων, μηδὲν πολυπραγμονῶν, εἴτε ὄνομά ἐστιν ἢ ῥῆμα ἢ φάσις εἴτε ὅρος, ἀλλὰ μόνον σημαντικὴ φωνή· ἐνταῦθα δὲ περὶ τούτων διαλέγεται ὡς μερῶν προτάεων καὶ ὡς περὶ χατηγορουμένων καὶ ὑποκειμένων, ἐν δὲ τοῖς ’Αωαλοτιχοῖς ὡς περὶ μερῶν συλλογισμοῦ.

p. 16a27 Τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστι. ζητήσειέ τις πῶς εἶπεν ’Αριστοτέλης ἐνταῦθα φύσει τῶν ὀνομάτων οὐδέν ἐστιν· ὁ Πλατῶν φαίνεται ἐν τῷ Κρατύλῳ λέγων φύσει τὰ ὀνόματα. ἰστέον τοίνυν ὅτι διττὸν τὸ φύσει, διττὸν καὶ τὸ θέσει. λέγεται μὲν γὰρ φύσει καὶ τὸ ἀπὸ τῆς φύσεως προαχθέν, ὡς λέγομεν ἀποτέλεσμα τῆς φύσεως εἶναι τὸν ὀφθαλμὸν ἢ ῥῖνα ἢ οὖς ἢ πόδα· λέγεται δὲ πάλιν φύσει καὶ τὸ ἁρμοδίως κείμενον, οἷον ὅταν λέγωμεν φέρε εἰπεῖν ἵππον παρὰ τὸ ἰέναι τοῖς ποσὶν καὶ ἄνθρωπον παρὰ τὸ ἄνω τὴν ὦπα, τοῦτ’ ἔστιν τοὺς ὀφθαλμοὺς ἄνω δύνασθαι θεωρεῖν· καὶ Ἀρχέλαον τὸν ἕξιν ἀρχικὴν ἔχοντα, ὁμοίως καὶ Βασιλικὸν ἢ Βασίλειον τὸν δυνάμενον βασιλεύειν. οὕτως μὲν οὖν ἐστιν τὸ φύσει διττόν, ἢ τὸ γενόμενον ἐκ τῆς φύσεως ἢ τὸ ἁρμοδίως κείμενον ἐπὶ τῶν εἰρημένων παραδειλμάτων * * * ὅπερ οὐδὲν διαφέρει f .41v τοῦ δευτέρου σημαινομένου τοῦ φύσει, | ἢ τὸ ἀπλῶς καὶ ὡς ἔτυχεν κείμενον. ὁ μὲν οὖν Κράτυλος φύσει ἔλεγεν τὰ ὀνόματα κατὰ τὸ πρῶιον σημαινόμενον, ὁ δὲ Διόδωρος φύσει μὲν οὐκ ἔλεγεν ἀλλὰ θέσει, καὶ τοῦτο κατὰ τὸ δεύτερον σημαινόμενον τὸ ἁπλῶς καὶ ὡς ἔτυχεν. ὅθεν καὶ τοὺς ἰδίους παῖδας τοῖς τῶν συνδέσμων ὀνόμασιν ἐκάλει, Μὲν καὶ Δὲ αὐτούς. δῆλον δὲ ὅτι θάτερος αὐτῶν οὐ καλῶς λέγει. ὁ δὲ Σωκράτης διαιτῶν τῷ λόγῳ ἔλεγεν φύσει εἶναι τὰ ὀνόματα, οὔτε κατὰ τὸ ᾱ τοῦ φύσει οὔτε χατὰ τὸ βݲ τοὐ θέσει * * * ὅπερ τοῦ θέσει. ὅπερ ἀδύνατον εἶναι τὰ ὀνόματα δῆλον ἔκ τε τῆς ὁμωνυμίας καὶ τῆς μεταθέσεως τῶν κυρίων ὀνομάτων καὶ ἐκ τῆς πολυωνυμίας καὶ ἐκ τῶν διαλέκτων καὶ ἐκ τῶν ἐκ γενετῆς κωφῶν. εἰ γὰρ ἦν φύσει τὰ ὀνόματα, οὐκ ἔδει τὰ κύρια ὀνόματα μετατίθεσθαι, οἷον οὐκ ἔδει τὸν Πάριν μετακληθῆναι Ἀλέξανδρον ἢ τὸν Πύρρον Νεοπτόλεμον ἢ τὸν Ἀριστοκλέα Πλάτωνα· πάλαι γὰρ ὁ Πλάτων Ἀριστοκλῆς ὠνομάζετο. ἀλλὰ μὴν οὐδὲ πολυώνυμον τὸ δέον ἦν εἶναι, οἷον μάχαιρα σπάθη ξίφος ἄορ ἐπὶ ἑνὸς κεῖνται πράγμχτος. τί δὲ θέλουσι καὶ τὰ ὁμώνυμα εἶναι φύσει τῶν ὀνομάτων κειμένων; <καὶ> διάλεκτοι δὲ δηλοῦσι μὴ ὄντα φύσει τὰ ὀνόματα· τὸ γὰρ αὐτὸ πρᾶγμα ἄλλως καὶ ἄλλως ὀνομαζόμενον ἴσμεν παρὰ τὴν ἰδιότητα τῶν διαλέκτων· ῾ἄλλη 2 ὡς περὶ scripsi : ὥσπερ P 4 σημαντικὴ φωνῆι P: fortasse <ᾖ> σημαντικὴ <ἡ> 8 ζητήσειε χτλ.] cf. Ammon. fol. 28v 9 ὁ] addendum δὲ 14 ὦπαν P 18 χείμενον scripsi, cf. v. 13: κινούμενον P lacimain indicavi; addendum est διττὸν δὲ καὶ τὸ θέσει, ἡ τὸ ἁρμοδίως κείμενον cf. Ammon. fol. 30v 19 ἢ τοῦ P 21 Διόδωρος] cf. Ammon. fol. 32r. Zeller Η. Ph. II 1 3 232 n. 1 26 lacunam indicavi; addendum est ἀλλὰ κατὰ τὸ βݲ τοῦ φύσει, cf. Ammon. fol. 31r 31 Ἀριστοκλέα scripsi, cf. v. 32, Ammon. fol. 17v Boëthius II 56,2: Ἀριστοτέλεα P 33 κεῖνται πράγματος scripsi: ο ὀνόματος P 34 καὶ addidi 36 ὀνομάζομεν ex ὀνομάζομεν corr. P1 γὰρ ἄλλων γλῶσσα᾿ φησὶν ὁ ποιητής. πρὸς τούτοις δὲ καὶ οἱ ἐκ γενετῆς κωφοὶ τοιοῦτο διελέγχουσι * * * τὴν ἁπλῶς καὶ φύσει τὰ ὀνόματα καὶ τὰ ῥήματα. ἐκ τούτων οὖν πάντων δῆλον γέγονεν ὅτι οὐκ εἰσὶ φύσει τὰ ὀνόματα ἔδει καὶ τοῖς ἐκ γενετῆς κωφοῖς ὡς ἔχουσι τὴν ἁπλῶς καὶ φύσει φωνήν, οὕτως καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα] κατὰ τὸ ᾱ σημαινόμενον τοῦ φύσει. ἀλλὰ μὴν οὐδὲ κατὰ τὸ δεύτερον τοὐ θέσει δυνατὸν ταῦτα εἶναι, τοῦτ’ ἔστιν ἁπλῶς καὶ ὡς ἔτυχεν. καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῶν ὀνομα|τοθετῶν. εἰ γὰρ μάτην τεθείκασιν οἱ f. 42r ὀνοματοθέται τὰ ὀνόματα, ἀλλ’ οὖν πάντως κατά τινα λόγον καὶ ἁρμονίαν. διὰ τί φέρε εἰπεῖν τὸν ἄνθρωπον ἐκάλεσαν ἄνθρωπον καὶ μὴ κάμηλον, καὶ τὴν κάμηλον <κάμηλον καὶ μὴ〉 ἄνθρωπον; πάντως οὖν τινες δι’ ἃς οὕτως τοῖς ὀνόμασιν οἱ ὀνοματοθέται ἐχρήσαντο, εἰ καὶ ἡμεῖς τὰς πάντων ἐτυμολογίας οὐκ ἐπιστάμεθα.

p. 16a31 Οὐδὲ γὰρ λόγος οὐδὲ ἀπόφασίς ἐστι. φησὶν ὅτι οὐχ ἔσ οὐδὲ ἀπόφασις οὐδὲ λόγος τὸ οὐκ ἄνθρωπος. καὶ λόγος μὲν οὐκ ἔστιν, ἐπειδὴ τὸ ἐλάχιστον ὁ λόγος ἀπὸ δύο λέξεων σύγκειται. ἀλλὰ μὴν οὐδὲ ἀπόφασις, ἐπειδὴ πᾶσα ἀπόφασις ἢ κατάφασις πάντως ἢ ἀλήθειαν σημαίνει ἢ ψεῦδος· τοῦτο δὲ οὐδὲν τούτων σημαίνει. ἐν οἷς ἡ πρᾶξις.

Πρᾶξις σὺν θεῷ γ.

p. 16a33 Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα τοιαῦτα, οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος.

Εἴωθεν ζητεῖσθαι τοῖς ἐξηγηταῖς ἐνταῦθα περὶ τῶν καλουμένων παρὰ τοῖς γραμματικοῖς πτώσεων, πότερον δ εἰσὶν ἢ πέντε· καὶ οἱ μὲν ἀπὸ ἵης Στοᾶς καὶ πάντες σχεδὸν οἱ μετιόντες τὴν γραμματικὴν τέχνην εݲ εἶναι τὰς πτώσεις, καὶ ἄρα καὶ τὴν καλουμένην εὐθεῖαν πτῶσιν ὀνομάζουσιν. εἰ δέ τις αὐτοὺς ἔροιτο καὶ πῶς ἡ εὐθεῖα λέγεται πτῶσις, ἀποχρίνονται λέγοντες ὅτι εὐθεῖα μὲν διὰ τοῦτο, διότι τὸν λόγον εὐθὺν καὶ ὀρθὸν ἀποτελεῖ οἷον ῾ Σωχράτης βαδίζει’, πτῶσις δὲ διότι πέπτωκεν ἀπὸ τοῦ νοήματος. ὅπερ συμβέβηκεν ἐπὶ τοῦ γραφείου τοῦ πεπτωκότος ἀπὸ τῆς χειρὸς καὶ σταθέντος ὀρθῶς· καὶ γὰρ πεπτωκέναι λέγεται καὶ ὀρθῶς ἵστασθαι. ἀλλὰ πρὸς τοῦτο λέγουσιν οἱ ἐκ τοῦ Περιπάτου ὅτι ’τούτῳ τῷ λόγῳ οὐ μόνον τὰ ὀνόματα πεπτώκασιν ἐκ τοῦ ἀπλῶς νοήματος, ἀλλὰ καὶ τὰ ῥήματα καὶ πάντα τὰ μέρη τοῦ λόγου· ἔσονται οὖν πάντα τὰ μέρη τοῦ λόγου πτώσεις, ὅπερ καὶ γελοῖόν ἐστιν καὶ ταῖς ὑμετέραις μαχόμενον ὑποθέσεσιν’. 1 ὁ ποιητής] 11. Β 804 γενητῆς ex γενητοῖς corr. P 2 lacunam indicavi, addendum est ἔδει γὰρ καὶ τοῖς ἐκ γενετῆς κωφοῖς, ὡς ἔχουσι cf. v. 4 4 γενητῆς P 4. 5 ἔδει—ῥήματα delevi 6 δεύτερον σήμαινόν P 8 τεθήκασιν constanter scripsit P 11 κάμηλον καὶ μὴ addidi 20 ὅσα] ἄλλα add. p. 12,8 cf. de Interpr. cod. C. Bekk 22 εἴωθεν] cf. Aramon. fol. 35 v 26 αὐτοὺς scripsi : αὑτοῖς P 28. 29 νοήματος Ammonius: ὀνόματος P 29 ἐπὶ Diels: ἀπὸ P γραφίου P 32 νοήματος scripsi : ὀνόματος P οὐκοῦν εἰ τοῦτο ἄτοπον, αἱρετέον τὴν δόξαν τῶν Περιπατητιζῶν, ὅτι τέσσαρές εἰσιν πτώσεις, ἡ δὲ εὐθεῖα καλείσθω ὄνομα. φησὶ τοίνυν Ἀριστοτέλης ὅτι τὰ τοιαύτα οιαφε|ρουσι του ὀνόματος κατὰ τοῦτο, διότι τὸ μὲν ὄνομα μετὰ f. 42v τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται συνταττομενον πάντως ἀληθεύει ἢ ψεύδεται, ταῦτα δὲ οὔ. τὸ δὲ ἔστιν καὶ ἦν καὶ ἔσται, ὡς ἐπεσημάνατο ὁ φιλόσοφος Πορφύριος, ἐπὶ αὐτῶν μόνων τῶν ὑπαρκτικῶν ῥημάτων εἴρηται καὶ οὐκέτι ἐπὶ τῶν ἄλλων ῥημάτων. τὰ μὲν γὰρ ἄλλα ῥήματα ταῖς πτώσεσι συνταττόμενα ἀσύντακτα αὐτόθεν γίνονται· ‘Σωκράτους γὰρ περιπατεῖ’ οὐδεὶς λέγει. ὅθεν ἱστορεῖ ἐνταῦθα καὶ τὴν διάταξιν τῶν Στωϊκῶν, ὅτι τὸ τινος ἢ ὀνόματος κατηγορεῖται ἤγουν εὐθείας ἢ πτώσεως. καὶ εἰ μὲν ὀνόματος, ἢ αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται ἢ οὐκ αὐτοτελῆ. καὶ εἰ μὲν αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται, καλοῦσιν αὐτὸν κατηγόρημα ἢ σύμβαμα. ταὐτὸν γὰρ καλεῖται παρ’ αὐτοῖς καὶ δῆλον τὸ αἴτιον· κατηγόρημα γὰρ λέγουσιν, διότι κατὰ τοῦ ὑποκειμένου ἀγορεύεται ἤτοι λέγεται καὶ χατηγορεῖται, σύμβαμα δὲ διότι συνέβη τὸ βαδίζειν τῷ Σωκράτει. εἰ δὲ οὐκ αὐτοτελῆ τὸν. λόγον ἀπεργάζεται, καλεῖται παρακατηγόρημα ἢ παρασύμβαμα, ὡς ‘Σωκρατης φιλεῖ’· λείπει γὰρ τινά. εἰ δὲ πάλιν πτώσεως κατηγορεῖται, ἢ αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται * * * ἔλαττον ἡ κατηγόρημα ὡς ‘τῷ Σωκράτει μεταμέλει’· ἢ <οὐκ> αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται, καὶ αὐτὸ ἔλαττον ἢ παρακατηγόρημα ἢ ἔλαττον ἢ παρασύμβαμα, ὡς ‘Σωκράτει μέλει’· λείπει γὰρ τινός, οἷον Ἀλκιβιάδου ἤ τινος ἄλλου. ἔστιν τοίνυν ὁ λόγος τούτων τῶν πτώσεων τὰ μὲν ἄλλα κατὰ ταὐτά, μετὰ μέντοι τοῦ ἔστιν ἢ ἔσται ἡ ἦν οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται. ἀλλ’ ἀποροῦσί τινες, διὰ τί μὴ ἐξ ἀρχῆς ὅλον τὸν ὁρισμὸν ἀποδέδωκεν, ἀλλ’ ὕστερον προσέθηκεν τὸ οὐκ ἄνθρωπος ἤγουν τὸ ἀόριστον ὄνομα καὶ τὰς πτώσεις. λέγομεν τοίνυν, εἰ τὸ ὄνομα πολλὰ σημαίνει παρὰ Ἀριστοτέλει (δηλοῖ γὰρ καὶ εὐθεῖαν καὶ τὰς πτώσεις καὶ τὸ ἀόριστον ὄνομα καὶ τὸ ῥῆμα καὶ τὸ ὑποκίμενον) ἐν τῷ οὖν εἰπεῖν ‘φωνὴ ση|μαντικὴ κατὰ συνθήκην’ τὰ εݲ f. 43r ταῦτα ἐδήλωσεν, ἐν δὲ τῷ προσθεῖναι ‘καὶ χρόνον μὴ προσσημαίνουσα’ ἐξέβαλεν τὰ ῥήματα, μεμενήκασι δὲ τὰ λοιπά, τοῦτ’ ἔστι τὰ ἀόριστα ὀνόματα καὶ αἱ πτώσεις. πάλιν διὰ τὸ εἰπεῖν ‘ὡρισμένην φύσιν είσάγουσα’ ἐξέβαλεν μόνον τὰ ἀόριστα ὀνόματα· εἶτα τελευταῖον εἰπὼν ‘καὶ μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη᾿ τὰς πτώσεις ὡς εἶναι ὅλον τὸν ὁρισμὸν τοῦ ὀνόματος οὕτως ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην 〈χρόνον μὴ〉 προσσημαίνουσα, ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον, ὡρισμένην φύσιν εἰσάγουσα, μετὰ του ἦν ἢ εστιν 5 ἐπεσημήνατο ex ἐπεσημάνατο corr. P1 seel cf. p. 4,36 5.6 Πορφύριος] cf. Ammon. fol. 36v 6 τῶν, quod erat ante αὐτῶν, post μόνων transtuli 9 ἱστορεῖ] ἱστορίαν ἐν οἷς καὶ προσιστορεῖ Ammonius Στοϊκων P 10 ὀνόματος corr. P2 : ὄνομα 13 παραυτοὺς (sic) P κατηγόρημα scripsi: κατηγορούμενον P 16. 17 ὡσωκράτης P 18 lacunam indicani: deest καὶ καλεῖται τῷ ex τὸ corr. P 19 μεταμέλλει P addidi 21 μέλει scripsi, cf. Ammon. fol. 37r; μεταμέλει P 22 πτώσεων scripsi: προτάσεων P μέντοι scripsi: μὲν τὸ P 23 ἀποροῦσί τινες] cf. Ammon. fol. 37v 29 προσημαίνουσα P 32 εἰπὼν scripsi: εἰπεῖν P 35 χρόνον μὴ addidi ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη’. πρὸς ὅν φησιν ὁ Γαληνὸς ὅτι οὐκ ἔστιν ὁρισμὸς αὐτὸς ἀλλὰ λόγος. ὅθεν αὐτὸς ὁρίζεται τὸ ὄνομα οὕτως ᾿φωνὴ φωνὴ σημαντικὴ κατὰ συνθήκην ἁπλοῦ νοήματος.’ οὗτος δὲ ὁ ὁρισμὸς οὐ μόνον ἐπὶ ὀνόματος ἁρμόζει, ἀλλὰ καὶ ἐπὶ λόγου καὶ ἐπὶ ἄλλων μερῶν τοῦ λόγου· ὥστε οὐ μέμψις Ἀριστοτέλει διὰ τὴν ἀνάγκην τοῦ πράγματος ὁρισμὸν τοῦ ὀνόματος διὰ πολλῶν λέξεων δηλώσαντι. ἐν οἷς ἐστιν ὁ περὶ τοῦ ὀνόματος λόγος.

p. 16a33 Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα ἄλλα τοιαῦτα, οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος. πτώσεις καλοῦσιν οἱ φιλόσοφοι πάσας τὰς παραγωγὰς καὶ τοὺς σχηματισμοὺς καὶ τοὺς συσχηματισμοὐς, καὶ οὐ μόνον. τὰς παραγωγὰς <τὰς< γραμματικοῖς καλουμένας πλαγίους· τὸ γὰρ δίκαιον καὶ τὸ δικαίως καὶ τὸ δικαιότατον καὶ τὸ δικαιότερον καὶ τὸ δίκαιος] καὶ πάντα τὰ τοιαῦτα παρὰ φιλοσόφοις πτώσεις εἰσίν.

p. 16b1 Λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ ταὐτά. τοῦτο εἴληπται αὐτῷ ἀπὸ Ἀττικῆς συνηθείας. ἔθος γὰρ ἦν παρὰ αὐτοῖς, ἡνίκα εἰσέφερέν τις ψήφισμα περιέχον τινὰ <τῶν< ἐν τῷ 7. ψηφίσματι, λέγειν ἐν τῷ βݲ ψηφίσματι ‘τὰ μὲν ἄλλα τὰ αὐτά, προστίθημι δὲ δεῖν στεφανοῦν ἐν θεάτρῳ τὸν Δημοσθένην’, εἰ ἔτυχεν αὐτὸν ὑπὲρ Δημοσθένους εἰσαγα- γεῖν | ψήφισμα. τοῦτο δὲ ἐποίουν διὰ τὸ λέγειν αὐτοὺς ἐπὶ μεμετρημένῳ f.43v ὕδατι καὶ ῥέοντι. οὕτως οὖν καὶ ἐνταῦθα Ἀριστοτέλης ἐποίησεν εἰπὼν ᾿ ὁ μὲν λόγος τῆς πτώσεως ἤτοι ὁρισμὸς κατὰ μὲν τὰ ἄλλα τὰ αὐτὰ ἔχει· δεῖ δὲ προσθεῖναι ὅτι συνταττόμεναι αἱ πτώσεις μετὰ τοῦ ἦν ἢ έστιν ἢ ἔσται οὔτε ἀληθεύουσιν οὔτε ψεύσονται’. ταῦτα ἔχει ἡ πρᾶξις.

Πρᾶξις σὺν θεῷ δ. Περὶ ῥήματος.

p. 16b6 Ῥῆμα δέ τὸ προσσημαῖνον χρόνον, οὗ μέρος ούδὲν σημαίνει χωρίς, καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον.

’H μὲν ἔννοια τοῦ ὁρισμοῦ τοῦ ῥήματος παραπλήσιον ἔχει τῇ ἐννοίᾳ τοῦ ὁρισμοῦ τοῦ ὀνόματος. ἔστιν γὰρ τοῦ ῥήματος ὁ ὁρισμὸς τοιοῦτος 'φωνὴ σημαντικὴ κατὰ συνθήκην, χρόνον προσσημαίνουσα, ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον, ὡρισμένην φύσιν εἰσάγουσα. αύτος δὲ ἅτε συντομίας ὢν ἐραστὴς τὰ μὲν κοινὰ παρείασεν, ὅσα ὑπῆρχεν τῷ ὀνόματι καὶ τῷ ῥήματι καὶ μόνον ἐκεῖνο προσέθηκεν καθ’ ὃ διαφέρει τὸ ὄνομα τοῦ ῥήματος, τοῦτ’ ἔστι τὸ προσσημαῖνον χρόνον· τί δέ έστι 2 λόγος λόγου scripsi : λόγου P 8 τῶι δέ P 11 τὰς addidi 12 καὶ· τὸ δίχαιος delevi 14. 15 τοῦτο εἴληπται] cf. Ammon. fol.38v 15 αὐτῷ scripsi : αὐτοῦ P 16 τῶν addidi 17 τὰ αὐτὰ] fort, κατὰ τὰ αὐτά 18 θετατρῶι P 18. 19 εἰσαγαγεῖν scripsi: εἰσάγαγε P 31 φύσιν scripsi cf. p. 8,12 11,31.86: φωνὴν P 32 συντομίας Ammonius f. 39r: φιλοσύντομος glossemate inlato P 33 καθ’ ὁ scripsi: καθ’ ἅ Ρ τὸ προσσημαῖνον χρόνον, ἤδη σεσαφήνισται ἐν τῇ ἐξηγήσει τοῦ ὁρισμοῦ τοῦ ὀνόματος. ἀλλ’ εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, διὰ τί προσέθηκεν καὶ ἕτερον κοινόν, τοῦτο δέ ἐστι ᾿οὗ τὸ μέρος κεχωρισμένον οὐδενός ἐστι σημαντικόν’; οἷον <τοῦ> τύπτω ἐὰν χωρισθῇ μία συλλαβή, οὐδὲν ὡς μέρος αὐτοῦ· οὐ μόνον δὲ τοῦτο ἐπὶ τῶν ἁπλῶν ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων ὡς τὸ καταγράφω. λέγομεν ἐκεῖνο, ὅπερ εἶπεν ὁ Πορφύριος, ὅτι τοῦτο προσέθηκεν διὰ τοὺς λόγους ἰοὺς ἀπὸ τῶν ῥημάτων συγκειμένους. τὰ μὲν γὰρ ἄλλα τὰ αὐτὰ ἔχουσι· καὶ φωνὴ γάρ εἰσιν καὶ κατὰ συνθήκην καὶ χρόνον προσσημαίνουσιν· ἀλλὰ τὸ μέρος αὐτῶν κεχωρισμένον σημαίνει τι, οἷον ᾿τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν’. χωρισθὲν γὰρ καὶ τὸ ᾿φιλοσοφεῖν’ καὶ τὸ ’εὐδαιμονεῖν’ καὶ τὸ ᾿ ἔστι’ σημαίνει τι καθ’ αὑτό, οἷον ἢ ἐνέργειαν | ἢ πάθος. ἐπὶ δὲ τοῦ ῥήματος οὐ τοῦτο. εἶτα προστίθησι f.44r καὶ τὰ παρετόμενα τῷ ῥήματι, ὅτι τὸ ῥῆμα σύμβολόν ἐστιν καὶ σημαντικὸν τῶν καθ’ ἑτέρου λεγομένων <οἶον> ἐνεργείας καὶ πάθους· μὲν γὰρ ἐνέργειαν σημαίνει, τύπτομαι δὲ πάθος· καὶ ὅτι ἀεὶ καθ’ ἑτέρου λέγονται, ἢ καθ’ ὑποκειμένου, ἡνίκα συνωνύμως κατηγορεῖται, ὡς ᾿ τὸ βαδίζειν κινεῖσθαί ἐστιν’ ἢ ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν’, ἢ ὡς ἐν ὑποκειμένῳ, ὡς ᾿Σωκράτης ὑγιαίνει’. πρὸς τούτοις καὶ τίθησι καὶ ἕτερά τινα, ἅπερ δοκοῦσιν εἶναι ῥήματα, οὐκ εἰσὶν δέ, ὥσπερ τὰ ἀόριστα, οἷον τὸ οὐχ ὑγιαίνει οὐδὲ βαδίζει. καὶ τὴν αἰτίαν ἐπιφέρει, διὰ τί οὐ καλεῖ τὰ αὐτὰ ῥήματα, φάσκων ὅτι ὁμοίως καὶ ἐπὶ τῶν μὴ ὄντων ἁρμόζει, οἷον τραγέλαφος οὐχ ὑγιαίνει, Σωκράτης * * ἐκβάλλει δὲ καὶ τὰς πτώσεις. πτώσεις δὲ καλεῖ τὰ ῥήματα τὰ σημαίνοντα τὸν πέριξ χρόνον. ἴσως δὲ καὶ ταῦτα τὰ ῥήματα διὰ τὴν ἀοριστίαν οὐκ ἠξίωσεν ῥήματα καλέσαι, ἐπειδὴ 〈μετὰ〉 τάδε φησὶν ὅτι καὶ τὰ ῥήματα σημαντικά εἰσιν· ὀνόματα γάρ εἰσιν, τὰ δὲ ὀνόματα ἐδείχθη σημαντικά. τεκμήριον δὲ μέγιστον τοῦ εἶναι ταῦτα σημαντικά φησιν ὅτι ἔχοντά τινος ἔννοιαν πεπλασμένην (οἶον ἄρα γε τί ποιεῖ Σωκράτης, καὶ ἀκούσει τινὸς ὅτι ἢ ἐξηγεῖται ἢ καθέζεται ἢ βαδίζει) ἔστησεν τὴν σεσαλευμένην καὶ πεπλανημένην διάνοιαν, καὶ αὐτὸς ὁ ἀκούσας ἠρέμησεν. εἰ γὰρ μὴ ἐσήμαινέν τι καὶ ἐδήλου τὸ ῥῆμα, οὐκ ἄν τοῦτο ἐγένετο. ὥστε σημαίνουσίν τι, ἀλήθειαν δὲ καὶ ψεῦδος (τοῦτ᾿ ἔστιν κατάφασιν καὶ οὐδέποτε, εἰ μὴ προσυπακουσθείη ἔξωθέν τι ἢ ἀπλῶς ὄνομα ἢ ῥῆμα. κατασκευάζει δὲ τοῦτο ἐκ τοῦ μᾶλλον· εἰ γὰρ τὰ ἀρχοειδέστερα ῥήματα <τὰ> ὑπαρκτικά, εἰς ἃ ἀναλύεται πᾶν ῥῆμα, οὐ σημαίνουσιν ἀλήθειαν ἡ ψεῦδος, οἷον τὸ ἦν ἢ ἔστιν ἢ ἔσται, καὶ αὐτὸ τὸ ὄν, ὅθεν παρηνέχθησαν τὰ ῥήματα, οὐκ ἔστιν ἀληθείας ἢ ψεύδους σημαντικόν, πολλῷ πρότερον τὰ ἄλλα ῥήματα. οἷον τὸ ὂν μυριάκις ἐὰν εἴποι | τις καθ’ αὑτό, σημαίνει μέν τι οἷον τὸ f.44v ὑπάρχον, ἀλήθειαν δὲ ἢ ψεῦδος οὐδέποτε. πλὴν συσσημαίνει ἄλλοις τισὶ σύνθεσίν τινα καὶ πρότασιν, ἥντινα σύνθεσιν ἄνευ τῶν συντεθέντων οἷον 4 τοῦ addidi 6.7 Πορφύριος] cf. Ammon. fol. 39v 14 οἷον addidi ἐνεργείας καὶ πάθους scripsi, cf. Ammon. fol. 40r: ἐνεργείαι καὶ πάθη P 15 μὲν sciipsi: με P 21 fort. ἐπὶ τῶν ὄντων καὶ τῶν μὴ ὄντων 22 deest οὐχ ὑγιαίνει vel οὐ βαδίζει 24 μετὰ addidi 27 φησιν sciipsi: φασὶν P 33 τὰ addidi 38 συσημαίνει P τῶν εἰς τὴν σύνθεσιν συνελθόντων ἀδύνατον νοῆσαι. πάλιν ὅπερ εἴπομεν ἐπὶ τοῦ ὁρισμοῦ τοῦ ὀνόματος, διὰ τί μὴ ἐξ ἀρχῆς ὅλον παραδέδωκεν τὸν ὁρισμὸν τοῦ ὀνόματος, οὕτως καὶ ἐνταῦθά φαμεν, διότι ὅλον ὡς ὅλον τὸν ὁρισμὸν τοῦ ῥήματος οὐ παραδέδωχεν, ὡς εἷναι ὅλον τοιοῦτον ’ῥῆμά ἐστιν φωνὴ σημαντική, χρόνον προσσημαίνουσα, φύσιν ὡρισμένην εἰσάγουσα, μόνον τὸν ἐνεστῶτα χρόνον εἰσάγουσα’, ἀλλ’ ὕστερον προσέθηκεν. λέγομεν ὅτι καὶ τὸ ῥῆμα πολλαχῶς λέγεται παρ’ αὐτῷ· καὶ γὰρ αὐτὸ τὸ προσσημαῖνον 〈χρόνον〉 καὶ τὸ κατηγορούμενον ἐν ταῖς προτάσεσιν καὶ αὖ καὶ αἱ πτώσεις καὶ τὰ ἀόριστα. ἐν τῷ εἰπεῖν οὖν ᾿ φωνὴ σημαντικὴ κατὰ αυνθήχην’ ἐσήμανεν καὶ τὸ ἐν ταῖς προτάσεσιν κατηγορούμενον, κἄν ὄνομά ἐστιν· ἐκεῖνο γὰρ χρόνον οὐ προσσημαίνει· ἐν δὲ τῷ εἰπεῖν ᾿ χρόνον προσσημαίνουσα’ τοῦτο ἐξέβαλλεν. καὶ κατὰ τάξιν πάλιν ᾿ ὡρισμένην ὡρισμένην φύσιν εἰσάγουσα’ ἐξέβαλεν τὰ ἀόριστα ῥήματα, ‘ἑνεστῶτα χρόνον εἰσάγουσα’ ἐξέβαλεν τὰς τοῦ ῥήματος πτώσεις. ταῦτα ἔχει ὁ περὶ τοῦ ῥήματος λόγος καὶ ἡ παροῦσα θεωρία.

p. 16b7 Καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον. τὸ ἀεὶ καλῶς προσέθηκεν, διότι λέγεται μὲν κατά τινος καὶ τὸ ὄνομα, ἀλλ’ οὐκ ἀεί, οἷον Σωκράτης δίκαιος· ἐνταῦθα λέγεται μὲν κατά τινος οἷον τοῦ…

p…

p…

The complete text is available when the reading interface loads.