The Greek Library Catalogue

Anonymous

In artem rhetoricam commentaria

Edition reference
In artem rhetoricam commentaria, ed. H. Rabe, Stephani in artem rhetoricam commentarium [Commentaria in Aristotelem Graeca 21.2. Berlin: Reimer, 1896]: 263–322.
CTS identifier
urn:cts:greekLit:tlg9020.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

263

{ΕΤΕΡΑ ΣΧΟΛΙΑ ΤΟΥ ΚΥΡΟΥ ΣΤΕΦΑΝΟΥ}

[1357 a 22] <Ἐπεὶ δ' ἔστιν ὀλίγα τὰ ἀναγκαῖα>. ἅπαξ εἰπὼν

τὰ κατὰ τὴν ῥητορικὴν παρεοικέναι τῇ φιλοσοφίᾳ (συλλογισμός τε γὰρ

ἐκεῖ ἐστιν, ἀλλὰ καὶ παρὰ τῇ ῥητορικῇ ἐνθύμημα· ἐπαγωγὴ ἐκεῖ, ἀλλὰ

καὶ παρὰ τῇ ῥητορικῇ παράδειγμα) νῦν πάλιν καὶ ἄλλην τινὰ φιλοσοφίας

κοινωνίαν καὶ ῥητορικῆς πολυπραγμονεῖ καὶ λέγει ‘ὥσπερ παρὰ τοῖς ἐν

φιλοσοφίᾳ συλλογισμοῖς ἡ γένεσις αὐτῶν ἐστιν ἢ ἐξ ἀναγκαίων καὶ γίνεται

ὁ ἀποδεικτικὸς ἢ ἐξ ἐνδεχομένων καὶ γίνεται ὁ διαλεκτικός, οὕτως εὑρή-

σεις λοιπὸν καὶ παρὰ τῇ ῥητορικῇ προτάσεις οἷον ἐνδεχομένας τὰ εἰκότα,

οἷον δὲ ἀναγκαίας τὰ τεκμηριώδη σημεῖα’· τριχῶς γὰρ τὸ σημεῖον.

[1357 a 28] <Ἐκ τοιούτων ἀνάγκη> καὶ <ἑτέρων>. καλῶς προσέ-

θηκε τὸ <ἑτέρων>· ὁ μὲν γὰρ ἀναγκαῖος συλλογισμὸς ὁ περὶ τοῦ ἡ

ψυχὴ φέρε εἰπεῖν ἀθάνατος ἐκ τῶν αὐτῶν ἀεὶ προτάσεων γίνεται καὶ

οὐχὶ ἐξ ἑτέρων νῦν καὶ πάλιν ἐξ ἑτέρων καὶ αὖθις ἐξ ἑτέρων (οὐδὲ γὰρ

ἂν ἦν ἀναγκαῖος, ἄλλοτ' ἄλλως ἔχων), ὁ δὲ ἐνδεχόμενος συλλογισμὸς ὁ

περὶ τοῦ ἡ ἡδονὴ ἀγαθὸν ἢ φαῦλον ἐξ ἄλλων καὶ ἄλλων καὶ ἑτεροίων

πολλάκις πολυειδῶς συλλογισθήσεται.

[1357 a 33] <Ὥστ' ἀνάγκη τούτων ἑκάτερον ἑκατέρῳ>, ἤγουν τὸ

εἰκὸς καὶ τὸ σημεῖον ἔσται ταὐτὸν τὸ μὲν ταῖς ἐνδεχομέναις προτάσεσι,

τὸ δὲ ταῖς ἀναγκαίαις, ἀλλ' οὐκ ἀπολύτως καὶ ἀορίστως πᾶν, μόνον δὲ τὸ

ἄλυτον, ὃ καὶ τεκμήριον λέγεται. τὸ μὲν οὖν <ἐξ εἰκότων> ἐνθύμημα

ἀναλογεῖ τῷ ἐνδεχομένῳ συλλογισμῷ, τὸ δὲ <ἐκ σημείων> τῷ ἀναγκαίῳ.

[1357 a 34] <Οὐχ ἁπλῶς δέ, καθάπερ ὁρίζονται τινές>. οἱ

Στωικοί, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας, εἰ σὺν προσοχῇ ἀναγινώσκεις,

εὑρήσεις, τὸ ἐπὶ τὸ πολύ ἐταύτιζον τῷ ἀναγκαίῳ· πάντα γὰρ κατὰ τὸ

264

ἀναγκαῖον γινόμενα δογματίζοντες ἀνῄρουν τὸ ἐνδεχόμενον ἤγουν τὸ ὁπότερ'

ἔτυχε, τὸ ἐπ' ἴσης ἐνδεχόμενον. λέγεται οὖν ὧδε, ὅτι τὸ ὡς ἐπὶ τὸ

πολύ ἐνδεχόμενόν ἐστι (διακόπτεται γὰρ ποτέ), οὐχ ἁπλῶς δὲ ἤγουν ἀεὶ

καὶ ἀναγκαίως γινόμενον, ὡς οἱ Στωικοὶ ἴσως ὡρίζοντο. διαιρεῖ οὖν τὸν

λόγον καὶ λέγει τοιοῦτον ‘λέγω ἐπὶ πολύ τὸ εἰκὸς οἷον ἄρα τὸ ἐπ' ἴσης

ἐνδεχόμενον, οὐ μὴν δὲ ὡς τὸ ἀναγκαῖον, ὡς τινὲς ἔλεγον’.

[1357 a 36] <Οὕτως ἔχον πρὸς ἐκεῖνο, πρὸς ὃ εἰκός, ὡς τὸ

καθ' ὅλου πρὸς τὸ κατὰ μέρος>. τὸ εἰκὸς πρός τι λέγεται εἰκός, οἷον

εἰκὸς λέγεται τὸ τὸν νύκτωρ πλανώμενον κλέπτην εἶναι Ἀλκιβιάδην· ἐξ

εἰκότος ἐστὶν οὗτος ἐνθυμηματικὸς συλλογισμός. ἴδε οὖν ὧδε, τί τὸ εἰκὸς

καὶ πρὸς τί λέγεται εἰκός· οἷον ἐξ εἰκότος τινὸς κρίνω τὸν δεῖνα κλέπτην

εἶναι· ποίου εἰκότος; τοῦ νύκτωρ πλανᾶσθαι· εἰκὸς οὖν τὸ νύκτωρ πλανᾶ-

σθαι. <πρὸς> ὃ δὲ ἤτοι πρὸς τὸ κλέπτην εἶναι τὸν δεῖνα. καθολικώτερον

ἄρα τὸ εἰκὸς τοῦ πρὸς ὅ· οὐδὲ γὰρ πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης,

ἀλλὰ ἢ μεμηνὼς ἢ ξένος καὶ ἀγνοῶν τὴν εὐθεῖαν λεωφόρον. ἐπεὶ οὖν τὸ

νύκτωρ πλανᾶσθαι λέγεται κατὰ τριῶν ἴσως, τοῦ μεμηνότος, τοῦ ἀγνοοῦν-

τος ξένου, τοῦ κλέπτου, σὺ δὲ κατὰ μόνου ὁ ῥήτωρ τοῦ κλέπτου τοῦτο

ἐξελάβου, καθολικώτερον ἄρα ἐστὶ τὸ εἰκὸς τοῦ κλέπτου, ὡς τὰ τρία τοῦ

ἑνός εἰσι πλείω· οὐ γὰρ πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης.

[1357 b 1] <Τῶν σημείων τὸ μὲν οὕτως ἔχει, ὡς τῶν καθ'

ἕκαστά τι πρὸς τὸ καθ' ὅλου>, ὅτε δηλαδὴ τὸ καθ' ὅλου δεικνύεται

ἀπὸ τῶν μερικῶν· οἷον τὸ ‘πᾶς σοφὸς σπουδαῖος, διότι ὁ Πιττακὸς σοφὸς

ὢν ἦν καὶ σπουδαῖος’· τοῦ γὰρ ὅτι οἱ σοφοὶ σπουδαῖοι σημεῖόν ἐστιν ὁ

Πιττακὸς μερικόν τι ὤν. τοῦτο τὸ σημεῖον λυτόν ἐστιν· ἀσυλλόγιστος γὰρ

ὁ συλλογισμὸς οὗτος ὁ φαινόμενος, ὅτι ἀπὸ δύο μερικῶν συνήχθη, καὶ

διὰ τοῦτο οὐκ ἔστι συλλογισμός. ἀλλὰ καὶ τὸ συμπέρασμα ψευδὲς καὶ

κατὰ τὴν ὕλην, ἀλλὰ γὰρ καὶ κατὰ τὸ εἶδος· ἐν γὰρ τῷ τρίτῳ σχήματι

μερικὰ συνάγεις. τοῦτο μὲν οὖν τὸ σημεῖόν ἐστιν ὡς τῶν καθ' ἕκαστόν

τι πρὸς τὸ καθ' ὅλου. τίθησι δὲ καὶ ἕτερον ἐνθυμηματικὸν συλλογισμὸν

τεκμηριώδη καὶ ἀναγκαῖον ἐν πρώτῳ σχήματι συναγόμενον καὶ αὐτὸν τοι-

οῦτον ἔχοντα τὸ σημεῖον ὡς τῶν καθ' ἕκαστόν τι πρὸς τὸ καθ' ὅλου

[1357 b 15] ‘αὕτη τέτοκε· γάλα γὰρ ἔχει· τὸ γάλα ἔχειν σημεῖόν ἐστι

τοῦ τετοκέναι’. ἄλυτόν ἐστι τοῦτο· ἀληθής τε γάρ ἐστιν ὁ συλλογισμὸς

καὶ καλῶς ἔχων κατά τε ὕλην κατά τε εἶδος·

►(τέτοκε) (γάλα ἔχει) (αὕτη)

(ἄρα)◄

καὶ αὖθις οὗτος νοσεῖ· πυρέττει γάρ· σημεῖον ὁ πυρετὸς τῆς νόσου.

265

τεκμήριον τοῦτο καὶ ἄλυτον, ὡς δὴ καὶ τὸ γάλα ἔχειν· καλῶς γὰρ καὶ

οὗτος ὁ συλλογισμὸς ἔχει καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος·

►(νοσεῖ) (πυρέττει) (οὗτος)

(ἄρα)◄

νόησον οὖν ὧδε· πῶς ταῦτα τὰ δύο σημεῖα, ἃ καὶ τεκμήρια καὶ ἄλυτα,

ὡς μερικά εἰσι πρὸς καθ' ὅλου τὸ πυρέττειν, ὃ σημεῖον μερικώτερόν ἐστι

τοῦ νοσεῖν; πῶς; ὅτι πᾶς μὲν πυρέττων νοσεῖ, οὐ μὴν δὲ πᾶς νοσῶν

πυρέττει· εἰσὶ γὰρ καὶ ἕτεραι νόσοι παρὰ τὸν πυρετόν. καὶ αὖθις· τὸ

γάλα ἔχειν σημεῖον ὂν τοῦ σημειωτοῦ ἤτοι τοῦ τετοκέναι μερικώτερόν

ἐστι τοῦ τετοκέναι· πᾶσα μὲν γὰρ γάλα ἔχουσα καὶ τέτοκεν, οὐ μὴν δὲ

πᾶσα τετοκυῖα καὶ γάλα ἔχει. καλῶς ἄρα τοῦτο ἐξήγηταί μοι σὺν θεῷ,

τῶν ἄλλων ἀποπλανηθέντων ὅλῳ πήχει τῆς ἀληθείας.

[1357 b 3] <Τὸ δ' ὡς τῶν καθ' ὅλου τι πρὸς τὸ κατὰ μέρος>·

ὅταν δηλαδὴ τὸ σημεῖον εὑρίσκηται τὸ τάχα λαμβανόμενον καθολικώτερον

τοῦ σημειωτοῦ· οἷον εἴ τις εἴπῃ ‘ὁ παρὼν πυρέττει, πνευστιᾷ γάρ’. καὶ

οἱ μὲν ἄλλοι οὕτως αὐτὸ συνελογίσαντο πάντες ἐν πρώτῳ σχήματι

►(πυρέττει) (πνευστιᾷ) (οὗτος)

(ἄρα)◄

ἐγὼ δὲ ἐν δευτέρῳ σχήματι τοῦτο συνελογισάμην ἀκολουθῶν Ἀριστοτέλει

ἐν τῷ τέλει τοῦ δευτέρου τῶν Προτέρων ἀναλυτικῶν λέγοντι μόνα τὰ ἄλυτα

τεκμήρια ἐν τῷ πρώτῳ σχήματι συλλογίζεσθαι, τὰ δὲ ἄλλα σημεῖα ἃ μὲν

ἐν τῷ δευτέρῳ, ἃ δὲ ἐν τῷ τρίτῳ, ἃ καὶ λύσιμα ἢ ὡς ψευδῆ καὶ κατὰ

τὸ εἶδος ἡμαρτημένα ἢ καθ' ἕν τι τούτων. ποῖον; τὸ κατὰ τὸ εἶδος

ἡμαρτῆσθαι δηλαδή, κἂν κατὰ τὴν ὕλην ἀληθῶς ἔχῃ·

►(πυκνὸν ἀναπνεῖ α)(π)

(πυρέττει β) (γ οὗτος)◄

τοῦτο εἰ οὕτως σχηματισθῇ, συλλογισμός ἐστιν, οὐ μὴν ἐνθυμηματικός.

σχημάτισον οὖν αὐτὸ ἐνθυμηματικῶς καὶ ῥητορικῶς, τὴν αβ εὐθεῖαν

περιελὼν καὶ οὕτως ἐνθυμηματισάμενος· ἡ γὰρ μείζων πρότασις ἐνθυμη-

ματικῶς σοι νοεῖται. εἰ οὖν τὸ ἐνθύμημα τέλειον συλλογισμὸν ποιήσεις,

266

λυτὸν τοῦτον εὑρήσεις. ‘οὗτος πυρέττει· καὶ γὰρ πυκνὸν ἀναπνεῖ’· ψευ-

δῶς τέως εἶπας. ἔχει δὲ ἔμφασιν οὗτος ὁ συλλογισμὸς πρώτου σχήματος

καί τι καινόν· τὰ γὰρ ἐν τῷ δευτέρῳ σχήματι συλλογιζόμενα διὰ τοῦ

πρώτου τελειοῦνται. εἰ μὲν οὖν οὕτως ὡς ἐν τῷ πρώτῳ σχήματι τελειῶν

εἴπῃς ‘οὗτος πυκνὸν ἀναπνεῖ, πᾶς ὁ πυκνὸν ἀναπνέων πυρέσσει’, ψευδὴς

εὑρίσκεται ἡ μείζων πρότασις· εἰ δὲ οὕτως εἴπῃς ὡς ἐν δευτέρῳ σχή-

ματι, ἵνα ἡ ὕλη φανῇ ἀληθής, ‘οὗτος πνευστιᾷ, πᾶς ὁ πυρέττων πνευστιᾷ,

οὗτος ἄρα πυρέττει’, ἀληθὴς μὲν ὁ συλλογισμὸς κατὰ τὴν ὕλην, κατὰ

δὲ τὸ εἶδος ἠχρείωται· ἐν γὰρ τῷ δευτέρῳ σχήματι ἀπὸ δύο καταφατι-

κῶν καταφατικὸν συνήγαγες· λυτὸν ἄρα· καταφατικῶς γὰρ συνάγεται ἀεὶ

τὰ διὰ σημείων ἀποδεικνύμενα.

[1357 b 17] <Μόνον γάρ, ἂν ἀληθὲς ᾖ, ἄλυτόν ἐστι>. τοῦτο

εἶπεν, ἐπεὶ τὸ ἐν τῷ δευτέρῳ σχήματι συλλογισθὲν τὸ ‘οὗτος πυκνὸν

ἀναπνεῖ, πυρέττει ἄρα’ τελειωθὲν ἐν πρώτῳ σχήματι οὐ φαίνεται ἀληθὲς

καὶ λοιπὸν οὐκ ἔστι τεκμήριον.

[1357 b 19] <Λυτὸν γὰρ καὶ τοῦτο, κἂν ἀληθὲς ᾖ>· κἂν γὰρ

ἀληθὲς ᾖ τὸ ‘οὗτος πυρέττει ὁ νῦν ὁρώμενός μοι πνευστιῶν’, ἀλλὰ λύσι-

μος ὁ συλλογισμός, ὅτι ἐν τῷ δευτέρῳ σχήματι ἀπὸ καταφατικῶν τῶν

δύο προτάσεων καταφατικὸν συνήγαγες.

Ἰστέον καὶ ἐπὶ τινῶν πῂ μὲν τὰ σημεῖα προηγοῦνται ὧν εἰσι σημεῖα,

οἷον ἡ ἶρις τοῦ ὑετοῦ, ὃ καὶ πολλάκις καὶ διαψεύδεται (φαίνεται γὰρ ἡ ἶρις,

ὑετὸς δὲ οὐ γίνεται), πῂ δὲ τὸ οὗ σημεῖον προηγεῖται, ὡς τὸ πῦρ τῆς τέφρας,

πῂ δὲ ἅμα τὸ σημεῖον καὶ τὸ σημειωτόν, ὃ καὶ κυρίως τεκμήριον, οἷον ἅμα

πῦρ καὶ καπνός· ἐὰν οὖν εἴπῃς, ὅτι σημεῖον τοῦ εἶναι ἐνταῦθα πῦρ τὸ εἶναι

ἐνταῦθα τέφραν, ψεῦδος· ἔστι γὰρ τέφρα ἔν τινι τόπῳ καὶ οὐκ ἐγένετο

ἐνταῦθα πῦρ, ἀλλ' εἰκὸς ἦν μετενηνέχθαι ἀλλαχόθεν ἐνταῦθα τὴν τέφραν.

[1357 b 26] Ἔστι δὲ τὸ παράδειγμα <οὔτε ὡς μέρος πρὸς ὅλον>·

ἦν γὰρ ἂν σημεῖον, ὃ ἦν ὡς τῶν καθ' ἕκαστόν τι πρὸς τὸ καθ' ὅλου.

ἀλλ' <οὐδὲ ὡς ὅλον πρὸς μέρος>· ἦν γὰρ ἂν ὡς τὸ ἕτερον αὖθις ση-

μεῖον ἢ καὶ ὡς τὸ εἰκός, ὅπερ ἦν ὡς τῶν καθ' ὅλου τι πρὸς τὸ κατὰ

μέρος. τὸ δὲ <οὔτε ὡς ὅλον πρὸς ὅλον> εἶπε δηλῶν, ὅτι οὐδὲ συλλογισμός

ἐστι. διὰ μὲν οὖν τῶν ἀνώτερον δυεῖν ἔδειξεν, ὅτι τὸ παράδειγμα οὐκ

ἔστιν ἐνθύμημα (τὸ γὰρ ἐνθύμημα ἦν ἐξ εἰκότων καὶ σημείων, ἃ ἀνῄρη-

κεν, ὅτι οὐκ ἔστι τὸ παράδειγμα), διὰ δὲ τοῦ τρίτου τοῦ <οὔθ' ὡς ὅλον

πρὸς ὅλον> ἀνῄρηκεν, ὅτι οὐδὲ συλλογισμός ἐστιν, ἀπὸ τῶν καθ' ὅλου

ἢ καὶ ἀντιστρεφόντων συνάγων τὸ καθ' ὅλου.

267

[1358 a 2] <Τῶν δὲ ἐνθυμημάτων μεγίστη διαφορά>. ὥσπερ

εἰσὶ διαλεκτικοὶ συλλογισμοὶ παρὰ τῇ διαλεκτικῇ, ἀλλὰ εἰσὶ καὶ περὶ φυσι-

κῶν παρ' αὐτῇ καὶ περὶ ἠθικῶν διαλέξεις, ἀλλὰ ὅσα μὲν ἀπὸ κοινῶν

τόπων δείκνυνται, κἂν φυσικὰ εἶεν, κἂν ἠθικά, οὐ μὴν μόνον διαλεκτικά,

οἷον ἀπὸ τοῦ μᾶλλον, ἀπὸ τοῦ ἧττον, ἀπὸ ἴσου, ἀπὸ δυνατοῦ, ἀδυνάτου,

ἐνδόξου, ἀδόξου, ταῦτα λέγονται διαλεκτικά, ὅσα δὲ τῶν ἰδίᾳ καὶ ἰδίᾳ

τεχνῶν, ἤγουν φυσικῆς, ἰατρικῆς, ἠθικῆς, δείκνυνται ἀπὸ ἰδίων καὶ οἰκείων

αὐταῖς καὶ μόναις προτάσεων, ταῦτα λέγονται οὐ διαλεκτικὰ ἀλλ' ἢ ἠθικὰ

ἢ φυσικὰ ἢ ἰατρικά (αἱ γὰρ προτάσεις τῆς ἰατρικῆς οὐκ ἐφαρμόσουσι τῇ

ἠθικῇ οὐδ' αἱ τῆς ἠθικῆς ἐφαρμόσουσι τῇ φυσικῇ), οὕτω καὶ ἐν τῇ ῥη-

τορικῇ εἰσιν ἐνθυμηματικοὶ συλλογισμοὶ καὶ ποτὲ μὲν λέγονται τὰ προβλή-

ματα ῥητορικά, ὅταν ἀπὸ κοινῶν τινων ῥητορικῶν τόπων δεικνύωνται, οἷον

ἀπὸ τοῦ δυνατοῦ, τοῦ μᾶλλον καὶ τοιούτων τινῶν, ποτὲ δὲ οὐ λέγονται

ῥητορικὰ ἀλλὰ ἢ συμβουλευτικὰ ἢ δικανικὰ ἢ ἐπιδεικτικὰ ἢ περὶ εἰρήνης

ἢ περὶ πολέμου ἢ περὶ πόρων ἢ περὶ φυλακῆς χώρας ἢ νομικά, εἰ περὶ

πολιτειῶν εἶεν καὶ νόμων. εἰ οὖν τὰ τρία τῆς ῥητορικῆς εἴδη μετιὼν

καὶ συμβουλευόμενος ἢ καὶ δικανευόμενος ἢ καὶ πανηγυρίζων ἀπὸ τοῦ

μᾶλλον ἐν τοῖς τρισὶν ἐπιχειρήσεις ἢ τοῦ ἧττον ἢ τοῦ δυνατοῦ, ῥητο-

ρικὰ ταῦτα εἰπὲ τὰ προβλήματα· ἀπὸ γὰρ τῶν κοινῶν τῆς ῥητορικῆς

τόπων ὥρμησας. εἰ δὲ τὸ συμβουλευτικὸν μόνον νῦν μεταχειρισάμενος καὶ

τούτου τὸ περὶ πόρων εἶδος μόνον ἐπιχειρήμασιν οἰκείοις αὐτῷ καὶ μόνῳ τῷ

περὶ πόρων προβλήματι χρᾷ, τὸ τοιοῦτον ῥητορικὸν εἴπῃς, ἀλλὰ ἢ συμβου-

λευτικὸν μερικεύσας ἐκεῖνο ἢ περὶ πόρων ἢ οὕτω πως μερικῶς καὶ εἰδικῶς.

[1358 a 7] <Τὰς δὲ οὔπω κατειλημμένας>, οἷον περὶ τοῦ τετραγωνί-

ζεσθαι τὸν κύκλον ἢ καὶ ἡ καθ' ἡμᾶς θεία γραφὴ μεγίστη ἐπιστήμη καὶ

καλὴ καὶ τιμία καὶ ἀκριβὴς ἀκριβῶς.

[1358 a 7] <Διὸ καὶ λανθάνουσι τοὺς ἀκροατάς>, εἰ εἶεν διαλεκτι-

κοί· καλῶς γὰρ τὴν ἠθικὴν μεταχειριζόμενοι ἢ τὴν ἰατρικὴν καὶ μετα-

βαίνοντες ἀπὸ τῶν κοινῶν τῆς διαλεκτικῆς τόπων, τὰ δὲ ἠθικὰ ἢ τὰ

ἰατρικὰ δεικνύντες ἀπό τινων ἰδίων καὶ οἰκείων ἰατρικῇ ἢ ἠθικῇ ἰατροὶ

μᾶλλον δοκοῦσιν ἄριστοι ἢ ἠθικοὶ φιλόσοφοι.

[1358 a 14] <Οὐδὲν γὰρ μᾶλλον ἔσται ἐκ τούτου> τοῦ κοινοῦ

τόπου ἤγουν τοῦ μᾶλλον περὶ <φυσικῶν> εἰπεῖν παρ' ὃ περὶ <δικαίων>.

[1358 a 30] <Τῶν ἐνθυμημάτων τά τε εἴδη, λέγω δέ, φησί,

τὰς καθ' ἕκαστον γένος ἰδίας προτάσεις>. γένος ἢ τὸ ὑποκείμενον

εἶπε ἢ τὸ εἶδος· εἶδος γὰρ τῆς ῥητορικῆς τὸ συμβουλευτικόν, εἶδος τῆς

268

ῥητορικῆς τὸ δικανικόν. γίνωσκε οὖν τοὺς οἰκείους καὶ ἰδίους τῇ συμ-

βουλῇ τόπους, ἀφ' ὧν οὐδέποτε δείξαις τὰ δικανικὰ προβλήματα, γίνωσκε

εἰδικῶς τοὺς οἰκείους τῷ δικανικῷ μερικοὺς τόπους, ἀφ' ὧν οὐδέποτε τὰ

συμβουλευτικὰ κατασκευάσαις. <τόπους δὲ λέγει τοὺς κοινούς>, ἀφ' ὧν

κοινῶς μέν, οὐ μὴν ἐπιχειρήσεις ἰδίως περὶ τοῦδε ἢ τοῦδε οἰκείως καὶ

εἰδικῶς καὶ αὐτάρκως.

[1358 b 7] <Τρία γένη> τῆς ῥητορικῆς· ἀλλὰ μὴν ἄνω εἴδη

εἶπε. γένη οὖν τὰ ὑπάλληλα ἄκουσον· διαιρεῖται γὰρ τὸ δικανικὸν εἰς

κατηγορίαν καὶ ἀπολογίαν, ὡς καὶ τὰ λοιπὰ εἴδη τὰ δύο.

[1358 b 17] <Κυριώτατος μὲν ὁ παρὼν> χρόνος τῷ πανηγυρικῷ.

ἴδε τὸν μέγαν Θεολόγον πανηγυρίζοντα “Χριστὸς γεννᾶται, δοξάσατε”.

[1359 a 6] <Φανερὸν δ' ἐκ τῶν εἰρημένων>. δεῖ, φησίν, ἰδίας καὶ

ἰδίας ἔχειν τὰς προτάσεις τὸν ἐνθυμηματικὸν ῥήτορα, οἰκείας τῇ συμβουλῇ

τὸν συμβουλευτικόν, οἰκείας τῇ δίκῃ τὸν δικανικόν, οὐ μὴν κοινάς· οὐ

γὰρ συμβουλεύσει καλῶς περὶ τοῦδέ τινος ὁ ἀπὸ κοινῶν μελετῶν.

[1359 a 11] <Ἐπεὶ δ' οὔτε πραχθῆναι>. νῦν φησιν, ὅτι μετὰ τὸ

εὑρεῖν σε εἰδικῶς τὰς ἰδίας καὶ ἰδίας περὶ ἑκάστου προτάσεις καὶ οἰκείας

ἑκάστῳ τῷδέ τινι δεῖ σε, φησί, καὶ κοινούς τινας ἔχειν τόπους, οἳ δρά-

σουσιν ἐπὶ σέ, καὶ ἐν συμβουλῇ καὶ δίκῃ καὶ πανηγύρει· οἷός ἐστιν ὁ τοῦ

δυνατοῦ καὶ [οὐκ] ἀδυνάτου, ὁ τοῦ ἐνδόξου, ἀδόξου, ὁ τοῦ εἰ ἐγένετο ἢ

οὔ, ὁ τοῦ μικροῦ.

[1359 b 5] <Οὐ δεῖ τὸν παρόντα καιρόν>, καθ' ὃν τὴν ῥητορι-

κὴν διαγράφω, <ζητεῖν> ἐμὲ ὑμᾶς εἰπεῖν, μέχρι τίνος καὶ ὅπως τὰ πάντα

πραχθήσεται· οὐ γὰρ ῥητορικῆς τὸ τὰ τοιαῦτα τελέως πολυπραγμονεῖν,

ἀλλὰ μᾶλλον φιλοσοφίας καὶ τῆς λογικῆς. ὑμεῖς οὖν, ὦ οἱ περὶ Πῶλον

καὶ Γοργίαν, πολλὰ τιμῶντες τὴν ῥητορικήν, εἰ τὰ πάντα αὐτῇ χαριεῖσθε,

λήσεσθε ἀπολέσαντες αὐτήν· γενήσεται γὰρ φιλοσοφία ἢ μισεῖτε φιλοσο-

φίαν καὶ πάνθ' ὑμῖν ἀπολεῖται τὰ τίμια.

[1359 b 20] τὰ <πέντε> ταῦτα, περὶ ὧν τῇ πόλει συμβουλεύσεται ὁ

δημηγόρος, καὶ ὁ καθ' ἕνα ὑμῶν συμβουλευέτω τῷ οἴκῳ αὐτοῦ καὶ οὐκ

ἀπὸ τοῦ καλοῦ χωρήσοι.

[1359 b 33] Τὸ δὲ <περὶ πολέμου καὶ εἰρήνης> τοῦτο δηλοῖ, τίσι

δεῖ πολεμεῖν ἡμᾶς καὶ πρὸς οὓς εἰρηνεύειν.

[1359 b 39] <Ἐπίδοξον πολεμεῖν> ἢ τὸ ἔνδοξον ἢ μᾶλλον τὸ προσ-

δοκήσιμον εἰπέ.

[1360 a 1] <Πρὸς δὲ τοὺς ἥττους ἐπ' αὐτοῖς ᾖ τὸ πολεμεῖν>.

οὐ προτρέπεταί σε πολεμεῖν τοῖς ἥττοσιν ὁ φιλόσοφος ὢν ἀγαθός, ἀλλὰ

τότε, φησί, πολέμει αὐτοῖς, ὅταν ἐκεῖνοι ἄρχωνται κατὰ σοῦ.

269

[1360 a 11] <Καὶ τοὺς ἐπιτηδείους τόπους> φυλάττειν δεῖ ἢ τοὺς

ἀνοχύρους καὶ ἀναγκαίους φυλάττεσθαι ἤ, ὃ καὶ μᾶλλον, τοὺς βοηθοῦντάς

σοι τόπους, οἷον τὰς ἰδιωτικῶς παρὰ πολλοῖς λεγομένας κλεισούρας, οἷον

τὴν τῆς Κερκύρας κορυφαίαν ἀκρόπολιν, ἵνα μὴ τὰ τοιαῦτα προκατα-

λαβὼν ὁ πολέμιος ὡς ἀπὸ ἐρυμνῶν κρησφυγίων ὁρμώμενος βλάβης σοι

μυρίας πρόξενος γίνοιτο.

[1359 b 19] <Ἐπισκευάζων> αὐτὰς ἤγουν τὴν διαλεκτικὴν καὶ τὴν

ῥητορικὴν <εἰς ἐπιστήμας ὑποκειμένων> ἤτοι ὡρισμένων <τινῶν πραγ-

μάτων, ἀλλὰ μὴ μόνων λόγων>· ἡ γὰρ διαλεκτικὴ καὶ ἡ ῥητορικὴ

ποριστικαί εἰσι λόγων κοινῶν. εἴπωμεν οὖν ὧδε τῇ ἀναλυτικῇ τῇ ῥητορικῇ,

τὰ λοιπὰ ἐπισκέψασθαι δόντες τῇ <πολιτικῇ>· ἐκείνης γὰρ τὸ περὶ πάν-

των τούτων αὐτάρκως εἰπεῖν.

[1360 a 14] <Ἵνα πρὸς τούτους καὶ αἱ συμβολαί>. ἁρμόζει,

φησίν, ἡμᾶς ἔχειν φίλους τοὺς κρείττονας ἡμῶν καὶ τοὺς χρησίμους ἡμῖν

ὡς τοὺς ἀγχιαλίτας διὰ τὸ πολὺ τοῦ σίτου. συμβολαὶ δὲ λέγονται οἱ ὅρκοι,

οἱ ὅμηροι, αἱ εἰρηνικαὶ συμφωνίαι καὶ φιλίαι.

[1360 a 22] <Καὶ οἰκείων τῆς πολιτείας>. φθείρεται τὸ φθειρό-

μενον καὶ ὑπὸ τοῦ ἐναντίου, ἀλλὰ καὶ ὑπὸ τοῦ οἰκείου· ὡς τὸ πῦρ φθεί-

ρεται καὶ ὑπὸ τοῦ ὕδατος σβεννύμενον, ἀλλὰ καὶ ὑπ' αὐτοῦ ὡς ἐπὶ τοῦ

πνιγέως καταμαραινόμενον. ἡ <δημοκρατία> αὖθις φθείρεται ὑπὸ τοῦ

ἐναντίου (τῆς μοναρχίας δηλαδή), ἀλλὰ καὶ ὑπὸ τῆς ἐπιτάσεως αὐτῆς·

ἢν γὰρ καὶ οἱ χυδαῖοι καὶ οἱ ἀγοραῖοι πάντῃ πάντες κρατῶσι, λυποῦνται

οἱ ἄριστοι καὶ κρατήσουσιν ἴσως τῆς πόλεως καὶ γενήσεται ἀριστοκρατία

καὶ ἡ δημοκρατία ἀναιρεθήσεται. ὥστε καὶ ὑπὸ τῆς ὑπερβολῆς αὐτοῦ καὶ

ὑπὸ τῆς ἐλλείψεως αὐτοῦ φθείρεται τὸ φθειρόμενον. βελτίστη δὲ πολιτεία

ἢ ἡ βασιλεία ἢ ἐκείνη, ἐν ᾗ συντρέχει τὸ καὶ βασιλείαν εἶναι καὶ δημο-

κρατίαν καὶ ἀριστοκρατίαν· ἄρχει γὰρ ὁ βασιλεύς, ἀλλὰ καὶ οἱ ἄριστοι

τῶν ἀνδρῶν παραδυναστεύουσιν αὐτῷ φρόνιμοι ὄντες καὶ τὰ συμφέροντα

ὑποτιθέμενοι. ἀλλὰ καὶ δημοκρατίαν ἔστιν ἰδεῖν· παρὰ γὰρ τῷ ἐπάρχῳ

τάξις τις παραδυναστεύει καὶ ἄρχει τῆς πόλεως.

[1360 a 34] <Αἱ τῆς γῆς περίοδοι>. ἀναγκαῖον γὰρ περιιέναι πᾶσαν

τὴν οἰκουμένην, ὡς τοὺς νόμους πάντων μαθεῖν τῶν ἐθνῶν.

[1360 b 6] Ἐναντία τῇ εὐδαιμονίᾳ ἡ κακοδαιμονία, εἰς ἣν συν-

τείνουσι λύπη, νόσος, γῆρας.

[1360 b 7] <Τὸ> δὲ <ὡς ἁπλῶς εἰπεῖν> ἢ τοῦτο δηλοῖ τὸ συντετμη-

μένως ἢ τὸ παχυλῶς καὶ οὐ πρὸς ἀκρίβειαν.

270

[1360 b 12] <Μεῖζον ἀντ' ἐλάττονος ποιοῦντα>, οἷον ἡ ὑγεία

μόριον οὖσα τῆς εὐδαιμονίας μεῖζον γίνεται, εἰ προσλάβῃ καὶ πλοῦτον.

[1360 b 13] Φθείρει τὴν εὐδαιμονίαν ἡ κακία, ἡ Πριαμικὴ συμφορά,

ἐμποδίζει δὲ ἡ ἔνδεια καὶ τὸ μὴ πλουτεῖν. ἐν μὲν τοῖς Ἠθικοῖς ὡρίσατο

ἐν μὲν τῷ πρώτῳ τὴν πρακτικὴν εὐδαιμονίαν, ἐν δὲ τῷ Κ τὴν θεωρητι-

κήν, ἐνταῦθα δὲ τὴν πολιτικήν· διὸ καὶ περὶ εὐγενείας καὶ εὐτεκνίας λέγει

πόλεων καὶ ἐθνῶν. λέγει οὖν ἐνταῦθα τὰ δοκοῦντα περὶ εὐδαιμονίας πᾶσι

πολλῇ σπουδῇ σοφοῖς.

[1360 b 15] Ἡδὺς <βίος μετ' ἀσφαλείας>, ὅταν πλούσιος ὢν οὐ

δεδίττηται ὀργὴν βασιλέως ἢ ἐθνῶν ἐπιδρομὴν καὶ πολεμίων ἔφοδον.

[1360 b 16] <Εὐσθένεια σωμάτων καὶ κτημάτων μετὰ δυνά-

μεως> τὸ κτήματα ἔχειν εὐσθενῆ καὶ μεγάλα καὶ σῶμα εὐσθενές, ἀλλὰ

καὶ δύναμιν καὶ πλῆθος καὶ δυναστείαν ὑπηκόων τὴν μέλλουσαν ταῦτα

συντηρεῖν, ὥστε μὴ ταῦτα διάρπαγμα γίνεσθαι παρὰ πολεμίων ἢ ἄλλως

δυναστῶν. εἶπε δὲ καὶ δύναμιν πρακτικὴν τὸ ἔχειν δούλους γεωργούς,

κηπωρούς, ποιμένας καὶ τοιούτους πολλοὺς χειροκμῆτας.

[1360 b 31] <Αὐτόχθονας> εἶναι καὶ μὴ μετανάστας καὶ ἀποίκους

ἄλλης χώρας ἤ, κἂν ἀπὸ ἄλλης χώρας ἦλθον, ἀλλ' οὖν χρόνους πολλοὺς

ἐπιμεῖναι ταύτῃ τῇ χώρᾳ, ἵνα εἶεν ἀρχαῖοι καὶ κατὰ τοῦτο πλησίον τῶν

αὐτοχθόνων, ὡς οἱ πλησίον τῶν ἐν Κωνσταντινουπόλει.

[1361 a 11] Ἀτυχεῖς περὶ γυναῖκας οἱ Λακεδαιμόνιοι· ποτὲ γὰρ αὐ-

τῶν πολεμούντων τοῖς ἐχθροῖς ἔνδον αἱ γυναῖκες ἐθορυβοῦντο· αἰσθόμενοι δὲ

οὗτοι τοῦ θορύβου καὶ ὑποπτεύσαντες τοὺς πολεμίους ποθὲν εἰσελθεῖν τὴν

πόλιν ἔδωκαν νῶτα τοῖς ἐχθροῖς ὡς εἰς τὴν πόλιν φεύγοντες, ἵν' ἴδωσι τοῦ

θορύβου τὸ αἴτιον, καὶ οὕτως ἡττήθησαν κατὰ κράτος καὶ κατεσφάγησαν.

[1361 a 15] <Ἀσφαλῆ> κτήματα ἔχειν ἤγουν πλησίον τῆς αὐτῶν

πόλεως καὶ μὴ ἐν Περσίᾳ ἢ Αἰγύπτῳ, ἵν', ὅταν ἐθέλωσιν, ἐξῇ ἀπολαύειν

αὐτῶν· <ἐλευθέρια> δὲ ὡς αἱ μυρίναι, ἐξ ὧν κἂν καρπὸς γένηται, ἀλλ'

οὐκ ἔστιν ἀξιόλογος, ἀλλ' ἄγαν εἰς τιμὴν μικρότατος· πόσος γὰρ καρπὸς

ἐκ μυρσινῶν συναχθήσεται, ὥστε κέρδος ἐκεῖθεν γενέσθαι, <ὅτι καὶ ἄξιον>

ἤτοι ἀξιόλογον;

[1361 a 27] <Τιμὴ δὲ ἔστι μὲν σημεῖον>· τιμῶ γὰρ τόνδε τινὰ ἢ

ὡς εὐεργετήσαντά με ἢ ὡς εὐεργετῆσαι δυνάμενον· ἐλπίζω γὰρ ὅτι, ὅτε

δεήσομαι αὐτοῦ, εὐεργετηθήσομαι. ἡ τιμὴ οὖν ἐν τῷ εὐεργετεῖν θεωρεῖ-

ται· ὥστε ὁ μὲν τιμώμενος καὶ δοξάζεται· ἔνθα γὰρ τιμή, ἐκεῖ καὶ δόξα,

οὐ μήν, ἔνθα δόξα ἐστίν, ἐκεῖ καὶ τιμή· ὡς μὲν γὰρ ἔχοντές τινες πλοῦ-

τον δοξάζονται, ὡς δὲ μὴ εὐεργετοῦντες οὐ τιμῶνται.

[1361 a 32] <Ὧν μὴ ῥᾳδία ἡ κτῆσις ἢ ὅλως> ἤγουν μηδ' ὅλως

ῥᾳδίως κτᾶται ἡ φιλοσοφία ἢ οὐκ ἔστιν <ἐνταῦθα> ῥᾳδία ἡ κτῆσις, ὡς ἐν

271

Αἰγύπτῳ οἱ καρποὶ τῶν μυρσινῶν ἢ τὰ φύλλα τῆς δάφνης, ἢ <ποτέ>, οἷον

εἴ τις εἴη ἐν εἱρκτῇ λιμαγχονούμενος καὶ ἐγὼ δώσω αὐτῷ ἄρτον λαθὼν

εἰσελθεῖν, ἄρτον ὀλίγον.

[1361 a 35] Τέμενος ἢ ὁ ναὸς λέγεται ἢ καὶ ἡ ἀποτετμημένη χώρα

καὶ διδομένη τοῖς ἀριστεῦσι.

[1361 a 36] Τῶν βαρβάρων ἴδιον τὸ προσκυνεῖν, οὐχὶ τῶν Ἑλλή-

νων· οἱ γὰρ Ἀθηναῖοι οὐ προσεκύνουν· διὸ καὶ εἴρηται παρ' Ἕλληνος

‘ἐγώ σε προσκυνήσω, βάρβαρε’.

[1361 b 3] <Ὥστε ἀνόσους εἶναι χρωμένους τοῖς σώμασιν>·

εἰσὶ γάρ τινες ὑγιαίνοντες μέν, οὐ χρώμενοι δὲ τοῖς σώμασιν, ἀλλὰ καὶ

παρ' ἄλλων λουόμενοι, οὐδὲ βαδίζοντες, ἀλλ' ἐπὶ σκίμποδος ἢ θρόνου

φερόμενοι· οἷος ἦν καὶ ὁ <Ἡρόδικος>, ὃς ὑγιὴς μὲν ἦν, ἀλλ' οὔποτε τῷ

σώματι πρὸς ὑπηρεσίαν ἐχρᾶτο, ἀλλὰ παρ' ἄλλων τῷ στόματι αὐτοῦ ἡ

τροφὴ ἐδίδοτο, φοράδην ἐφέρετο, οὐδὲ τὴν ἀμίδα ὥστε οὐρῆσαι ταῖς οἰ-

κείαις χερσὶ κατεῖχεν, ἀλλ' ἄλλοις καὶ αὐτὴ ὑπεκρατεῖτο. διὰ τοῦτο εἶπε

τόδε <ἀνθρωπίνων>· ἀνθρώπινα γὰρ ταῦτά εἰσι τὰ ἀναγκαῖα ἡμῖν, ὡς

τὸ περιπατεῖν, τὸ ἐσθίειν, τὸ λούεσθαι, τὸ ζώννυσθαι.

[1361 b 10] Πένταθλόν ἐστι πυγμή, πάλη, δίαλμα, δίσκος καὶ δίφρος.

[1361 b 11] Ὁ δὲ ἀκμάζων ἡδὺς δοκείτω <μετὰ φοβερότητος>·

μὴ γὰρ ἔστω γυναικοειδὴς καὶ τεθηλυμένος, ἀλλ' οἷος ὁ Ἀχιλλεύς· διὸ καὶ

Πρίαμος αὐτὸν ἰδὼν ἐθαμβήθη. ἐμβριθὴς οὖν, φησίν, ἔστω μετὰ ἡδύτητος.

[1361 b 17] Πιέζειν ἐστὶ τὸ λαβεῖν τι ἓν μόριον καὶ καταθλῖψαι

αὐτό, οἷον ἢ σιαγόνα ἢ οὖς ἢ χεῖρα, συνθλίβειν δὲ τὸ συσφίγξαι τὸ ὅλον

τινὸς σῶμα τὰς δύο χεῖρας περιπλεξάμενον καὶ μέσον αὐτῶν τὸν συνθλιβό-

μενον κατασχεῖν καὶ ἄγξαι τὰ μέλη αὐτοῦ καὶ τὰ νεῦρα, οἷον καὶ τὰ

ὀστᾶ, ὃ δὴ ποιοῦσιν ἔνιοι τῶν παλαιστῶν.

[1361 b 28] <Ἔστιν> εὐγηρία <καὶ ἐκ τῶν τοῦ σώματος ἀρετῶν>.

ἀρετὴ σώματος ἡ εὐκρασία· εἰ δὲ καὶ εἴδομέν ποτέ τινα μακρόβιον μὲν

κατάνοσον δὲ ἀεί, ἀλλ' οὐ χρὴ περὶ τοιούτων σπανίων ἡμᾶς ἀκριβολογεῖ-

σθαι νῦν ἄλλης ὑποθέσεως ἐχομένους.

[1361 b 36] <Φίλος> ἐστίν, ὃς τῷ φίλῳ βούλεται ὑπάρχειν τόδε καὶ

τόδε τῶν ἀγαθῶν, εἶτα καὶ αὐτὰ τὰ ἀγαθὰ πραγματεύεται καὶ ἐργάζεται

παντὶ τρόπῳ, οὐχ ἵνα αὐτὸς ταῦτα ἔχῃ. ἀλλ' ἵνα ὁ φιλούμενος. ὁ γοῦν

τοιούτους πολλοὺς φίλους ἔχων <πολύφιλος>. εἰ δὲ καὶ ἐνάρετοι οὗτοι

εἶεν καὶ σπουδαῖοι καὶ ἄγαν χρηστοί, <χρηστόφιλος> ὁ τοιοῦτος λέγεται·

πολλάκις γάρ εἰσί τινος φίλοι τινὲς ὑπὲρ ἐκείνου τὰ πάντα καὶ ποιοῦντες

καὶ μηχανώμενοι, εἰσὶ δὲ ὅμως τὸ ἦθος ἀνάγωγοι καὶ ἄλλως ἀπαίδευτοι.

272

[1361 b 39] <Εὐτυχία δέ ἐστι> τὸ γίνεσθαι πάντα τά, ὧν αἰτία ἡ

τύχη, οἷον γεωργημάτων ἀφθονίαν παντοίων, πλούτου πλησμονήν, χρη-

μάτων αὔξησιν, νομισμάτων πλεονασμόν, δυναστείας εὐημερίαν.

[1362 a 2] <Αἰτία δέ ἐστιν ἡ τύχη> καὶ τῶν τοιῶνδε πολλάκις, ὧν

ἡ <φύσις αἰτία>, οἷον εἰ ἐγέννα τις μήτηρ ἀεὶ ἑξαδάκτυλα βρέφη, εἶτα

ποτὲ ἐγέννησε καὶ πενταδάκτυλον.

[1362 a 3] <Ἐνδέχεται δὲ καὶ παρὰ φύσιν> γενέσθαι ἀπὸ τύχης,

οἷον ἐάν τις ἀεὶ ἐγέννα πενταδάκτυλα, εἶτα ποτὲ ἐγέννησε καὶ ἑξαδάκτυλον.

[1362 a 4] <Κάλλους δὲ καὶ μεγέθους φύσις>, οἷον εἰ ἀεὶ ἔτικτέ

τις μέλανα βρέφη καὶ πυγμαῖα, εἶτα ἐγέννησε καὶ παιδίον καλὸν καὶ

μεγέθους ἀξιολόγου ὕστερον καταστάν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα, ὅσα

εἰσὶ τοῦ εἴδους καὶ τοῦ ἀγαθοῦ μετειληχότα, φύσεώς εἰσι καὶ κατὰ φύσιν

γινόμενα, τὰ δὲ ἀμβλώματα παρὰ φύσιν. τέως οὖν ἐπικρίνει κυρίως

ἐκεῖνα λέγεσθαι τυχηρά, <ἐφ' οἷς ὁ φθόνος> ἐκβάλλεται.

[1362 a 7] <Παρὰ λόγον>. γράφεται καὶ <μικρὸν> ἤγουν τῶν παρὰ

τὴν ἀκολουθίαν· οἷον εἰ Αἰθιόπισσα τέξει ποτὲ Νιρέα.

[1362 a 10] <Ἢ εἰ μὴ ἦλθε μόνος ἀεὶ φοιτῶν>, οἷον εἰ ὁ Πλά-

των ἀεὶ καθ' ἑκάστην ἡμέραν ἀπήρχετο μονώτατος εἰς τόνδε τὸν τόπον ἐπὶ

ἐνιαυτοὺς πεντήκοντα, εἶτα κατὰ τὴν τρίτην τοῦ Ἀπριλλίου μηνὸς ἐκεῖνος

μὲν οὐκ ἦλθεν εἰς τὸν τόπον ἐκεῖνον κατὰ τὸ ἔθος, ἄνδρες δὲ ἑκατὸν ἦλθον

ἐπὶ τὸν τόπον ἐκεῖνον καὶ χάσμα γέγονε γῆς καὶ κατεπόθησαν ἁπαξά-

παντες, εὐτυχὴς ὁ Πλάτων, ὅτι ἀεὶ ἐρχόμενος σήμερον οὐκ ἦλθεν ἢ οὐ

συνῆλθε κἂν ἐκείνοις τοῖς ἀπολομένοις ἀνθρώποις.

[1362 a 15] <Ὧν μὲν οὖν δεῖ στοχάζεσθαι>. ἐτελείωσεν ὃ προὔ-

θετο θεώρημα· εἶπε γὰρ ἀνώτερον “περὶ ὧν μὲν οὖν ἔχειν δεῖ τὸν μέλ-

λοντα συμβουλεύειν, τὰ μέγιστα τοσαῦτ' ἐστίν” ἤγουν πέντε, εἶτα ἐπιλέγει

“ἐξ ὧν δὲ δεῖ καὶ περὶ τούτων καὶ περὶ ἄλλων προτρέπειν, λέγωμεν”

καὶ εἶπε περὶ εὐδαιμονίας καὶ περὶ τῶν μερῶν αὐτῆς· οὐ γὰρ περὶ τῶν

πέντε μόνων ἐκείνων ἐρεῖ ὁ συμβουλευόμενος ἐν πόλει, ἀλλὰ καὶ περὶ

ἄλλων πολλῶν, οἷον περὶ εὐγενείας, εὐτεκνίας, πολυφιλίας, χρηστοφιλίας,

ἀγωνιστικῆς δυνάμεως, πάλης, πυγμῆς, δίσκου βολῆς καὶ τῶν ἄλλων, ἃ

εἴρηκε· νῦν οὖν φησιν ὅτι, ὧν δεῖ στοχάζεσθαι τὸν συμβουλευόμενον, ταῦτά

εἰσι τά τε πέντε καὶ τὰ λοιπὰ ἤγουν ἡ εὐδαιμονία καὶ τὰ μέρη αὐτῆς·

προτρέπεται γὰρ τὴν πόλιν, ἵνα φυλάττῃ τοὺς νέους αὐτῆς τοιῶσδε, ὡς ἂν

ᾖ παρ' αὐτῇ εὐτεκνία, εὐεργετεῖν, ὃ μάλα τιμᾶται, φίλους ἔχειν, ἵνα δι'

273

ἐκείνων ὁ φιλούμενος καὶ κοιμώμενος, ἵν' οὕτως εἴπω, κτᾶται πάντα καὶ

θαυμάσια, ὧν ἐπιθυμεῖ καὶ ὀρέγεται· <τὰ γὰρ ἐναντία τούτων ἐστίν>,

ἃ ἀποτρεπόμεθα, οἷον τὸ ἀσύμφορον, τὸ βλαβερόν.

[1362 a 21] <Ἔστω δὴ ἀγαθόν>. ὥσπερ ἀνώτερον τὴν εὐδαιμονίαν

διωρίσατο, οὕτω καὶ νῦν λέγει διορισμούς τινας τοῦ ἀγαθοῦ, ἵνα τούτους

μαθὼν εὐχερῶς ἔχῃς δεικνύειν τόδε ἢ τόδε ἀγαθὸν ἢ ὡς <ποιητικὸν>

ἀγαθοῦ ἢ ὡς <φυλακτικὸν> ἢ ὡς καθ' αὑτὸ ἢ ὡς δι' ἕτερον ἀγαθόν.

[1362 a 24] <Καὶ ὅσα ὁ νοῦς ἑκάστῳ ἀποδοίη>, ἢ ὁ δημι-

ουργικὸς νοῦς ἢ ὁ ἐν ἡμῖν θεωρητικὸς ἢ πρακτικός. καὶ μή τις εἴποι

ὅτι ‘εἰ δὲ ὁ νοῦς σοι ὁ θεωρητικὸς ἀποδώῃ κακόν τι, ἆρα ἐκεῖνο ἀγαθόν;’

φημὶ οὖν· ὁ νοῦς ἐκεῖνος ἀποδοίη ἄν τι φαῦλον ὁ βυθισθεὶς θυμῷ ἢ ἐπι-

θυμίᾳ, ὁ δὲ μᾶλλον λογίσας τὸ ἄλογον τῆς ψυχῆς νοῦς τέ ἐστι καὶ ἄρχων

καὶ ὀρθῶς ἀποδιδούς.

[1362 a 28] <Καὶ ᾧ ἀκολουθεῖ τὰ τοιαῦτα>. τοῦτο τινὲς οὕτως

εἶπον, ὅτι καὶ ἐκεῖνο ἀγαθόν, ᾧ ἀκολουθεῖ τὰ τοιαῦτα ἤγουν τὸ ποιητικὸν

καὶ τὸ φυλακτικόν· εἶτα ὡς ἀπ' ἄλλης ἀρχῆς εἰς τὸ <τὰ τοιαῦτα> στίξαντες

ἀναγινώσκουσιν οὕτω δυνάμει, ὅτι καὶ ἐκεῖνα ἀγαθὰ <τὰ κωλυτικὰ τῶν

ἐναντίων καὶ τὰ φθαρτικά>. ἐγὼ δὲ ταῦτα ἀποδέχομαι, λέγω δὲ καὶ

οὕτως ὡς ἓν ἀναγινώσκων ᾧ <ἀκολουθεῖ τὰ τοιαῦτα καὶ τὰ κωλυ-

τικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικὰ> ἤγουν ἓν πρὸς ἓν τιθεὶς τὸ

ποιητικὸν τῶν ἀγαθῶν καὶ τὸ φθαρτικὸν τῶν ἐναντίων, τὸ φυλακτικὸν τῶν

ἀγαθῶν καὶ τὸ κωλυτικὸν τῶν ἐναντίων. εἰς δὲ τὴν τοιαύτην ἐνάγομαι

ἔννοιαν ἀπ' αὐτοῦ ποδηγούμενος τοῦ Ἀριστοτέλους· φησὶ γὰρ μετὰ ταῦτα

<ἀκολουθεῖ δὲ διχῶς>· οὐκ ἂν γὰρ μεταξὺ ἔθηκε τὸ <καὶ τὰ κωλυτικὰ

τῶν ἐναντίων καὶ τὰ φθαρτικά>, εἶτα εἶπε τὸ [1362 a 29] <ἀκο-

λουθεῖ δὲ διχῶς>, εἰ ἄλλος τόπος ἦν <ὁ καὶ τὰ κωλυτικὰ τῶν ἐναν-

τίων καὶ τὰ φθαρτικά.

[1362 a 37] Καὶ ἡ ἀντ' ἐλάττονος ἀγαθοῦ μείζονος>. ἐπὶ τοῦ

αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου τὸ λεγόμενον ἐνταῦθα χρωμάτισον. ἔστω· ὁ

Χαβρίας σήμερον ὤφειλε λαβεῖν μὲν ἀπὸ τοῦ βασιλείου δύο νομίσματα,

δοῦναι δὲ ὡς εἰσφορὰν χάριν ναυπηγίας τριήρεων δέκα νομίσματα. εἰ οὖν

ὁ βασιλεὺς οἰκτείρας αὐτὸν ἀντὶ τῶν ὀφειλομένων αὐτῷ δύο νομισμάτων

δέκα νομίσματα ἐπιδοίη φιλοτιμίαν, ἀντὶ δὲ τῶν δέκα νομισμάτων τῆς εἰσφορᾶς

κελεύει δοῦναι τὸν Χαβρίαν μόνα δύο νομίσματα, ἄρα τὰ ὀκτὼ νομίσματα,

καθ' ἃ ὑπερέχει ὁ δέκα τοῦ δύο, εἰσὶ λῆψις μὲν τοῦ ἀγαθοῦ (δέον γὰρ δύο

λαβεῖν, ὁ δὲ δέκα ἔλαβεν), ἀποβολὴ δὲ τοῦ κακοῦ τῷ αὐτῷ Χαβρίᾳ (δέον

γὰρ δοῦναι ζημίαν ἑαυτοῦ δέκα νομίσματα, ὁ δὲ δύο μόνα ἔδωκε).

274

[1362 a 30] Περὶ δὲ τοῦ ‘ᾧ ἀκολουθεῖ, ἢ ἅμα’, ὃ πρὸ

μικροῦ ἀνώτερον εἴρηται, ἀνάγνωθι ἐν τοῖς Τοπικοῖς τόπον κʹ τοῦ τρίτου

βιβλίου ἀναγκαῖον πάνυ ὡς τεχνικώτατον.

[1362 b 2] <Καὶ τὰς ἀρετὰς δὲ ἀνάγκη ἀγαθὸν εἶναι>. εἰπὼν ἄνω

τόπους στοιχειώδεις τοῦ ὅτι τὸ ἀγαθὸν ἢ τόδε ἐστὶν ἢ τόδε νῦν πάλιν

οἷον δι' ὑποδειγμάτων ἐκεῖνα μεταχειρίζεται. αἱ ἀρεταί, φησίν, ἀγαθόν εἰσιν.

ἀλλ' ἀπὸ ποίου τόπου ὁρμᾶται τὸ ὅτι αἱ ἀρεταὶ ἀγαθόν; ἀπὸ τοῦ πέμπτου

δηλαδὴ καὶ τοῦ ἕκτου. [1362 b 5] <καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι>

πόθεν δείξεις; ἀπὸ τοῦ τρίτου τόπου. καὶ τὴν εὐδαιμονίαν ἀπὸ ποίου τόπου;

ἀπὸ τοῦ πρώτου, δευτέρου καὶ ἕκτου. καὶ οὕτως ἐφίστανε περὶ τῶν ἀγαθῶν.

[1363 a 1] <Καὶ οὗ μὴ ἔστιν ὑπερβολή, τοῦτο ἀγαθόν>, ἤγουν τὸ σύμ-

μετρον· ἡ γὰρ σύμμετρος ἀσπὶς ἀγαθόν, ἡ δὲ καθ' ὑπερβολὴν μεγάλη βλαβερόν.

[1363 a 7] <Ἐπὶ θύραις τὴν ὑδρίαν>. οἱ μὲν εἰπόντες τοῦτο εἶπον,

ὡς ἄρα καὶ εἶπον, καὶ ἀνάγνωθι καὶ αὐτό· ἐγὼ δὲ λέγω οὕτως· εἶπεν ὁ

Ἀριστοτέλης, ὅτι τὸ κοπιᾶσαί τινας ἐπί τινι πράγματι πολὺν χρόνον ὡς τοὺς

Ἕλληνας εἰς τὴν Ἴλιον καὶ πρὸ τοῦ φθάσαι τὸ τέλος τὸ δι' ὃ ὁ πολὺς πόνος

καὶ τὰ πολλὰ τῶν ἀναλωμάτων θελῆσαι ὑποχωρῆσαι οὕτω μηδὲν ἀνύσαντας

φορτικόν ἐστιν, ὥσπερ καὶ εἴ τις μακρόθεν ὑδρευσάμενος καὶ πολλὰ κεκο-

πιακώς, ὥστε τὸ ὕδωρ ἀγαγεῖν, καὶ πολλὴν ὁδὸν ἐξανύσας ἐν τῇ θύρᾳ γεγονὼς

ἐξ ἀπροσεξίας θραύσει τὸ ἀγγεῖον τοῦ ὕδατος· μάτην γὰρ ἐκεῖνος ἐκακο-

πάθησεν ἐν αὐτῷ σχεδὸν τῷ τέλει ῥᾳθυμήσας καὶ ἀπροσεκτήσας.

[1363 a 26] <Ἐὰν ἢ λανθάνῃ ἡ τιμωρία ἢ μικρὰ ᾖ>. ἐν γὰρ

πολέμῳ κἂν τραυματίζωνται οἱ μαχόμενοι, ἀλλ' οὖν ἀποκρύπτονται αὐτοῖς τὰ

τραύματα ὑπὸ τῶν βασιλικῶν ἀναρρήσεων καὶ ἀξιωμάτων καὶ φιλοτιμιῶν.

[1363 a 27] <Καὶ τὰ ἴδια καὶ ἃ μηδείς>. οὕτως ἐγὼ ὡς ἓν ταῦτα νοῶ·

ἡ γὰρ βασιλεία ἰδία ἐστὶ μόνῳ τῷ βασιλεῖ, ἄλλος δὲ οὐδέ τις ἔχει αὐτήν.

[1363 b 9] <Καὶ μεῖζον μὲν ἀεὶ καὶ πλεῖον> ἀεὶ <πρὸς

ἔλαττον>. ὡς λήμματα ταῦτα προλαμβάνει· τέως δὲ κατὰ ἀκρίβειαν ἔχε

τὸ μεῖζον μὲν πρὸς μεῖζον λεγόμενον, τὸ δὲ πλεῖον πρὸς ἔλαττον.

[1363 b 17] <Αὐτῷ δὲ ἀγαθὸν τὸ πρὸς αὐτὸν ταῦτα πεπονθός>.

γράφεται καὶ οὕτως· <αὐτὸ δὲ ἀγαθὸν τὸ πρὸς αὐτὸ ταῦτα πεπονθός>,

ἤγουν ὁ μέλλων γενέσθαι εὐδαίμων πρῶτον γίνεται σώφρων, δίκαιος, πολύ-

παις, καλλίπαις, πλούσιος, εἶτα πάντα τὰ ψυχικά, τὰ σωματικά, τὰ ἐκτὸς

ἀγαθὰ εὐτυχήσας φθάνει εἰς τὸ τέλος τὴν εὐδαιμονίαν καὶ ἔστιν εὐδαίμων.

ἑαυτῷ οὖν ἀγαθόν ἐστιν ὁ εὐδαίμων ὁ δι' ἑαυτὸν ταῦτα πάντα πεπονθὼς τὰ

275

ἀπηριθμημένα· ἔπαθε γὰρ τοιῶσδε δρῶν τὸ σωφρονίζεσθαι, τὸ σωφρονεῖν,

τὸ δικαιοπραγεῖν, ἐπάλαισε πρὸς ἡδονάς, ἐνίκησεν, ἔμαθεν ἐπιστήμας, ἐν

πολέμοις πολλὰ ἐπόνησεν, ἠνδρίσατο. ἐγὼ μὲν ἐπὶ τοῦ τὰς ἕξεις ἔχοντος

ἐποιησάμην τὸν λόγον, σὺ δὲ καὶ ἐπὶ ἑκτοῦ ὁμοίως εἰπέ. ἀγαθὸν οὖν

ἐστιν ἑαυτῷ τὸ πεπονθὸς ταῦτα πρὸς ἑαυτὸ ἤτοι τὸ ἔχον τὰ ἄλλα ἀφο-

ρῶντα καὶ νεύοντα πρὸς αὐτό· ἡ γὰρ εὐδαιμονία ἀγαθὸν ἡ παθοῦσα τὰ

προειρημένα ἀγαθά. σαφέστερος δὲ ὁ λόγος ἐπὶ τοῦ εὐδαίμονος.

[1363 b 18] <Μεῖζον ἀγαθόν> ἐστι τὰ <πλείω τοῦ ἑνός>, ἀλλὰ καὶ

αὐτοῦ τοῦ ἑνὸς συναριθμουμένου τοῖς πλείοσι· καὶ μεῖζον ἀγαθὸν τὰ πλείω

<τῶν ἐλαττόνων> συναριθμουμένων τοῖς πλείοσι καὶ τῶν ἐλαττόνων καὶ μὴ

ἀπολύτως λεγομένων· εἰ γὰρ μὴ συναριθμήσεις, ψευδῆ εὑρεθήσῃ λέγων·

οἷον τί φημι; τὸ κάλλος, ἡ ποδώκεια, ὁ πλοῦτος, ἡ δικαιοπραγία, ἡ εὐγέ-

νεια μεῖζον ἀγαθόν εἰσι μετὰ τῆς εὐδαιμονίας παρ' ὃ ἡ εὐδαιμονία μόνη

καὶ ἡ εὐγένεια πάλιν καὶ τὸ κάλλος καὶ ἡ ἀνδρία μετὰ τῆς βασιλείας

μεῖζον ἀγαθόν εἰσι παρ' ὃ ἡ βασιλεία μόνη. συναρίθμει οὖν καὶ τὴν

βασιλείαν αὐτοῖς· εἰ γὰρ μή, ἁμαρτήσεις· οὐ γὰρ εἰ πλείονά εἰσι ταῦτα

τοῦ ἑνός, τῆς βασιλείας δηλαδή, ἤδη καὶ ταῦτα ἰδίᾳ τὰ πλείονα μεῖζον

ἀγαθὸν τῆς βασιλείας εἰσίν, ἀλλὰ μᾶλλον τὸ ἓν ἤγουν ἡ βασιλεία μεῖζόν

ἐστι τῶν πολλῶν αὐτῶν ἀγαθόν. τοῦτο δὲ εἰπὲ καὶ ἐπὶ εὐδαιμονίας.

[1364 b 11] <Καὶ ὃ κεκρίκασιν οἱ φρόνιμοι ἢ οἱ πάντες> φρό-

νιμοι ἢ <οἱ πλείονες ἢ οἱ κράτιστοι>, τοῦτο μεῖζον ἀγαθὸν παρὰ τὸ κριθὲν

ἢ παρὰ οὐ φρονίμων ἢ οὐ πάντων καὶ τὰ ἑξῆς· κεκρίκασι δέ, φησίν, οἱ

φρόνιμοι ἢ <ἁπλῶς ἢ κατὰ φρόνησιν>. ὃ δὲ λέγει, τοιοῦτό ἐστι· πολλάκις

οἱ φρόνιμοι κρίνουσιν ἁπλῶς ὡς ἄνθρωποι, πολλάκις οὐ μόνον καθ' ὃ ἄνθρω-

ποι, ἀλλὰ καθ' ὃ φρονιμώτατοι· οἷον τί λέγω; ὅταν λέγωσι ‘τίμα τὸν θεόν’,

‘ἀγάπα τοὺς φίλους σου’, ‘σέβου γονέας’, ταῦτα ἂν ὡς ἁπλῶς ἄνθρωποι

εἴποιεν· οὐδὲ γὰρ δυσκολίαν ἔχει τὸ λεγόμενον οὐδὲ ἀνάγκης δεῖται ἀπο-

δεικτικῆς αὐτοφυῶς ἔχον παρ' ἡμῖν. ὅταν δὲ λέγωσι ‘τὸ ἀδικεῖσθαι κρεῖττόν

ἐστι τοῦ ἀδικεῖν’, τότε κατὰ φρόνησιν τοῦτο καὶ ὡς φρονιμώτατοι λέγουσι.

[1364 b 15] <Καὶ γὰρ τὶ> ἤγουν οὐσίαν <καὶ ποσὸν καὶ ποιόν>, ἤτοι

εἴ τις οὐσία τοῖς φρονίμοις δόξει μεῖζον ἀγαθόν, ἢ ὃ σύμμετρον αὐτοῖς

φανείη, τότε καὶ ἡμῖν ᾗ τοιοῦτον στερχθήσεται.

[1364 b 17] <Ἀγαθόν> ἐστιν, <ὃ λαβόντα> τὰ ὄντα πάντα νοῦν καὶ

<φρόνησιν>, ἤγουν ὁ λίθος, τὸ φυτόν, ὁ βοῦς, <ἕκαστον> τούτων (τῶν

ὄντων δηλαδή) <ἕλοιτο>· τὸ γὰρ <ἕκαστον> ἐπὶ τῶν πραγμάτων λαμβάνω,

οὐ μὴν ἐπὶ τοῦ ἀγαθοῦ· εἰ δὲ καὶ οὕτως, οὐ διαμαρτήσεταί τις.

[1364 b 19] <Καὶ τὸ τοῖς βελτίστοις ὑπάρχον ἢ ἁπλῶς ἢ ᾗ

βελτίοσιν>. εἰ δὲ βέλτιστοι οἱ στρατηγοὶ παραβαλλόμενοι πρὸς τοὺς ἁπλῶς

276

στρατιώτας, εἰσὶ δὲ καὶ τῶν βελτίστων ἤτοι τῶν στρατηγῶν βελτίους ἢ οἱ

στρατηγικώτεροι ἢ οἱ ἀνδρειότεροι, ἡ οὖν <ἀνδρία> ὑπάρχει καὶ ἐνθεωρεῖται

τοῖς στρατηγοῖς ἢ τοῖς στρατηγικωτέροις, μεῖζον ἄρα ἀγαθὸν τῆς <ἰσχύος>.

καὶ ἀντιστρέψας αὖθις εἰπέ. <καὶ ὃ ἕλοιτο> πάλιν ὁ <βελτίων ἁπλῶς ἢ

ὁ βελτίων> τοῦ ἁπλῶς βελτίονος, ἤτοι ὅπερ ἕλοιτ' ἂν ἢ ὁ δίκαιος ἢ ὁ

δικαιότερος, ἐκεῖνο μᾶλλον ἀγαθόν, <οἷον τὸ ἀδικεῖσθαι> ἴσως ὁ δίκαιος

οὐκ ἂν ἕλοιτο· τοῦ γὰρ ἴσου ἐστὶ φύλαξ, τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι

δηλαδή· <τοῦτο> δὲ τὸ ἀδικεῖσθαι ὁ <δικαιότερος> τῶν δικαίων <ἕλοιτο>,

ὑπὲρ τὸ δίκαιον ζῶν, ὡς οἱ τοῦ Χριστοῦ καὶ τοῦ εὐαγγελίου παρ' ἡμῖν.

[1365 a 8] <Καὶ ὧν αἱ ζημίαι μείζους>· ἐπὶ τοῦ ἀπολέσαντος

χρυσὸν παρ' ὃ ἄροτρον ἢ χαλκόν.

[1365 a 10] Ἡ πολιορκία κακόν, ἀλλ' ἔτι δοκεῖ μεῖζον κακόν, εἰ

διαιρεθείη εἰς τὰ μόρια, ἐξ ὧν σύγκειται. μόρια δὲ αὐτῆς τὸ τὴν πόλιν

ἐμπρησθῆναι, τὸ αἰχμαλώτους ἀχθῆναι τοὺς πολίτας, τὸ δεσμίους, τὸ παραν-

άλωμα ξίφους πάντας γενέσθαι. [1365 a 16] καὶ ἡ σύνθεσις δὲ τὰ αὐτὰ τῇ

διαιρέσει δύναται· ὑπεροχὰς γὰρ καὶ αὕτη ποιεῖ, οἷον ἐπὶ πολιορκίας ἢ

μᾶλλον ἐπὶ ἁλώσεως οὐ μόνον τὸ πῦρ ἀμαθύνει τὴν πόλιν, ἀλλὰ καὶ οἱ λαοὶ

φθινύθουσι, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὰ τέκνα δέσμια ἄγονται καὶ αἰχμά-

λωτα, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ αἱ γυναῖκες τοῖς πολεμίοις δοῦλαι.

[1365 a 28] <Ἐξ ὧν ὑπῆρξε ταῦτα>, ἤγουν ἐξ οἵων γονέων εὐτελῶν

ὢν ὑπῆρξεν ὁ Ἰφικράτης ταῦτα ἤγουν τὸ στρατιώτης, τὸ ἀνδρεῖος, τὸ

ὑπερπολεμῶν τῆς πατρίδος.

[1365 a 30] Ὁ ποιητὴς Πίνδαρος ἦν <αὐτοδίδακτος>, ἤτοι ‘ἐκ

γενετῆς εἰμι σοφός’, φησί, ‘καὶ οὐκ ἀπὸ διδασκάλου τοιοῦτος γέγονα’.

[1365 a 12] Ὁ Μελέαγρος ἐγεννήθη τῷ Οἰνεῖ ἀπὸ τῆς Ἀλθαίας.

τούτου δ' ὄντος ἡμερῶν ἑπτὰ παραγενομένας τὰς Μοίρας φασὶν εἰπεῖν ὅτι

‘τότε τελευτήσει Μελέαγρος, ὅταν ὁ καιόμενος οὗτος ἐπὶ τῆς ἐσχάρας δαλὸς

κατακαῇ’. τοῦτο ἀκούσασα τὸν δαλὸν ἀνείλετο ἀπὸ τῆς πυρᾶς ἡ Ἀλθαία

καὶ κατέθετο ἐν λάρνακι θησαυρίσασα. γέγονεν ὁ Μελέαγρος γενναῖος.

ἐτησίων οὖν καρπῶν τοῖς θεοῖς παρὰ τοῦ Οἰνέως ἀνατεθειμένων οὐκ ἐδόθη

θυσία καὶ τῇ Ἀρτέμιδι. ἐμήνισεν ἡ θεὸς καὶ ἐπαφῆκε κατὰ Αἰτωλίας

καὶ Καλυδῶνος κάπρου τι χρῆμα ἐξαίσιον, ὃς τήν τε γῆν ἄσπορον ἐποίει

καὶ τὰ δένδρα ἐξέταμε καὶ τοὺς ἀνθρώπους ἀπέκτεινε. συνήχθησαν οὖν

οἱ ὁμοροῦντες γενναῖοι ἄνδρες τοῦ Οἰνέως συγκαλεσαμένου, ὃς ἔθετο καὶ

τῷ ἀποκτενοῦντι τὸν σῦν ἀριστεῖον τὸ δέρμα. ὁ γοῦν Μελέαγρος ἀπο-

κτείνας τὸν κάπρον ἔλαβε τὴν δοράν, ἣν καὶ τῇ αὐτοῦ ἐρωμένῃ Ἀταλάντῃ

συγκυνηγετούσῃ αὐτῷ ἐδωρήσατο. ἐλυπήθησαν οὖν καὶ οἱ ἀδελφοὶ τῆς

277

Ἀλθαίας κατὰ τοῦ ἀνεψιοῦ αὐτῶν Μελεάγρου ὡς μὴ αὐτοῖς συγκυνηγέταις

οὖσι δωρησαμένου τὴν δοράν, ἀλλὰ τῇ παλλακῇ, καὶ συνάραντες λόγους

ἀπεκτάνθησαν παρὰ Μελεάγρου. οἱ γοῦν Καλυδώνιοι (τῆς γὰρ Καλυδῶνος

ἦρχον οἱ φονευθέντες) ἐστράτευσαν κατὰ τῆς Αἰτωλίας. ὁ γοῦν Μελέαγρος

ἀναγκαζόμενος παρὰ τῆς μητρὸς ἐξελθεῖν εἰς τὸν πόλεμον οὐκ ἤκουσεν

αὐτῆς οἷα φθασάσης αὐτὸν ὑβρίσαι ὡς ἀναιρέτην τῶν ἀδελφῶν αὐτῆς,

ἀλλ' ἡ γυνὴ τὰ τῆς ἁλώσεως προθεμένη τοῦτον εἰς τὸν πόλεμον ἀνέστησε.

[1365 b 2] <Τὸ εὖ πάσχειν> αἱρήσεται πᾶς, κἂν μέλλῃ λαθεῖν· <πρὸς

ἀλήθειαν> γὰρ ἀφορᾷ· οὐκ ἂν δὲ ἕλοιτό τις λαθεῖν, εἴ τινα εὖ ποιήσει.

διὸ καὶ ὁ Ὀδυσσεὺς οἷα Οὔτις τυφλώσας τὸν Κύκλωπα καὶ ἐντὸς τῆς

νηὸς αὐτοῦ γεγονὼς οὐκ ἠνέσχετο τὸ ἔργον αὐτοῦ λαθεῖν, ἀλλ' ἐν μέσῳ

γεγονὼς τῷ πελάγει ἐβόησε τὸ ‘Κύκλωψ, ἐγώ εἰμι Ὀδυσσεὺς ὁ τυφλώσας σε’.

[1365 b 6] Πᾶς, κἂν ἄδικος εἴη κἂν δίκαιος, αἱρεῖται <δοκεῖν> καὶ

πᾶσι φαίνεσθαι δίκαιος παρ' ὃ <εἶναι>· πῶς γὰρ ὁ ἄδικος ἂν εἴη δίκαιος;

εἰ δὲ καὶ δίκαιος εἴη τις, ἀγαπᾷ τὸ παρὰ πᾶσιν ᾄδεσθαι δίκαιος καὶ

κρεῖττον ἔχει τοῦ εἶναι τὸ φαίνεσθαι.

[1365 b 16] Γράφεται καὶ οὕτως· <καὶ τὸ ἀγαπητὸν τοῖς μὲν

μόνον, τοῖς δὲ μετ' ἄλλων>. γράφεται καὶ οὕτως· <ἀγαπητὸν γὰρ ἂν

εἴη μᾶλλον, εἰ μόνον εἴη ἢ μετ' ἄλλων>.

[1365 b 31] Ἐπὶ τῆς δημοκρατίας ἕνα ἐκλέγονται ἢ τρεῖς ἢ

τέσσαρας, οἳ καὶ κρίνουσι, καὶ οὐχὶ πάντας. διὰ τοῦτο εἶπε <‘μόριον> τούτων

τι ἂν εἴη’, εἶτα εἶπεν <“ἢ ὅλον τούτων”>, ὡς ἐπὶ τῆς ἀριστοκρατίας ὅλον

τὸ ἄρχον κρίνει ἤτοι οἱ ἄριστοι καὶ οἱ φρόνιμοι, ἀλλὰ καὶ ἐπὶ τῆς ὀλιγαρχίας

τὸ ὅλον κρίνει ἤτοι οἱ ὀλίγοι ἐκεῖνοι οἱ ἄρχοντες καὶ ἐπὶ τῆς μοναρχίας ὁ

εἷς. τὸ δὲ <κλήρῳ> καὶ οὕτως ἑρμηνεύεται ἀντὶ τοῦ κατὰ γενεὰν καὶ οἷον

κλήρῳ πατρῴῳ· τελευτήσαντος γὰρ τοῦ πατρὸς ὁ υἱὸς διαδέχεται αὐτοῦ

τὴν βασιλείαν, ὡς ἐπὶ τῶν Ἰβήρων ἔχει καὶ τῶν Κελτῶν βασιλέων. περὶ

δὲ τῶν τοιούτων πολιτειῶν ἀνάγνωθι τὰ ἐν τοῖς Ἠθικοῖς μου σχόλια, ἀλλὰ

καὶ τὸ ξυλοχάρτιον κοντάκιον τὸ ἐν τῇ περὶ μεθόδου δεινότητος.

[1366 a 1] <Ἡ μὲν κατὰ τάξιν βασιλεία> ἤγουν ἡ ὡρισμένη, ἐν

ᾗ ὁ δῆμος καὶ οἱ στρατιῶται ἐκλέξονται βασιλέα τόνδε· ἢ τὸ <κατὰ τάξιν>

ἔνιοι λέγουσιν ἀντὶ τοῦ κατὰ γένος καὶ κατὰ διαδοχήν, ὡς τὸ τοῦ πατρὸς

βασιλέως θανόντος βασιλεύειν τὸν υἱόν.

[1366 a 2] <Ἡ δ' ἀόριστος τυραννίς>, οἷον εἴ τις οὐ προβληθεὶς

παρὰ τοῦ δήμου καὶ τῶν στρατιωτῶν ἄρχει παραλαβὼν τὴν βασιλείαν μετὰ

πολέμου καὶ αἵματος.

278

[1366 a 6] <Τυραννίδος δὲ> τέλος <φυλακὴ> ἤγουν αἱ λεγόμεναι παρα-

μοναί, Πέρσαι, ξιφηφόροι.

[1366 a 8] <Ἧιπερ αἱροῦνται πρὸς τοῦτο ἐπαναφέροντες> ἤγουν

ἀναφέροντες πάντα, ὅσα ἂν καὶ συμβουλευώμεθα, πρὸς τοῦτο τὸ τέλος, οἷον

αἱρούμεθα καὶ ᾗ (ἀντὶ τοῦ ὅπου) αἱρούμεθα, εἴτε ἀριστοκρατία εἴη, τὸ

οἰκεῖον αὐτῇ τέλος ζητοῦντες, εἴτε ἄλλη τις πολιτεία.

[1366 a 12] <Δέοι ἂν τὰ ἤθη ἑκάστης πολιτείας> μιμεῖσθαι καὶ

<ἔχειν> τὸν συμβουλευόμενον, οἷον ἐν μὲν δημοκρατίᾳ μὴ ἐπηρμένον ἑαυτὸν

δεικνύειν, ἀλλὰ κοινωνικὸν καὶ δημοτικὸν καὶ εὐλαβῆ καὶ μέτριον τὸ ἦθος,

ἵνα μὴ τυραννικώτερος φανείη ὑποπτευθείς, ἐν ἀριστοκρατίᾳ ἐμβριθὴς καὶ

ὑψηλὸς ἀπὸ τῶν…

σιάζ…

The complete text is available when the reading interface loads.