The Greek Library Catalogue

Anonymous

De magna et sacra arte

Edition reference
De magna et sacra arte (sub nomine Stephani Alexandrini philosophi), ed. J. L. Ideler, Physici et medici Graeci minores, vol. 2, Berlin: Reimer, 1842 (repr. Amsterdam: Hakkert, 1963): 199–253.
CTS identifier
urn:cts:greekLit:tlg9021.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

199

{Στεφάνου Ἀλεξανδρέως οἰκουμενικοῦ φιλο-

σόφου καὶ διδασκάλου τῆς μεγάλης καὶ ἱερᾶς

τέχνης. Περὶ χρυσοποιΐας Πρᾶξις σὺν

Θεῷ πρώτη.}

Θεὸν τὸν πάντων ἀγαθῶν αἴτιον καὶ βασιλέα τῶν

ὅλων, καὶ τὸν ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων ἐκλάμψαντα μο-

νογενῆ υἱὸν σὺν τῷ ἁγίῳ πνεύματι ὑμνήσαντες, καὶ τὸ

τῆς αὐτοῦ γνώσεως λαμφθὲν ἡμῖν καθικετεύσαντες, τῆς

ἐν χερσὶ πραγματίας, τοῦδε τοῦ συγγράμματος ἀπαρξώ-

μεθα τὰ κάλλιστα δρέπεσθαι, καὶ τὰ ἀληθῆ ἀνιχνεύειν

ἐπιστωσάμεθα. νυνὶ δὲ ἐκ τῆς ἀληθοῦς φυσικῆς θεωρίας

κατασκευαστέον τὸ πρόβλημα· ὦ φύσις ὑπὲρ φύσιν νι-

κῶσα τὰς φύσεις, ὦ φύσις ὑπὲρ αὐτὴν γινομένη οἰκονο-

μηθεῖσα, ὑπεραίρουσα καὶ ὑπερβαίνουσα τὰς φύσεις, ὦ

φύσις μία καὶ ἡ αὐτὴ ἐξ αὐτῆς τὸ πᾶν φέρουσα καὶ ἀπο-

πληροῦσα, ὦ ἕνωσις πληθυνομένη καὶ διάκρισις ἡνωμένη,

ὦ ἡ αὐτὴ καὶ οὐκ ἀλλὴ φύσις, ἐξ αὐτῆς τὸ πᾶν ἀποσώ-

ζουσα, ὦ ὕλη ἄϋλος τὴν ὕλην διακρατοῦσα, ὦ φύσις φύ-

σιν νικῶσα καὶ τέρπουσα, ὦ φύσις οὐρανίη πνευματικὴν

ἀποστίλβουσα ὕπαρξιν, ὦ ἀσώματον σῶμα, τὰ σώματα

ἀσωματοποιοῦν, ὦ σελήνης διαδρομὴ πᾶσαν τὴν διακόσμη-

σιν περιλάμπουσα, ὦ γενικώτατον εἶδος καὶ εἰδικώτατον

γένος, ὦ φύσις ἀληθῶς ὑπὲρ φύσιν νικῶσα τὰς φύσεις,

ποῖα φύσις εἰπέ, ἡ ἐξ αὐτῆς ἑαυτὴν οἰκείως αὖθις ἀσπα-

ζομένη, ἤτοι ἡ τὸ ἄπυρρον φέρουσα θεῖον καὶ πυρίμαχον

ἔχουσα τὸν τόνον, ἡ πολυώνυμος ἰδέα καὶ πολύειδος

200

ἐπωνυμία, ἡ ἔμπειρος φύσις τε καὶ ἐξάπλωσις, ἡ πολύ-

χρωμος ἐξανθίζουσα ἶρις, ἡ τὸ πᾶν ἐξ ἑαυτῆς ἀνακαλύ-

πτουσα, ὦ φύσις ἡ αὐτὴ καὶ οὐκ ἐξ ἄλλης τὴν φύσιν δια-

φαίνουσα, ὦ ὅμοιον ἐξ ὁμοίου ἀναφαῖνον, ὠκεανίζουσα

θάλασσα ποικιλοχρὼς ἀναθυμουμένη μαργαρίτας, ὦ

σύλληψις τετρασωμίας ἐν ἐπιπέδῳ ὡραϊζομένη, ὦ τριττῆς

τριάδος ἐπίγραμμα καὶ ὁλικῆς σφαγίδος ἐξάρτισμα, ὦ

μαγνησίας σῶμα δι' ἧς τὸ πᾶν ἐπιφέρεται μυστήριον. ὦ

χρυσόρροφον οὐρανίης νάμα, καὶ ἀργυρόλοφον ἐκ θαλάσσης

ἀναπεμπόμενον πνεῦμα, ὦ ἀργυροθώρακον ἔχουσα χιτῶνα,

καὶ χρυσοζώμιον κομίζουσα βόστρυχον, ὦ σοφωτάτων ἐν-

νοιῶν καλὴ γυμνασία, ὦ θειοτάτων ἀνδρῶν σοφὴ παντ-

ουργία, ὦ ἀμυήτων ἀνθρώπων ἀνεξυχνίαστον πέλαγος,

ὦ κενοδόξων ἀνδρῶν προκαταλαμβανομένη ἀπειρία, ὦ

ὑπερηφάνων μερόπων ἀναθυμουμένη ἔξαψις, ὦ εὐσεβῶν

ἀνθρώπων ἀπερικάλυπτος ἁφή, ὦ ἐναρέτων ἀνδρῶν θεω-

ρουμένη ὄψις, ὦ πρακτικῶν φιλοσόφων ἡδύπνοον ἄνθος,

ὦ τελεία μονοειδὴς ἀποσκευή, ὦ σοφίας ἔργον, νοοσύνθε-

τον φέρουσα κάλλος, ὦ πᾶν ἐκ μιᾶς οὐσίας τὴν τοσαύτην

αὐγὴν ἐξαστράπτουσα, ὦ σελήνη ἐκ τοῦ ἡλιακοῦ φωτὸς

φῶς ἀπολαμβάνουσα, ὦ μία φύσις ἡ αὐτή, καὶ οὐκ ἄλλη

φύσις, τέρπουσα καὶ τερπομένη, κρατοῦσα καὶ κρατουμένη,

σωζομένη τε καὶ διασώζουσα, τί ὑμῖν καὶ τῇ πολλῇ ὕλῃ,

ἑνὸς ὄντος τοῦ φυσικοῦ καὶ μιᾶς φύσεως νικώσης τὸ πᾶν,

ποίας ταύτης εἰπέ· ποίας; ὑμῖν τοῖς εὖ φρονοῦσιν ἀνατί-

θημι τὸ μέγα τοῦτο δῶρον, τοῖς τὴν ἀρετὴν ἠμφιεσμέ-

νοις, τοῖς θεωρητικὴν πρᾶξιν κεκοσμημένοις, καὶ πρακτη-

κὴν θεωρίαν ἐνιδρυμένοις· ποίας ταύτης, φράσσον, τοιοῦ-

τον ἡμῖν προμηνύων ἔσεσθαι τὸ δῶρον. ποίας, λέγω καὶ

οὐκ ἀποκρύψω. ὁμολογῶ τῆς ἄνωθεν φωτοδοσίας τὴν χά-

ριν, ἣ παρὰ τοῦ πατρὸς τῶν φώτων ἡμῖν δεδώρηται.

ἀκούσατε ὡς ἰσάγγελοι νόες. ἀπόθεσθε τὴν ὑλώδη θεω-

ρίαν, ὅπως τοῖς νοεροῖς ὑμῶν ὀφθαλμοῖς ἰδεῖν ἀξιωθῆτε

τὸ ἀποκεκρυμένον μυστήριον· ἑνὸς γὰρ τοῦ φυσικοῦ χρεία

καὶ μιᾶς φύσεως νικώσης τὸ πᾶν. ποίας ταύτης, ἤδη ὑμῖν

σαφῶς λελέχθαι, ὅτι ἡ φύσις τὴν φύσιν τέρπει καὶ ἡ φύ-

σις τὴν φύσιν κρατεῖ, καὶ ἡ φύσις τὴν φύσιν νικᾷ. τέρ-

201

πεται μὲν ὑπὸ τῆς ἰδίας οὔσης φύσεως, κρατεῖται δὲ τὴν

ἐξ αὐτῆς ἔχουσα συγγένειαν, νικᾷ δὲ ὑπὲρ φύσιν τὴν φύ-

σιν ὅταν τὴν ἔνσωμον τῆς οἰκονομίας ἀποπληρώσῃ μυ-

σταγωγίαν. ὅταν ἄφθαρτον ἀποθανατώσῃ τὸ σῶμα, ὅταν

τὴν πνευματωθεῖσαν μεταποιήσῃ συμπλήρωσιν, τότε ὑπὲρ

φύσιν ἔσται θαυμαζόμενον ὡς πνεῦμα, τότε κρατεῖ τὸ

κινούμενον σῶμα, τότε τέρπει ὡς ἴδιον οἰκητήριον, τότε

νικᾷ ἀσωμάτως κατεμβατεῦον ὅλον ἐξ ὅλου τοῦτο γινόμε-

νον ὑπὲρ φύσιν θαυμαζόμενον. τί εἴπω πρὸς σὲ περιεκτικὴ

μαγνησία· τίς μὴ θαυμάσει τὸν ἐκ σοῦ ἀποτελούμενον

χρυσοκόραλλον; ἐκ σοῦ γὰρ τὸ πᾶν τελεσιουργεῖται μυ-

στήριον, σὺ τεθάρρησαι μόνη τῆς τοιαύτης τὴν γνῶσιν,

ἐν σοὶ ἐφήπλωται ἡ ἀνατολικὴ αὕτη περιλάμπουσα νεφέλη,

ὁμοδίαιτον φέρεις ἐν σοῖ τὴν πολύμορφον τῆς Ἀφροδίτης

εἰκόνα, οἰνοχόον δὲ πάλιν διακονοῦντα τὸν πυρίβολον ἀν-

θρακοβάτην (τοσαύτην οὖν ἐπιφέρουσα τὴν τηλαυγίαν

νυμφικῶς ἑαυτὴν περικαλύπτεις, τὸ ἔναγνον τῆς φύσεως

ἀναλαμβάνεις μυστήριον), δείξω λοιπὸν καὶ τοῦ σοῦ χα-

ρακτῆρος τὴν λαμπηδόνα. ἄρξομαι τὰς πολυμόρφους ἐκεί-

νας μηνύειν εἰκόνας. τότε γάρ σέ τις νοερῶς καθυφαίνων

ἔνφλογον τὴν πυρώδη ἐξανάπτει. τὴν σὴν γὰρ θεωρῶν

πολύχρωμον φαντασίαν, ἀρκεῖν οὐκ εὐτονοῦμαι περιθέων

αὐτῆς τὰ κάλλη. ὁ σὸς γὰρ περιλάμπων μαργαρίτης ἀμαυ-

ροῖ μου πρὸς θέαν τὰς κόρας. ὁ σὸς ἐξανάπτων φεγγίτης

πᾶσαν μου καταπλήττει τὴν ὅρασιν, ἡ σὴ ἀποστίλβουσα

αἴγλη ὅλην εὐφραίνει μου καρδίαν, ὦ φύσις ἀληθῶς ὑπὲρ

φύσιν νικῶσα τὰς φύσεις. σὺ τὸ πᾶν ἡ μία φύσις. ἡ αὐτὴ

δι' ἧς καὶ τὸ πᾶν γίνεται ἔργον. περιττῷ γὰρ ἀριθμῷ ἡ

σὴ τεχνολογεῖται πανκοσμία· τότε γὰρ γνωρίζῃ, ἐν οἷς

προσδοκᾶσαι, τότε ἀνακαλύπτῃ, ἐν οἷς περιδρομεῖσαι, τότε

ἀποπαύεις τῆς στάσεως τοὺς ἀγῶνας, τότε μηνύεις βασι-

λικὴν ἀλουργίδα, ἣν καὶ διὰ τῆς σῆς παιδίσκης ἐπικοπίζῃ·

τότε οὐκ ἔναγχος κάματος, ἀλλὰ χρυσόρροφος θάλαμος,

τότε οὐ πολύτροπος ἐπιτηδειότης, ἀλλὰ πάνσοφος ἀγχί-

νοια, τότε οὐ στέρησις τῶν ἐναρέτων ἀνδρῶν εὑρίσκεται,

ἀλλὰ ἀπόλαυσις τῶν τελείων ἀνδρῶν ἀναδείκνυται· τοιοῦ-

τος γὰρ αὐτῆς ὁ ἐν περιττῷ ἀριθμῷ εὑρισκόμενος ὅρος.

202

οὕτως αὐτὴν ἐπιγνώσονται οἱ τῆς ἀρετῆς ἀνάπλεοι, ἀκού-

σατε οἱ τῆς σοφίας ἐρασταὶ καὶ εἴσεσθε τὰ μεταλία τοῦ

παντοκράτορος θεοῦ. αὐτὸς γάρ ἐστιν ὁ πάσης σοφίας

χορηγός, φῶς οἰκῶν ἀπρόσιτον, φῶς, ὃ φωτίζει πάντα ἄν-

θρωπον ἐρχόμενον εἰς τὸν κόσμον. οὐδὲν γάρ ἐσμεν, ἄτερ

τῆς αὐτοῦ θεαρχίας, οὐδὲν ὅλως ἐστὶ τὸ ζητούμενον τοῦτο

δῶρον πρὸς τὴν αὐτοῦ μακαριότητα. προσεγγίσατε ὦ φί-

λοι ἀρετῆς πρὸς τὴν ἄϋλον ἐκείνην ἔφεσιν. μάθετε ὡς

γλυκὺ θεοῦ φῶς, οὐκ ἄξια τὰ νῦν θαυμαζόμενα πρὸς τὴν

μακαρίαν ἐκείνην λῆξιν, μόνον οἰκειωθῶμεν αὐτῷ δι' ἀγά-

πης, καὶ ληψόμεθα παρ' αὐτοῦ τὴν ἐξ ἀβύσσου ἄβυσσον

πηγάζουσαν σοφίαν, ἵνα δυνηθῶμεν διὰ τῆς χάριτος τοῦ

κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποταμοὺς ἀναβλῦσαι ὕδατος

ζῶντος, ὅπως θαυμάσας τοῦ δημιουργοῦ τὴν τοσαύτην

σοφίαν ὑμνήσῃς αὐτοῦ τὴν εἰς ἡμᾶς μεγάλην φιλανθρω-

πίαν, τί θαυμάζειν δεῖ χρυσοκόραλλον εἶδος. θαυμάζειν

δὲ δεῖ πλέον τὸ ἀπερίγραπτον κάλλος· ὅμως καὶ τὸν πό-

θον ὑμῶν πληρώσω, ἵνα τοσοῦτον ἐρᾷν ἀξιωθῆτε μεθ'

ὑμνωδίας θεολογεῖν τὴν ὑπεράγαθον τοῦ θεοῦ ἀγαθότητα.

{Τοῦ αὐτοῦ Στεφάνου σὺν θεῷ Πρᾶξις

δευτέρα.}

Τὸ τῶν ἀριθμῶν συγκείμενον πλῆθος ἐκ μιᾶς τῆς

ἀτόμου καὶ φυσικῆς μονάδος τὴν ὕπαρξιν ἔχει, ἄπειρον

αὐτὴ συντείνουσα τὴν τῶν ἀλλήλων σχέσιν, ὡς ἐξ αὐτῆς

προσεληλυθότα περιέχει καὶ περικρατεῖ. μονὰς γὰρ εἴρηται

διὰ τὸ μένειν αὐτὴν ἄτρεπτον καὶ ἀμετακίνητον. τὴν γὰρ

κυκλικὴν καὶ σφαιροειδῆ τῶν ἀριθμῶν θεωρίαν, ὅμοιαν

ἑαυτῆς ἀναδείκνυσιν ἀποκατάληξιν τῶν πέντε ἀριθμῶν φημὶ

καὶ τῶν ἕξ· ἐκ γὰρ αὐτῶν εἰς ἑαυτὰ πάλιν ἀνακυκλοῦνται.

καὶ πᾶσα μὲν τετραγωνικὴ πλευρὰ ἐξ ἰδιομηκοῦς γινομένη

συγγένειαν ἔχει πρὸς τὸ ὅμοιον, ἵνα τελείαν ἀποκαταστήσῃ

συμπλήρωσιν. παντὸς δὲ χύματος καὶ μορίων ἐξήκουστον,

203

ἐξ αὐτῆς τὴν γένεσιν ἔχοντα καὶ ἀνακυκλοῦντα πάλιν εἰς

ἑαυτὴν συστελλόμενα τὴν φυσικὴν ἀποπληροῦσι μονάδα.

πάσης δὲ κυκλικῆς σφαίρας τὸ σημεῖον κέντρον ἐστίν,

ὁμοίως δὲ καὶ παντὸς τριγώνου καὶ ἐπιπέδου καὶ στερεοῦ

σχήματος διὰ γραμμῶν τιθέντος, τὸ αὐτὸ συννοείσθω.

καὶ τῆς μουσικῆς δὲ ἱστορίας οἵ τε νέατοι καὶ παρυπάτοι,

εἰ δὲ ἐκ τεσσάρων, εἰδὲ ἐπὶ τρίτῳ λόγῳ, τότε πρὸ αὐτοῦ

πρόλογον εἶναι καὶ τὸν ὑπ' αὐτοῦ ὑπόλογον, δι' ἧς τὰς

τοιαύτας τῶν ἀναλογιῶν συνδέσεις, καὶ διὰ πασῶν αὐτῶν

συμφωνίας ἐκ τῆς τοσαύτης αὐτῶν ἀνασώζομεν μουσικῆς

ἱστορίας. Ὀρφέα γάρ φησι ληχάνοντες ῥυθμικοῖς ἐνηρ-

μόσθαι φθόγγοις, ὥστε καὶ τῆς ὁμοταγοῦς οὐσιῶν κινή-

σεως ἡ συμφωνία ὑπηχεῖται, καὶ τὴν ᾄδουσαν ἐμμελῶς

ἐκτελεῖ μελωδίαν. ἐξ ἑνὸς γὰρ τῆς τοῦ ὀργάνου ἡ τούτων

συνίσταται κατασκευή, ὅθεν καὶ τὴν ἔναρθρον τοῦ σώμα-

τος κατασκευὴν οὕτως διακεῖσθαι ὀστέοις τε καὶ ἄρθροις

καὶ μορίοις καὶ νεύροις, καὶ διὰ τοῦ πλήκτρου ἀναδιδομέ-

νου ἀέρος δίκην ὀργάνου κινοῦντος τὴν φωνὴν ἀποπέμ-

πεσθαι εἰς ἕν τι τῆς οὐσίας συναρμοσθέντα καὶ ἑαυτῆς

βίᾳ κρατούμενα καὶ συνιστάμενα· τὸν αὐτὸν δὴ τρόπον

καὶ τὴν τοῦ ἀέρος σύγκρασιν. δύο γὰρ ἄκρων ποιοτήτων,

εἷς μεσίτης καὶ διαλλάκτης εὑρίσκεται, σώζων αὐτῶν τὰ

ἑκάτερα, διὰ τὴν πρὸς αὐτὰς γειτνίασιν καὶ πολλὴν συγ-

γένειαν. ἀλλὰ καὶ τῆς σφαιροειδοῦς καὶ ἀπλανοῦς ταύτης

τῆς τοῦ πόλου κινήσεως, ἐκ τῆς τοῦ ὑπὲρ γῆν ἡμισφαι-

ρίου παρὰ τοῦ ὁρίζοντος τὸν ἐγκόσμιον τοῦτον καὶ δια-

φανῆ πόλον, καὶ τοῦ ἡλιακοῦ φωτὸς ἐκ τῆς πᾶσι τούτοις

ἐπιχορηγοῦντος τὰ φῶτα καταυγάζει. ἐξ αὐτῆς γὰρ οὐ μό-

νον οἱ ἀστέρες τὴν τοῦ φωτὸς μετέχουσι τάξιν, ἀλλὰ καὶ

ἡ τῆς σελήνης ἐπιφάνεια τὴν ἐκ τοῦ φωτὸς ἐπιλαμβάνουσα

αὐγήν, φαίνει τε πᾶσαν τὴν νυκτερινὴν λαχοῦσαν δᾳδου-

χίαν. καὶ ἕξεις πάντα ἁπλῶς εἰπεῖν τὰ τοιαῦτα ἐκ τοῦ

ἑνὸς αὐτῶν καὶ πρωτίστου τὴν οὐσίαν εἰληχότα, σώζουσι

τὰ τῆς φύσεως καὶ ἀποπληροῦσι θεωρίας. καιρὸς ἂν εἴη

λοιπόν, τὴν ἐν τῷ προάγοντι τοῦ προοιμίου σκέψασθαι

διάλεξιν, καὶ τὸ τῆς σεληνιακῆς ἀπορροίας πῖπτον, πῶς δὲ

εὑρίσκεται, καὶ πῶς οἰκονομεῖται, καὶ πῶς ἄκαυστον ἔχει

204

φύσιν. ὦ διδασκαλίας σοφία τῆς τοιαύτης κατασκευῆς δια-

σημαίνουσα τὸ ἔργον, ὦ λευχημονοῦσα σελήνη ἀποστίλβουσα

λευκότητα, μάθωμεν τίς αὕτη ἡ σεληνιακή, ἵνα τὸ ἀπο-

ρούμενον μὴ διαλάθωμεν. ἔστι δὲ αὕτη ἡ λευκοφόρος

χιών, τὸ πολύφωτον ὄμμα τῆς λευκασίας, ἡ νυμφαγωγὸς

στολὴ τῆς οἰκονομίας, ὁ ἄφθαρτος χιτών, τῆς εὐμορφίας

τὸ νοοσύνθετον κάλλος, τῆς τελειώσεως τὸ λευκότατον

σύνθεμα, τῆς ἀποπληρώσεως τὸ πηκτὸν γάλα, τῆς θαλάσ-

σης τὸ ἀφροσέληνον ἑῴας, ἡ μαγνησία τῆς Λυδίας, τὸ

ἰταλικὸν στῆμι, τῆς Ἀχαΐας ὁ πυρίτης, ὁ ἀπὸ Ἀλβανίας,

τὸ πολυώνυμον τῆς ἀγαθοεργίας, ἡ τὸ πᾶν ἐπικοιμίζουσα,

ἡ τὸ ἓν πᾶν φέρουσα, ἡ τὸ θαυμαστὸν ἔργον ἀποπληροῦσα·

τί δέ ἐστιν ἡ ταύτης ἀπόρροια; οὐκ ἀποκρύψω, ἀλλ' ἐμ-

φανὲς δείξω τὸ ζητούμενον κάλλος. ἔστιν οὖν αὐτῆς. ἡ

ἀπόρροια τὸ ἐν αὐτῇ κεκρυμμένον μυστήριον, ὁ πολύτιμος

μαργαρίτης, ὁ φλογοφόρος φεγγίτης, ὁ χρυσοράντιστος χι-

τών, τὸ χρυσοζώμιον βρῶμα, ὁ χρυσόκοσμος σπινθήρ, ὁ

νικηφόρος ἀνθαγαθεὺς, τὸ βασιλικὸν περιβόλαιον, ἡ ἀλη-

θινὴ πορφύρα, τὸ πολυτίμητον στέμμα, τὸ ἄπυρρον θεῖον,

ὁ εἰσκριτὴρ τῶν σωμάτων, τὸ ξανθὸν ὅλον εἶδος, ὁ ἐγκε-

κρυμμένος θησαυρός, ὁ θάλαμον ἔχων τὴν σελήνην, ὁ ἐν

αὐτῇ τῇ σελήνῃ γνωστικῶς θεωρούμενος, #ὁ#‵τ′#‵κ′#

n αγς ρ#ω. ὁ λευκὸς μὲν θεωρούμενος, ξανθὸς δὲ γνω-

ριζόμενος. ὁ τῇ λαχούσῃ σελήνῃ νυμφίος, ἡ ἐξ αὐτῆς

χρυσῆ σταγών, ἡ ἀπ' αὐτῆς ἔνδοξος ἀπόρροια, ἡ ἀναλ-

λοίωτος συμπλοκή, ἡ ἀνεξάλειπτος περιδρομή, ἡ θεοδώρη-

τος ἐργασία, ἡ θαυμαστὴ χρυσοποιΐα, καὶ ἵνα μὴ ταύτην

παραδράμω, ἐπὶ τὸ προκείμενον αὖθις ἐπάνειμι τοῦ λό-

γου. μετὰ τὴν τοῦ χαλκοῦ ἐξίωσιν καὶ ἐξίσχνωσιν καὶ μέ-

λανσιν ἐφ' ὕστερον λεύκωσιν, τότε ἔσται βεβαία ξάνθωσις.

ὦ σοφίας ἔργον ὑπὲρ φύσιν θαυμαζόμενον, ὦ ἄφθονος

χάρις δαψιλῶς ἐκπηγάζουσα, οὐ φθονεῖ ὁ σοφώτατος, ἀλλ'

ὑποδείκνυσι σαφῶς τὴν ἐξήγησιν. [μετὰ τὴν τοῦ χαλκοῦ

ἐξίωσιν καὶ ἐξίσχνωσιν καὶ μέλανσιν, εἰς ὕστερον λεύκωσιν,

τότε ἔσται βεβαία ξάνθωσις.] τί λέγεις φιλόσοφε μετὰ τὴν

τοῦ χαλκοῦ ἐξίωσιν; ποίαν ταύτην; εἰπέ, φράσσον ἡμῖν

τῆς ἐργασίας τὰ ἀπόκρυφα. μετὰ τὴν τοῦ χαλκοῦ ἐξίωσιν,

205

καὶ πῶς ἐστιν ἐξιῶσαι χαλκὸν τὸν ἰὸν ὅλον φέροντα; πῶς;

ἐγὼ ὑμῖν λέξω τοῦ λόγου τὴν ἀκρίβειαν, τὴν διὰ νεφέλης

βαδίζουσαν Ἀφροδίτην. μετὰ γὰρ τὴν τοῦ χαλκοῦ ἐξίωσιν,

τουτέστιν καλῶς οἰκονομηθεῖσαν λείωσιν καλῶς προβιβα-

σθεῖσαν περίσκεψιν, μετὰ γὰρ τὴν τοῦ χαλκοῦ αὐτοῦ καὶ

ἐξίσχνωσιν τουτέστιν λεπτοτέραν τῆς λειώσεως διάθεσιν,

καὶ ἔτι τὴν ἐπακολουθοῦσαν τούτοις ἐπιφερομένην μελα-

νίαν εἰς ὕστερον εἴρηται λεύκωσιν, τότε ἔσται βεβαία ξάν-

θωσις. ὅταν γὰρ τὴν τῆς ῥυτίδος ἀποπτύσῃ μελανίαν, εἰς

λευκότητα λίαν μεταφέρεται. καὶ ὅταν εἰς λευκότητα λίαν

μεταφέρηται, τότε τοῦ στιλπνοῦ φωτὸς ἡ σελήνη ἀπαυγά-

ζει τὰς ἀκτῖνας, τότε πότε, εἰς ὕστερον λεύκωσιν, ὅτε λευ-

κὸν ἴδῃς τὸ σύνθεμα· ὅτε γὰρ πλησίον σελήνης φανῇ,

τότε τὸ πανσέληνον αὐτῆς μηνύει τὸ φῶς. τότε βεβαία

ἡ ξάνθωσις. ποία αὕτη; εἰπέ. ἡ θεωρουμένη λευκή. καὶ

πῶς τὸ λευκὸν ξανθὸν ἀποτελεῖς; ὦ σοφώτατοι, ὑπερβαί-

νει λογισμόν, τοῦτο κρύφιόν ἐστιν τὸ ἐρώτημα, μυστικὴ

λέξις καὶ ἡ ἐπίσκεψις. ἐγὼ φράσω τὸ μυστήριον τὸ ἀπό-

κρυφον καθὼς ἀνωτέρω ὑμῖν προλέλεκται· μετὰ τὴν τοῦ

χαλκοῦ ἐξίωσιν καὶ ἐξίσχνωσιν καὶ μέλανσιν εἰς ὕστερον

λεύκωσιν, τότε ἔσται βεβαία ξάνθωσις. ὅτε ἴδῃς τὴν γινο-

μένην λεύκωσιν ἔνδον αὐτῆς, ἐπιγίνωσκε τὴν περικεκα-

λυμμένην ξάνθωσιν, τότε ξανθὴν νόει τὴν λεύκωσιν οὖ-

σαν, τότε καὶ λευκὴ οὖσα, ξανθοῖ διὰ τὴν ἐν αὐτῇ ἀπο-

κεκρυμμένην ξάνθωσιν, διὰ τὸ ἐμβατεύειν αὐτῆς τὰ τῆς

καρδίας βάθη διὰ τὸ ἔνσωμον ἔχειν τὴν τῆς ★ λεύκωσιν,

καὶ ἀρρήτως ἐν αὐτῇ τὴν ξάνθωσιν διήκουσαν. τότε βε-

βαία ἔσται ξάνθωσις· ποῖα; ἡ γινομένη λευκή· αὕτη ἐστὶν

ἡ ξανθή. αὕτη μὲν τῷ χρώματι λευκὴ φαίνεται, ἡ δὲ φύ-

σις ξανθὴ ὑπάρχει, οὐδὲν ὑπολέλειπται, οὐδὲν ὑστερεῖ,

πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις. βλέπεις τὸν

ἀρχαιότατον. οὐχ ὁρᾷς τί ἀπεφήνατο ὁ σοφός; οὕτως αἰ-

νίττεται ὡς τελείως. οὕτως ἀπεφήνατο ὡς καθηγητὴς τὸ

πᾶν ἀποδείκνυσι λέγων, οὐδὲν ὑπολέλειπται, οὐδὲν ὑστερεῖ,

πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις· δείξας ἐν

τούτῳ τὴν τοῦ ὅλου κατασκευήν, ἀποδοὺς δι' ὀλίγου τὸ

πᾶν, ἵνα μὴ πολλῇ ὕλῃ καταχώσητε τὰ κινούμενα, ἵνα μὴ

206

Κιλικίας τὸν κρόκον, καὶ ἀναγαλλίδος βοτάνη καὶ τὸ Πόν-

τιον αὐτοῖς ῥᾶ, καὶ τῶν ἄλλων ὀπῶν, χολῆς τετραπόδων

καὶ κνωδάλων τινῶν, λίθον τε καὶ μετάλλων φθαρτικῶν

νοήσωσι, τὰ τῆς τελεσιουργικῆς καὶ ἑνικῆς καὶ μιᾶς φυ-

σέως τὰ ἀνόμοια, ἵνα μὴ πλανηθέντες ἄνθρωποι ἀπο-

στῶσι τῆς ἀληθείας, ἵνα μὴ ἐπὶ τῆς φυσικῆς ὑπάρξεως

ἀνύπαρκτον διάθεσιν μετέλθωσιν. τί λοιπόν; ὁ ἐξοχώτατος

καὶ πάσης ἀρετῆς σύμβουλος, περιάγων αὐτοὺς καὶ ἕλκων

πρὸς τὸν τῆς ἀληθείας σκοπόν, ἵνα μὴ ὡς ἔφην εἰς ὑλι-

κὰς καμίνους καὶ διοργανισμοὺς ὑελῶν, ἀμβύκων, λωπάδων

τινῶν καὶ κηροτακίδων καὶ αἰθάλων. καὶ οἱ εἰς τὰ τοιαῦτα

ἐπασχολούμενοι εἰς κενὸν αὐτοῖς ὁ τοῦ καμάτου πόνος

ἐξαγορευθῇ· ἀλλ' ὅρα πῶς ἐν τῇ φράσει τὸ πᾶν ἀπεπλή-

ρωσεν. οὐδὲν ἀπολέλειπται, οὐδὲν ὑστερεῖ πλὴν τῆς νεφέ-

λης καὶ τοῦ ὕδατος ἡ ἄρσις. ποία νεφέλη; εἰπέ. τίς ἡ

νεφέλη καί τι τὸ ἐξ αὐτῆς ἐκτελούμενον ἔργον; δεῖξον ἡμῖν

φανερώτατα, ὅπως ἐπιγνωσώμεθα τοῦ λόγου τὴν δύναμιν.

καὶ πρὸς ταῦτα ὁ φιλόσοφος· νεφέλη ἐστίν, τοῦ ὅλου συν-

θέματος ἔργον, ἡ διὰ τοῦ θείου ὕδατος καλῶς ἀποστίλ-

βουσα, ἡ ἐμφυῶς τὴν λείωσιν ποιησαμένη, ἡ οἰκονομικῶς

φαινομένη, καὶ νοητῶς καταλαμβανομένη. νεφέλη ἐστὶν ἡ

τῆς ἐργασίας ἐξάπλωσις, ἡ ἐπίπεδος ἐπιφάνεια, ἡ ἀργυρώ-

νητος στήμων, ἡ ἀεροΰφαντος περιπλόη, ἡ Κελτικὴ νάρ-

δος, τὸ Ἀτλαντικὸν πέλαγος, ἡ Βρεττανικὴ μέταλλος, ὁ

στεφανόκοσμος ὠκεανὸς, ἡ ἀμέτρητος ἄβυσσος, ἡ σφαιρό-

μορφος κτίσις, τὸ οὐράνιον σῶμα, ἡ τὸ πᾶν περιέχουσα

καὶ περιλαμβάνουσα, αὐτὸ τὸ εἶδος τὸ ἀτίμητον, ἡ πο-

θουμένη θεωρία, τὸ ζητούμενον θέαμα, τὸ ἓν ὅλον καὶ

ὅλον ἕν, ἡ ἱερὰ λεύκωσις τοῦ παντὸς τιμίου ἔργου, ἡ ὅλη

κατασκευή, τὸ ἐνεπίστημον ἔργον, τὸ συμπέρασμα τῆς

συμπληρώσεως, τὸ λειωθὲν καὶ καλῶς οἰκονομηθέν, τὸ

τελείως πληρωθέν. οὐδὲν γὰρ ὑπολέλειπται, πλὴν τῆς νε-

φέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις. τὸν τῆς νεφέλης σαφῶς

ἐφοδηγηθέντες τρόπον, ἐπὶ τὴν τοῦ ὕδατος ἄρσιν μετε-

λεύσω μου τὸν λόγον. τί ἄρα ἐστὶ τοῦτο τὸ ἐπαγόμενον;

τίς ἡ τοῦ ὕδατος αὕτη ἄρσις; εἰπὲ ὦ καθηγητά· πλήρω-

σον σοῦ τῆς χάριτος τὰς δωρεάς· καταύγασον ἡμῶν τὰς

207

ἀμβλυώπους κόρας, σαφήνισον τὴν τοῦ λόγου ἔναρθρον

σύστασιν, τίς ἡ τοῦ ὕδατος αὕτη ἄρσις; καὶ περὶ τούτου

οὐκ ἀπεσιώπησεν· εἶπεν, τὸ ἀμιγὲς κάλλος ὕλην οὐχ ὑπο-

δέχεται, ἡ ἄϋλος οὐσία, ἁπλὴ μέν ἐστι καὶ σύνθετος, τὸ

μυριώνυμον τοῦτο ἀγαθόν. μιᾶς γὰρ ὕπαρχον οὐσίας, εἰς

ἑαυτὴν συστέλλεται, περὶ αὐτὴν ἰναπαύεται τὴν μίαν αὐ-

γὴν τὰς ὑγροποιοὺς ὅλως οὐκ ἐντίθεται ἰκμάδας. ἀποβο-

λὴν δὲ ἔληθεν τῶν ῥευμάτων τὴν βίαν· ἀποθεῖται τῶν

ὑδάτων τὰς ῥύσεις· πῶς γάρ ἐστιν αὐτῆς ἰδεῖν τὴν κίνη-

σιν, μὴ οὕτως ταῦτα ἀποσεισαμένης; οὐ δύναταί τις αὐ-

τῆς ἐμπλησθῆναι, εἰ μὴ πρῶτον ἐξάρῃ ἀπ' αὐτῆς τὰ πε-

ριπολεύοντα ὕδατα. δεῖ οὖν νηχομένην αὐτὴν τοῖς ὕδασι,

μὴ ἐὰν αὐτὴν ἔνυγρον, ἵνα μὴ ἀποφρενωθῇ, ἵνα μὴ δύνῃ

ἀφ' ἡμῶν, ἵνα τι τῇ ὑγρᾷ οὐσίᾳ ἐνύγρως ἀπομείνῃ. ἀλλ'

ἄρωμεν ἀπ' αὐτῆς τὴν τῶν ὑδάτων περιοχήν, ἵνα θεασώ-

μεθα τοῦ κάλλους αὐτῆς τὴν πολλὴν εὐοπτίαν. πῶς οὖν

τὴν τοῦ ὕδατος ἄρσιν ποιησόμεθα; πῶς ἀπώσομεν ἐκ τῆς

τοῦ ὕατος μετουσίας; πῶς αὐτὴν διασπάσομεν, ἵνα οὕτως

εὐχερῶς τοῦ ὕδατος γένηται ἄρσις; πανοπλίας χρὴ καὶ ἀνδρα-

γαθίας. τίς ἱκανὸς πρὸς τοῦτο; τίς δυνατὸς ἐξάραι τὴν

πλημμυρίζουσαν τῶν ὑδάτων διαδρομήν; τίς οὕτως εὑρί-

σκεται πρὸς ἀντίστασιν; τίς πρὸς διακονίαν εὐτρεπίζεται;

εὕρηται ἡ εὐλυσία τοῦ πράγματος, ἵνα φανερῶς ἴδωμεν τῆς

νεφέλης τὴν ὡραιότητα. αὕτη ἐστὶν ἡ διὰ τοῦ θείου ἔμ-

πειρος παρόπτησις. ὥσπερ γὰρ ἡ διὰ τοῦ ὕδατος ἐπὶ νῷ ἐστιν

ἀπόπλυσις, οὕτω καὶ διὰ θείου ἀποκάθαρσις τοῦ παντὸς

γίνεται. τοῖς γὰρ θείοις ὕδασιν ἀποπλύνοντες νῦν καὶ κα-

λῶς οἰκονομήσαντες, πάλιν διὰ πυρὸς καὶ θείου ἀποκαθα-

ρίσομεν, ἵνα ἀποκαλυφθῇ τὸ τῆς ☾ σῶμα, ἵνα ἴδωμεν

ἡλιόδωρον νεφέλην. ὦ σοφίας θεοῦ ἀνέκφραστα μυστήρια,

ὦ πλουσίαι δωρεαὶ τοῖς ἠγαπηκόσι τὸν κύριον, ὦ βάθος

πλούτου καὶ σοφίας καὶ γνώσεως μυστηρίων. εἰ τὰ παρ-

όντα τοιαῦτα θαυμαστὰ καὶ ἐξαίσια, ποταπὰ τὰ αἰώνια,

ἃ οὐδεὶς νοῦς ἐξηγήσασθαι δύναται, εἰ τὸ ἔνυλον ἔργον

ὀρρήτῳ τινὶ λόγῳ τοιοῦτον ἡμῖν φαίνεται, ποταπὰ τὰ ἀκή-

ρατα ἀγαθὰ καὶ ἀνεξιχνίαστα κάλλη, ἃ οὐδεὶς ἰσχύει θεά-

σασθαι, ὑμνῶ καὶ προσκυνῶ καὶ δοξολογῶ σε, τρίας ὑπε-

208

ρούσιε καὶ ὑπεράγαθε καὶ ὑπέρθεε, τίς ἐξειπεῖν δύναται

πρὸς ὕμνον τῶν θαυμασίων σου, ὡς ἐμεγαλύνθη. τὰ ἔργα

σου, κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας.

{Τοῦ αὐτοῦ Στεφάνου ἐπιστολὴ πρὸς Θεόδωρον.}

Περὶ τοῦ ἀγροῦ γνῶθι ὡς πολλοὺς γεωργοὺς ἀχρή-

στους ἔχει, καὶ εἰ μὴ τούτους ἐκβάλῃς ἔξω, οὐ δύνασαι

πρόσοδον ἀπὸ τοῦ ἀγροῦ λαβεῖν. εἰσὶν δὲ οἱ περὶ Κλαυ-

διανὸν καὶ τοὺς ἄλλους ὁμοῦ πάντες ἀδελφοὶ ἕξ· εἰ μὴ

δύο χρήσιμοι μόνον οὐκ εἴσιν. καὶ ἡ λευκάργενος πᾶσα

ἄχριστος. τί γὰρ ἢ δράκοντα ἔχει ὁ ἀγρός, καὶ διὰ τοῦ

φυσήματος ἀναξηραίνει τὸν τόπον, ἔνθα καὶ ἄτονοι ὑπάρ-

χουσιν. ἐγὼ δὲ αὐτὸν εἶδον καὶ τὰς ποικίλας τοῦ σώμα-

τος αὐτοῦ φολίδας. καὶ ἡ μὲν ἀρχὴ τῆς οὐρᾶς αὐτοῦ λευκὴ

ὡς γάλα, ἡ δὲ κοιλία καὶ ὁ νῶτος κροκοειδής, καὶ ἡ κε-

φαλὴ μελάγχλωρος. δεῖ δέ σοι εἰς τρία διελεῖν τὸν ἀγρόν,

τοὺς τέσσαρας ἀδελφοὺς ἓν μέρος καὶ τὸν μέγα λίθον εἰς

ἓν μέρος, οὕτως γὰρ πειρῶνται οἱ παλαιοὶ τοῦ ἀγροῦ ποι-

εῖν ὡς εὗρον. οὕτως ποιεῖ ὁ μαγιστριανὸς Θεόδωρος καὶ

Ἰάκωβος ὁ καβιδάριος διδασκαλεῖ. ἀληθής ἐστιν αἰθάλη

τις ὑγρὰ καὶ αἰθάλη ξηρά. καὶ ἡ μὲν ὑγρὰ αἰθάλη ἀνα-

σπᾶται διὰ τῶν φανῶν, τῶν ἐχόντων τοὺς μασθούς. ἡ δὲ

ξηρὰ αἰθάλη διὰ χύτρας καὶ πώματος χαλκοῦ, ὡς ἀπὸ κιν-

ναβάρεως αἰθάλη λευκή. ἐὰν οὖν τὴν ξηρὰν αἰθάλην πο-

τίσῃς διὰ τῆς ὑγρᾶς αἰθάλης, θεῖον ἔργον ἀποτελεῖς. γί-

νωσκε δὲ ὅτι πᾶσαι αἱ οὐσίαι καὶ τὰ μέταλλα καὶ αἰθάλαι

εἰσίν, μᾶλλον δὲ γίνονται. αὗται γὰρ ποτισθεῖσαι γίνονται

αἰθάλαι ὑγραί. ἡ Σκυθικὴ κώμαρις, ἥτις συνκραθεῖσα τῇ νέᾳ

αἰθάλῃ πάντα ἀποτελεῖ. καὶ ἄλλο ἐστὶν ἡ μυθικὴ χημία,

καὶ ἄλλο ἡ μυστικὴ καὶ κρυπτή. καὶ ἡ μὲν μυθικὴ πολυ-

πληθίᾳ λόγων συχέεται, ἡ δὲ μυστικὴ λόγῳ δημιουργίας

κόσμον μεθοδεύεται, ἵνα ὁ θεόφρων καὶ ὁ θεογενὴς ἄν-

θρωπος διὰ τῆς εὐθείας ἐργασίας καὶ θεολογιῶν καὶ μυ-

στικῶν λόγων μάθῃ.

209

{Τοῦ αὐτοῦ Στεφάνου περὶ τοῦ ἐνόλου κόσμου.

Πρᾶξις σὺν θεῶ γʹ.}

Πῶς διοργανοῦται καὶ πῶς ἐν αὐτῷ τὰ θεῖα μόρια

ἐκκαθαιρόμενα, ἀνίπτανται ἐπίπεδα ἐπιπεδέστερα ἀγόμενα·

ἡ γὰρ μέθοδος τῆς μυστικῆς χημίας εἰκόνες εἰσὶν (Ω) καί

τι δεῖ, μεθοδεύεται. οὕτως καὶ τὰ σώματα μεταλλευόμενα

καὶ μεταλλοιούμενα ὑπὸ τῆς ἐναντίας φύσεως, μεθόδῳ

τινὶ γίνεται ἐπίπεδος καὶ αἰθερώδης. ὦ σπέμα σπειρόμα-

νον εἰς γῆν τῆς ☾ καὶ ἀποτελεῖ ☉ καὶ διὰ τῆς θείας ἐρ-

γασίας ἡ τέφρα καὶ ἡ καδμεία καὶ ἡ σποδὸς τῶν λευκί-

νων ξύλων. καὶ τὰ θειώδη οὕτω τεφρωθέντα θεῖον πάλιν

ἔργον καὶ ὕδωρ θεῖον ἄθικτον διὰ τῆς αὐτῶν τέφρας ποι-

οῦσιν εἰς παλιγγενεσίαν. ἔστιν οὖν ἀντὶ πολλῶν κατανοή-

σαντα ὡρεῖν, ὅτι ἡ τέφρα ἡ πολλὰ ποιοῦσα ἔργα μάλιστα

τὰ βαφικὰ ἐὰν μὴ ὀλίγον ἡ τίτανος καὶ ἡ ἄσβεστος καὶ ἡ

γύψος καὶ ἡ φέκλη καλουμένη, καὶ τὸ ἀφροσέληνον καὶ

ὅσα τοιαῦτα εἴδη καιόμενα καὶ ἀποτεφρούμενα ποιοῦσι

σποδὸν λευκὴν, ἔργα μεγάλα ἐπαγγέλλονται καὶ εἰς ἰα-

τρείας καὶ εἰς χρωΐσεις πάσας τὰς βαφικὰς μέχρι καὶ ὑέ-

λων καὶ μαρμάρων· καὶ ἵνα μὴ δειλανθῇς ἀπὸ ἀπειρίας,

καὶ γὰρ τοῦ Ἑρμοῦ λέγοντος, ἐὰν ἴδῃς τὰ πάντα σποδὸν

γινόμενα, νόει ὅτι καλῶς ἐσκεύασται· ἡ γὰρ σποδὸς δυ-

νάμεώς ἐστιν πλήρης καὶ ἐνεργείας. ὥσπερ γὰρ τὰ ξύλα

τὰ ποιοῦντα στακτὴν ἄκαυστα γίνεται, τουτέστιν ἀποκε-

καυμένα, καὶ ἀποτεφρούμενα, καὶ συμμιγέντα τῷ χρυσο-

ζωμίῳ μηκέτι καιόμενα, ἀλλὰ ἐνεργοῦντα εἰς πάσας τὰς

βαφάς, μέχρι καὶ ἔργων καὶ μαρμάρων καὶ ὑέλων καὶ λί-

θων καὶ ξύλων καὶ δερμάτων καὶ πάντων ὁμοῦ τῶν χυ-

τῶν σωμάτων, καὶ ὑποτεφρωθέντα πολλὰ ἔργα καὶ θεῖα

ποιοῦσιν. καὶ χρώματα διάφορα ὅσα ἀπὸ # κρόκου καὶ

ὅσα ἀπὸ λιθαργύρου καὶ πάμμου τεφρούμενα καὶ ἐξαγα-

γόντα ἔξω τὴν φύσιν πάλιν εἰς τὸ φανερόν, τὰ μὲν ἐνεργά,

τὰ δὲ δύναμιν δι' ἑτέρας ὁμιλίας δεικνύοντα τὴν ἐνέρ-

γειαν. καὶ ὅσα μὲν οὖν ἔχει ὑμῖν ἀποδεῖξαι ἀπὸ τῶν τε-

210

φρωμένων καὶ σποδωμένων, ἔσται ἰατρικῆς ἐπιστήμονος.

ὅσα δὲ καὶ εἰς παλιγγενεσίαν ἄρχονται, εἰς εὐσύνετον τέ-

χνην. μάλιστα οἱ τὴν σποδὸν τῶν ἀγοραίων βοτανῶν τῇ

ἴσῃ συνεψοῦντες· καὶ τὰς σποδοὺς τῶν σωμάτων καὶ ὑε-

λῶν τῇ ἴσῃ συγχωνεύοντες· ὡς οὐ δεῖ δειλιᾷν ἐπὶ τῶν και-

ομένων καὶ τεφρουμένων τούτων τῶν σωμάτων. πάλιν

γὰρ ἔχονται εἴς τινα δύναμιν καὶ ἐνέργειαν καὶ παλιγγε-

νεσίαν, φύσιν ἔχοντα μιμητικὴν τοῦ παντὸς κόσμου καὶ

τῶν στοιχείων αὐτῶν ὅθεν καὶ τὴν παλιγγενεσίαν ἔχοντα,

πνεύματός τινος μετουσίαν, ὡς ὑλαίῳ πνεύματι γινομέ-

νων. οὕτω καὶ ὁ χαλκὸς ὡς ἄνθρωπος καὶ ψυχὴν καὶ

πνεῦμα ἔχει· ταῦτα γὰρ τὰ χυτὰ σώματα καὶ τὰ μεταλ-

λικά. ὡς δ' ἂν ἀποτεφροθῶσιν ὁμιλήσαντα τῷ πυρί, πάλιν

πνευματοῦνται, πυρὸς αὐτοῖς χαριζομένου τὸ πνεῦμα.

μεταλαμβάνοντα δηλονότι καὶ ἀπὸ τοῦ ἀέρος τοῦ τὰ

πάντα ποιοῦντος, ὡς καὶ τοὺς ἀνθρώπους, καὶ τὰ πάντα

ἐκεῖθεν δίδοται τὸ ζωτικὸν πνεῦμα καὶ ἡ ψυχή, οὕτως

καὶ τὰ χυτὰ σώματα σὺν τῶν μεταλλικῶν ἀποτεφρωθέντα,

μεθόδῳ τινὶ ἀνακομίζονται τὸ πνεῦμα, τῷ συγγενῆ πυρὶ

ὥσπερ ἀναγινόμενα. πάντα δ' ὁμοῦ τὰ στοιχεῖα καὶ γενέ-

σεις καὶ φθορὰς καὶ μεταβολὰς καὶ ἀνακάμψεις ἔχουσιν

ἀπὸ ἑτέρου εἰς ἕτερον. οὕτως καὶ ὁ χαλκὸς καυθεὶς καὶ

ἀνακαμφθεὶς ῥοδίνῳ ἐλαίῳ καὶ ἐκτιναχθείς, καὶ πολλάκις

τοῦτο παθών, χρυσοῦ κρείττων ἀσκίαστος γίνεται. τοῦτο

δὲ τριπλοῦν χρὴ ἐκδέχεσθαι εἴς τε τὸ ἄβαφον καὶ τὸ

βαπτόμενον, καὶ τὸ βάπτον. καὶ γὰρ διὰ βαφῆς ἀνα-

κάμπτεται, κἄν τε θείως, κἂν τε ἰατρικῶς. καὶ ἐπὶ τῆς

τοῦ βαπτομένου δὲ τοῦτο νόει τὴν ἀνάκαμψιν, ὡς ὅταν

ἀπὸ σποδοῦ καὶ τέφρας ἐπὶ ἐνέργειαν βαφικὴρ ἐρχόμενος

τὴν ἐν δυνάμει καὶ τῆς δι' ἐνεργείας. εἰσὶ γάρ τινα τῶν

πασχόντων ἀνακάμπτεσθαι. τοῦτο δὲ εἶπεν ὅτι # τῆς

ἀληθοῦς συντέχνης καίεται καὶ πυρὶ φευκτόν ἐστιν, ἀλλὰ

πάσχει ἀπὸ τοῦ πυρὸς καὶ αὐτὸ ἂν διαβὰς οὐ συγχέεται

καὶ αἱ ὀπτήσεις τῶν κατ' Αἴγυπτον ἐπιβολῶν οἷς κέχρηται

καὶ οὐ συγχέεται τὸ φάρμακον τῇ βαφῇ. ὥσπερ γὰρ εἶπεν

ὁ κριτικὸς διδάσκαλος καὶ φιλόσοφος καὶ καθηγητής, ὅτι

ὥσπερ σφενδόνη παρερχομένη ἀκοῦσαι μέν τινα, οἴχεται

211

δὲ πετομένη τοῦ βάλλοντος ἰσχύει, οὕτως οὖν οἴχεται τοῦ

ἀντιτιθέντος τὸ τραῦμα, ἀλλ' ὁ ἔχων ἔχει ὁ ποῖος, κἂν

ἀληθῶς οἴχεται· οὕτω καὶ ἡ σποδὸς αὕτη ἔδραμεν καὶ

βάπτει ἀνεξαλείπτως καὶ ἀνεξάλειπτον ποιεῖ τῆς βαφῆς τὸ

αἴτιον ἢ τὸ φάρμακον εἰς τὸ συγγενὲς πῦρ καὶ ἀέρα ἀνα-

λύεται, ὡς ἐν κόλποις γονέων φεῦγον καὶ ἀποκαιόμενον.

εἶτα ἔχομεν ὑμῖν ἑτέρους μεγάλους # συγγράψιν πολλὰ

καὶ πλείονα. οὗτος ὁ χαλκὸς ♀ ὁ πάντα πάσχων τὸ πλέον

παροπτούμενος γίνεται λίθος ἐτήσιος τῷ χρώματι ὥς τι

σφίγγον ἐτήσιος. μετὰ οὖν τὸ ὀπτηθῆναι ἀποσβέννυται

τῷ θείῳ ὑγρῷ, ὃ καλοῦσιν ὕδωρ θεῖον τὸ ἀπολυόμενον

ἔλαιον, καὶ γίνεται οἶνος πάχος καὶ μείνας ἐκεῖ μάλιστα

ἡμέραν θέρμην πραότητα ἀδιαπνεύστου ὀργάνου, ἡ ὕλη

φθαρεῖσα λοιπὸν τὸ ἐμφανὲς μυστήριον τοῦ ὕδατος τοῦ

θείου τὸ ἄθικτον τὸ ζητούμενον ἀποτελεῖ. καὶ αὐτό ἐστιν

ὁ λίθος, ὁ ταῦτα ποιῶν. ὥσπερ γὰρ ἡμεῖς τὰς τέσσα-

ρας δυνάμεις, τουτέστι ἐσεκτική, δεκτική, τονοτική, ἀλ-

λοιωτική, τότε ποιοῦμεν τὸ ὕδωρ τοῦ θείου τὸ ἄθικτον.

τὸ πανβάφιον αἷμα ὡς δι' ὀργάνου διὰ τὸ τοῦ ἥπα-

τος ὑποκείμενον τῇ γαστρί, καὶ τὸ σῶμα σχοῦν καὶ

θάλπον αὐτῷ καὶ καῖον καὶ τὰ πάντα τὰ δύο θεῖα. τὸ

γάλα ξανθὸν δὲ ἐν ἥπατι ἐξαιματούμενον πλέον ἀποζόν-

των τῶν φυτῶν. καὶ τοῦτο πάλιν τὸ εἰλικρινὲς ἔργον

νεφροῖς ἐξαφριζόμενον ποιεῖ τὴν σπορὰν καὶ παλιγγενε-

σίαν. ὡς καὶ ἡ τέχνη μετὰ τὴν τῶν λευκῶν καὶ τῶν ξαν-

θῶν ποιεῖ τὴν σύνθεσιν ἐπὶ ὀλίγων βολβήτων τουτ-

έστι τὰς τῆς τέχνης ἐξαφρίσεις καὶ παλιγγενεσίας σπορά,

ἵνα μετ' ὀλίγον χρόνον ἀποτεχνῇ ζητούμενον, σχήματι

καὶ χρωμάτει καὶ μεγέθῃ. καὶ ὧδε μὲν ἡ τέχνη ἔχει. ἐμεῖ

δὲ διὰ τῶν στοιχείων. εἰ καὶ δι' αὐτῶν τὸ ζητούμενον

τοῦ θήλειος καὶ τοῦ ἄρρενος ὁμοῦ ἐκθοροῦνται καὶ πλεοῦ-

ται τὸ γενόμενον. παρατήρει οὖν καὶ ἐν τῇ τέχνῃ τὸ πῦρ

καὶ τὸ ἐκθόρημα τοῦ πνεύματος οὐκ ἀναμένοντος. ἔνθα

καὶ τὰ πταίσματα γίνονται προερεθισμοί, τὴν ψυχρότητα

τὴν θήλειαν, τὴν δυσκίνητον, τὴν ἐκτρωμανῆν. ᾧ δὴ καὶ

καπρώδη καὶ ἄθικτον καὶ ἀνδροκαθίστρια μήτρα, παντὶ

ἐπιθυμουμένη ὁπόταν τάχειον ποιήσῃ, ὅ ἐστι χαρᾶς καὶ

212

ἔρωτος ἀφροδισιακὸν σύμβολον ὅ ἐστιν καχασμός. τοῦτο

καὶ οἱ χρυσοχόοι εἰδότες ὃ λέγουσιν, τοῦτό φασιν ἐγέλα-

σαν, καὶ τότε χρῶνται τῶν κατ' Αἰγύπτου ἐπιβολῶν, ἅτινα

ἐκφαυλιζόμενα αὐτὸς ὁ λίθος ὁ ἐτήσιος οἰκονομούμενος

ποιεῖ ὅσα καὶ ἡμεῖς, καὶ μὴ θαυμάσῃς, εἰ ἐκ πολλῶν λί-

θων καὶ ἑτέρων εἰδῶν εἷς ὢν λίθος γίνεται καὶ λέγεται. ἡ

οὐχ ὁρᾶς τοὺς τὴν μοῦσαν ἀπεργαζομένους καὶ τὰ καλά,

ἵνα καὶ τὰ ζώδια καὶ τοὺς θηλούς, καὶ τὰς βαφάς, ὅτι ἐκ

πολλῶν εἰδῶν ἕνα λίθον ποιοῦσι. μάλιστα οἱ διὰ # κρό-

νου καὶ χαλκόειδον γινόμενον, ὥστε καὶ γλυφῆς ἐπιδέεσθαι

καὶ πάντα ὅσα ἂν οἱ λίθοι οἱ τοιοῦτοι οἱ χρήσιμοι, ἐκ

πολλῶν λίθων ἕνα λίθον ποιοῦσιν, ὅντινα καλοῦσιν ἐτή-

σιον. διὰ τοῦτο τοῖς ἐτησίοις σκευάζεσθαι τὴν γραφὴν

ὄπτοντες καὶ ἀποσβεννύοντες τὸ ἀπολελυμένον ὕδωρ, ὥσπερ

ἔφην, καὶ σήποντες ποιοῦσιν τὸ ὕδωρ τοῦτο τὸ θεῖον

ἄθικτον τὸ ἀπὸ μόνου θείου. οὗτός ἐστιν ὁ λίθος ὁ ἐτή-

σιος. σὺν τούτοις ἔχει πᾶσιν ὀνόμασιν. οὗτος ὁ πορφυ-

ρῷος, ὁ ἐν τῷ πορφύρῳ μετάλλῳ εὑρισκόμενος, ὁ διακασ-

σιτήρου πορφυρόχρωμος μακεδονικός, καὶ εἴ τι ἄλλο λέ-

γεται ἢ γράφεται ἢ σημαίνεται ἐν ταῖς θείαις καὶ ἀλλη-

γορικαῖς γραφαῖς ὥστ' εἴ τι δ' ἂν σημαίνωσιν αἱ γραφαὶ

περὶ πολλῶν ἀλληγοροῦσιν. οὗτός ἐστιν ὁ ἐτήσιος ὁ πάρερ-

μος ὁ πολύχρωμος, ὁ ἐν τῷ κλειδίῳ ἐκδοθεὶς πρὸς ἕκαστον

χρῶμα οἰκονομούμενος, καὶ σὺν χαλκῷ ἀναδειχθεὶς καὶ

ἐλαίῳ τοῦ φανοῦ ἀναλαμφθείς. οὗτος εὐτυχεῖς ἐποίησε

τοὺς τῆς Αἰγύπτου ἐπιμελητὰς καὶ τοὺς αὐτῶν προφήτας.

καὶ ταῦτα μὲν περὶ τῶν ἀποτεφρωμένων καὶ σποδωμένων,

καὶ ἀκαυστούμενον ποιούντων ἔργων. περὶ δὲ τοῖς ἔργοις

ἐλαιώσεως (μάλιστα γὰρ αὕτη εἴωθεν ποιεῖν τὰ πάντα)

σποδὸν ποιοῦσιν διαφόρως μετὰ τὸ λευκανθῆναι τὸ λευ-

κὸν σύνθεμα. καὶ πρῶτον μὲν ἡλίῳ καὶ δρόσῳ ἅλμη θα-

λάσσης, ἢ οὔρῳ ἢ ὀξάλμῃ ἡμέρας πολλὰς ἀναξηραίνοντες

ἡλίου δυνάμει, καὶ ὀστράκων δαψιλέσι λειώσεσι. συνλειοῦσι

τὴν ἴωσιν ὑδραργύρῳ, ἵνα καταποθῇ ἀπὸ τοῦ ξηρίου, καὶ

ἐλαιώσαντες ἑψοῦσιν τῷ ἡλίῳ, ποτιοῦντες τῷ ὀργάνῳ ἐπὶ

ἡμέρας καὶ ἀναξηραίνοντες λειοῦσι πάλιν καὶ ὑγροῦσι. πά-

λιν ἀναξηραίνοντες λαμβάνουσιν ὀξύμελι καὶ ἐποπτοῦσιν

213

ἐπὶ ἡμέρας τρεῖς. καὶ καρτεροῦσι ζῶντες καὶ φυλάσσουσι

καὶ λειοῦσι πάλιν καὶ ποιοῦσιν οἴνου ἢ ἐλαίου πάχος, καὶ

σήπουοι πραστάτῳ πυρὶ ἐπὶ ἡμέρας μέγιστα καὶ λειοῦσι

καὶ λαβόντες τὸ ἀργυροζώμιον καὶ τὸ θεῖον μετὰ τῶν

δαφνῶν καὶ τῶν ἄλλων πάντων ὀπτοῦσι καὶ ἐπιβάλλουσι

χαλκὸν ἐξιωθέντα, ὑέλῳ λαμπρῷ καὶ νίτρῳ καὶ μυσί.

{Τοῦ αὐτοῦ Στεφάνου εἲς τὸ κατ' ἐνέργειαν

πρᾶξις σὺν θεῶ τετάρτη.}

Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν

ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων. οὐκοῦν Ἰη-

σοῦν ἐπικαλεσάμενοι τὸ πατρικὸν φῶς, τὸ ὂν τὸ ἀληθινὸν

φωτὸς ἀπαύγασμα, φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον

εἰς τὸν κόσμον. αὐτὸς γάρ ἐστι τὸ φῶς καὶ ἡ ἀλήθεια,

καὶ ἡ ζωή, ὁ θεαρχικὸς τοῦ θεοῦ λόγος, ἡ σοφία καὶ δύ-

ναμις, ἡ παντοποιὸς καὶ ἄρρητος τοῦ θεοῦ σοφία, ὁ ζῶν

λόγος τοῦ πατρὸς, θεὸς ὢν καὶ πρὸς τὸν θεὸν ἀεὶ ὤν, ὁ

δι' οὗ τὰ πάντα ἐγένετο ὁ φῶς τοῖς πιστοῖς παρέχων πρὸς

τὸ εἰδέναι τὴν τῶν ὄντων γνῶσιν καὶ ὑμνῆσαι τὰ μεγα-

λεῖα τοῦ παντοκράτορος θεοῦ. αὐτὸς γάρ ἐστιν δοτὴρ καὶ

σωτὴρ τοῦ κόσμου, αὐτὸς φωτίσειεν ἡμῶν τὸν νοῦν καὶ

τὰς καρδίας καὶ ἀναλάμψαι ἡμῖν λαμπάδα, καταλάμπου-

σαν ἡμῖν τὰ ἀνεξηρεύνητα βάθη τῆς αὐτοῦ γνώσεως καὶ

σοφίας, πρὸς τὴν ἀληθῆ καὶ ἀπρανῆ γνῶσιν τοῦ γινώσκειν

σε τὸν μόνον ζῶντα καὶ ἀληθινὸν θεὸν ἡμῶν, τὴν ἁγίαν

καὶ ὁμοούσιον τριάδα καὶ πᾶν ζωοπάροχον πατέρα καὶ

υἱὸν καὶ ἅγιον πνεῦμα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας

τῶν αἰώνων, ἀμήν. —δεὸν οὖν ἡμῖν ἐστι τὸ παρὰ τῶν

ἀρχαίων καὶ ἐναρέτων ἀνδρῶν ἀλληγορικῶς καὶ ποικίλως

ἐμπιπλεγμένα ἀνασκευάσαι, καὶ τοὺς αὐτῶν σπινθῆρας

ἐν τοῖς τῶν αὐτῶν συγγράμμασιν ἀναγυμνῶσαι, διὰ τῆς

ἄνωθεν ἡμῖν χάριτος. ζητῆσαί τε καὶ ἀνακαλύψαι καὶ

ἀναφάναι τὸ τοιοῦτον ἀποκεκρυμμένον μυστήριον. ἔλθω-

214

μεν οὖν ἐπὶ τὸ προκείμενον καὶ τὴν πρότασιν τῆς αὐτῶν

συντάξεως μετὰ νοερᾶς αἰσθήσεως ἀκροασάμενοι μάθω-

μεν, τί ἄρα βούλεται ὁ φιλόσοφος προφθέγξασθαι. εἰπὲ ὦ

φιλόσοφε καὶ λάλει ἡμῖν τὰ κρείττονα, περὶ ὧν πᾶς ὁ τῶν

ἀνθρώπων βίος ἐπείγεται, περὶ ὧν οἱ πολλοὶ ἀσκόπως ἐπι-

βαλλόμενοι, ἐματεοπόνησαν· λάλει ἡμῖν τὴν ἔμπειρον καὶ

φλογώδη φλόγα, ἄρξαι τοῦ λόγου τὴν πρότασιν. ἀνακά-

λυπτε τὰ χαρίσματα· ζῶντι γὰρ θεῷ λατρεύομεν. ἀλλ' ὦ

ἱερὰ ποίμνη καὶ σοφίας ἐρασταὶ οἱ τοῦτο εὑρεῖν βουλόμε-

νοι τῇ πρὸς τὸν θεὸν ἐννοήσει διὰ τῆς τῶν ἀρετῶν ἐπι-

κοσμήσεως ἐν ἑαυτοῖς ἀγωνιζεύθωσαν, καὶ τῇ πολλῇ ῥοῇ

τῶν δακρύων ἑαυτὸν ἀρδευσάτωσαν. ἐν πίστει καὶ ταπει-

νοφροσύνῃ καὶ ἀγάπῃ θεοῦ στηριζόμενοι, ἵνα μηδὲν τῶν

ἐνύλων ὑμᾶς ξενίσῃ ἢ θαυμάσῃ, πλὴν τοῦ ἀγαπήσαντος

ἡμᾶς θεοῦ. ἀλλὰ τί φησιν ὁ φιλόσοφος, περὶ οὗ ὁ λόγος

προτείνεται, οὐκ ἀποκρύφω ὑμῖν τῆς φύσεως τὴν ἀλή-

θειαν· ἓν τὸ πᾶν, δι' οὗ τὸ πᾶν. ἕν ἐστι τὸ ὅλον, καὶ τὸ

ὅλον ἕν ἐστιν. μία φύσις ἀποτελοῦσα τὸ ζητούμενον, οὐκ

ἐκ πολλῶν εἰδῶν συγκείμενον, ἀλλ' ἐκ μιᾶς τέχνης οἰκονο-

μούμενον. ἓν οὖν τὸ πᾶν, δι' οὗ τὸ πᾶν. ἓν διὰ τίς ἵνα

μὴ ἀκούσωσιν τί ὑμῖν καὶ τῇ πολλῇ ὕλῃ· ἑνὸς ὄντος

τοῦ φυσικοῦ. ἓν δέ ἐστι τὸ ἀπ' αἰῶνος κεκρυμμένον

μυστήριον. ἓν ἄτιμον καὶ πολύτιμον· ἄγνωστον πολ-

λοῖς μὴ καταλαμβανόμενον, πολυώνυμον, μορφοποιόν,

ἓν τὸ πᾶν δι' οὗ τὸ πᾶν ἐξ αὐτοῦ τὸ πᾶν. οὐκ ἐναν-

τίαι φύσεις τὸ ὅλον συμπληροῦσαι, ἀλλὰ μία ἡ αὐτὴ

ἐξ αὐτῆς οἰκονομικῶς συμπληρουμένη καὶ κολακευτικῶς

φανερουμένη. ἓν τὸ ζητούμενον, οὐκ ἄλλο καὶ ἄλλο,

ἀλλ' ἕν, αὐτὸ ἐξ αὐτοῦ γινόμενον καὶ πληθυνόμε-

νον, καὶ πᾶσι θεωρούμενον καὶ γνωριζόμενον, οἰκονο-

μεῖσθαι δὲ μὴ δυνάμενον καὶ διὰ τοῦτο τοῖς πᾶσι παρρυ-

πτόμενον, παρὰ πολλῶν δὲ καταλαβέσθαι ὅλως μὴ δυνά-

μενον· ἓν τὸ πᾶν. μὴ πλανῶ ταῖς τῶν φωνῶν ἀλληγορίαις,

μηδὲ ἀπατηθῇς ἐπὶ ταῖς συνθέσεσι τῶν ὑλῶν. εἰ δὲ ἤκου-

σας τοῦ φιλοσόφου λέγοντος· ἓν τὸν δι' οὖ τὸ πᾶν, νό-

ησον τοῦ λόγου τὴν δύναμιν καὶ σκόπει τὸ βάθος τῆς

νοήσεως. ἓν τὸ πᾶν δι' οὗ τὸ πᾶν. τί ὑμῖν καὶ τῇ πολλῇ

215

ὕλῃ, ἑνὸς ὄντος τοῦ φυσικοῦ καὶ μιᾶς φύσεως νικώσης τὸ

πᾶν, ἑνὸς ὄντος τοῦ φυσικοῦ ἀληθίνου, ἑνὸς ὄντος τοῦ

ἐγκεκρυμμένου καὶ ἐμφωλεύοντος, καὶ μιᾶς φύσεως τῆς

κεκαλυμένης ἐντεριῶνος, ἐν ᾗ κολακευομένη καὶ ἐξαγο-

μένη νικᾷ τὸ πᾶν, μιᾶς φύσεως οὔσης καὶ νικώσης τὸ

πᾶν. ἡ γὰρ φύσις τὴν φύσιν τέρπει, καὶ ἡ φύσις τὴν

φύσιν νικᾷ, καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ, οὐχ ἑτέρα

φύσις καὶ ἑτέρα, ἀλλ' ἡ αὐτὴ μία ἐξ αὐτῆς δι' οἰκονομίας

πνευματουμένη, καὶ μορφοῦσα τὰς οὐσίας, τέρπουσα καὶ

εἰσκρίνουσα καὶ μένουσα· ἐκ μονάδος γὰρ ἄρχεται καὶ εἰς

μονάδα καταλήγει τὴν τελείωσιν τοῦ ζητουμένου. ᾧδε νό-

ησον. πολλὰ γὰρ ὄντα ἓν λέγεται, ὁμοῦ καὶ θειότατον

ὕδωρ μιᾶς φύσεως νικώσης τὸ πᾶν, οὐχὶ εἴδους, ἀλλὰ

τέχνος μετὰ νοερᾶς ἐπιστήμης πολλοὺς διαλανθανούσης.

ὦ τέχνη κατὰ νοερᾶς ἐπιστήμης πολλοὺς διαλανθάνουσα,

ὦ φύσεις οὐρανίαι φύσεων δημιουργοί. τὴν ἀσώματον αἰ-

νίττεται οὐσίαν. πάλιν ἐπὶ τὸ προκείμενον ἔρχεται. εἰ μὴ

γὰρ τὴν ὕλην ἐξορφανίσεις, εἰ μὴ τὰ σώματα ἀσοματώσεις,

εἰ μὴ διαφθορᾶς αὐτὰ ἀποτινάξεις καὶ διαλύσεις, τὸ ἐμ-

φωλεῦον καὶ ἔμψυχον οὐκ ἐξάξεις. εἰ μὴ οὗτος οἰκονο-

μῶν ἀσωματώσεις, οὐ σωματώσεις καὶ μορφώσεις τὰς οὐ-

σίας. ὦ φύσεις οὐράνιαι. καθαρὰ γὰρ καὶ ἄυλος ἡ ψυχὴ

οὖσα καὶ εἰς σῶμα εἰσκρίνουσα διὰ τῆς ἄνωθεν σοφίας

μορφοποιεῖ τὸ σῶμα ἐν αὐτῷ μένουσα καὶ διακρατοῦσα.

ὦ φύσεις οὐράνιαι, θαύμασον τῶν οὐρανίων τὰς φύσεις

ὡς ἀσωμάτους οὔσας. δεῖ οὖν ἐξορφανίσαι τὴν ὕλην καὶ

τὸ λεπτομερὲς καὶ ἔμψυχον αὐτῆς ἐξεώσαντας, δι' αὐτῆς

λοιπὸν ἀσωματῶσαι καὶ διακρατῆσαι καὶ μορφοποιῆσαι τὰ

σώματα. δεῖ οὖν ἐξορφανίσαι τὴν ὕλην, ἵνα ἐπὶ τὸ ἔμψυ-

χον μεταβῇ τελεσιουργούμενον. ὅρος φιλοσοφίας ἐστὶ κα-

τάλυσις σώματος καὶ χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος.

τοιοῦτόν τι παρόμοιον βούλεται εἶναι τοῦ παρακειμένου

καὶ δηλωθησομένου τὸ ἴνδαλμα, κατάλυσις σώματος, δια-

φθορᾶς διαλυόμενον. καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος

γινόμενον. οὗτος ὁ τρόπος, αὕτη ἡ θεωρία τοῦ προκειμέ-

νου συντάγματος. ὦ φύσεις οὐράνιαι φύσεων δημιουργοί.

φύσις ἡ αὐτὴ ἐξ ἑαυτῆς καλῶς οἰκονομουμένη καὶ ἀνακα-

216

λυπτομένη. οὐράνιαι δὲ αἱ ἀσώματοι οὐσίαι. εἰπέ, ὦ φι-

λόσοφε, φράσον ἡμῖν τῶν αἰνιγμάτων τὰς τοιαύτας παρα-

βολάς. ἄνοιγε τὰς κλεῖς τῆς μυστικῆς σου ταύτης φωνῆς.

εἰπὲ σαφῶς καὶ φανέρωσον, τίνες εἰσὶν αἱ οὐράνιαι αὗται

φύσεις. καὶ διὰ τί καὶ πῶς οὐράνιαι κέκληνται. φανέρωσον

ἡμῖν τὴν πολύχρωμον ἶριν. δεῖξον ἡμῖν διὰ νεφέλης τὸν

πολύτιμον μαργαρίτην, εἰπὲ καὶ περὶ φύσεων οὐρανίων

ἡμῖν ὁ λόγος. οὐράνιαι φύσεις εἰσὶν αἱ ἀσώματοι οὐσίαι.

τί οὖν ἐστι τὸ ζητούμενον, εἰ μὴ ἡ ἐκ σώματος ἀσωμά-

τωσις. πῶς οὖν ἐνδέχεται ἀσωματῶσαι τὸ σῶμα· εἰ μὴ

κατάλυσιν ποιῆσαι τοῦ σώματος διὰ τῆς νεκρώσεως καὶ

χωρισμὸν ψυχῆς ἀπὸ σώματος. λέγε φανερώτατα καὶ φα-

νέρωσον τὰ κεκρυμμένα. ἡ κατάλυσις τοῦ σώματός ἐστιν

ἡ διὰ λειώσεως γινομένη. διὰ τί ταύτῃ κεχρήσει τῇ φωνῇ;

διὰ τί; ἵνα τὸ ζητούμενον ἐξέλθῃ πνεῦμα, ἵνα τὸ βαπτικὸν

εἰσκρίνῃ εἰς σῶμα, ἵνα ἡ τῆς φύσεως συγγένεια τέρπῃ τὴν

φύσιν κρατοῦσα καὶ νικῶσα καὶ ἐν αὐτῇ μένουσα. πότε ταῦτα

γίνεται; ὅτ' ἂν ἐκ τῶν κάτωθεν ἄνω τερπομένη ἀπώθηται

ὅλον τὸ γεῶδες. ὅτε πρὸ τούτου τὴν λεύκωσιν καὶ ξάνθω-

σιν, καὶ ἴωσιν καὶ μέλανσιν ἐνδείξηται. ὅτε ἐν τῇ λειώσει

τῶν σωμάτων τὴν πολύϋλον τῶν βοτανῶν ὕλην ἐξανθί-

σηται· ὅτ' ἂν τῶν μεταλλικῶν διὰ τοιαύτης τέχνης ὑπο-

στήσῃ τὰ χρώματα· ὅτε καὶ τὴν διὰ τοῦ ὕδατος ἄρσιν

ἔναυλον ποιήσῃς τὸ σύνθεμα, ὅτε ταῖς ὀπτήσεσι θεάσῃ

ἀνασπωμένην τὴν αἰθάλην καὶ οὕτως ὡς διὰ νεφέλης φε-

ρομένην. οὐ γὰρ δύναται ἡ ἀσώματος οὐσία εἰ μὴ τοῖς

ἄνω προσομιλήσει. ἀνωφερὴς γὰρ οὖσα καὶ μετάρσιος οἰ-

κειοῦται πρὸς τὸ ὅμοιον, φιλοῦσαι καὶ φιλουμένη τέρπουσα

καὶ τερπομένη, καὶ ἐκλαμπρύνουσα, ἐὰν οὖν ἀκούσῃς ἑνὸς

ὄντος τοῦ φυσικοῦ, καὶ μιᾶς φύσεως νικώσῃς τὸ πᾶν, τὸ

ἓν καὶ τὴν μίαν σύνθετον νόμιζε. καὶ ποτὲ μὲν λέγεις ἓν

τὸ πᾶν. τοῦτο δὲ τὸ ἕν. καὶ τὴν μίαν σύνθετον νόμιζε.

τέχνη μὲν αὐτὴ μία ἐν τῇ συνθέτῳ οἰκονομίᾳ, ὥσπερ τὸ

κρᾶμα ψυχῆς καὶ σώματος. τοῦτον αὐτὸν τὸν τρόπον δεί-

ξει ἕνα τὸν ἀποτελεσθέντα ἄνθρωπον, ἐκ ψυχῆς καὶ σώ-

ματος ἀποδεδεῖχθαι, καὶ εἰς ἕνα τελειούμενον, σύνθετος

δὲ ἡ φύσις, ὅτε τὸ ἀσώματον σώματι εἰσκρίνηται καὶ δια-

217

κρατήσῃ καὶ μείνῃ. ἡ γὰρ ποιότης μόνη διαβᾶσα ἐποίη-

σεν τὸ ζητούμενον. τί ἐστι διαβᾶσα; ἡ ἔνδοθεν διὰ κολα-

κείας ἐξαγομένη, καὶ μετὰ τέχνης φανερουμένη καὶ ἀνακα-

λυπτομένη καὶ θεωρουμένη. τί ἐστιν αὕτη; ἡ λευκὴ καὶ

ἡ καθαρὰ σελήνη· ἐποίησέ φησι τὸ ζητούμενον ἐπὶ ὄρος

ἓν καὶ ἀπεκατέστησε καὶ ἐτελείωσε τὸ ἔργον. τί ἐστιν ἡ

σεληνοειδὴς καὶ καθαρὰ αὕτη; εἰπέ, ἀνακάλυπτε τὸ κάλ-

λος, καὶ δεῖξον αὐτῆς τὴν εὐμορφίαν. ἡ αἰθάλη ἐστὶν ἡ

διὰ τοῦ θείου ὕδατος καλῶς ἀποσμηχομένη καὶ ἀποπλυ-

νομένη. καλῶς εἶπεν αἰθάλη ὡς θάλλουσα καὶ ἀνανεοῦσα

καὶ ὡραΐζουσα. φησὶ γάρ, οὐδὲν ὑπολέλειπται, οὐδὲν ὑστε-

ρεῖ πλὴν τῆς νεφέλης καὶ τοῦ ὕδατος ἡ ἄρσις· πάλιν

ἐφαρμόζει τὰ ὄργανα, πάλιν ἡ συνημμένη τῇ διεζευγμένῃ

συμπλέκεται, καὶ τῶν ὑδάτων τὰ…

ἀναφέρετ…

The complete text is available when the reading interface loads.