The Greek Library Catalogue

Anonymous

De Pleiadibus

Edition reference
De Pleiadibus (excerptum), ed. J.-M. Martin, Scholia in Aratum vetera, Stuttgart: Teubner, 1974: 547–551.
CTS identifier
urn:cts:greekLit:tlg9022.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

548

φασί, Προμηθεύς, Ἐπιμηθεύς, Μενοίτιος, καὶ ὁ νῦν

ἡμῖν προκείμενος Ἄτλας· ὃν καὶ μυθεύονται κίονας

φέρειν μακράς,

αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.

549

τούτου καὶ Πλειόνης τῆς Ὠκεανοῦ θυγατρὸς γεννῶνται

θυγατέρες ἑπτά, περὶ ὧν φησὶν Ἄρατος ἐν τοῖς Φαινο-

μένοις ὧδέ πως·

ἑπτὰ δ' ἐκεῖναι ἐπιρρήδην καλέονται,

ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν (258)

Ἁλκυόνη Μερόπη τε Κελαινώ τ' Ἠλέκτρη τε

καὶ Στερόπη καὶ Τηϋγέτη καὶ ποτνία Μαῖα.

ταύτας, φασί, τὰς Πλειάδας μετὰ τῆς μητρὸς αὐτῶν

τῆς Πλειόνης κατὰ Βοιωτίαν πέντε ὅλους ἐνιαυτοὺς

Ὠρίων ἐδίωκεν ὡς συγγένοιτο, αἱ δὲ τοῖς θεοῖς εὐξά-

μεναι πρὸς πελειάδας μετήμειψαν. Ζεὺς δὲ τῆς κακο-

παθείας οἰκτείρας αὐτὰς ἐν τῷ ζῳδιακῷ κατηστέρισεν.

ἄλλοι δέ τινες δώδεκα θυγατέρας φασὶ γενέσθαι τῷ

Ἄτλαντι καὶ υἱὸν Ὕαντα, ὃν ἐν Λιβύῃ θηρῶντα ὄφις

ἀνεῖλεν. καὶ αἱ μὲν πέντε τὸν ἀδελφὸν τοῦτον θρηνοῦσαι

ἀπώλοντο, Ζεὺς δὲ ἀστέρας ταύτας πεποίηκε, τὰς

λεγομένας Ὑάδας, ὧν τὰ ὀνόματα ὁ Ἀσκραῖος οὗτος

Ἡσίοδος ἐν τῇ Ἀστρικῇ αὑτοῦ βίβλῳ διδάσκει λέγων·

νύμφαι Χαρίτεσσιν ὁμοῖαι,

Φαισύλη ἠδὲ Κορωνίς, εὐστέφανός τε Κλέεια,

Φαιώ θ' ἱμερόεσσα καὶ Εὐδώρη τανύπεπλος,

ἃς Ὑάδας καλέουσιν ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων.

αἱ δὲ Πλειάδες προείπομεν ὅπως κατηστερίσθησαν.

ἀλλὰ καὶ τὰ περὶ Ἄτλαντος καὶ τὴν τούτου κατα-

στέρισιν ἀλληγορίᾳ καὶ ἱστορίᾳ δεούσῃ σαφηνιστέον

μοι. Ἄτλας ἐστὶν ἀλληγορικώτερον ὁ ἄξων ὁ ὁρίζων

550

καὶ διακρίνων τὸ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἡμισφαίριον.

Ἰαπετοῦ δὲ, ἤτοι κινήσεως οὐρανοῦ, παῖς, ὅτι κατ'

ἀρχὰς συγκεχυμένου τοῦ παντὸς κοσμικοῦ σώματος,

συνέβη τὸν ἀέρα καθ' Ἕλληνας σφοδροτέρας κινήσεως

τετυχηκέναι, καὶ οὕτω διορίσαι τὸ ἄνω καὶ κάτω ἡμι-

σφαίριον καὶ διαρθρῶσαι τὸ πᾶν. θυγατέρες δὲ Ἄτλαν-

τος αἱ Πλειάδες καὶ Ὑάδες καὶ τὰ λοιπὰ τῶν ἄστρων

καὶ τῶν ἀστέρων ὅτι μετὰ τὸ διορισθῆναι τὰ ἡμισφαίρια

καὶ διαρθρωθῆναι τὸ πᾶν οἱ ἀστέρες ἐφάνησαν καὶ

πᾶν τὸ τῶν ἄστρων σύστημα. κίονες δέ, ἃς ὁ ἄξων

οὗτος Ἄτλας κατέχει, ὁ βόρειος πόλος ἐστὶ καὶ ὁ νό-

τιος. καὶ ταῦτα μὲν περὶ τοῦ στοιχειακοῦ Ἄτλαντος,

τοῦ καὶ ἄξονος. γέγονε δὲ καί τις Λίβυς ἀνὴρ μαθη-

ματικώτατος, Ἄτλας τὴν κλῆσιν, ὃς ἐμυθεύθη τὸν

οὐρανὸν ἔχειν διὰ τὸ ἀρίστως ἀστρολογεῖν καὶ περὶ

τῶν οὐρανίων ἀκριβέστατα διδάσκειν, οὗ καὶ υἱοὶ Ἕσπε-

ρος καὶ Ὕας, καὶ θυγατέρες Πλειάδες καὶ Ὑάδες

φιλαδελφόταται· οὓς καὶ ἃς ἐν τοῖς ἄστροις σοφώτατος

ὢν κατηστέρισεν, ὡς καὶ τοῖς ἀστρολόγοις οἱ ἀστέρες

ὦσιν εὐσύνοπτοι ὀνόματα ἔχοντες, καὶ τῶν παίδων

αὐτοῦ τοῖς ἄστροις παραμένῃ τὸ ὄνομα τῷ παντὶ αἰῶνι

περιφερόμενον. τοῦτο δὲ καὶ μύριοι ἕτεροι πεποιήκεσαν,

ὡς καὶ ἐπὶ Πτολεμαίου ὁ Κόνων καταστερίσας τῆς

Βερενίκης τὸν πλόκαμον. οὕτω μὲν οὗτοι καὶ οἱ λοιποὶ

πάντες ἀστέρες καὶ τὰ ἄστρα κατηστερίσθησαν. οὐ

γὰρ ἐπειδὰν ἀποθάνωμεν, κατά τινας τῶν ἔξω σοφῶν,

ἀστέρες γινόμεθα, οὓς ὁ κωμικὸς Ἀριστοφάνης ἐμπέ-

παιχε. ἀλλὰ τὸ ψυχρὰ λέγειν καὶ κατασκευάζειν πα-

ρέντες, τήν τε ἱστορίαν τὴν περὶ τῆς διώξεως τῶν Πλειά-

δων ὑπὸ Ὠρίωνος ὕστερον πολλαῖς γενεαῖς τῶν Πλειά-

δων ὑπάρχοντος, καὶ τὴν τῆς Ἠλέκτρας πυράκτωσιν

ἐν τῇ πορθήσει τῆς Τροίας μετὰ ἑπτὰ γενεὰς γενομένῃ,

μικρὸν δέ τι φάμενοι περὶ τοῦ πόθεν καλεῖται Πλειάς,

καὶ περί τινων ἑτέρων βραχυτάτων, χωρήσομεν πρὸς

551

τὴν διδασκαλίαν τῶν ἀστρικῶν ἐπιτολῶν καὶ τῶν δύ-

σεων. ἀρχαγγελικὰς δὲ δυνάμεις ὅστις ἱμείροιτο τὰς

Πλειάδας μανθάνειν, ὡς καὶ τὰς Μούσας, προσεχέτω

τῷ Πρόκλῳ. οὐδὲν γὰρ ἡμεῖς τοιοῦτο λαβρὸν οὐδὲ

σοφὸν ἐπιστάμεθα, ἀλλὰ σαφές τε καὶ σύντομον καὶ

τῆς ἀληθείας ἐχόμενον, εἰ μή που ἢ ψευδῆ τινὰ ἱστορίαν

ἐλέγχοιμεν ἢ διορθοίημεν, ἤ τι μυθῶδες ἀλληγοροίη-

μεν, ἢ ἀτέχνως γεγραμμένον τεχνικῶς διαγράφοιμεν,

οὐ μεταρσίοις λόγων συνθήκαις, οὐ κόμπῳ ῥημάτων,

ἀλλὰ σαφεῖ καὶ περιπεζίῳ τῇ λέξει, ὡς ὁ διδασκαλικὸς

τρόπος παρακελεύεται. Πλειάδες λέγονται ἀπὸ Πλειόνης

τῆς αὐτῶν μητρός, ἢ ἀπὸ τοῦ πελειάδας αὐτὰς γεγονέναι

φευγούσας τὸν Ὠρίωνα, ἢ παρὰ τὸ εἰς πολλὰ χρησι-

μεύειν, σημαντικαὶ γὰρ θέρους καὶ σπόρου, ἢ ὅτι πλη-

σίον ἀλλήλων κεῖνται περὶ τὸ λαιὸν κέρας τοῦ Ταύρου.

λήθῃ κατασχεθεὶς καὶ περὶ Ὑάδων γράφειν, εἶπον

τὰς Πλειάδας παρὰ τὸ λαιὸν κέρας κεῖσθαι τοῦ Ταύρου·

ἰστέον οὖν ὅτι αἱ Ὑάδες κεῖνται περὶ τὸ λαιὸν μέρος

τὸ ῥηθέν, αἱ δὲ Πλειάδες περὶ τὸ οὐραῖον τοῦ αὐτοῦ

Ταύρου, ὅπερ ἡμίτομόν ἐστιν.

ἡ ἐπιτολὴ δὲ τῶν Πλειάδων γίνεται ἀπὸ Μαίου

ἐνάτης μέχρις Ἰουνίου κγʹ, ἡ δὲ τούτων δύσις ἀπὸ

Ὀκτωβρίου ηʹ μέχρι Δεκεμβρίου ἐνάτης.