Ecloga nominum et verborum Atticorum
- Edition reference
- Ecloga nominum et verborum Atticorum, ed. F. Ritschl, Thomae Magistri sive Theoduli monachi ecloga vocum Atticarum, Halle: Orphantropheus, 1832 (repr. Hildesheim: Olms, 1970): 1–411.
- CTS identifier
urn:cts:greekLit:tlg9023.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
1
{ΘΩΜΑ ΕΚΛΟΓΗ.}
alpha
1
{Α.}
<Αἰχμάλωτον> ποιῶ καὶ αἰχμάλωτος γίνομαι Ἀττικοὶ λέγουσιν·
αἰχμαλωτίζω δὲ καὶ αἰχμαλωτίζομαι καὶ πάντες οἱ ἀπὸ
τούτων χρόνοι ἀδόκιμοι παρ' αὐτοῖς.
<Ἀπαντικρὺ> τοῦ δεῖνος καὶ καταντικρύ, λογογράφοι. Λιβά-
νιος ἐν τῇ εἰς τὴν Νικομήδειαν μονῳδίᾳ· <ἀπαντικρὺ
τῆς νῦν οὔσης, μᾶλλον δὲ τῆς οὐκέτ' οὔσης>.
ἀντικρὺ δὲ ποιηταί· ὃ δὴ ἀντὶ τοῦ ἄντικρυς παρά τισι
τιθέμενον ἀμαθές.
<Ἀνθέων>, οὐκ ἀνθῶν. Φιλόστρατος ἐν εἰκόσιν· <ἡ γὰρ τῶν
ἀνθέων ἐλευθερία>.
<Ἀκρατεύεσθαι> μηδαμῶς εἴπῃς, ἀλλὰ οὐκ ἐγκρατεύεσθαι.
2
<Αὐτοχειρίᾳ> καὶ αὐτουργίᾳ πράττειν [λέγε], οὐκ αὐτουργεῖν·
αὐτουργὸς δέ.
<Ἀκρατία>, ἀδυνασία καὶ ἀνοητία παρὰ Θουκυδίδῃ μόνῳ· ἀκρα-
σία δὲ, ἀδυναμία καὶ ἄνοια καὶ παρ' ἐκείνῳ καὶ παρὰ τοῖς
λοιποῖς.
<Ἀφωνία>, οὐκ ἀφασία.
<Ἀτάρ>, λογογράφοι ἀντὶ τοῦ δέ· αὐτάρ, ποιηταί. οἱ δὲ ἀντὶ
τοῦ διὰ τοῦτο χρώμενοι τῷ ἀτάρ πάνυ εἰσὶν ἀμαθεῖς καὶ
Ἑλλήνων ἄγευστοι.
<Ἄθυρμα> κρεῖττον ἢ παίγνιον. εὕρηται δὲ παρὰ Πλάτωνι καὶ
ἀθυρμάτιον.
<Ἀκεστὴς> ἱματίου καὶ ἀκούμενος ἱμάτια, λογογραφικόν. Λου-
κιανὸς ἐν νεκυομαντείᾳ· <μισθοῦ ἀκούμενος τὰ
σαθρὰ τῶν ὑποδημάτων>. ἠπητὴς δὲ ποιητικώ-
τερον. Ὅμηρος ἐν μυοβατραχομαχίᾳ·
<ὁ δὲ ἠπητὴς ἐπέστη>.
3
τὸ δὲ ῥάπτης κοινόν. καὶ ἀκέσασθαι μέντοι καὶ ἠπήσα-
σθαι Ἀττικόν. Ἀριστοφάνης ἐν δαιταλεῦσι·
<καὶ κόσκινον ἠπήσασθαι>.
καὶ Ἀριστείδης ἐν τῇ κοινῇ ἀπολογίᾳ· <τῶν ἱματίων
τῶν ἠπημένων οὐδὲν διαφέροντες>. καὶ ἀκέστρα
ἡ βελόνη. Λουκιανὸς ἐν τῷ Χάρωνος καὶ Ἑρμοῦ δι-
αλόγῳ· <καὶ ἀκέστραν ὑπὲρ τοῦ ἱστίου>.
<Ἀργὸς> ἡμέρα καὶ ἀργὸς γυνὴ κρεῖττον ἢ ἀργή. Ἀριστοφάνης
ἐν νεφέλαις·
<οὐ μὴν ἐρῶ γ', ὡς ἀργὸς ἦν, ἀλλ' ἐσπάθα>.
Λουκιανὸς ἐν τῷ τῆς μυίας ἐγκωμίῳ· <ἀργὸς δὲ αὐτὴ
καὶ ἄνετος οὖσα τὰ ὑπὸ τῶν ἄλλων ποιού-
μενα καρποῦται>.
<Αἰδοῦς> ἄξιος κρεῖττον ἢ σεβάσμιος.
<Ἄχαρις> ὀσμή, οὐ δυσοσμία.
<Ἀπόνιπτρον> καὶ ἀπονίψασθαι, οὐ νίμμα οὐδὲ νίψασθαι, ὡς
ὁ πολὺς λέγει. ἀπονίψασθαι δέ φασιν οἱ τεχνικοὶ μετὰ
4
τὸ φαγεῖν· πρὸ μέντοι τοῦ φαγεῖν ὕδωρ κατὰ χειρὸς
δέξασθαι. Ἀριστοφάνης ἐν σφηξίν·
<ὕδωρ κατὰ χειρός· τὰς τραπέζας εἰσφέρειν>·
[δειπνοῦμεν·] <ἀπονενίμμεθ'· ἤδη σπένδομεν>.
<Ἀναπεσεῖν> βέλτιον ἐπὶ τοῦ ἀδημονῆσαι καὶ ἀθυμῆσαι ἢ ἐπὶ
τοῦ ἀνακλιθῆναι.
<Ἀρτοπόπος> κάλλιον ἢ ἀρτοποιός καὶ σιτοποιός. Λιβάνιος ἐν
τῷ κατὰ Ἰκαρίου· <ἐχθροὺς δὲ ἐχθροῖς προὔ-
τεινεν ἀρτοπόπους>. καὶ πάλιν ἐν τῷ αὐτῷ· <ἐπὶ
τὰς τῶν ὀρέων κορυφὰς τοὺς ἀρτοπόπους
ἀνήγαγεν>. καὶ ἐν τῷ αὐτῷ πάλιν· <διὰ πάντων
ᾔει ὥσπερ χειμάρρους τῶν ἀρτοπόπων>.
<Ἀλεκτρυὼν> καὶ ἐπὶ ἄρρενος καὶ ἐπὶ θήλεος, λογογράφοι· τὸ
δὲ ἀλεκτορὶς ποιητικόν, εἰ καὶ Συνέσιος χρῆται ἐν τῇ
Λύσαντες ἐκ Βενδιδείου ἐπιστολῇ· λέγει γὰρ <ἀλεκτο-
5
ρίδας, ὠὰ ἀλεκτόρεια>. τὸ δὲ ἀλέκτωρ οὐχ Ἑλλη-
νικὸν ὅλως.
<Ἄνωθέν> σοι φίλος εἰμὶ, ἀλλ' οὐκ ἀνέκαθεν ἐρεῖς. τὸ γὰρ
ἀνέκαθεν ἐπὶ τόπου λαμβάνουσιν Ἀττικοὶ, οἷον, ἀνέ-
καθεν κατέπεσεν. Πλούταρχος περί τινος χαλκῆς πέλ-
της ἐξ οὐρανοῦ κατενεχθείσης εἰς τὰς τοῦ Νομᾶ χεῖρας·
<δύναιτο δ' ἂν>, φησὶ, <τῆς ἀνέκαθεν φορᾶς
πρῶτον ἐπώνυμος γεγονέναι>. εἰ δὲ ὑπὸ Ἡρο-
δότου φήσει τις καὶ ἐπὶ χρόνου λαμβάνεσθαι, ἀληθῆ
μὲν φήσει· οὐ μὴν τὸ ὑφ' Ἡροδότου εἰρῆσθαι τὸ δόκι-
μον τῆς χρήσεως αὐτῷ παρέχεται.
<ἵνα> ἀγάγωσιν, οὐχ ἵνα ἄξωσιν. καὶ ἁπλῶς εἰπεῖν, ὁ μὲν
πρῶτος ἀόριστος καὶ οἱ ἐξ αὐτοῦ ἄχρηστοι τοῖς λογο-
γράφοις, ὁ δὲ δεύτερος ἀόριστος καὶ οἱ ἀπ' αὐτοῦ χρό-
νοι ἐν χρήσει.
<Ἀπαραίτητον>, οὐκ ἀπαράβατον.
<Ἀγωγὸς> οἱ ὕστερον ἐπὶ τῶν ὀχετῶν, οἱ δὲ παλαιοὶ ἐπὶ τοῦ
ἡγουμένου ὁδόν τινα ἐκλαμβάνουσι. Θουκυδίδης· <οὐκ
6
εὔπορον ἦν διιέναι ἄνευ ἀγωγοῦ>. καὶ Ἀρι-
στείδης ἔν τινι τῶν ἱερῶν. <ἐγὼ δὲ καὶ τοὺς ἀγω-
γοὺς αὐτοὺς ἀνεζήτουν>. εὕρηται δὲ τὸ ἀγωγὸς
καὶ ἀντὶ τοῦ ἐπαγωγὸς, καὶ ἐπὶ τῶν τριῶν γενῶν.
<Ἀσπίς>, οὐ θυρεός.
<Ἀποτετέλεκα> καὶ ἀποτετέλεσμαι, οὐκ ἀπήρτικα οὐδ' ἀπήρτι-
σμαι· ἀδόκιμα γὰρ ταῦτά τε καὶ τὰ ἐξ αὐτῶν.
<Ἀλήλειπται> καὶ κατορώρυκται, οὐκ ἤλειπται οὐδὲ κατώρυκται,
ὡς ἀλλότρια Ἀττικῶν.
<Ἀλκαιικὸν> ᾆσμα, οὐκ Ἀλκαϊκὸν, ὡς καὶ τροχαιικὸν, οὐ τρο-
χαϊκόν.
<Ἀρτύομαι>, οὐκ ἀρτύω.
<Ἁλιεύομαι>, οὐχ ἁλιεύω· εἰ καὶ Λουκιανὸς ἅπαξ ἐχρήσατο.
<Αἰκίζομαι> ὑπὸ σοῦ καὶ αἰκίζομαί σε· τὸ δὲ αἰκίζω ποιητικώ-
τερον.
<Ἀκούσματα> κάλλιον ἢ ἀκροάματα. ἀκρόασις δὲ, οὐκ ἄκουσις·
κοινὸν γάρ.
7
<Ἀποφοιτήσομαι> κάλλιον ἢ ἀποφοιτήσω, ἀπολαύσομαι ἢ ἀπο-
λαύσω, ἀγνοήσομαι ἢ ἀγνοήσω, καὶ ἄξομαι, ἢ ἄξω·
ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐχόντων μέσους μέλ-
λοντας.
<Ἀνάθημα>, οὐκ ἀνάθεμα· εἰ καὶ Φιλόστρατος <ἀνάθεμα
τῆς Σμυρναίων ἀγορᾶς> λέγει.
<Ἄπεισιν> Ἀττικοὶ, οὐκ ἀπελεύσεται, καὶ ἀπῆν, οὐκ ἀπήμην·
κοινὸν γάρ.
<Ἀφανίζεται> ἀντὶ τοῦ ἀπόλλυται καὶ φθείρεται παντελῶς. ἀφα-
νίζεται καὶ ἀντὶ τοῦ ἀφανὴς ἐπὶ καιρὸν γίνεται. Φιλό-
στρατος ἐν ταῖς εἰκόσιν· <οὐχ ὡς ἀπόλοιντο, ἀλλ'
ὡς ἀφανισθεῖεν εἰς μίαν ἡμέραν>. καὶ ἀφανίζει
τις τόδε καὶ ἐπὶ τῶν δύο τούτων σημαινομένων.
<Ἀλλᾶς>, οὐκ ἀλλάντιον.
<Ἀποσκοποῦμαι> κάλλιον ἢ ἀποσκοπῶ.
<Ἀωρὶ> νυκτὸς, οὐκ ἀωρίᾳ. Λουκιανὸς ἐν Δημοσθένους ἐγκω-
μίῳ· <ἀωρὶ τῶν νυκτῶν ἐξαναστάς>.
<Ἁλμάδες> ἐλαῖαι, οὐ κολυμβάδες.
8
Οἱ <ἅλες> καὶ τοὺς ἅλας δεῖ λέγειν, οὐ τὸ ἅλας.
<Ἁλοάσω>, οὐχ ἁλοήσω.
<Ἁλοίη> Ἀττικοὶ, οὐχ ἁλῴη.
<Ἀναβασμός>, οὐκ ἀναβαθμός. Συνέσιος ἐν τῷ Δίων ἢ περὶ
τῆς κατ' αὐτὸν διαγωγῆς· <ἔπειτα μέντοι ἀναβα-
σμῷ χρήσῃ>. Ἀριστείδης ἐν πέμπτῳ τῶν ἱερῶν· <καὶ
ἔδει ἀναβαίνειν ἀναβασμούς τινας πρὸς τὸ
ἱερόν>.
<Ἀπέκτονα> κάλλιον ἢ ἀπέκτεινα· ἀπέκτανον δὲ ἀδόκιμον πάντη.
<Ἀνοίγνυμι> κάλλιον ἢ ἀνοίγω· καὶ ἀναπεμπάζομαι, τὸ ἀναλο-
γίζομαι, ἢ ἀναπεμπάζω. Συνέσιος ἐν τῷ περὶ βασιλείας·
<ἀναπέμπασαι τὸν πατέρα>.
<Ἀνεβαλόμην>, οὐχ ὑπερεθέμην. Ἀριστείδης ἐν Θεμιστοκλεῖ·
<εἰς τὴν ὑστεραίαν, ὡς ἔοικεν, ἀνεβάλου>.
Ἀνεβαλόμην ἐπὶ μέλους κάλλιον ἢ ᾖσα. ὡς τὸ Ἀφθονίου
ἐκ τῶν προγυμνασμάτων· <οἱ μὲν τέττιγες μουσι-
9
κὴν ἀνεβάλοντο σύντονον>. ὡσαύτως καὶ ἀνεβαλό-
μην χιτῶνα, ἢ ἐνεδύθην.
<Ἀοίκητον>, τὸ μὴ οἰκούμενον· ἄοικον δὲ, τὸ μὴ οἰκοῦν. Ἀρι-
στείδης ἐν τῷ Παναθηναϊκῷ· <οὐ γάρ ἐστι γένος,
ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστιν, οὐδ'
ἄοικον ἐπὶ καιρῶν>.
<Ἀξιῶ>, τὸ ἄξιον κρίνω, οὐ καταξιῶ.
<Ἀθρόος> Ἀττικοὶ, οὐκ ἄθρους· ἄθρους δὲ, ὁ μὴ θόρυβον
ποιῶν, δόκιμον. Λουκιανὸς ἐν δευτέρῳ τῶν ἀληθινῶν·
<βοὴ σύμμικτος ἠκούετο ἄθρους καὶ> [οὐ]
<θορυβώδης>. καὶ ἀντίξοος, οὐκ ἀντίξους.
<Ἀναψυχῆναι> καὶ ἀναψυχθῆναι, οὐκ ἀναψυγῆναι, οὐδ' ἀνα-
ψῦξαι.
10
<Ἀναπετῶ> ἀντὶ τοῦ ἀναπετάσω, Ἀττικοί· τὸ δὲ ἀναπετάσω,
ἁπλῶς Ἕλληνες.
<Ἀντίγραφα> κάλλιον ἢ ἀντίγραφον. Λιβάνιος ἐν ἐπιστολῇ·
<ἐμοὶ μὲν οὖν συνεροῦντα ἥκοι τὰ τῆς ἐπι-
στολῆς ἀντίγραφα>.
<Ἄσβολος> καὶ αἴθαλος οἱ δοκιμώτατοι, οὐκ ἀσβόλη οὐδ'
αἰθάλη.
<Ἀπέδομεν> Ἀττικοὶ, οὐκ ἀπεδώκαμεν.
<Ἀπολλὺς>, οὐκ ἀπολλύων.
<Ἀσελγὴς> ἐπὶ ἀρσενικοῦ, ἐπὶ δὲ θηλυκοῦ οὐκέτι.
<Ἀμυγδάλαι> ἐπὶ τῶν καρπῶν, οὐκ ἀμύγδαλα· ἀμυγδαλαῖ δὲ
τὰ δένδρα.
<Ἄλλοθι>, ἄλλοθεν, ἄλλοσε δοκιμώτερα ἢ ἀλλαχόθι, ἀλλαχόθεν,
ἀλλαχόσε.
<Αὔξην> καὶ ἄνθην Ἀττικοὶ, οὐκ αὔξησιν οὐδὲ ἄνθησιν. Ἀρι-
στείδης ἐν τῷ Αἰγυπτίῳ· <ἀλλ' ἐν αὔξῃ καὶ φθίσει
ῥέων ὁμαλῶς>. ἐπὶ δὲ πληθυντικοῦ αὐξήσεις, ἀν-
θήσεις.
11
<Ἀπήλλαξεν> ὁ δεῖνα τῶν κακῶν, κάλλιον λέγειν ἢ ἀπηλλάγη·
καὶ ἀπαλλαξείοντες, ἢ ἀπαλλάξειν μέλλοντες. Θουκυ-
δίδης· <ἀπαλλαξείοντες δὲ καὶ τοῦ Μηδικοῦ
πολέμου>. ὡσαύτως καὶ ἐπὶ τοῦ γελασείοντες καὶ τῶν
ὁμοίων. καὶ ἀπαλλάττω τὸν δεῖνα μέμψεως, ἤτοι ἐλευ-
θερῶ. καὶ ἀπαλλάττω, τὸ ἀπάγω καὶ ἀφίστημι. Ἀρι-
στείδης ἐν τῷ πρὸς Ἀθηναίους ὑπὲρ τῆς πρὸς Λακεδαι-
μονίους εἰρήνης· <ὅτε Παυσανίαν μὲν ἀπαλ-
λαξάντων, ὑμᾶς δ' ἑλομένων συνεχώρησαν
αὐτοί>. καὶ ἐν τῷ πρὸς Θηβαίους περὶ τῆς συμμαχίας
πρώτῳ· <λακεδαιμονίους ὑποσπόνδους ἀπηλ-
λάξαμεν>.
<Ἀροῦν> Ἀττικοὶ, οὐκ ἀροτριᾶν.
<Ἄνοργος>, οὐκ ἀνόργητος.
<Ἀλεῖς>, οὐκ ἀλέσεις.
<Ἀπείρατος> κάλλιον ἢ ἄπειρος· καὶ ἐπὶ τῶν τριῶν γενῶν.
Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ, ὡς προεκτέθειται· τὸ
<[τῆσδε] τῆς πόλεως ἀπείρατόν ἐστιν>.
12
<Ἀνθρωπεία> φύσις, οὐκ ἀνθρωπίνη.
<Ἀδολέσχης>, οὐκ ἀδόλεσχος.
<Ἀμβλυωπεῖν> μὴ εἴπῃς, ἀμβλυώττειν δέ.
<Ἀθήναζε> κάλλιον ἢ εἰς Ἀθήνας· Ἀθήνηθεν, οὐκ ἐξ Ἀθη-
νῶν· Ἀθήνησιν, οὐκ ἐν Ἀθήναις.
Καὶ <ἀπειπάμην>, καὶ ἀπεῖπον.
<Ἀνυπόδετος> οὐκ ἐρεῖς, ἀνυπόδητος δέ.
<Ἀποκτιννύναι> βέλτιον ἢ ἀποκτιννύειν.
<Ἀνίστω> Ἀττικοὶ, οὐκ ἀνίστασο. Λιβάνιος ἐν μελέτῃ τῇ
ἔχων τις γυναῖκα καὶ ὢν ὑπὸ πατρί· <ἀνίστω, φη-
σὶν, ὦ κακόδαιμον>.
<Ἀχθέσομαι> κάλλιον ἢ ἀχθεσθήσομαι. ὡσαύτως καὶ ἐπὶ τοῦ
ἀχθεσόμενος.
<Ἄκναπτον>, οὐκ ἄγναφον, ὥσπερ καὶ κναφεὺς, οὐ γναφεύς.
13
Συνέσιος ἐν ἐπιστολῇ τῇ Ὥσπερ ἄλλοτε πολλάκις· <ἣν
οἱ κναφεῖς ἐπὶ τοῖς ἱματίοις τοῖς πιναροῖς>.
καὶ πάλιν ἐν τῇ αὐτῇ· <τί ἂν οἴει πάσχειν αὐτὰ
λακτιζόμενα καὶ νιτρούμενα καὶ πάντα τρό-
πον κναπτόμενα>.
<Ἀπόλλω> Ἀττικοὶ, οὐκ Ἀπόλλωνα. Ἀριστείδης ἐν τῷ Παν-
αθηναϊκῷ· <καὶ τὸν πατρῷον Ἀπόλλω τῇ πόλει>.
<Ἄχρι> καὶ μέχρι Θουκυδίδης ἀεὶ λέγει, οὐ μόνον ἐπαγομένου
συμφώνου, ἀλλὰ καὶ φωνήεντος. οἱ δ' ἄλλοι, ἐπαγομένου
μόνον φωνήεντος, καὶ μετὰ τοῦ σ̅ καὶ χωρὶς τοῦ σ̅
γράφουσιν· οἷον, ἄχρις οὗ καὶ ἄχρι οὗ.
Καὶ <ἀσταφὶς>, καὶ σταφίς.
<Ἀρύτομαι> κάλλιον ἢ ἀρύομαι. Ἀριστείδης ἐν τῷ εἰς τὸ
φρέαρ τοῦ Ἀσκληπιοῦ· <μάλα ἀκμῆτας εἶναι δεῖ
τοὺς ἀρυτομένους καὶ κενοῦντας>. Καὶ ἁρ-
μόττω, ἢ ἁρμόζω.
14
<Ἀποδρὰς>, οὐκ ἀποδράσας. ὡσαύτως ἀπέδραν, καὶ ἐπὶ πρώ-
του τῶν ἑνικῶν καὶ ἐπὶ τρίτου τῶν πληθυντικῶν, οὐκ
ἀπέδρων. Σοφοκλῆς ἐν Αἴαντι·
<ἀλλ' ὅτε γὰρ τὸ σὸν ὄμμ' ἀπέδραν>.
[εἰ καὶ ἐσφαλμένον ἀπέδρων εὕρηται. ἀπὸ γὰρ τοῦ ἀπο-
δράω, ἀποδρῶ εἰς παρατατικὸν κανονίζεται. τὸ δὲ ἀπο-
δράς, ἀπὸ τοῦ ἀπόδρημι εἰς δεύτερον ἀόριστον· ὅθεν
ἐστὶ καὶ τὸ ἀποδραίην καὶ τὸ ἀποδρᾶναι, ὡς σταίην καὶ
στῆναι.]
<Ἀνέστησα> τεῖχος, ἤγουν ἀνήγειρα καὶ ἀνῳκοδόμησα. καὶ ἀνέ-
στησα δῆμον, ἤγουν ἀνάστατον ἐποίησα. Ἀριστείδης ἐν
τῷ Παναθηναϊκῷ· <Σκιωναίους μὲν ἀνέστησαν>.
καὶ ἀνέστησα τὸν δεῖνα ἐπὶ ἔργον, καὶ ἀνέστην ἐγὼ ἐπὶ
τοῦτο. οἱ δὲ ἐπὶ τοῦ ὕπνου τὸ ἀνέστην καὶ ἀνέστησα λέ-
γοντες ἁμαρτάνουσι· δεῖ γὰρ ἐξήγειρα καὶ ἐξηγέρθην
λέγειν.
<Ἀπομάχομαι> δοκιμώτερον λέγειν, ἢ μάχομαι· καὶ ἀποκνῶ,
ἢ ὀκνῶ· καὶ ἀποδειλιῶ, ἢ δειλιῶ.
15
<Ἀφετηρία> καὶ βαλβίς, οὐχ ἵσπληξ· ποιητικὸν γὰρ τοῦτο.
<Ἀμφορεὺς> λέγε, μὴ στάμνος μηδὲ μετρητὴς, εἰ καί τινες.
<Ἀμφίετες>, οὐ κατ' ἔτος· ἔστι δὲ ἀντὶ τοῦ κατ' ἐνιαυτόν. ὡσαύ-
τως καὶ ἀμφημερινὸν, τὸ καθημερινόν.
<Ἄθλιος> κάλλιον ἢ ἀτυχής· τὸ δὲ ἀτυχὴς ἐπαίνων ἀντὶ τοῦ
ἀμέτοχος, κάλλιστον· ὡσαύτως καὶ τὸ εὐτυχὴς ἐπαίνων.
Ἔστι δὲ καὶ τὸ ἀδωρότατος χρημάτων κρεῖττον ἢ ἀδωρό-
τατος μόνον. Θουκυδίδης ἐν τῇ δευτέρᾳ· <χρημάτων
τε διαφανῶς ἀδωρότατος γενόμενος>.
<Ἀποσχεδιάζω>, αὐτοσχεδιάζω καὶ σχεδιάζω.
<Ἀκκισμὸς> τὸ λεγόμενον ἰδίωμα, ἤγουν ἡ προσποίησις, καὶ
ἀκκίζομαι τὸ προσποιοῦμαι. Λιβάνιος ἐν ἐπιστολῇ· <εἰ
καί τινα ἀκκισμὸν ἐμοὶ φέρει>. Συνέσιος ἐν
ἐπιστολῇ τῇ Ὀδυσσεὺς ἔπειθε τὸν Πολύφημον· <σὺ δὲ
ἀκκιῇ καὶ κατειρωνεύσῃ>.
16
<Ἀμηγέπη> κάλλιον ἢ ἀμωσγέπως· δηλοῖ δὲ τὸ καθ' ἕνα τινὰ
τρόπον. ἀμὼς γὰρ τὸ τὶς κατὰ γλῶσσαν· ὅθεν καὶ τὸ
οὐδαμῶς.
<Ἀγώγιμα> κάλλιον ἢ φορτία. εἰσὶ δὲ ἀγώγιμα οὐ μόνον τὰ
φορτία, ἀλλὰ καὶ τὰ ἁπλῶς κομιζόμενα. Συνέσιος ἐν τῇ
αὐτῇ ἐπιστολῇ· <πολλαῖς ἴυγξι γενομένην ἀγώ-
γιμον>. καὶ πάλιν ἐν ἐπιστολῇ· <τίνα τὰ ἀπὸ Πτο-
λεμαΐδος ἀγώγιμα>.
<Ἀποφθάρηθί> μου λέγουσιν Ἀττικοὶ, οὐκ ἀπαλλάγηθί μου.
δηλοῖ δὲ τὸ μετὰ φθορᾶς ἀπόστηθί μου.
Οὐκ ἐρεῖς ἀπηγορευμέναι ἡμέραι, ἀλλὰ <ἀποφράδες> μόνον. εὕ-
ρηται δὲ καὶ ἐπὶ ἀρσενικοῦ παρὰ Συνεσίῳ ἐν ἐπιστολῇ·
<ἀποφρὰς ἄνθρωπος>, ἤτοι ἀποτρόπαιος καὶ ἀπη-
γορευμένος.
<Ἀργυραμοιβὸς>, οὐ κολλυβιστής. δηλοῖ δὲ τὸν ἰδιωτικῶς λε-
17
γόμενον καταλλάκτην, ὃν καὶ ἀργυρογνώμονα λέγουσιν,
ἤγουν τὸν τὸ ἀργύριον συνιέντα καὶ δοκιμάζοντα. Λι-
βάνιος ἐν [τῇ] μελέτῃ τῇ περὶ τῆς λάλου γυναικός·
<τοὺς ἀργυρογνώμονας συκοφαντεῖσθαι λέ-
γουσιν>.
<Ἄνω>, ὡσαύτως καὶ κάτω, ἔξω, πόρρω, δεῦρο, ὧδε, τῇδε,
καὶ ὅσα τοιαῦτα, ποτὲ μὲν ἐπὶ στάσεως τίθεται, ποτὲ
δὲ ἐπὶ κινήσεως. ἔτι δὲ καὶ τὸ ἐνταῦθα· οἷον, ἐν-
ταῦθα διάγω, καὶ ἐνταῦθα ἀφικόμην. τὸ δὲ αὐτόθι
ἀεὶ ἐπὶ στάσεως.
<Ἀνειμένον>, τὸ ἀπολελυμένον καὶ ἐλεύθερον. καὶ ἀνειμένον,
τὸ ἀνατεθειμένον. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ·
<ἀλλὰ καὶ Δῆλος ἀνεῖται τοῖς θεοῖς>.
Μὴ εἴπῃς ἀλφιτοπώλης, ἀλλὰ <ἀλφιταμοιβός>. Ἀριστοφάνης
ἐν νεφέλαις·
<ὑπ' ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ>.
<Ἁλουργόν>, οὐ πορφυροῦν. Λιβάνιος ἐν τῷ ὑπατικῷ· ἐν
18
<θρόνοις βασιλικοῖς, ἢ τοῖς ἁλουργοῖς ἐσθή-
μασιν>.
<Ἀξιώτερον> εἴποις, οὐ πλείονος τιμῆς ἄξιον· κοινότερον γάρ·
οὐδὲ εὐωνότερον. ἔστι δὲ καὶ ἀξιώτερον τὸ δικαιότερον·
ὅπερ ἐστὶ κρεῖττον τοῦ δικαιότερον. ἰστέον δὲ, ὅτι ἐπὶ
τῆς αὐτῆς σημασίας τὰ ἁπλᾶ καὶ ἄμφω δόκιμα· οἷον,
ἄξιος ἐγκωμίων, καὶ δίκαιος ἐγκωμίων.
<Αὐτοδικεῖν> [λέγε], οὐκ αὐθεντεῖν· κοινότερον γάρ.
<Ἀφυπνίζω> καὶ διυπνίζω, οὐκ ἐξυπνίζω.
<Ἄγχει> κάλλιον ἢ πνίγει.
<Ἀναριχᾶται>, Ἀττικόν· δηλοῖ δὲ τὸ ταῖς χερσὶ καὶ τοῖς ποσὶν
ἀντεχόμενον ἀναβαίνειν· γράφεται δὲ δι' ἑνὸς ρ̅.
<Ἀνακραγεῖν> καὶ ἐγκραγεῖν κάλλιον ἢ ἀναφωνῆσαι. Συνέ-
σιος ἐν ἐπιστολῇ τῇ Δάπιδα μεγάλην τῶν Αἰγυπτίων· <καὶ
τοῦτον πόρρωθεν ἐγκραγών>.
19
<Ἀπάτη> καὶ ἐξαπάτη, καὶ ἀπατῶ καὶ ἐξαπατῶ.
<Ἀθλοθέτης> κρεῖττον, ἢ ἀγωνοθέτης.
<Ἀναθεῖναι> τὸν φόρτον, οὐκ ἐπιθεῖναι. Ἀριστείδης ἐν τε-
τάρτῳ τῶν ἱερῶν· <μὴ κρίσεως νόμῳ τὴν ἀρχὴν
ἀνατιθέντος>. καὶ ἀναθεῖναι ἀντὶ τοῦ ἀφιερῶσαι. ὁ
αὐτὸς ἐν τῷ αὐτῷ· <ἐδόκει χρῆναι ἀναθεῖναι
τρίποδα ἀργυροῦν>.
<Ἀνιμᾶν> λέγε ἐπὶ ὑγροῦ, μὴ ἀνέλκειν.
<Ἀνθοσμίας> οἶνος, οὐκ εὔοσμος.
<Ἀνεμιαῖον>, οὐχ ὑπηνέμιον.
Τὸ <ἅττα> ἀντὶ τοῦ ἅτινα ἐν ἀρχῇ κώλου μόνον εὕρηται, προϋ-
πάρχοντος τοῦ ὀνόματος ἐν τῷ πρὸ αὐτοῦ κώλῳ, ἐφ' ᾧ
ὀνόματι τοῦτο ἐπιφέρομεν. οἷον, πάντα ποιῶ, ἅττα ἂν
βούλωμαι. τὸ δὲ ἄττα ἀντὶ τοῦ τινὰ καὶ προηγεῖται τοῦ
20
ὀνόματος ἅπαξ ἐν τῷ αὐτῷ κώλῳ, καὶ ἕπεται ἀεί. ἕπεται
μὲν, ὡς τὸ ἕτερ' ἄττα καὶ πός' ἄττα· προηγεῖται δὲ, ὡς
ἔχει τὸ τοῦ Πλάτωνος ἐν τῷ Φαίδωνι· <ἦν γὰρ δὴ ἄτ-
τα τοιάδε>, ἀντὶ τοῦ τοιαῦτά τινα.
<Ἀμφιγνοῶ> κάλλιον ἢ ἀμφιβάλλω. Πλάτων ἐν Γοργίᾳ· <ἀμφι-
γνοῶ μέντοι, ὦ Πῶλε, ἐφ' ἑκάστου ὧν λέ-
γεις>.
<Ἀφηλικεστέρα>, οὐ πρεσβυτέρα. εὕρηται δὲ καὶ ἐπὶ τοῦ νεω-
τέρα, πλὴν οὐ παρὰ τοῖς δοκίμοις. καὶ ἀφῆλιξ, καὶ ἔξω
τῆς ἡλικίας, ὁ γέρων, οὐ πρεσβύτερος. Ἀριστείδης ἐν
τῷ Παναθηναϊκῷ· <παῖδας δὲ καὶ γυναῖκας καὶ
τοὺς ἔξω τῆς ἡλικίας>.
<Ἀπείρηται> κάλλιον ἢ ἀπηγόρευται.
<Ἀπρὶξ> ἐλάβετο λέγε, ἀλλὰ μὴ ἀμφοτέραις χερσὶ καὶ διόλου.
<Ἀφροντιστεῖν> καὶ ἀφροντίστως ἔχειν οἱ δόκιμοι, οὐκ ἀμρι-
21
μνεῖν, οὐδ' ἀμερίμνως ἔχειν. ἀπεριμερίμνως δὲ ἀντὶ τοῦ
ἀσκόπως παρ' Ἀριστοφάνει ἐν νεφέλαις·
<ἀπεριμερίμνως τὴν θύραν λελάκτικας>.
<Ἀτενὲς> ἦθος λέγειν κάλλιον ἢ σκληρὸν καὶ ἀκαμπές. Πλού-
ταρχος· <ἀτενοῦς ἤθους τοῦτ' ἔγωγε τίθεμαι>.
καὶ ἀτενὲς καὶ ἀτενῶς ἐπιρρήματα ἀντὶ τοῦ ἀτρέπτως
καὶ διόλου. Λουκιανὸς ἐν τῷ δὶς κατηγορούμενος· <ἐπεὶ
ἐδόκει μοι εὐμαθὴς εἶναι καὶ ἀτενὲς ὁρᾶν
εἰς ἐμέ>.
<Ἀπαναισχυντῶ> καὶ ἀπαναιδεύομαι Ἀττικοὶ, οὐ χωρὶς τῆς
προθέσεως.
<Ἀναδάσασθαι>, οὐκ ἀναμερίσασθαι. καὶ ἀναδασμός, οὐ με-
ρισμός.
<Ἀλεῖν>, οὐκ ἀλήθειν. Ἀριστοφάνης ἐν νεφέλαις·
<ὡσπερεὶ κάγχρυς γυναῖκ' ἀλοῦσαν>.
Καὶ <ἀναλέγομαι> καὶ ἐκλέγομαι. Πλάτων ἐν Γοργίᾳ· <οὐκ
εἰκῆ ἐκλεγόμενος προσφέρει>. καὶ ἐκλέγω δὲ
Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· <οἶμαι μὲν οὖν εἰ
καὶ ταῦτα μόνα ἐκλέξας ἐπεπαύμην>. ὡσαύτως
22
δὲ καὶ ἀπολέγω. Ἡρόδοτος ἐν τῇ τρίτῃ· <καὶ ἄλλας
παρθένους ἀπολέξας ἀνδρῶν τῶν πρώτων>.
καὶ ἐπιλέγομαι τὸ αὐτὸ, καὶ τὸ ἀναγινώσκω. Λουκιανὸς
ἐν τῷ φιλοψευδὴς ἢ ἀπιστῶν· <ἐπιλεγόμενος τῶν
τεθνηξομένων τὰ ὀνόματα>. ἀναλέγων δὲ Θουκυ-
δίδης μόνος φησὶν, ἀντὶ τοῦ ἀπαγορεύων.
<Ἀφίσταμαι> τῷ δεῖνι τοῦδε κάλλιον ἢ παραχωρῶ. ὅθεν ὥσπερ
λέγεις, <τοσοῦτον αὐτῷ τὸ παρὰ πάντων συγ-
κεχωρηκὸς ἐν ἅπασιν>, οὕτω λέγε, τοσοῦτον
αὐτῷ τὸ παρὰ πάντων ἀφεστηκὸς ἐν ἅπασιν.
Οὐ λέγουσιν οἱ κυρίως Ἀττικοὶ <ἄρσενα>, ἀλλ' ἄρρενα.
<Ἀνεῖλεν> ἀντὶ τοῦ ἐφόνευσε, καὶ λογογράφοι καὶ ποιηταί. ἀντὶ
δὲ τοῦ ἔλαβε, ποιηταὶ μόνοι, καὶ Θουκυδίδης ἅπαξ.
Σοφοκλῆς ἐν Αἴαντι·
<δύο δ' ἀργίποδας κριοὺς ἀνελὼν.
τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
ῥιπτεῖ θερίσας>.
Θουκυδίδης ἐν τῇ πρώτῃ· <τῶν τεθνεώτων τὰ ὀστᾶ
23
ἀνελόντες ἐξέβαλον>. Ἀνειλόμην δὲ ἀντὶ τοῦ ἀνέ-
λαβον, λογογράφοι, ὡς τὸ ἀνελόμενος τὰ χρήματα. πά-
λιν, ἀνεῖλεν ἀντὶ τοῦ ἐξέβαλεν, ὡς τὸ ἀνεῖλε πᾶσαν αἰ-
τίαν. καὶ ἐπὶ τοῦ ἐμαντεύσατο. Λιβάνιος ἐν τῷ Ἀχιλ-
λέως ἀντιρρητικῷ· <ὁ δὲ ἀνεῖλε παρὰ τῷ τρώσαν-
τι καὶ τὴν ἴασιν ζητεῖν>. Ὡσαύτως καὶ ἀναιρῶ
οὐ μόνον τὸ φονεύω, ἀλλὰ καὶ τὸ μαντεύομαι. Πλάτων
ἔν τινι τῶν πολιτειῶν· <τότε δεῖν ποιεῖν, ἐὰν καὶ
ἡ Πυθία συναναιρῇ>. καὶ ἀναιροῦμαι οὐ μόνον τὸ
φονεύομαι, ἀλλὰ καὶ τὸ ἀναλαμβάνω καὶ τὸ ἀνέλκω, ὡς
τὸ, <καὶ ἀναιρεῖται τὸν βωμὸν βαρὺ στενά-
ξας·> καὶ τὸ, <πάντας εἰς ἔπαινον ἀνῄρηται>. καὶ
ἀναιροῦμαι τὸ μαντείαν δέχομαι. Ἀριστείδης· <πῶς οὐκ
εὔλογον ἐκ προχείρου παρὰ θεῷ κριτῇ σο-
φώτατον ἀνῃρῆσθαι>, ἤτοι μεμαντεῦσθαι.
<Ἀμαθῶς> οὐ μόνον ἀντὶ τοῦ ἀνοήτως, ἀλλὰ καὶ ἀντὶ τοῦ ἀ-
νεξετάστως. Ἀριστείδης· <ἀμαθῶς εἰσάπαξ ὑπο-
χωρεῖν τοῖς πρεσβυτέροις>.
Καὶ <ἀληθεύω> καὶ ἀληθίζω. Ἡρόδοτος ἐν τῇ πρώτῃ· <ἱπ-
πεύειν καὶ τοξεύειν καὶ ἀληθίζεσθαι>.
24
Καὶ <ἀτρεμῶ> καὶ <ἀτρεμίζω>. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ·
<ἐξῆγεν ἀτρεμιζούσῃ τῇ ψυχῇ καὶ τοῖς λογι-
σμοῖς ἑστῶσιν>.
<Ἀνέχω> τὸν δεῖνα, ἤγουν ἀναφέρω. ἀνέχω δὲ καὶ τὸ ἄνω
ἵσταμαι. Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ· <τρίτη δὲ
ἀκόλουθος τούτων ἀνέχει περιφανὴς ἄνω>.
καὶ ἀνέχω τὸ ἀναφέρομαι καὶ ἀνακουφίζομαι, οὐ μόνον
ἐπὶ ὕδατος τιθέμενον, ἀλλὰ καὶ ἐπὶ ἄλλων ἁπλῶς, ὡς ὁ
αὐτός· <τοὺς δ' ἐπὶ τῶν λόγων ἀνέχοντας>.
<Ἀποκρίνασθαι> τὸ ἀπολογήσασθαι· ἀποκριθῆναι δὲ τὸ χωρι-
σθῆναι. οὐ γὰρ εὕρηται ὅλως παρὰ ῥήτορσι τοῦτο ἀντὶ
τοῦ ἀπολογήσασθαι. ἀποκρίνω δὲ τὸ ἀποσκυβαλίζω, καὶ
ἀποκρίνω τὸ χωρίζω. ὁ αὐτὸς Ἀριστείδης· <ὧν ἀποκρῖ-
ναι τοὺς ἑτέρους οὐκ ἔστιν>.
<Ἀπαρκεῖ> κάλλιον ἢ ἀρκεῖ. Σοφοκλῆς·
<ἀπαρκούντως ἐμοί>.
<Ἀνδρόγυνος> ἐρεῖς, οὐ γύννις.
25
<Ἄγεται> γυναῖκα, οὐκ ἄγει, ἤγουν λαμβάνει. καὶ ἄγεται δὲ
καὶ ἄγει ἀντὶ τοῦ φέρει. Πλάτων ἐν τῇ ἀπολογίᾳ Σω-
κράτους· <ᾤχοντο εἰς Σαλαμῖνα καὶ ἤγοντο
Λέοντα>.
<Ἀπέχω> τὴν χάριν κάλλιον ἢ λαμβάνω. Συνέσιος ἐν ἐπιστο-
λῇ· <ἀπέχω τὴν χάριν. Καρνᾶς ἱκέτης μου
γέγονεν>.
<Αὐθέκαστος> ὁ ἰδιόρρυθμος. Λουκιανὸς ἐν τῷ Φάλαρις πρῶ-
τος· <βίαιον δὲ ἢ σκαιὸν ἢ ὑβριστικὸν ἢ αὐ-
θέκαστον οὐδεὶς ἀπεκάλει με>.
<Αὐτὸς>, οὐκ αὐτότατος· πέπαικται γὰρ τοῦτο παρ' Ἀριστο-
φάνει ἐν Πλούτῳ, ὥσπερ καὶ τὸ μονώτατος.
<Ἀπαυθαδίζομαι> κάλλιον ἢ αὐθαδίζομαι καὶ αὐθαδιάζομαι.
26
<Ἀνεῖπον> τοῦτον αὐτοκράτορα κάλλιον λέγειν ἢ ἀνηχόρευσαν·
καὶ ἀνερρήθη ἢ ἀνηγορεύθη. ἔστι δὲ τὸ ἀνεῖπε καὶ ἀντὶ
τοῦ ἁπλῶς ἀνεβόησε. Θουκυδίδης ἐν τῇ δευτέρᾳ· <καὶ
ἀνεῖπεν ὁ κήρυξ>. λαμβάνεται δὲ καὶ ἐπὶ ἐξαγγελίας
χρησμῶν ἢ μυστηρίων.
<τὰ> δεινότατα τούτοις ἀνατεινάμενος κάλλιον εἰπεῖν ἢ ἀπειλή-
σας. ὡσαύτως καὶ ἀνατεινάμενος ῥόπαλον ἢ ἀνασχών·
καὶ ἀναδησάμενος ἢ ἀναρτήσας. Ἀριστείδης· <ᾧ πάν-
τας ἡ θεὸς ἀναδεῖται>. καὶ πάλιν· <πάντας τοῖς
λόγοις ἀναδησάμενος>. καὶ ἀναδῶν ἢ στεφανῶν.
Ἀριστοφάνης ἐν Πλούτῳ·
<λήροις ἀναδῶν τοὺς νικῶντας τὸν πλοῦ-
τον ἐᾷ παρ' ἑαυτῷ>.
ὅθεν καὶ ἀνάδημα ὁ στέφανος. Λιβάνιος ἐν τῷ ὑπατι-
κῷ· <τὸ τὴν κεφαλήν σου παρὰ τῶν κρειττό-
νων ἄγεσθαι πρὸς ἀνάδημα>. καὶ ἀναδούμενος ἢ
27
ἐξάπτων. Θουκυδίδης· <καί τινας ἀναδούμενοι κε-
νὰς εἷλκον>.
<Ἀποζῆν>, οὐκ ἐστενωμένως ζῆν· κοινότερον γάρ.
<Ἀγάλλω> κάλλιον ἢ λαμπρύνω. Ἀριστείδης ἐν τῷ Ἀπελλᾶ
γενεθλιακῷ· <οἷς δ' ἄν τις ἀγήλαι τήνδε τὴν ἡ-
μέραν>. καὶ ἀγάλλομαι, ἢ λαμπρύνομαι. Θουκυδίδης·
<καὶ τοῖς ἄλλοις, οἷς ὁ πόλεμος ἀγάλλεται>.
ἔστι δὲ ἀγάλλομαι καὶ ἀντὶ τοῦ χαίρω.
<Αἴσχιον>, οὐκ αἰσχρότερον. Ἀριστείδης ἐν Λευκτρικῷ τε-
τάρτῳ· <καὶ τί γένοιτ' ἂν αἴσχιον>. καὶ αἰσχυντη-
ρός, οὐκ αἰσχυντηλός. Πλάτων ἐν Γοργίᾳ· <αἰσχυν-
τηροτέρω μᾶλλον τοῦ δέοντος>.
<Ἅτερος>, οὐ θάτερος· βάρβαρον γάρ· εἰ καὶ Λυκόφρων καί
τινες ἄλλοι τοῦτο γράφουσιν. ὁ ἕτερος γάρ ἐστι, καὶ
κατὰ κρᾶσιν ἅτερος· οὐκ ἔχει οὖν χώραν ἐνταῦθα τὸ θ̅,
ὥσπερ ἐπὶ τῶν ἄλλων πτώσεων. ἐκεῖ γὰρ τὸ τοῦ ἄρθρου
τ̅ εἰς θ̅ τρέπεται, οἷον θατέρου καὶ θατέρῳ· ἐπὶ δὲ τῶν
ἄλλων αὖθις πτώσεων, ἔνθα μεσοσυλλαβοῦν ἔχει σύμφω-
νον, ν̅ λέγω ἢ σ̅, οὐ γίνεται ἡ τοιαύτη συναλοιφή, οἷον
28
τὸν ἕτερον, τοῖν ἑτέροιν, τῶν ἑτέρων, τοῖς ἑτέροις,
τοὺς ἑτέρους, ἅτεροι δὲ· ὡσαύτως καὶ ἐπὶ θηλυκοῦ ἁτέ-
ρα, οὐ θατέρα. ἀλλ' ἐπὶ δοτικῆς θατέρᾳ, καὶ ἅτεραι ἐπὶ
πληθυντικοῦ. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τοῦ οὐδετέρου,
ὃν ἔφαμεν ἐπὶ τοῦ ἀρσενικοῦ.
<Ἀσύνετος> καὶ ὁ μὴ νοῶν καὶ ὁ μὴ νοούμενος· ὡσαύτως καὶ
συνετὸς, καὶ ὁ νοῶν καὶ ὁ νοούμενος. τοῦ δευτέρου μαρ-
τυρία παρὰ Συνεσίῳ· <οἷον οὐ γὰρ ἅπασιν ἡ Πυ-
θία φθέγγεται συνετά>. καὶ παρὰ Λιβανίῳ ἐν τῷ
περὶ τῆς ἑαυτοῦ τύχης· <κεκρατῆσθαι τῇ βαφῇ καὶ
Φιλάγριον λέγων· ἡμῖν γε οὐ συνετὰ λέγων>.
<Ἄμεμπτος> καὶ ὁ μὴ μέμψιν δεχόμενος, καὶ ὁ μὴ μεμφόμενός
τινι. τῷ δευτέρῳ δὲ χρῶνται κυρίως οἱ Ἀττικοί. Ὡσαύ-
τως οὖν καὶ ἀθέατος, ὁ μὴ βλέπων κρεῖττον ἢ ὁ μὴ βλε-
πόμενός τινι. Λιβάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης·
<ἀθέατος ἔμεινα μονομαχιῶν ἐκείνων>.
<Ἀνανεοῦμαι> τῇ μνήμῃ τόδε, κάλλιον λέγειν ἢ εἰς μνήμην λαμ-
29
βάνω. ὁ αὐτὸς Λιβάνιος· <ἀνανεοῦμαι τῇ μνήμῃ
τὸν Ὀθρυάδην ἐκεῖνον>. καὶ ἀνανεοῦμαι τὴν οἰ-
κίαν, ἤγουν ἀνακαινίζω. ἀνανεῶ δὲ ἐπὶ ἐνεργητικοῦ
ἀδόκιμον.
<Ἀπὸ> τοῦ διακειμένου ὁμιλεῖν τις λέγεται, ἤγουν κατὰ φύσιν
καὶ ὡς διάκειται. Φιλόστρατος· <ἀπὸ τοῦ διακει-
μένου καὶ ἵλεω ἀκροασάμενος>. ὡσαύτως ἐπὶ τῆς
αὐτῆς σημασίας λέγε καὶ τὸ ἀπὸ τοῦ διατεθειμένου καὶ
πεφυκότος.
<Ἀκανθοπλὴξ>, οὐκ ἀκανθόπληξ.
<Ἄρτι> ἥξω οὐκ εἴποις, ἀλλ' ἄρτι ἔρχομαι καὶ ἄρτι ἀφικόμην.
<Ἀμύνομαι> μὲν, οὐκ ἄμυνα δέ.
<Ἀπολείπει> ἡ γυνὴ τὸν ἄνδρα. Ἀριστοφάνης ἐν νεφέλαις·
<ἀπολιποῦσά γ' αὐτὸν ᾤχετο>.
30
ἐκβάλλει δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. Λιβάνιος ἐν μελέ-
τῃ τῇ περὶ τῆς λάλου· <ἔκβαλε τὸ γύναιον>.
<Ἀποκρίνεται> ὁ ἐρωτώμενος, ἀπολογεῖται δὲ ὁ ἐγκαλούμενος.
<Ἀσπαίρω> Ἀττικοὶ, οἱ δὲ ἄλλοι σπαίρω.
<Ἀνέῳγεν> ἐπὶ μὲν τοῦ παρατατικοῦ ἀντὶ τοῦ ἤνοιγεν. Ἀρι-
στείδης ἐν τῶ Παναθηναϊκῷ· <ἱερά τε γὰρ πάντα
ἀνέῳγε καὶ τὰ τῶν ἱερέων γένη συνῆγε καὶ
διεπρεσβεύετο πρὸς τοὺς θεοὺς τὸν ἀρχαῖον
τρόπον>. καὶ Δημοσθένης· ἢ <γράμματ' ἔκλεπτεν
ἢ ὑπανέῳγεν>. ἀπὸ γὰρ τοῦ ἀνοίγω, ἀνέῳγον, ἀνέῳ-
γες, ἀνέῳγεν. ἐπὶ δὲ μέσου παρακειμένου τὸ ἀνέῳγεν
ἀντὶ τοῦ ἀνεῴχθη· ἀνοίγω γὰρ ἀνοίξω, ἀνέῳχα, ἀνέῳγα,
ἀνέῳγας, ἀνέῳγε. Συνέσιος ἐν ἐπιστολῇ τῇ Ἀγαθὸν
πεποιθέναι ἐπὶ κύριον· <τίνες οἰκίαι τοῖς λῃσταῖς
ἀνεῴγασι>. Λουκιανὸς ἐν τῷ Μίκυλλος ἢ ἀλεκτρυών·
<καὶ ἐνδιατρίβει ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς>.
31
καὶ ἐν τῷ Χάρωνος καὶ Ἑρμοῦ διαλόγῳ· <ὡς ἐπι-
πλάσαι τοῦ σκαφιδίου τὰ ἀνεῳγότα>· ὥστε
ἁμαρτάνει Φρύνιχος διϊσχυριζόμενος εἶναι τὸ ἀνέῳγε καὶ
ἀντὶ τοῦ ἤνοιξεν, ὅπερ ἀδύνατον. ἀντὶ γὰρ τοῦ ἀνεῴχθη
καὶ ἤνοιγεν, ὡς ἔφημεν, λαμβάνεται· ἔστι δὲ τὸ μὲν
ἤνοιγε καὶ τὸ ἀνεῴχθη κοινά, τὸ δὲ ἀνέῳγεν Ἀττικόν.
ὅτι δὲ καὶ τὸ ἀνέῳξε κάλλιστον, Ἀριστοφάνης ἐν
Πλούτῳ·
<εἶτ' ἀνέῳξάς με φθάσας>.
καὶ Λιβάνιος ἐν ἐπιστολῇ τῆ Σέβων ἐστὶ μὲν Κρής·
<ἀνέῳξε γὰρ τοῖς ξένοις τὴν οἰκίαν>. καὶ Θου-
κυδίδης ἐν τῇ δευτέρᾳ· <καὶ ἀνέῳξαν τὰς πύλας
Πλαταιέων ἄνδρες>. [σημείωσαι δὲ καὶ τοῦτο· τὸ
ἀνέῳγεν ἀντὶ τοῦ ἠνεῴχθη ἅπαξ εὑρίσκεται.]
Οὐ μόνον <ἄκρα> πόλις ἡ ἀκρόπολις, ἀλλὰ καὶ ἄκρα μόνον.
32
<Ἀξιῶ> τὸ παρακαλῶ, τὸ ἄξιον κρίνω, καὶ τὸ τιμῶ· ἀφ' οὗ
καὶ ἀξιούμενος ὁ τιμώμενος. Εὐριπίδης ἐν Ἑκάβῃ·
<τύμβον δὲ βουλοίμην ἂν τὸν ἐμὸν ἀξιού-
μενον Ὁρᾶσθαι>.
Καὶ ἀξίωμα ἡ τιμὴ καὶ ἡ παράκλησις παρὰ τῇ θείᾳ γραφῇ,
οἷον ἐν τοῖς ψαλμοῖς τὸ, <εἰσέλθοι τὸ ἀξίωμά μου
ἐνώπιόν σου>· καὶ τὸ μέγεθος. Ἀριστείδης ἐν τῷ
Παναθηναϊκῷ· <τὸ μὲν οὖν ἀξίωμα τοῦ παρόν-
τος ἀγῶνος>, ἤγουν τὸ μέγεθος τοῦ ἀγῶνος. ἀξίωσις
δὲ οὐ μόνον ἡ παράκλησις, ὡς Θουκυδίδης ἐν τῇ τρίτῃ·
<καὶ οὐκ ἄδικος αὕτη ἡ ἀξίωσις>, ἀλλὰ καὶ τὸ μέ-
γεθος, ὡς ὁ αὐτός· <καὶ τὴν ἀξίωσιν τῆς ἀρετῆς
ὡς ἐλευθερῶν τὴν Ἑλλάδα φέρεται>· καὶ ἡ τι-
μὴ, καὶ τὸ προσόν τινι ἀξίωμα, ὡς ὁ αὐτὸς· <ἔχων
ἐπ' ἀξιώσει καὶ πρὸς ὀργὴν ἀντειπεῖν>. καὶ
Ἀριστείδης· <οὐ τοὺς ἐν ἀξιώσει προὔχοντας>.
ἔστι δὲ ἀξίωσις καὶ ὅπερ ἀξιοῖ τις, ὡς Θουκυδίδης ἐν τῇ
33
δευτέρᾳ· <ἐν σφίσιν αὐτοῖς τὴν ἀξίωσιν ταύ-
την εἰλήφεσαν, μηδένα ὄχλον Πελοποννη-
σίων νεῶν ὑποχωρεῖν>. ἀξίωμα δὲ παρὰ φιλοσόφοις
ἡ λεγομένη κοινὴ ἔννοια, οἷον, ἀξιοῦσι πάντες σφαιρο-
ειδῆ τὸν οὐρανὸν εἶναι.
Καὶ <ἀφαιρῶ> καὶ ἀφαιροῦμαι. συντάσσεται δὲ καὶ ἀπὸ γενι-
κῆς εἰς αἰτιατικὴν καὶ ἀπὸ αἰτιατικῆς εἰς γενικὴν καὶ
ἀπὸ αἰτιατικῆς εἰς αἰτιατικὴν καὶ ἀπὸ δοτικῆς εἰς αἰτι-
ατικήν· οἷον ἀφαιρῶ σου τόδε, ἀφαιρῶ σε τοῦδε, ἀφαι-
ρῶ σε τόδε, καὶ ἀφαιρῶ σοι τόδε. παραδείγματα τοῦ
ὑστέρου παρὰ μὲν Ἀριστείδῃ· <ἀφεῖλε πολλοῖς νό-
σον>· παρὰ δὲ Φιλοστράτῳ· <μέγαν ἆθλον ἀφῃρη-
μένης αὐτῷ τῆς τύχης>. [Καὶ ἀφαιροῦμαι οἱ δόκι-
μοι μετὰ αἰτιατικῆς ἀμφοῖν καὶ τοῦ πράγματος καὶ τοῦ
προσώπου μόνον· τὸ δὲ ἀφαιρῶ πρὸς μὲν πρᾶγμα μό-
νον λεγόμενον μετὰ γενικῆς· καὶ νοεῖται μέρος. πρὸς δὲ
34
ὁμοῦ καὶ πρᾶγμα καὶ πρόσωπον, τὸ μὲν αἰτιατικῇ, τὸ
δὲ πρόσωπον δοτικῇ, ὡς καὶ τὸ Ἀριστείδου καὶ Φιλο-
στράτου.]
<Ἅρμα> ἐν ᾧ ἵπποι ζεύγνυνται· οἱ δὲ ἐπὶ ὅπλων λαμβάνοντες
οὐ καλῶς χρῶνται.
<Ἀπήνη> ἐπὶ ἵππων, ἅμαξα ἐπὶ βοῶν.
<Ἀπειλῶ> οὐ μόνον ἐπὶ ὀργῆς, ἀλλὰ καὶ ἀντὶ τοῦ μεγαλαυχοῦ-
μαι. Ἀριστοφάνης ἐν Πλούτῳ·
<ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλης' ὅτι>.
καὶ Λιβάνιος ἐν ἐπιστολῇ· <μιμνήσκου δὲ ὧν ἠπεί-
λεις ἐξιών>.
<Ἀκαιρία>, ἔνδεια καιροῦ ἐπιτηδείου· ἀσχολία ἡ περί τι ἀνα-
στροφή.
<Ἀληθὲς> τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ παρὰ ποιηταῖς τὸ
κατ' εἰρωνείαν ἀντὶ τοῦ ὄντως λαμβανόμενον, ὡς τὸ παρ'
Ἀριστοφάνει ἐν Πλούτῳ·
<ἄληθες; ὦ δειλότατε πάντων δαιμόνων>.
<Ἀποπέμπω> τὸ ἀποστέλλω, ἤγουν τὸ ἀπὸ τῶν ἐνταῦθα ἑτέ-
35
ρωσε πέμπω. Λιβάνιος ἐν ἐπιστολῇ· <ἀποπέμπομεν
ὑμῖν Διάνιον>. ἐκ τούτου καὶ ἀποπομπή. Λουκια-
νὸς ἐν τῷ Ἀλεξάνδρου βίῳ· <πιστεύσας τῇ ἀποπομ-
πῇ τοῦ μισθοῦ>. καὶ ἀποπέμπω τὸ ἀποδιώκω.
<Ἀνακείμενος> ὁ ἀναπεπτωκὼς καὶ ῥαθυμῶν· καὶ ἀνακείμενος
ὁ ἀνατεθειμένος, οἷον ἀνακείμενος ἀνδριάς. Θουκυδί-
δης· <τὰ δὲ νῦν ἀνακείμενα ἐν τοῖς Ἀττικοῖς
ἱεροῖς>.
<Ἀναβαίνω> ἵππον, οὐκ ἐπιβαίνω. Ἀχιλλεὺς ὁ ῥήτωρ ἐν Λευ-
κίππῃ· <τούτοις ἐσκευασμένος ἀναβαίνω τὸν
ἵππον>. ἐπιβαίνω δὲ νεώς.
<Ἀνατυποῦταί> τις, ὅταν φαντάζηται ἃ ἑώρακεν· ἀναπλάττει δὲ,
ἃ οὐδέποτε εἶδεν.
<Ἀναγκάζειν> ἐπὶ ἐμψύχου μόνον· βιάζειν δὲ καὶ ἐπὶ ἀψύχου,
οἷον, ἐβιάσατο τὸ ῥεῦμα τοῦ ποταμοῦ [τὴν ναῦν.]
<Ἀνάπαυλα> ἡ ἀνάπαυσις. Λιβάνιος ἐν ἐπιστολῇ τῇ Καὶ ὅτε
ἀσθενεῖν σοι τὴν γυναῖκα ἠκούομεν· <κἀγὼ μὲν ἀνα-
παύλης ἐδεόμην>. καὶ πάλιν ἐν τῇ εἰς τὸν νεὼν τοῦ
36
Ἀπόλλωνος μονῳδίᾳ· <οἵαν, ὦ Ζεῦ, γνώμης κα-
μνούσης ἀφῃρέθημεν ἀνάπαυλαν>. τὸ δὲ παῦλα
ἀδόκιμον. [ἀνάπαυσις καὶ κατάπαυσις γράφεται· ἀνά-
παυλα δὲ μόνον, οὐχὶ κατάπαυλα.]
<Ἄτοπον> οὐ μόνον τὸ ἄλογον, ἀλλὰ καὶ τὸ θαυμαστὸν καὶ πα-
ράδοξον. Πλάτων ἐν Φαίδωνι· <ὡς ἄτοπον, ἔφη, ὦ
ἄνδρες, ἔοικέ τι εἶναι τοῦτο>. καὶ πάλιν ἐν
Θεαιτήτῳ· <οὐδὲν γὰρ ἄτοπον, ἀλλὰ πολὺ
θαυμαστότερον ἦν>· ἐσαφηνίσθη γὰρ διὰ τῆς ἀντι-
θέσεως. καὶ Θουκυδίδης· <δοῦλοι ὄντες τῶν ἀεὶ
ἀτόπων>.
<Ἄξονες> τετράγωνοι ὄντες εἶχον ἰδιωτικοὺς νόμους ἐγγεγραμ-
μένους· κύρβεις δὲ τρίγωνοι οὖσαι εἶχον δημοσίους νό-
μους καὶ ἱεροποιΐας.
<Ἀναμιμνήσκομαι> ὑπ' ἐμαυτοῦ. Λιβάνιος ἐν ἐπιστολῇ τῇ
Κράτιστον μὲν· <ἀναμιμνησκόμενος οὖν ὅπως
ἤλγεις προπέρυσιν>. ἀναμιμνήσκω δὲ ἕτερον.
Ἀριστείδης ἐν δευτέρῳ τῶν ἱερῶν· <ἀνεμίμνησκέ με
τῆς Ὀδυσσείας>. καὶ ἀναμιμνήσκομαι ὑπ' ἄλλου.
<Ἀποκέκλεισμαι> τροφῆς λέγε, μὴ ἀποτετείχισμαι μηδὲ κεχώ-
ρισμαι.
37
<Ἀποστασίου> δίκην ἔλεγον, ὁπότε ἀπελεύθερος κρίνοιτο ὡς
ἀποστὰς τοῦ δεσπότου· ἀπροστασίου δὲ, ὁπότε μέτοικος
ἐγκαλοῖτο μὴ ἔχων προστάτην.
<Ἀποκήρυκτος> ὁ ἐπὶ ἀδικήματι ἐκβληθεὶς τῆς οἰκίας παρὰ
τοῦ πατρὸς μετὰ ψήφου δικαστικῆς. καὶ ἀποκηρύττειν
τὸ τοῦτο ἐργάζεσθαι, καὶ τὸ διὰ κηρύγματος πωλεῖν.
Λουκιανὸς ἐν τῷ βίων πράσεις· <ἀποκηρύξομεν δὲ
βίους φιλοσόφους>. καὶ ἀποκήρυκτος ὁ οὕτω πω-
λούμενος. ἀπόκληρος δὲ ὁ ἐν διαθήκαις πατρὸς μὴ τυ-
χὼν κλήρου· ἐκποίητος δὲ ὁ δοθεὶς εἰς υἱοθεσίαν ἄλλῳ,
ᾧ λέγεται ὁ τοιοῦτος εἰσποίητος.
<Ἀποφέρεσθαι> οὐ μόνον τὸ πόρρω φέρεσθαι, ἀλλὰ καὶ τὸ
κερδαίνειν. [παράδειγμα τοῦ πόρρω φέρεσθαι παρὰ Λι-
βανίῳ· <εἰ μὲν γὰρ φιλοσοφίας ἁπτόμενος
ἀπεφέρετο τοῦ σχήματος, καὶ ἦν ἐν προση-
γορίᾳ φιλοσοφίας.>] ἀποφέρειν δὲ καὶ ἀποφορὰ τὰ
παρὰ τῶν ἡττόνων τοῖς μείζοσι παρεχόμενα χρηστά.
38
Θουκυδίδης ἐν τῇ πέμπτῃ· <τάλαντον ἔταξαν τῷ
Διὶ τῷ Ὀλυμπίῳ ἀποφέρειν>. λέγεται μέντοι
ἀποφορὰ καὶ ἡ δυσώδης ὀσμή.
<Ἀπόδοσις> ἀψύχου. Ἰουλιανὸς ἐν ἐπιστολῇ· <ἀποδέδωκας
Ἀριστοφάνει τὰς ἀμοιβάς>. ἀποκατάστασις δὲ
ἐμψύχου ἀγομένου.
<Ἄρχειν> ἀνθρώπων, κρατεῖν δὲ καὶ ἀνθρώπων καὶ θηρίων.
<Ἀράχνη> τὸ ὕφασμα, ἀράχνιον τὸ νῆμα, ἀράχνης τὸ ζῶον.
Ἡσίοδος·
<ἀερσιπότητος ἀράχνης>.
<Ἄρνες> οἱ νεογνοί, ἀρνειοὶ οἱ προήκοντες τῇ ἡλικίᾳ.
<Ἀστεῖος> ὁ πιθανὸς καὶ ὁ χαρίεις.
<Ἀτέλεστον> τὸ ἀδύνατον τελεσθῆναι, ἀτελὲς δὲ τὸ μήπω τετε-
λεσμένον. τὸ μέντοι τετελεσμένον λαμβάνεται παρ' Ὁμή-
ρῳ ἐν Ἰλιάδι καὶ ἐπὶ τοῦ μήπω μὲν τελεσθέντος, φύσιν
δὲ ἔχοντος τελεσθῆναι· οἷον
39
<εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμέ-
νον ἐστίν>.
ἀνήνυτον δὲ κάλλιον ἢ ἀτέλεστον. ἔστι δὲ καὶ ἀτέλεστος
ὁ μὴ μυηθείς· καὶ ἀτελὴς ὁ ἀμέτοχος. Λουκιανὸς ἐν
Μενίππου καὶ Χείρωνος διαλόγῳ· <ἀλλ' ἀτελεῖς τού-
των πάντων ἐσμέν>.
<Αὐχὴν> τὸ ὄπισθεν τοῦ τραχήλου. Φιλόστρατος ἐν εἰκόσιν·
<αὐχὴν εὐπαγής>. δέρη δὲ τὸ ἔμπροσθεν. Λιβάνιος
ἐν τῇ εἰς τὸν νεὼν τοῦ Ἀπόλλωνος μονῳδίᾳ· <ἁπαλότη-
τα δέρης ἐν λίθῳ>.
<Ἀσφόδελος> τὸ φυτόν, ἀσφοδελὸς δὲ ὁ τόπος ὁ ἔχων ἀσφοδέ-
λους, ὡς παρὰ τῷ θεολόγῳ Γρηγορίῳ ἐν τῷ εἰς τὸν μέ-
γαν Βασίλειον ἐπιταφίῳ· <οὓς ἀσφοδελῶν λειμώ-
νων καὶ Ἠλυσίων πεδίων ἠξίωσαν Ἕλληνες>.
<Αἴτιαι>, αἱ πρόξενοι, ἐπειδὴ καὶ ἡ πληθυντικὴ εὐθεῖα τοῦ ἀρσε-
νικοῦ τὸ αἴτιοι προπαροξύτονός ἐστι· ταύτῃ γὰρ ἀεὶ ἐν
τοῖς τριγενέσιν ἀκολουθοῦσι καὶ αἱ πληθυντικαὶ εὐθεῖαι
τοῦ θηλυκοῦ καὶ τοῦ οὐδετέρου. αἰτίαι δὲ, αἱ ἀφορμαὶ
40
καὶ αἱ μέμψεις, παροξυτόνως. οὕτω καὶ ὅσιαι γυναῖκες,
ὁσίαι δὲ αἱ ταφαὶ, διὰ τὸ μὴ ἔχειν ταῦτα ἀρσενικὸν ᾧ
παρακολουθήσωσιν.
<Ἀγροῖκος> ὁ ἐν τῷ ἀγρῷ οἰκῶν παρὰ τοῖς Ἕλλησιν ἁπλῶς·
ἄγροικος δὲ ὁ ἰδιώτης καὶ ἀπαίδευτος. οἱ Ἀττικοὶ δὲ καὶ
ἐπὶ τοῦ ἐν τῷ ἀγρῷ οἰκοῦντος καὶ ἐπὶ τοῦ ἰδιώτου καὶ
ἀπαιδεύτου καὶ ἀναισθήτου προπαροξυτόνως ἄγροικος
λέγουσιν. Ἀριστοφάνης ἐν Πλούτῳ·
<λέγεις ἄγροικον ἄρα σύ γ' εἶναι τὸν
θεόν>,
ἤγουν ἀναίσθητον. καὶ πάλιν ἐν νεφέλαις·
<ἔπειτ' ἔγημα Μεγακλέους τοῦ Μεγα-
κλέους,
ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεος>,
ἤγουν ἐν τῷ ἀγρῷ οἰκῶν. ἔστι δὲ καὶ ῥῆμα ἀγροικί-
ζομαι, τὸ ἀπαιδεύτως πρός τινα διατίθεμαι. Λιβάνιος
ἐν τῷ λόγῳ τῷ πρεσβευτικὸς πρὸς τὸν Ἀχιλλέα· εἰ
<ἠγροικισάμην πρὸς ὁντινοῦν ἢ τῶν νέων ἢ
τῶν πρεσβυτέρων>.
41
<Ἀθυροστομεῖν> μὴ εἴπῃς, ἀλλὰ λοιδορεῖν.
<Αἰτοῦμαι> λέγουσιν, ὅταν ζητῇ τις ὃ μέλλει ἀποδώσειν, οἷον
ἐπὶ δανείου· αἰτῶ δὲ ἄρτον, ὃν δηλονότι οὐκ ἀποδώσω.
εὕρηται δὲ καὶ αἰτοῦμαι Ἀττικῶς ἀντὶ τοῦ ἁπλῶς αἰτῶ.
Αἰσχύλος·
<σωτὴρ γενοῦ μοι σύμμαχός τ' αἰτου-
μένῳ>.
καὶ Λιβάνιος ἐν ἐπιστολῇ τῇ Οἶσθά που Μάρκελλον· <τί
τοίνυν αἰτοῦμαι; Μάρκελλος ὀψέ ποτε γί-
νεται πατήρ>. ἔστι δὲ αἰτοῦμαι καὶ τὸ παρά τινος ζη-
τοῦμαί τι, ὡς ὁ αὐτὸς ἐν ἐπιστολῇ [καὶ τοῦτο]· <πολ-
λάκις ἔφασκες ἀδικεῖσθαι μηδὲν αἰτούμενος
παρ' ἡμῶν>.
<Ἀλάβαστον> δίχα τοῦ ρ̅ Ἀττικοὶ, μετὰ δὲ τοῦ ρ̅ ἁπλῶς Ἕλ-
ληνες.
<Ἀνάλωκα> καὶ ἀνάλωσα Ἀττικοί· τὸ δὲ μετὰ αὐξήσεως ταῦτα
42
λέγειν, οἷον ἀνήλωσα [καὶ ἀνήλωκα], κοινόν. Λιβάνιος
ἐν τῇ προρρηθείσῃ εἰς τὸν ἐν τῇ Δάφνῃ νεὼν τοῦ Ἀπόλ-
λωνος μονῳδίᾳ· <σμικρῷ σπινθῆρι πάντα ἀνά-
λωσεν>. ὡσαύτως καὶ ἐπὶ πάντων τῶν χρόνων τοῦ τοι-
ούτου ῥήματος τῶν δεχομένων αὐξήσεις.
<Ἀνέραστος> καὶ ὁ μὴ ἐρῶν καὶ ὁ μὴ ἐρώμενος. Λιβάνιος ἐν
μελέτῃ τῇ Ἔχων τις γυναῖκα καὶ ὢν ὑπὸ πατρὶ ἀπεδή-
μησεν· <ἐρωτικόν· ἐγὼ δὲ ἀπ' ἐκείνης τῆς ἡμέ-
ρας ἀνέραστος>. Λουκιανὸς ἐν Τίμωνι· <ἐρῶντες
ἀνεράστων καὶ ἀμόρφων πραγμάτων>. καὶ
αὖθις ἐν Μενίππου καὶ Χείρωνος διαλόγῳ· <τίς δέ σε
τοῦ θανάτου ἔρως ἔσχεν, ἀνεράστου τοῖς
πολλοῖς χρήματος>; ἐπέραστος δὲ ἀεὶ ὁ ἐρώμενος.
<Ἀνακαθαίρομαι> οὐ μόνον τὸ κάθαρσιν δέχομαι, ἀλλὰ καὶ τὸ
43
καθαίρω. Λιβάνιος ἐν τῷ πρὸς Κωνστάντιον καὶ Κών-
σταντα· <πάντα τὸν ἐκείνῃ τόπον ἐπῆλθεν
ἀνακαθαιρόμενος γῆν τε καὶ θάλατταν>.
Ὥσπερ <ἀστεῖος>, οὕτω καὶ ἀστειοσύνη, ὡς ὁ αὐτὸς ἐν τῷ
Ἀντιοχικῷ· <ἀστειοσύνη δὲ ἡ διὰ πάντων>.
Οὐ μόνον <Ἀχερουσία> λίμνη, ἀλλὰ καὶ Ἀχερουσιάς. Φιλό-
στρατος ἐν τοῖς ἡρωικοῖς· <τοὺς δὲ Κωκυτούς τε
καὶ Πυριφλεγέθοντας καὶ τὴν Ἀχερου-
σιάδα>.
Τὸ μὲν <αὔξει> ἐπὶ ἐνεργητικοῦ· οἷον, αὔξει ὁ ἥλιος καὶ ἡ ὑγρό-
της τὰ φυτά. Δημοσθένης ἐν τῷ ὑπὲρ τοῦ στεφάνου·
<τὰς εὐδοξίας τῆς πατρίδος θεραπεύειν, ταύ-
τας αὔξειν>. καὶ αὔξει ἀντὶ τοῦ αὔξεται. Ἀριστείδης
ἐν τῷ εἰς Ῥώμην· <ἀλλὰ καὶ εἰκότως ηὔξησεν ἡ
44
ἀρχή>. αὐξάνει δὲ ἐπὶ παθητικοῦ, οἷον αὐξάνει τὰ φυ-
τά ἤγουν αὔξησιν δέχεται. καὶ αὐξάνομαι ἐπὶ τοῦ αὐτοῦ
σημαινομένου. ὁ αὐτὸς Δημοσθένης ἐν τῷ αὐτῷ λόγῳ·
<ἐπί γε οἷς ἡ πατρὶς ηὐξάνετο>.
Τὸ ἀεὶ ἐπὶ τῶν τριῶν χρόνων· τὸ δὲ <ἐσαεὶ> ἐπὶ μέλλοντος, καὶ
ἐπὶ ἐνεστῶτος δὲ ὅταν διηνέκειαν δηλοῖ. Ἀριστείδης
ἐν τῷ εἰς Δία· <ἀλλ' ἦν τε ἄρα ἐξ ἀρχῆς καὶ
ἔσται ἐσαεί>. καὶ Θουκυδίδης ἐν [τῇ] πρώτῃ· <κεί-
σεταί σοι εὐεργεσία ἐν τῷ ἡμετέρῳ οἴκῳ
ἐσαεὶ ἀνάγραπτος>. Λουκιανὸς ἐν τοῖς ἀληθινοῖς·
<θάλλουσα ἐσαεί>.
<Ἄρτι> οὐ μόνον ἀντὶ τοῦ πρὸ ὀλίγου, ἀλλὰ καὶ ἀντὶ τοῦ ποτέ.
Λουκιανὸς ἐν τῷ Διογένους καὶ Ἀλεξάνδρου διαλόγῳ·
<ἐπαινῶν ἄρτι μὲν ἐς τὸ κάλλος, ἄρτι δὲ ἐς
τὰς πράξεις καὶ τὸν πλοῦτον>.
45
<Ἀπώμοτος> ὁ ἀπηγορευμένος, ἀνώμοτος δὲ καὶ ὁ μὴ ἐν ὅρκῳ
παραληφθεὶς καὶ ὁ μὴ ὀμόσας, ὡς ὁ αὐτὸς ἐν τῷ Ἴριδος
καὶ Ποσειδῶνος διαλόγῳ· <ἀνώμοτός ἐστιν· ἀφανὴς
γὰρ ἦν>.
<Ἀποσοβῶ> οὐ μόνον τὸ ἀποδιώκω, ἀλλὰ καὶ τὸ σεσοβημένως
καὶ θαρραλέως ἀπέρχομαι· [ὡς ὁ αὐτὸς] Λουκιανὸς ἐν τῷ
πλοῖον, ἢ εὐχαί· <εἰκὸς γὰρ ἤδη παρεληλυθέναι
ἐκεῖνον ἀποσοβοῦντα ἐς τὸ ἄστυ>. καὶ πάλιν
ἐν τῷ ὑπὲρ τῶν εἰκόνων· <καὶ ὡς ὁρᾷς ἤδη ἀποσο-
βῶ παρ' αὐτήν>. περισοβῶ δὲ τὸ περιέρχομαι. ὁ αὐ-
τὸς ἐν τῷ συμπόσιον ἢ Λαπίθαι· <συνεχῶς περιε-
σοβεῖτο ἡ κύλιξ>. ἀνασοβῶ δὲ τὸ ἀναταράσσω. σοβῶ
δὲ καὶ τὸ πεπαρρησιασμένως χωρῶ, ὡς Συνέσιος ἐν ἐπι-
στολῇ· <ὁ γὰρ ἰδὼν τὸν πορνότριβα σοβοῦντα
διὰ τῆς ἀγορᾶς>. καὶ τὸ ἀναταράσσω καὶ ἀνεγείρω.
<Ἀντίπαλον> καὶ τὸ ἐναντίον καὶ τὸ ἴσον. ἀμφοτέρων παραδεί-
γματα παρὰ Θουκυδίδῃ, τοῦ μὲν ἴσου ἐν τῇ δευτέρᾳ·
<πόλιν μεγάλην οἰκοῦντας καὶ ἐν ἤθεσιν ἀν-
τιπάλοις αὐτῇ τεθραμμένους>· τοῦ δ' ἐναντίου ἐν
46
τῇ τρίτῃ· <ἴσοι μὲν τῇ γνώμῃ ὄντες καὶ εὐνοίᾳ,
ἀντίπαλοι δὲ τῇ παρασκευῇ καὶ δυνάμει>.
<Ἀρρωστία> οὐ μόνον ἡ νόσος, ἀλλὰ καὶ ἡ ἁπλῶς ἀδυναμία,
ἐπειδὴ καὶ ὁ νοσῶν ἀδυνάτως ἔχει χρῆσθαι ἑαυτῷ. Θου-
κυδίδης ἐν τῇ τρίτῃ· <ἐν καρποῦ ξυγκομιδῇ ἦσαν
καὶ ἀρρωστίᾳ τοῦ στρατεύειν>.
Οὐ μόνον <ἀπόγνωσις>, ἀλλὰ καὶ ἀπόγνοια. ὁ αὐτὸς ἐν [τῇ
τρίτῃ]· <ὅπως ἀπόγνοια ᾖ τοῦ ἄλλο τι ἢ κρα-
τεῖν τῆς γῆς>.
<Ἄπεδος> χώρα ἡ ὀρεινὴ καὶ πετρώδης καὶ μὴ πεδίον ἔχουσα·
καὶ ἄπεδος ἡ ὁμαλὴ καὶ οἷον ὁμόπεδος. Ἡρόδοτος ἐν τῇ
πρώτῃ· <ἡ δὲ ἄλλη Μηδικὴ χώρη ἐστὶ πᾶσα
ἄπεδος>. καὶ Θουκυδίδης ἐν τῇ ἑβδόμῃ· <κατέβησαν
ἐς χωρίον ἄπεδόν τι>.
<Ἀθυμία> καὶ ἡ λύπη καὶ ὁ πρὸς τοὺς πολέμους ὄκνος. Ἡρό-
δοτος ἐν τῇ πρώτῃ· <οὔτε τινὰ δειλίην μοι παρι-
δὼν οὔτε ἀθυμίην>. ἄθυμος δὲ μόνον ὁ ὀκνηρὸς εἰς
47
μάχην. Συνέσιος ἐν ἐπιστολῇ· <καὶ ἄλλως οὐκ ἄθυ-
μος στρατιώτης>.
<Ἀμηχανῶ> τὸ ἀπορῶ καὶ οὐχ εὑρίσκω μηχανήν· καὶ ἀμηχανῶ
τὸ ἀποτυγχάνω. Ἡρόδοτος ἐν τῇ πρώτῃ· <ἔνθα ἀμη-
χανήσεις χρήματος οὐδενός>.
Καὶ <ἀπεικότως> καὶ ἀπεοικότως. Θουκυδίδης ἐν τῇ ἕκτῃ· <οὐ-
δὲ τοῦτο ἀπεοικότως>.
Οὐ μόνον <ἀγὼν>, ἀλλὰ καὶ ἀγωνισμός. ὁ αὐτὸς ἐν τῇ ἑβδόμῃ·
<πολλὴ δὲ ἡ ἀντιτέχνησις τῶν κυβερνητῶν
καὶ ἀγωνισμὸς πρὸς ἀλλήλους>.
Καὶ <ἀντιβόλησις> καὶ ἀντιβολία. ὁ αὐτὸς ἐν τῇ αὐτῇ· <πρὸς
ἀντιβολίαν καὶ ὀλοφυρμὸν τραπόμενοι>.
48
Ὥσπερ ἐκ τοῦ λογίζομαι λογισμὸς, οὕτω καὶ ἐκ τοῦ ἀναλογί-
ζομαι <ἀναλογισμός>. ὁ αὐτὸς ἐν τῇ ὀγδόῃ· <ὄντων δ' αὐ-
τῶν ἐν τοιούτῳ ἀναλογισμῷ>.
Ὥσπερ <ἐγεννησάμην> ἀντὶ τοῦ ἐγέννησα καὶ ἐθρεψάμην ἀντὶ
τοῦ ἔθρεψα λέγομεν, οὕτω καὶ ἠγανακτησάμην ἀντὶ τοῦ
ἠγανάκτησα. Λουκιανὸς ἐν τῷ ἐνυπνίῳ· <ἀγανακτη-
σαμένης δὲ τῆς μητρός>. ὡσαύτως καὶ ἐθαψά-
μην ἀντὶ τοῦ ἔθαψα. Ἡρόδοτος ἐν τῇ πρώτῃ· <καὶ εἶ-
δον δι' ἐκείνων καὶ ἐθαψάμην>.
<Ἃ μὲν>, <Ἃ δὲ> μὴ εἴπῃς, ἀλλὰ τινὰ μὲν, τινὰ δὲ, εἰ καὶ Λουκια-
νὸς λέγει, οὐκ οἶδα εἴτε παίζων εἴτε σπουδάζων· λέγει
γὰρ ἐν τῷ ῥητόρων διδάσκαλος· <ἔπειτα δὲ καὶ αὐ-
τὸς ἃ μὲν προϊόντι ἐπιδεικνὺς κατὰ τὴν
ὁδὸν, ἃ δὲ καὶ παραινῶν>. καὶ πάλιν ἐν Τίμωνι·
<διδοὺς ἅπασι τοῖς δεομένοις, ᾧ μὲν πέντε
δραχμὰς, ᾧ δὲ μνᾶν, ᾧ δὲ ἡμιτάλαντον>. ὁ δὲ
49
αὐτὸς οὗτος ἐξελέγχει τοῦτο ἐν τῷ ψευδο[σοφιστῇ ἢ] σο-
λοικιστῇ αὐτοῦ.
<Ἀφῆκεν> εἰς τὸ πέλαγος, οὐκ ἐφῆκεν. Ἀριστείδης ἐν τῷ Αἰ-
γαίῳ· <ἀλλὰ διεξελθὼν ἐπ' ἄλλην ἀκτὴν κατά-
ρας ἐκεῖθεν ἀφιέναι>.
Καὶ <ἀνακαλοῦμαι> καὶ ἀνακαλῶ. Θουκυδίδης ἐν τῇ πρώτῃ· <οἱ
δὲ Λακεδαιμόνιοι αἰσθόμενοι τό τε πρῶ-
τον δι' αὐτὰ ταῦτα ἀνεκάλεσαν αὐτόν>.
<Ἀναισθητεύομαι> μὴ εἴπῃς, ἀλλ' ἀναισθήτως ἔχω καὶ οὐκ αἰ-
σθάνομαι καὶ ἀναισθητῶ. Δημοσθένης·…
…
The complete text is available when the reading interface loads.