Θησέως καὶ Ῥωμύλου σύγκρισις
Chapter 2
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Bernadotte Perrin
- Edition reference
- Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1914
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg003.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 2
ἀμφοτέρων τοίνυν τῇ φύσει πολιτικῶν γεγονότων, οὐδέτερος διεφύλαξε τὸν βασιλικὸν τρόπον ἐξέστη δὲ καὶ μετέβαλε μεταβολὴν ὁ μὲν δημοτικήν, ὁ δὲ τυραννικήν, ταὐτὸν ἀπʼ ἐναντίων παθῶν ἁμαρτόντες. δεῖ γὰρ τὸν ἄρχοντα σῴζειν πρῶτον αὐτὴν τὴν ἀρχήν σῴζεται δʼ οὐχ ἧττον ἀπεχομένη τοῦ μὴ προσήκοντος ἢ περιεχομένη τοῦ προσήκοντος.
ὁ δʼ ἐνδιδοὺς ἢ ἐπιτείνων οὐ μένει βασιλεὺς οὐδὲ ἄρχων, ἀλλʼ ἢ δημαγωγὸς ἢ δεσπότης γιγνόμενος, ἐμποιεῖ τὸ μισεῖν ἢ καταφρονεῖν τοῖς ἀρχομένοις. οὐ μὴν ἀλλʼ ἐκεῖνο μὲν ἐπιεικείας δοκεῖ καὶ φιλανθρωπίας εἶναι, τοῦτο δὲ φιλαυτίας ἁμάρτημα καὶ χαλεπότητος.