Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις
Chapter 3
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Bernadotte Perrin
- Edition reference
- Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1916
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg017.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 3
χρήματα τοίνυν ὁ μέν Ἀλκιβιάδης καὶ λαβεῖν οὐκ εὖ πολλάκις ἐκ δωροδοκιῶν καὶ διαθέσθαι κακῶς εἰς τρυφὴν καὶ ἀκολασίαν ἱστόρηται· Μάρκιον δὲ σὺν τιμῇ διδόντες οἱ στρατηγοὶ λαβεῖν οὐκ ἔπεισαν. διὸ καὶ μάλιστα τοῖς πολλοῖς ἐπαχθὴς ἦν ἐν ταῖς περὶ χρεῶν διαφοραῖς πρὸς τὸν δῆμον, ὡς οὐκ ἐπὶ κέρδεσιν, ἀλλὰ διʼ ὕβριν καὶ περιφροσύνην τοῖς πένησιν ἐπηρεάζων.
Ἀντίπατρος μέν οὖν ἐν ἐπιστολῇ τινι γράφων περὶ τῆς Ἀριστοτέλους τοῦ φιλοσόφου τελευτῆς, πρὸς τοῖς ἄλλοις, φησὶν, ὁ ἀνὴρ καὶ τὸ πείθειν εἶχε. τὰς δὲ Μαρκίου πράξεις καὶ ἀρετὰς τοῦτο μὴ προσὸν ἐπαχθεῖς ἐποίησεν αὐτοῖς τοῖς εὖ παθοῦσι, τὸν ὄγκον αὐτοῦ καὶ τὴν ἐρημίᾳ σύνοικον, ὡς Πλάτων εἶπεν, αὐθάδειαν μὴ ὑπομείναντας τοῦ δʼ Ἀλκιβιάδου τοὐναντίον ἐπισταμένου χρῆσθαι τοῖς προστυγχάνουσιν οἰκείως, οὐδὲν θαυμαστὸν ἐν οἷς κατώρθου τὴν δόξαν ἀνθεῖν μετʼ εὐνοίας καὶ τιμῆς εὐημεροῦσαν, ὅπου καὶ τῶν ἁμαρτημάτων ἔνια πολλάκις πολλάκις bracketed by Bekker. χάριν εἶχε καὶ ὥραν.
ὅθεν οὗτος μέν οὐ μικρὰ βλάψας οὐδʼ ὀλίγα τὴν πόλιν ὅμως ἀπεδείκνυτο πολλάκις ἡγεμὼν καὶ στρατηγός, ἐκεῖνος δὲ μετιὼν ἐπὶ πολλαῖς ἀριστείαις καὶ ἀνδραγαθίαις ἀρχὴν προσήκουσαν ἐξέπεσεν. οὕτω τὸν μέν οὐδὲ πάσχοντες κακῶς ἐδύναντο μισεῖν οἱ πολῖται, τῷ δὲ περιῆν θαυμαζομένῳ μὴ φιλεῖσθαι.