The Greek Library Author

Plutarch

Σύγκρισις Λυσάνδρου καὶ Σύλλα

Chapter 5

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Bernadotte Perrin
Edition reference
Plutarch's Lives · Cambridge, MA · Harvard University Press · 1916
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg034.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 5

τὸ δὲ πάντων μέγιστον, ὡς ἐγὼ νομίζω, τῶν εἰρημένων ἐκεῖνό ἐστιν, ὅτι Λύσανδρος μὲν κατώρθου πάντα τῶν οἴκοι συναγωνιζομένων, Σύλλας δὲ φυγὰς ὢν καὶ κατεστασιασμένος ὑπὸ τῶν ἐχθρῶν, καθʼ ὃν χρόνον ἠλαύνετο μὲν αὐτοῦ γυνή, κατεσκάπτετο δὲ οἰκία, φίλοι δὲ ἀπέθνησκον, αὐτὸς ἐν Βοιωτίᾳ ταῖς ἀναριθμήτοις μυριάσι παρατασσόμενος καὶ κινδυνεύων ὑπὲρ τῆς πατρίδος,

Chapter 2

ἵστη τρόπαιον, καὶ Μιθριδάτῃ συμμαχίαν διδόντι καὶ δύναμιν ἐπὶ τοὺς ἐχθροὺς οὐδὲν οὐδαμῆ μαλακὸν ἐνέδωκεν οὐδὲ φιλάνθρωπον, ἀλλʼ οὐδὲ προσεῖπεν οὐδὲ τὴν δεξιὰν ἐνέβαλε πρότερον ἢ πυθέσθαι παρόντος ὅτι καὶ τὴν Ἀσίαν ἀφίησι καὶ τὰς ναῦς παραδίδωσι καὶ τοῖς βασιλεῦσιν ἐξίσταται καὶ Βιθυνίας καὶ Καππαδοκίας.

Chapter 3

ὧν οὐδὲν ὅλως δοκεῖ Σύλλας κάλλιον ἔργον οὐδὲ ἀπὸ μείζονος εἰργάσθαι φρονήματος, ὅτι τὸ κοινὸν τοῦ οἰκείου πρόσθεν θέμενος, καὶ καθάπερ οἱ γενναῖοι κύνες οὐκ ἀνεὶς τὸ δῆγμα καὶ τὴν λαβὴν πρότερον ἢ τὸν ἀνταγωνιστὴν ἀπειπεῖν, τότε πρὸς τὴν τῶν ἰδίων ἄμυναν ὥρμησεν.

Chapter 4

ἐπὶ πᾶσι δὲ καὶ τὸ περὶ τὰς Ἀθήνας ἔχει τινὰ ῥοπὴν εἰς ἤθους σύγκρισιν εἴγε Σύλλας μὲν ὑπὲρ τῆς Μιθριδάτου δυνάμεως καὶ ἡγεμονίας πολεμήσασαν αὐτῷ τὴν πόλιν ἑλὼν ἐλευθέραν ἀφῆκε καὶ αὐτόνομον, Λύσανδρος δὲ τοσαύτης ἡγεμονίας καὶ ἀρχῆς ἐκπεσοῦσαν οὐκ ᾤκτειρεν, ἀλλὰ καὶ τὴν δημοκρατίαν ἀφελόμενος ὠμοτάτους αὐτῇ καὶ παρανόμους ἀπέδειξε τοὺς τυράννους.

Chapter 5

ὥρα δὴ σκοπεῖν, μὴ οὐ πολὺ τἀληθοῦς διαμαρτάνωμεν ἀποφαινόμενοι πλέονα μὲν κατωρθωκέναι Σύλλαν, ἐλάττονα δὲ ἐξημαρτηκέναι Λύσανδρον, καὶ τῷ μὲν ἐγκρατείας καὶ σωφροσύνης, τῷ δὲ στρατηγίας καὶ ἀνδρείας ἀποδιδόντες τὸ πρωτεῖον.