The Greek Library Author

Plutarch

Περὶ ἀρετῆς καὶ κακιάς

§ 3

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Grēgorios N. Vernardakēs
Edition reference
Moralia · Leipzig · Teubner · 1888
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg075.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ποῦ τοίνυν τὸ ἡδὺ τῆς κακίας ἐστίν, εἰ μηδαμοῦ τὸ ἀμέριμνον καὶ τὸ ἄλυπον μηδʼ αὐτάρκεια μηδʼ ἀταραξία μηδʼ ἡσυχία; ταῖς μὲν γὰρ τῆς σαρκὸς ἡδοναῖς; ἡ τοῦ σώματος εὐκρασία καὶ ὑγίεια χώραν καὶ γένεσιν δίδωσι· τῇ δὲ ψυχῇ οὐκ ἔστιν ἐγγενέσθαι γῆθος οὐδὲ χαρὰν βέβαιον, ἂν μὴ τὸ εὔθυμον καὶ ἄφοβον καὶ θαρραλέον ὥσπερ ἕδραν ἢ γαλήνην ἄκλυστον ὑποβάληται, ἀλλὰ κἂν ὑπομειδιάσῃ τις ἐλπὶς ἢ τέρψις, αὕτη ταχὺ φροντίδος ἐκραγείσης ὥσπερ ἐν εὐδίᾳ σπιλάδος συνεχύθη καὶ συνεταράχθη.