The Greek Library Author

Plutarch

Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Frank Cole Babbitt
Edition reference
Moralia · Cambridge, MA · Harvard University Press · 1931
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg081.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Πλούταρχος Τραιανῶι αὐτοκράτορι εὖ πράττειν

Ἀρταξέρξης ὁ Περσῶν βασιλεύς, ὦ μέγιστε αὐτόκρατορ Καῖσαρ Τραϊανέ, οὐχ ἧττον οἰόμενος βασιλικὸν καὶ φιλάνθρωπον εἶναι τοῦ μεγάλα διδόναι τὸ μικρὰ λαμβάνειν εὐμενῶς καὶ προθύμως, ἐπεί, παρελαύνοντος αὐτοῦ καθʼ ὁδὸν, αὐτουργὸς ἄνθρωπος καὶ ἰδιώτης οὐδὲν ἔχων ἕτερον ἐκ τοῦ ποταμοῦ ταῖς χερσὶν ἀμφοτέραις ὕδωρ ὑπολαβὼν προσήνεγκεν, ἡδέως ἐδέξατο καὶ ἐμειδίασε, τῇ προθυμίᾳ τοῦ διδόντος οὐ τῇ χρείᾳ τοῦ διδομένου τὴν χάριν μετρήσας.

ὁ δὲ Λυκοῦργος εὐτελεστάτας ἐποίησεν ἐν Σπάρτῃ τὰς θυσίας, ἵνα ἀεὶ τοὺς θεοὺς τιμᾶν ἑτοίμως δύνωνται καὶ ῥᾳδίως ἀπὸ τῶν παρόντων. τοιαύτῃ δή τινι γνώμῃ κἀμοῦ λιτά σοι δῶρα καὶ ξένια καὶ κοινὰς ἀπαρχὰς προσφέροντος ἀπὸ φιλοσοφίας, ἅμα τῇ προθυμίᾳ καὶ τὴν χρείαν ἀπόδεξαι τῶν ἀπομνημονευμάτων, εἰ πρόσφορον ἔχει τι πρόσφορον ... τι] ὅρον ... τινὰ in nearly all mss. Apparently the first part of πρόσφορον was omitted early, and τι was changed to correspond. πρὸς κατανόησιν ἠθῶν καὶ προαιρέσεων ἡγεμονικῶν, ἐμφαινομένων τοῖς λόγοις μᾶλλον ἢ ταῖς πράξεσιν αὐτῶν. καίτοι καὶ βίους ἔχει τὸ σύνταγμα τῶν ἐπιφανεστάτων παρά τε Ῥωμαίοις καὶ παρʼ Ἕλλησιν ἡγεμόνων καὶ νομοθετῶν καὶ αὐτοκρατόρων ἀλλὰ τῶν μὲν πράξεων αἱ πολλαὶ τύχην ἀναμεμιγμένην ἔχουσιν, αἱ δὲ γιγνόμεναι παρὰ τὰ ἔργα καὶ τὰ πάθη καὶ τὰς τύχας ἀποφάσεις καὶ ἀναφωνήσεις, ὥσπερ ἐν κατόπτροις καθαρῶς παρέχουσι τὴν ἑκάστου διάνοιαν ἀποθεωρεῖν. ᾗ ᾗ omitted in most mss. which add δὲ after Σειράμνης. καὶ Σειράμνης ὁ Πέρσης πρὸς τοὺς θαυμάζοντας ὅτι τῶν λόγων αὐτοῦ νοῦν ἐχόντων αἱ πράξεις οὐ κατορθοῦνται, τῶν μὲν λόγων ἔφη κύριος αὐτὸς εἶναι, τῶν δὲ πράξεων τὴν τύχην μετὰ τοῦ βασιλέως.

ἐκεῖ μὲν οὖν ἅμα αἱ ἀποφάσεις τῶν ἀνδρῶν τὰς πράξεις παρακειμένας ἔχουσαι, σχολάζουσαν φιληκοΐαν περιμένουσιν ἐνταῦθα δὲ καὶ τοὺς λόγους αὐτοὺς καθʼ αὑτοὺς ὥσπερ δείγματα τῶν βίων καὶ σπέρματα συνειλεγμένους οὐδὲν οἴομαί σοι τὸν καιρὸν ἐνοχλήσειν, ἐν βραχέσι πολλῶν ἀναθεώρησιν ἀνδρῶν ἀξίων μνήμης γενομένων λαμβάνοντι.

ἀποφθέγματα ΚύρουThese headings are regularly omitted in the mss.

Πέρσαι τῶν γρυπῶν ἐρῶσι ἐρῶσι] ἐρῶσι καὶ καλλίστους ὑπολαμβάνουσι in many mss. διὰ τὸ Κῦρον ἀγαπηθέντα μάλιστα τῶν βασιλέων γεγονέναι γρυπὸν τὸ εἶδος.

ἔλεγε δὲ Κῦρος ἑτέροις ἀναγκάζεσθαι τἀγαθὰ πορίζειν τοὺς αὑτοῖς μὴ θέλοντας· ἄρχειν δὲ μηδενὶ προσήκειν, ὃς οὐ κρείττων ἐστὶ τῶν ἀρχομένων.

βουλομένους δὲ τοὺς Πέρσας ἀντὶ τῆς ἑαυτῶν οὔσης ὀρεινῆς καὶ τραχείας πεδιάδα καὶ μαλακὴν χώραν λαβεῖν οὐκ εἴασεν, εἰπὼν ὅτι καὶ τῶν φυτῶν τὰ σπέρματα καὶ τῶν ἀνθρώπων οἱ βίοι ταῖς χώραις συνεξομοιοῦνται.

Δαρείου

Δαρεῖος ὁ Ξέρξου πατὴρ ἑαυτὸν ἐγκωμιάζων ἔλεγεν ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινὰ γίγνεσθαι φρονιμώτερος.

τοὺς δὲ φόρους τοῖς ὑπηκόοις τάξας μετεπέμψατο τοὺς πρώτους τῶν ἐπαρχιῶν καὶ περὶ τῶν φόρων ἠρώτησε, μὴ βαρεῖς εἰσι· φησάντων δὲ μετρίως ἔχειν ἐκέλευσε τελεῖν τοὺς ἡμίσεις ἕκαστον.

ῥοιὰν δὲ μεγάλην ἀνοίξας, πυθομένου τινὸς τί ἂν ἔχειν βούλοιτο τοσοῦτον ὅσον ἐστὶ τῶν κόκκων τὸ πλῆθος, εἶπε, Ζωπύρους · ἦν δὲ ἀνὴρ ἀγαθὸς καὶ φίλος ὁ Ζώπυρος.

ἐπεὶ δὲ αὐτὸς ἑαυτὸν αἰκισάμενος ὁ Ζώπυρος καὶ τὴν ῥῖνα καὶ τὰ ὦτα περικόψας ἐξηπάτησε Βαβυλωνίους καὶ πιστευθεὶς ὑπʼ αὐτῶν παρέδωκε Δαρείῳ τὴν πόλιν, πολλάκις ὁ Δαρεῖος εἶπεν οὐκ ἂν ἐθελῆσαι λαβεῖν ἑκατὸν Βαβυλῶνας ἐπὶ τῷ μὴ Ζώπυρον ἔχειν ὁλόκληρον.

Σεμιράμιδος

Σεμίραμις δὲ ἑαυτῇ κατασκευάσασα τάφον ἐπέγραψεν , ὅστις ἂν χρημάτων δεηθῇ βασιλεύς, διελόντα τὸ μνημεῖον ὅσα βούλεται λαβεῖν. Δαρεῖος οὖν διελὼν χρήματα μὲν οὐχ εὗρε, γράμμασι δὲ ἑτέροις ἐνέτυχε τάδε φράζουσιν, εἰ μὴ κακὸς ἦσθʼ ἦσθʼ] ἦς Stobaeus, Flor. x. 53. ἀνὴρ καὶ χρημάτων ἄπληστος, οὐκ ἂν νεκρῶν θήκας ἐκίνεις.

Ξέρξου

Ξέρξῃ τῷ Δαρείου περὶ τῆς βασιλείας ἀμφισβητῶν ὁ ἀδελφὸς Ἀριαμένης κατέβαινεν ἐκ τῆς Βακτριανῆς· ἔπεμψεν οὖν αὐτῷ δῶρα, φράσαι κελεύσας τοὺς διδόντας, τούτοις σε τιμᾷ νῦν Ξέρξης ὁ ἀδελφός· ἐὰν δὲ βασιλεὺς ἀναγορευθῇ, πάντων ἔσῃ παρʼ αὐτῷ μέγιστος. ἀποδειχθέντος δὲ τοῦ Ξέρξου βασιλέως, ὁ μὲν Ἀριαμένης εὐθὺς προσεκύνησε καὶ τὸ διάδημα περιέθηκεν, ὁ δὲ Ξέρξης ἐκείνῳ τὴν δευτέραν μεθʼ ἑαυτὸν ἔδωκε τάξιν.

ὀργισθεὶς δὲ Βαβυλωνίοις ἀποστᾶσι καὶ κρατήσας προσέταξεν ὅπλα μὴ φέρειν, ἀλλὰ ψάλλειν καὶ αὐλεῖν καὶ πορνοβοσκεῖν καὶ καπηλεύειν καὶ φορεῖν κολπωτοὺς χιτῶνας.

Ἀττικὰς δὲ ἰσχάδας οὐκ ἂν ἔφη φαγεῖν ὠνίους κομισθείσας, ἀλλʼ ὅταν τὴν φέρουσαν κτήσηται χώραν.

Ἕλληνας δὲ κατασκόπους ἐν τῷ στρατοπέδῳ λαβὼν οὐδὲν ἠδίκησεν, ἀλλὰ τὴν στρατιὰν ἀδεῶς ἐπιδεῖν κελεύσας ἀφῆκεν.

Ἀρταξέρξου

Ἀρτοξέρξης ὁ Ξέρξου, ὁ μακρόχειρ προσαγορευθεὶς διὰ τὸ τὴν ἑτέραν χεῖρα μακροτέραν ἔχειν, ἔλεγεν ὅτι τὸ προσθεῖναι τοῦ ἀφελεῖν βασιλικώτερόν ἐστι.

πρῶτος δὲ πρωτοβολεῖν ἐκέλευσε τῶν συγκυνηγετούντων τοὺς δυναμένους καὶ βουλομένους.

πρῶτος δὲ τοῖς ἁμαρτάνουσι τῶν ἡγεμονικῶν τιμωρίαν ἔταξεν, ἀντὶ τοῦ τὸ σῶμα μαστιγοῦν καὶ τὴν κεφαλὴν ἀποτίλλειν, ἀποτίλλειν F.C.B.: ἀποτίλλεσθαι. Some mss. give a slightly abbreviated version, but the sense is quite clear, and is confirmed by Moral. 565 a. μαστιγοῦσθαι μὲν ἀποδυσαμένων τὰ ἱμάτια τίλλεσθαι δὲ τὴν τιάραν ἀποθεμένων.

Σατιβαρζάνην δὲ τὸν κατακοιμιστὴν αἰτούμενόν τι παρʼ αὐτοῦ τῶν μὴ δικαίων αἰσθόμενος ἐπὶ τρισμυρίοις δαρεικοῖς τοῦτο ποιοῦντα, προσέταξε τῷ ταμίᾳ τρισμυρίους δαρεικοὺς κομίσαι· καὶ διδοὺς διδοὺς] διαδοὺς in most mss. αὐτῷ, λάβε, εἶπεν, ὦ Σατιβαρζάνη· ταῦτα μὲν γὰρ δοὺς οὐκHartman would omit οὐκ. ἔσομαι πενέστερος, ἐκεῖνα δὲ πράξας ἀδικώτερος.

Κύρου τοῦ νετερου

Κῦρος ὁ νεώτερος τοὺς Λακεδαιμονίους συμμαχεῖν αὑτῷ παρακαλῶν ἔλεγε τοῦ ἀδελφοῦ καρδίαν ἔχειν βαρυτέραν καὶ πλείονα πίνειν ἄκρατον αὐτοῦ καὶ φέρειν βέλτιον ἐκεῖνον δὲ μόλις ἐν ταῖς θήραις ἐπὶ τῶν ἵππων μένειν, ἐν δὲ τοῖς δεινοῖς μηδὲ ἐπὶ τοῦ θρόνου. παρεκάλει δὲ ἀποστέλλειν ἄνδρας πρὸς αὑτόν, ἐπαγγελλόμενος τοῖς μὲν πεζοῖς ἵππους δώσειν, τοῖς δὲ ἵππους ἔχουσιν ἅρματα, τοῖς δὲ χωρία κεκτημένοις κώμας, τοὺς δὲ κώμας ἔχοντας πόλεων κυρίους ποιήσειν ἀργυρίου δὲ καὶ χρυσίου οὐκ ἀριθμὸν ἀλλὰ σταθμὸν ἔσεσθαι.

Ἀρταχέρχου τοῦ Μνήμονος

Ἀρταξέρξης ὁ τούτου μὲν ἀδελφὸς Μνήμων δὲ καλούμενος, οὐ μόνον τοῖς ἐντυγχάνουσιν ἑαυτὸν ἀνέδην παρεῖχεν, ἀλλὰ καὶ τὴν γυναῖκα τὴν γνησίαν ἐκέλευσε τῆς ἁρμαμάξης τὰς αὐλαίας περιελεῖν, ὅπως οἱ δεόμενοι κατὰ τὴν ὁδὸν ἐντυγχάνωσι.

πένητος δὲ ἀνθρώπου μῆλον ὑπερφυὲς μεγέθει προσενέγκαντος αὐτῷ δεξάμενος ἡδέως, νὴ τὸν Μίθραν, εἶπεν, οὗτός μοι δοκεῖ καὶ πόλιν ἂν ἐκ μικρᾶς μεγάλην πιστευθεὶς ἀπεργάσασθαι.

ἐν δὲ φυγῇ τινι τῆς ἀποσκευῆς αὐτοῦ διαρπαγείσης, ξηρὰ σῦκα φαγὼν καὶ κρίθινον ἄρτον, οἵας, εἶπεν, ἡδονῆς ἄπειρος ἤμην.

Παρυσάτιδος

Παρύσατις ἡ Κύρου καὶ Ἀρταξέρξου μήτηρ ἐκέλευε τὸν βασιλεῖ μέλλοντα μετὰ παρρησίας διαλέγεσθαι βυσσίνοις χρῆσθαι ῥήμασι.

Ὀρόντου

Ὀρόντης, ὁ βασιλέως Ἀρταξέρξου γαμβρός, ἀτιμίᾳ περιπεσὼν διὰ κατηγορίαν διὰ κατηγορίαν F.C.B. from Diodorus, xv. 10: δι’ ὀργὴν καὶ καταγνωσθεὶς ἔφη, καθάπερ οἱ τῶν ἀριθμητικῶν δάκτυλοι νῦν μὲν μυριάδας νῦν δὲ μονάδας τιθέναι τιθέναι] Cobet would omit. δύνανται, τὸ αὐτὸ καὶ τοὺς τῶν βασιλέων φίλους, νῦν μὲν τὸ πᾶν δύνασθαι νῦν δὲ τοὐλάχιστον.

Μέμνονος

Μέμνων, ὁ Ἀλεξάνδρῳ πολεμῶν ὑπὲρ Δαρείου τοῦ βασιλέως, μισθοφόρον τινὰ πολλὰ βλάσφημα καὶ ἀσελγῆ περὶ Ἀλεξάνδρου λέγοντα τῇ λόγχῃ πατάξας, ἐγώ σε, εἶπε, τρέφω μαχούμενον, ἀλλʼ οὐ λοιδορησόμενον Ἀλεξάνδρῳ.

Ἄιγυπτιων βασιλέων ἔθος

οἱ Αἰγυπτίων βασιλεῖς κατὰ νόμον ἑαυτῶν τοὺς δικαστὰς ἐξώρκιζον ὅτι κἂν βασιλεύς τι προστάξῃ κρῖναι τῶν μὴ δικαίων, οὐ κρινοῦσι.

Πόλτος

Πόλτυς ὁ Θρᾳκῶν βασιλεὺς ἐν τῷ Τρωϊκῷ πολέμῳ πρεσβευσαμένων πρὸς αὐτὸν ἅμα τῶν Τρώων καὶ τῶν Ἀχαιῶν ἐκέλευσε τὸν Ἀλέξανδρον ἀποδόντα τὴν Ἑλένην δύο παρʼ αὐτοῦ λαβεῖν καλὰς γυναῖκας.

Τήπος

Τήρης ὁ Σιτάλκου πατὴρ ἔλεγεν ὁπότε σχολάζοι καὶ μὴ στρατεύοιτο, τῶν ἱπποκόμων οἴεσθαι μηδὲν διαφέρειν.

Κότυς

Κότυς τῷ δωρησαμένῳ πάρδαλιν ἀντεδωρήσατο λέοντα. φύσει δὲ ὢν ὀξὺς εἰς ὀργὴν καὶ πικρὸς τῶν ἁμαρτανόντων ἐν ταῖς διακονίαις κολαστής, σκεύη ποτὲ κεραμεᾶ ξένου κομίσαντος εὔθραυστα καὶ λεπτά, πιθανῶς δὲ καὶ περιττῶς εἰργασμένα γλυφαῖς τισι καὶ τορείαις, τῷ μὲν ξένῳ ἔδωκε δῶρα, τὰ δὲ σκεύη πάντα συνέτριψεν, ὅπως, εἶπε, μὴ διʼ ὀργὴν πικρότερον κολάζω τοὺς συντρίβοντας.

Ἰδανθύρσου

Ἰδάνθυρσος Ἰδάνθυρσος as in the mss. of Herodotus: ἰδάθυρσος. ὁ Σκυθῶν βασιλεύς, ἐφʼ ὃν διέβη Δαρεῖος, ἔπειθε τοὺς Ἰώνων τυράννους τὸ τοῦ Ἴστρου ζεῦγμα λύσαντας ἀπαλλάττεσθαι· μὴ βουληθέντας δὲ διὰ τὴν πρὸς τὸν Δαρεῖον πίστιν, ἀνδράποδα χρηστὰ καὶ ἄδραστα ἐκάλει.

Ἀτέου

Ἀτέας ἔγραφε πρὸς τὸν Φίλιππον, σὺ μὲν ἄρχεις Μακεδόνων ἀνθρώποις μεμαθηκότων πολεμεῖν· ἐγὼ δὲ Σκυθῶν, οἳ καὶ λιμῷ καὶ δίψει μάχεσθαι δύνανται.

τοὺς δὲ πρέσβεις τοῦ Φιλίππου ψήχων τὸν ἵππον ἠρώτησεν, εἰ τοῦτο ποιεῖ Φίλιππος.

Ἰσμηνίαν δὲ τὸν ἄριστον αὐλητὴν λαβὼν αἰχμάλωτον ἐκέλευσεν αὐλῆσαι· θαυμαζόντων δὲ τῶν ἄλλων, αὐτὸς ὤμοσεν ἥδιον ἀκούειν τοῦ ἵππου χρεμετίζοντος.

Σκιλούρου

Σκιλοῦρος ὀγδοήκοντα ὀγδοήκοντα] ὁ ὀγδοήκοντα van Herwerden. παῖδας ἄρρενας ἀπολιπὼν, ἐπεὶ τελευτᾶν ἔμελλε, δέσμην ἀκοντίων ἑκάστῳ προτείνων ἐκέλευε καταθραῦσαι· πάντων δὲ ἀπαγορευσάντων, καθʼ ἓν αὐτὸς ἐξελὼν ἀκόντιον ἅπαντα ῥᾳδίως συνέκλασε, διδάσκων ἐκείνους, ὅτι συνεστῶτες ἰσχυροὶ διαμενοῦσιν, ἀσθενεῖς δʼ ἔσονται διαλυθέντες καὶ στασιάσαντες.

Γέλωνος

Γέλων ὁ τύραννος, ὅτε Καρχηδονίους πρὸς Ἱμέρᾳ, κατεπολέμησεν, εἰρήνην ποιούμενος πρὸς αὐτοὺς ἠνάγκασεν ἐγγράψαι ταῖς ὁμολογίαις ὅτι καὶ τὰ τέκνα παύσονται τῷ Κρόνῳ καταθύοντες.

ἐξῆγε δὲ τοὺς Συρακουσίους πολλάκις ὡς ἐπὶ στρατείαν κατὰ κατὰ F.C.B., cf. for example 337 d: καὶ. φυτείαν, ὅπως ἥ τε χώρα βελτίων γένηται γεωργουμένη καὶ μὴ χείρονες αὐτοὶ σχολάζοντες.

αἰτῶν δὲ χρήματα τοὺς πολίτας, ἐπεὶ ἐθορύβησαν, αἰτεῖν εἶπεν ὡς ἀποδώσων, καὶ ἀπέδωκε μετὰ τὸν πόλεμον.

ἐν δὲ συμποσίῳ λύρας περιφερομένης, ἁρμοζομένων τῶν ἄλλων ἐφεξῆς καὶ ᾀδόντων, αὐτὸς τὸν ἵππον εἰσαγαγεῖν κελεύσας ἐλαφρῶς καὶ ῥᾳδίως ἀνεπήδησεν ἐπʼ αὐτόν.

Ἱέρωνος

Ἱέρων ὁ μετὰ Γέλωνα τύραννος ἔλεγε μηδένα τῶν παρρησιαζομένων πρὸς αὐτὸν ἄκαιρον εἶναι.

τοὺς δὲ ἀπόρρητον λόγον ἐκφέροντας ἀδικεῖν ᾤετο καὶ τοὺς πρὸς οὓς ἐκφέρουσι· μισοῦμεν γὰρ οὐ μόνον τοὺς ἐκφέροντας ἀλλὰ καὶ τοὺς ἀκούσαντας ἃ μὴ βουλόμεθα.

λοιδορηθεὶς δὲ ὑπό τινος εἰς τὴν δυσωδίαν τοῦ στόματος, ᾐτιᾶτο τὴν αὑτοῦ γυναῖκα μηδέποτε περὶ τούτου φράσασαν ἡ δὲ εἶπεν, ᾤμην γὰρ τοιοῦτον ἅπαντας τοὺς ἄνδρας ὄζειν.

πρὸς δὲ Ξενοφάνην τὸν Κολοφώνιον εἰπόντα μόλις οἰκέτας δύο τρέφειν, ἀλλʼ Ὅμηρος, εἶπεν, ὃν σὺ διασύρεις, πλείονας ἢ μυρίους τρέφει τεθνηκώς.

Ἐπίχαρμον δὲ τὸν κωμῳδιοποιόν, κωμῳδιοποιόν (the preferred form) Bernardakis: κωμῳδοποιόν. ὅτι τῆς γυναικὸς αὐτοῦ παρούσης εἶπέ τι τῶν ἀπρεπῶν, ἐζημίωσε.

Διονυσίου τοῦ πρεσβυτέρου

Διονύσιος ὁ πρεσβύτερος, κληρουμένων κατὰ γράμμα τῶν δημηγορούντων, ὡς ἔλαχε Μ, πρὸς τὸν εἰπόντα, μωρολογεῖς, μωρολογεῖς] μωρολογήσεις Kronenberg. Διονύσιε· μοναρχήσω μὲν οὖν, εἶπε, καὶ δημηγορήσας εὐθὺς ᾑρέθη στρατηγὸς ὑπὸ τῶν Συρακουσίων.

ἐπεὶ δʼ ἐν ἀρχῇ τῆς τυραννίδος ἐπολιορκεῖτο, συστάντων ἐπʼ αὐτὸν τῶν πολιτῶν, οἱ μὲν φίλοι συνεβούλευον ἀπαλλαγῆναι τῆς ἀρχῆς, εἰ μὴ βούλεται κρατηθεὶς ἀποθανεῖν· ὁ δὲ βοῦν ἰδὼν σφαττόμενον ὑπὸ μαγείρου καὶ πίπτοντα ταχέως, εἶτα οὐκ ἀηδές ἀηδές] εὐηθές Wyttenbach: ἀειδές Parmentier. ἐστιν, εἶπεν, οὕτω βραχὺν ὄντα τὸν θάνατον φοβηθέντας ἡμᾶς ἀρχὴν ἐγκαταλιπεῖν τηλικαύτην;

τὸν δὲ υἱὸν αἰσθόμενος, ᾧ τὴν ἀρχὴν ἀπολιπεῖν ἔμελλεν, ἀνδρὸς ἐλευθέρου διαφθείραντα γύναιον, ἠρώτησε μετʼ ὀργῆς, τί τοιοῦτον αὐτῷ σύνοιδεν. εἰπόντος δὲ τοῦ νεανίσκου, σὺ γὰρ οὐκ εἶχες πατέρα τύραννον, οὐδὲ σύ, εἶπεν, υἱὸν ἕξεις, ἐὰν μὴ παύσῃ ταῦτα ποιῶν.

πάλιν δὲ πρὸς αὐτὸν εἰσελθὼν καὶ θεασάμενος ἐκπωμάτων χρυσῶν καὶ ἀργυρῶν πλῆθος ἀνεβόησεν, οὐκ ἔστιν ἐν σοὶ τύραννος, ὃς ἀφʼ ὧν λαμβάνεις ἀπʼ ἐμοῦ ποτηρίων τοσούτων φίλον οὐδένα σεαυτῷ πεποίηκας.

χρήματα δὲ εἰσπράττων τοὺς Συρακουσίους, εἶτα ὁρῶν ὀδυρομένους καὶ δεομένους καὶ λέγοντας ὡς οὐκ ἔχουσιν, ἐκέλευσεν ἕτερα πράττειν, καὶ δὶς ἢ τρὶς τοῦτο ἐποίησεν· ἐπεὶ δὲ προστάξας πλείονα γελᾶν ἤκουσεν αὐτοὺς καὶ σκώπτειν ἐν ἀγορᾷ περιιόντας, ἐκέλευσε παύσασθαι· νῦν γὰρ οὐδὲν ἔχουσιν, εἶπεν, ὅτε καταφρονοῦσιν ἡμῶν.

τῆς δὲ μητρὸς αὐτοῦ παρήλικος μὲν οὔσης δοθῆναι δὲ ἀνδρὶ βουλομένης, ἔφη τοὺς μὲν τῆς πόλεως βιάσασθαι νόμους δύνασθαι, τοὺς δὲ τῆς φύσεως μὴ δύνασθαι.

πικρῶς δὲ τοὺς ἄλλους κακούργους κολάζων, ἐφείδετο τῶν λωποδυτῶν, ὅπως παύσωνται οἱ Συρακούσιοι τοῦ δειπνεῖν καὶ μεθύσκεσθαι μετʼ ἀλλήλων.

ξένου δέ τινος ἰδίᾳ φράσειν φάσκοντος αὐτῷ καὶ διδάξειν ὅπως προειδήσει τοὺς ἐπιβουλεύοντας, ἐκέλευσεν εἰπεῖν· ἐπεὶ δὲ προσελθών, δός, εἶπε, μοι τάλαντον, ἵνα δόξῃς ἀκηκοέναι τὰ σημεῖα τῶν ἐπιβουλευόντων, ἔδωκε προσποιούμενος ἀκηκοέναι καὶ θαυμάζων θαυμάζων Stobaeus, Flor. iii. 65: θαυμάζειν. τὴν μέθοδον τοῦ ἀνθρώπου.

πρὸς δὲ τὸν πυθόμενον εἰ σχολάζοι, μηδέποτε, εἶπεν, ἐμοὶ τοῦτο συμβαίη.

δύο δὲ ἀκούσας νεανίσκους πολλὰ βλάσφημα περὶ αὐτοῦ καὶ τῆς τυραννίδος εἰρηκέναι παρὰ πότον, ἀμφοτέρους ἐκάλεσεν ἐπὶ δεῖπνον ὁρῶν δὲ τὸν μὲν παροινοῦντα καὶ ληροῦντα πολλά, τὸν δὲ σπανίως καὶ μετʼ εὐλαβείας ταῖς πόσεσι χρώμενον, ἐκεῖνον μὲν ἀπέλυσεν ὡς φύσει παροινήσαντα καὶ διὰ μέθην κακολογήσαντα, τοῦτον δὲ ἀνεῖλεν ὡς δύσνουν καὶ πολέμιον ἐκ προαιρέσεως.

αἰτιωμένων δέ τινων, ὅτι τιμᾷ καὶ προάγεται πονηρὸν ἄνθρωπον καὶ δυσχεραινόμενον ὑπὸ τῶν πολιτῶν, ἀλλὰ καὶ βούλομαι, εἶπεν, εἶναι τὸν ἐμοῦ μᾶλλον μισούμενον.

ἐπεὶ δὲ Κορινθίων πρέσβεις δῶρα διδόντος αὐτοῦ παρῃτοῦντο διὰ τὸν νόμον, ὃς οὐκ εἴα δῶρα λαμβάνειν παρὰ δυνάστου πρεσβεύοντας, δεινὸν ἔφη πρᾶγμα ποιεῖν αὐτούς, ὃ μόνον αἱ τυραννίδες ἀγαθὸν ἔχουσιν ἀναιροῦντας καὶ διδάσκοντας ὅτι καὶ τὸ εὖ παθεῖν ὑπὸ τυράννου φοβερόν ἐστιν.

ἀκούσας δέ τινα τῶν πολιτῶν χρυσίον ἔχειν οἴκοι κατορωρυγμένον ἐκέλευσεν ἐνεγκεῖν πρὸς αὐτὸν ἐπεὶ δὲ παρακλέψας ὀλίγον ὁ ἄνθρωπος καὶ μεταστὰς εἰς ἑτέραν πόλιν ἐωνήσατο χωρίον, μεταπεμψάμενος αὐτὸν ἐκέλευσε πᾶν ἀπολαβεῖν, ἠργμένον χρῆσθαι τῷ πλούτῳ καὶ μηκέτι ποιοῦντα τὸ χρήσιμον ἄχρηστον.

Διονυσίου τοῦ νεωτέρου

ὁ δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ διʼ ἐκείνων θαυμάζεσθαι βουλόμενος.

Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν ἐξελέγχειν, ἀμέλει τοῖς λόγοις, εἶπεν, ἐγὼ δέ σε τοῖς ἔργοις ἐλέγχω· τὰ γὰρ σεαυτοῦ καταλιπὼν ἐμὲ καὶ τὰ ἐμὰ θεραπεύεις.

ἐκπεσὼν δὲ τῆς ἀρχῆς, πρὸς μὲν τὸν εἰπόντα, τί σε Πλάτων καὶ φιλοσοφία ὠφέλησε; τὸ τηλικαύτην, ἔφη, τύχης μεταβολὴν ῥᾳδίως ὑπομένειν.

ἐρωτηθεὶς δὲ πῶς ὁ μὲν πατήρ αὐτοῦ πένης ὢν καὶ ἰδιώτης ἐκτήσατο τὴν Συρακουσίων ἀρχήν, αὐτὸς δὲ ἔχων καὶ τυράννου παῖς ὢν πῶς ἀπέβαλεν· ὁ μὲν πατήρ, ἔφη, μισουμένης δημοκρατίας ἐνέπεσε ἐνέπεσε] ἐπέστη some mss. τοῖς πράγμασιν, ἐγὼ δὲ φθονουμένης τυραννίδος.

ὑπὸ ἄλλου δὲ τὸ αὐτὸ τοῦτο ἐρωτηθείς, ὁ πατήρ, ἔφη, μοι τὴν τυραννίδα τὴν ἑαυτοῦ κατέλιπεν, οὐ τὴν τύχην.

Ἀγαθοκλέους

Ἀγαθοκλῆς υἱὸς ἦν κεραμέως· γενόμενος δὲ κύριος Σικελίας καὶ βασιλεὺς ἀναγορευθεὶς εἰώθει κεραμεᾶ ποτήρια τιθέναι παρὰ τὰ χρυσᾶ, καὶ τοῖς νέοις ἐπιδεικνύμενος λέγειν ὅτι τοιαῦτα ποιῶν πρότερον νῦν τοιαῦτα ποιεῖ διὰ τὴν ἐπιμέλειαν καὶ τὴν ἀνδρείαν.

πολιορκοῦντος δὲ πόλιν αὐτοῦ, τῶν ἀπὸ τοῦ τείχους τινὲς ἐλοιδοροῦντο λέγοντες ὅτι, ὦ κεραμεῦ, τὸν μισθὸν πῶς ἀποδώσεις τοῖς στρατιώταις; ὁ δὲ πρᾶος καὶ μειδιῶν εἶπεν, αἴκα ταύταν ἕλω. λαβὼν δὲ κατὰ κράτος ἐπίπρασκε τοὺς αἰχμαλώτους καὶ ἔλεγεν, ἐάν με πάλιν λοιδορῆτε, πρὸς τοὺς κυρίους ὑμῶν ἔσται μοι ὁ λόγος.

ἐγκαλούντων δὲ τοῖς ναύταις αὐτοῦ τῶν Ἰθακησίων, ὅτι τῇ νήσῳ προσβαλόντες τῶν θρεμμάτων τινὰ ἀπέσπασαν, ὁ δὲ ὑμέτερος, ἔφη, βασιλεὺς ἐλθὼν πρὸς ἡμᾶς, οὐ μόνον τὰ πρόβατα λαβὼν ἀλλὰ καὶ τὸν ποιμένα προσεκτυφλώσας ἀπῆλθε.

Δίωνος

Δίων ὁ Διονύσιον ἐκβαλὼν ἐκ τῆς τυραννίδος, ἀκούσας ἐπιβουλεύειν αὐτῷ Κάλλιππον, ᾧ μάλιστα τῶν φίλων καὶ ξένων ἐπίστευεν, οὐχ ὑπέμεινεν ἐλέγξαι βέλτιον εἶναι φήσας ἀποθανεῖν ἢ ζῆν μὴ μόνον τοὺς πολεμίους ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον.

Ἀρχελάου

Ἀρχέλαος αἰτηθεὶς παρὰ πότον ποτήριον χρυσοῦν ὑπό τινος τῶν συνήθων οὐ μὴν ἐπιεικῶν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι· θαυμάσαντος δὲ τοῦ ἀνθρώπου, σὺ μὲν γάρ εἶπεν, αἰτεῖν, οὗτος δὲ λαμβάνειν ἄξιός ἐστι καὶ μὴ αἰτῶν.

ἀδολέσχου δὲ κουρέως ἐρωτήσαντος αὐτόν, πῶς σε κείρω; σιωπῶν, ἔφη.

τοῦ δὲ Εὐριπίδου τὸν καλὸν Ἀγάθωνα περιλαμβάνοντος ἐν τῷ συμποσίῳ καὶ καταφιλοῦντος ἤδη γενειῶντα, πρὸς τοὺς φίλους εἶπε, μὴ θαυμάσητε· τῶν γὰρ καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν.

ἐπεὶ δὲ Τιμόθεος ὁ κιθαρῳδὸς ἐλπίσας πλείονα, λαβὼν δὲ ἐλάττονα, δῆλος ἦν ἐγκαλῶν αὐτῷ, καί ποτε ᾄδων τουτὶ τὸ κομμάτιον, σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς, ἀπεσήμαινεν εἰς ἐκεῖνον· ὑπέκρουσεν ὁ Ἀρχέλαος αὐτῷ σὺ δέ γε αἰτεῖς.

ὕδωρ δέ τινος αὐτοῦ κατασκεδάσαντος, ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τὸν ἄνθρωπον, ἀλλʼ οὐκ ἐμοῦ, φησίν, ἀλλʼ ἐκείνου κατεσκέδασεν ὃν ἔδοξεν ἐμὲ εἶναι.

Φιλίππου τοῦ Ἀλεξάνδρου Πατρός

Φίλιππον τὸν Ἀλεξάνδρου πατέρα Θεόφραστος ἱστόρηκεν οὐ μόνον μέγαν μέγαν added by F.C.B. μεταξὺ τῶν βασιλέων, ἀλλὰ καὶ τῇ τύχῃ καὶ τῷ τρόπῳ μείζονα γενέσθαι καὶ μετριώτερον. ἱστόρηκε τῶν μεταξὺ βασιλέων οὐ μόνον τῇ τύχῃ μείζονα, ἀλλὰ καὶ τῷ τρόπῳ γενέσθαι μετριώτερον Wyttenbach.

Ἀθηναίους μὲν οὖν μακαρίζειν ἔλεγεν, εἰ καθʼ ἕκαστον ἐνιαυτὸν αἱρεῖσθαι δέκα στρατηγοὺς εὑρίσκουσιν αὐτὸς γὰρ ἐν πολλοῖς ἔτεσιν ἕνα μόνον στρατηγὸν εὑρηκέναι, Παρμενίωνα.

πολλῶν δὲ κατορθωμάτων αὐτῷ καὶ καλῶν ἐν μιᾷ ἡμέρᾳ προσαγγελθέντων, ὦ τύχη, εἶπε, μικρόν τι μοι κακὸν ἀντὶ τῶν τοσούτων καὶ τηλικούτων ἀγαθῶν ποίησον.

ἐπεὶ δὲ νικήσαντι τοὺς Ἕλληνας αὐτῷ συνεβούλευον ἔνιοι φρουραῖς τὰς πόλεις κατέχειν, ἔφη μᾶλλον πολὺν χρόνον ἐθέλειν χρηστὸς ἢ δεσπότης ὀλίγον καλεῖσθαι.

τὸν δὲ λοίδορον ἐξελάσαι τῶν φίλων κελευόντων, οὐκ ἔφη ποιήσειν, ἵνα μὴ περιιὼν ἐν πλείοσι κακῶς λέγῃ.

Σμικύθου δὲ Νικάνορα διαβάλλοντος ὡς ἀεὶ κακῶς λέγοντα τὸν Φίλιππον καὶ τῶν ἑταίρων οἰομένων δεῖν μεταπέμπεσθαι καὶ κολάζειν, ἀλλὰ μήν, ἔφη, Νικάνωρ οὐ φαυλότατός ἐστι Μακεδόνων ἐπισκεπτέον οὖν, μή τι γίνεται παρʼ ἡμᾶς. παρ’ ἡμᾶς] παρ’ ἡμῖν E, perhaps rightly. ὡς οὖν ἔγνω τὸν Νικάνορα θλιβόμενον ἰσχυρῶς ὑπὸ πενίας ἠμελημένον δὲ ὑπʼ αὐτοῦ, προσέταξε δωρεάν τινα αὐτῷ δοθῆναι. πάλιν οὖν τοῦ Σμικύθου λέγοντος ὅτι θαυμαστὰ περὶ αὐτοῦ πρὸς ἅπαντας ἐγκώμια λέγων ὁ Νικάνωρ διατελεῖ, ὁρᾶτε οὖν, εἶπεν, ὅτι παρʼ ἡμᾶς αὐτούς παρ’ ἡμᾶς αὐτούς] πρὸς ἡμῶν αὐτῶν E, perhaps rightly. ἐστι καὶ τὸ καλῶς καὶ τὸ κακῶς ἀκούειν.

τοῖς δὲ τῶν Ἀθηναίων δημαγωγοῖς ἔφη χάριν ἔχειν, ὅτι λοιδοροῦντες αὐτὸν βελτίονα ποιοῦσι καὶ τῷ λόγῳ καὶ τῷ ἤθει· πειρῶμαι γὰρ αὐτοὺς ἅμα καὶ τοῖς λόγοις καὶ τοῖς ἔργοις ψευδομένους ἐλέγχειν.

τῶν δὲ Ἀθηναίων, ὅσοι περὶ Χαιρώνειαν ἑάλωσαν, ἀφεθέντων ὑπʼ αὐτοῦ δίχα λύτρων, τὰ σὲ ἱμάτια καὶ στρώματα προσαπαιτούντων καὶ τοῖς Μακεδόσιν ἐγκαλούντων, γελάσας ὁ Φίλιππος εἶπεν, οὐ δοκοῦσιν ὑμῖν Ἀθηναῖοι νομίζειν ἐν ἀστραγάλοις ὑφʼ ἡμῶν νενικῆσθαι;

τῆς δὲ κλειδὸς αὐτῷ καταγείσης ἐν πολέμῳ καὶ τοῦ θεραπεύοντος ἰατροῦ πάντως τι καθʼ ἡμέραν αἰτοῦντος, λάμβανε, ἔφη, ὅσα βούλει· τὴν γὰρ κλεῖν ἔχεις.

δυοῖν δὲ ἀδελφῶν Ἀμφοτεροῦ καὶ Ἑκατεροῦ, τὸν μὲν Ἑκατερὸν ἔμφρονα καὶ πρακτικὸν ὁρῶν, τὸν δὲ Ἀμφοτερὸν εὐήθη καὶ ἀβέλτερον ἔφη τὸν μὲν Ἑκατερὸν ἀμφότερον εἶναι, τὸν δὲ Ἀμφοτερὸν οὐδέτερον.

τοὺς δὲ συμβουλεύοντας αὐτῷ πικρῶς χρῆσθαι τοῖς Ἀθηναίοις ἀτόπους ἔλεγεν εἶναι κελεύοντας ἄνθρωπον ὑπὲρ δόξης πάντα ποιοῦντα καὶ πάσχοντα ἀποβαλεῖν τὸ τῆς δόξης θέατρον.

γενόμενος δὲ κριτὴς δυοῖν πονηρῶν ἐκέλευσε τὸν μὲν φεύγειν ἐκ Μακεδονίας τὸν δὲ ἕτερον διώκειν.

μέλλων δὲ καταστρατοπεδεύειν ἐν χωρίῳ καλῷ καὶ πυθόμενος ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις, οἷος, εἶπεν, ὁ βίος ἡμῶν ἐστίν, εἰ καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ὀφείλομεν ζῆν;

φρούριον δέ τι βουλόμενος λαβεῖν ὀχυρόν, ὡς ἀπήγγειλαν οἱ κατάσκοποι χαλεπὸν εἶναι παντάπασι καὶ ἀνάλωτον, ἠρώτησεν εἰ χαλεπὸν οὕτως ἐστίν, ὥστε μηδὲ ὄνον προσελθεῖν χρυσίον κομίζοντα.

τῶν δὲ περὶ Λασθένην τὸν Ὀλύνθιον ἐγκαλούντων καὶ ἀγανακτούντων, ὅτι προδότας αὐτοὺς ἔνιοι τῶν περὶ τὸν Φίλιππον ἀποκαλοῦσι, σκαιοὺς ἔφη φύσει καὶ ἀγροίκους εἶναι Μακεδόνας καὶ τὴν σκάφην σκάφην λέγοντας.

τῷ δὲ υἱῷ παρῄνει πρὸς χάριν ὁμιλεῖν τοῖς Μακεδόσι, κτώμενον ἑαυτῷ τὴν παρὰ τῶν πολλῶν δύναμιν, δύναμιν] εὐμένειαν or εὔνοιαν Wyttenbach. ἕως ἔξεστι βασιλεύοντος ἄλλου φιλάνθρωπον εἶναι.

συνεβούλευε δὲ τῶν ἐν ταῖς πόλεσι δυνατῶν καὶ τοὺς ἀγαθοὺς φίλους κτᾶσθαι καὶ τοὺς πονηρούς, εἶτα οἷς μὲν χρῆσθαι οἷς δʼ ἀποχρῆσθαι.

πρὸς δὲ Φίλωνα τὸν Θηβαῖον εὐεργέτην αὐτοῦ γενόμενον καὶ ξένον, ὁπηνίκα διῆγεν ἐν Θήβαις ὁμηρεύων, ὕστερον δὲ μηδεμίαν παρʼ αὐτοῦ δωρεὰν προσδεχόμενον, μή με, εἶπεν, ἀφαιροῦ τὸ ἀνίκητον, εὐεργεσίας καὶ χάριτος ἡττώμενον.

ληφθέντων δὲ πολλῶν αἰχμαλώτων, ἐπίπρασκεν αὐτοὺς ἀνεσταλμένῳ τῷ χιτῶνι καθήμενος οὐκ εὐπρεπῶς· εἷς οὖν τῶν πωλουμένων ἀνεβόησε, φεῖσαί μου, Φίλιππε, πατρικὸς γάρ εἰμί σου φίλος ἐρωτήσαντος δὲ τοῦ Φιλίππου, πόθεν, ἄνθρωπε, γενόμενος καὶ πῶς; ἐγγύς, ἔφη, φράσαι σοι βούλομαι προσελθών. ὡς οὖν προσήχθη, μικρόν, ἔφη, κατωτέρω τὴν χλαμύδα ποίησον, ἀσχημονεῖς γὰρ οὕτω καθήμενος· καὶ ὁ Φίλιππος, ἄφετε αὐτόν, εἶπεν, ἀληθῶς γὰρ εὔνους ὢν καὶ φίλος ἐλάνθανεν.

ἐπεὶ δὲ ὑπό τινος ξένου κληθεὶς ἐπὶ δεῖπνον ἐν ὁδῷ ἐν ὁδῷ] ἐν ἀγρῷ (?), cf. ἐπὶ χώρας Moralia, 123 f and 707 b. πολλοὺς ἐπήγετο καὶ τὸν ξένον ἑώρα θορυβούμενον, ἦν γάρ οὐχ ἱκανὰ τὰ παρεσκευασμένα, προπέμπων τῶν φίλων ἑκάστῳ, πλακοῦντι χώραν ἐκέλευεν ἀπολείπειν· οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες οὐκ ἤσθιον πολλά, καὶ πᾶσιν οὕτως ἤρκεσεν.

Ἱππάρχου τοῦ Εὐβοέως ἀποθανόντος, δῆλος ἦν βαρέως φέρων· εἰπόντος δέ τινος, ἀλλὰ μὴν ὡραῖος ὢν ἐκεῖνος ἀποτέθνηκεν, ἑαυτῷ γε, εἶπεν, ἐμοὶ δὲ ταχέως· ἔφθη γὰρ τελευτῆσαι πρὶν ἢ παρʼ ἐμοῦ χάριν ἀξίαν τῆς φιλίας ἀπολαβεῖν.

πυθόμενος δʼ ἐγκαλεῖν αὐτῷ τὸν Ἀλέξανδρον, ὅτι παῖδας ἐκ πλειόνων ποιεῖται γυναικῶν, οὐκοῦν, ἔφη, πολλοὺς ἔχων περὶ τῆς βασιλείας ἀνταγωνιστὰς γενοῦ καλὸς κἀγαθός, ἵνα μὴ διʼ ἐμὲ τῆς βασιλείας τύχῃς ἀλλὰ διὰ σεαυτόν. ἐκέλευε δʼ αὐτὸν Ἀριστοτέλει προσέχειν καὶ φιλοσοφεῖν, ὅπως, ἔφη, μὴ πολλὰ τοιαῦτα πράξῃς, ἐφʼ οἷς ἐγὼ πεπραγμένοις μεταμέλομαι.

τῶν δὲ Ἀντιπάτρου φίλων τινὰ κατατάξας εἰς τοὺς δικαστάς, εἶτα τὸν πώγωνα βαπτόμενον αἰσθανόμενος καὶ τὴν κεφαλήν, ἀνέστησεν εἰπὼν τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἀξιόπιστον ἐν πράγμασιν.

Μαχαίτᾳ δέ τινα κρίνων δίκην καὶ ὑπονυστάζων οὐ πάνυ προσεῖχε τοῖς δικαίοις ἀλλὰ κατέκρινεν ἐκείνου δὲ ἀναβοήσαντος ἐκκαλεῖσθαι τὴν κρίσιν, διοργισθεὶς ἐπὶ τίνα; εἶπε· καὶ ὁ Μαχαίτας, ἐπὶ σέ, βασιλεῦ, αὐτόν, ἂν ἐγρηγορὼς καὶ προσέχων ἀκούῃς. τότε μὲν οὖν ἀνέστη· γενόμενος δὲ μᾶλλον ἐφʼ ἑαυτῷ καὶ γνοὺς ἀδικούμενον τὸν Μαχαίταν τὴν μὲν κρίσιν οὐκ ἔλυσε, τὸ δὲ τίμημα τῆς δίκης αὐτὸς ἐξέτεισεν.

ἐπεὶ δὲ Ἅρπαλος ὑπὲρ συγγενοῦς καὶ οἰκείου Κράτητος ἀδικημάτων δίκην ἔχοντος ἠξίου τὴν ζημίαν εἰσενεγκεῖν ἀφεθῆναι δὲ τῆς κρίσεως, ἵνα μὴ λοιδορηθῇ, βέλτιόν ἐστιν, εἶπε, τοῦτον αὐτὸν αὐτὸν] δι’ αὑτὸν Pantazides. ἢ ἡμᾶς διὰ τοῦτον κακῶς ἀκούειν.

ἀγανακτούντων δὲ τῶν φίλων, ὅτι συρίττουσιν αὐτὸν ἐν Ὀλυμπίοις εὖ πεπονθότες οἱ Πελοποννήσιοι, τί οὖν, εἶπεν, ἐὰν κακῶς πάθωσι;

κοιμηθεὶς δὲ πλείονα χρόνον ἐπὶ στρατείας εἶτα διαναστάς, ἀσφαλῶς, εἶπεν, ἐκάθευδον Ἀντίπατρος γὰρ ἐγρηγόρει.

πάλιν δὲ ἡμέρας καθεύδοντος αὐτοῦ καὶ τῶν ἠθροισμένων ἐπὶ θύραις Ἑλλήνων ἀγανακτούντων καὶ ἐγκαλούντων, ὁ Παρμενίων, μὴ θαυμάσητε,ʼ εἶπεν, εἰ καθεύδει νῦν Φίλιππος· ὅτε γὰρ ἐκαθεύδετε ὑμεῖς, οὗτος ἐγρηγόρει.

ψάλτην δέ τινα βουλομένου παρὰ δεῖπνον ἐπανορθοῦν αὐτοῦ καὶ λαλεῖν περὶ κρουμάτων, ὁ ψάλτης, μὴ γένοιτό σοι, εἶπεν, ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνα ταῦτα ἐμοῦ βέλτιον εἰδῇς.

ἐπεὶ δὲ διενεχθέντος αὐτοῦ πρὸς Ὀλυμπιάδα τὴν γυναῖκα καὶ τὸν υἱὸν ἧκε Δημάρατος ὁ Κορίνθιος, ἐπυνθάνετο πῶς πρὸς ἀλλήλους ἔχουσιν ἔχουσιν] Hatzidakis would add ὁμονοίας from Moralia, 70 c, and Life of Alexander, chap. ix., but it is not absolutely necessary. οἱ Ἕλληνες καὶ ὁ Δημάρατος, πάνυ γοῦν, ἔφη, σοὶ περὶ τῆς τῶν Ἑλλήνων ὁμονοίας ὁ λόγος ἐστίν, οὕτω πρὸς σὲ τῶν οἰκειοτάτων ἐχόντων. ὁ δὲ συμφρονήσας ἐπαύσατο τῆς ὀργῆς καὶ διηλλάγη πρὸς αὐτούς.

πρεσβύτιδος δὲ πενιχρᾶς ἀξιούσης ἐπʼ αὐτοῦ κριθῆναι καὶ πολλάκις ἐνοχλούσης, ἔφη μὴ σχολάζειν ἡ δὲ πρεσβῦτις ἐκκραγοῦσα, καὶ μὴ βασίλευε, εἶπεν. ὁ δὲ θαυμάσας τὸ ῥηθὲν οὐ μόνον ἐκείνης ἀλλὰ καὶ τῶν ἄλλων εὐθὺς διήκουσεν.

Ἀλέξανδρος

Ἀλέξανδρος ἔτι παῖς ὤν, πολλὰ τοῦ Φιλίππου κατορθοῦντος, οὐκ ἔχαιρεν, ἀλλὰ πρὸς τοὺς συντρεφομένους ἔλεγε παῖδας, ἐμοὶ δὲ ὁ πατὴρ οὐδὲν ἀπολείψει. τῶν δὲ παίδων λεγόντων ὅτι σοὶ ταῦτα κτᾶται τί δὲ ὄφελος, εἶπεν, ἐὰν ἔχω μὲν πολλὰ πράξω δὲ μηδέν;

ἐλαφρὸς δὲ ὢν καὶ ποδώκης καὶ παρακαλούμενος ὑπὸ τοῦ πατρὸς Ὀλύμπια δραμεῖν στάδιον, εἴγε, ἔφη, βασιλεῖς ἕξειν ἔμελλον ἀνταγωνιστάς.

ἀχθείσης δὲ παιδίσκης πρὸς αὐτὸν ὡς συναναπαυσομένης περὶ ἑσπέραν βαθεῖαν, ἠρώτησεν ὅ τι τηνικαῦτα· τῆς δὲ εἰπούσης, περιέμενον γὰρ τὸν ἄνδρα κατακλῖναι, κατακλῖναι] κατακλινῆναι van Herwerden. πικρῶς ἐπετίμησε τοῖς παισὶν ὡς μικροῦ διʼ αὐτοὺς μοιχὸς γενόμενος.

Ἐπιθυμιῶντι δὲ τοῖς θεοῖς ἀφειδῶς αὐτῷ καὶ πολλάκις ἐπιδραττομένῳ τοῦ λιβανωτοῦ, παρὼν Λεωνίδης ὁ παιδαγωγός, οὕτως, εἶπεν, ὦ παῖ, δαψιλῶς ἐπιθυμιάσεις, ὅταν τῆς λιβανωτοφόρου κρατήσῃς. ὡς οὖν ἐκράτησεν, ἔπεμψεν ἐπιστολὴν πρὸς αὐτὸν ἀπέσταλκά σοι τάλαντα ἑκατὸν ἐκατὸν omitted in nearly all mss. but is in the Life of Alexander, chap. xxv. λιβανωτοῦ καὶ κασίας, ἵνα μηκέτι μικρολογῇ περὶ τοὺς θεούς, εἰδὼς ὅτι καὶ τῆς ἀρωματοφόρου κρατοῦμεν.

μέλλων δὲ τὴν ἐπὶ Γρανίκῳ μάχην μάχεσθαι παρεκάλει τοὺς Μακεδόνας ἀφθόνως δειπνεῖν καὶ πάντα φέρειν εἰς μέσον, ὡς αὔριον δειπνήσοντας ἐκ τῶν πολεμίων.

Περίλλου δέ τινος τῶν φίλων αἰτήσαντος προῖκα τοῖς θυγατρίοις, ἐκέλευσε πεντήκοντα τάλαντα λαβεῖν· αὐτοῦ δὲ φήσαντος ἱκανὰ εἶναι, δέκα, σοί γε, ἔφη, λαβεῖν, ἐμοὶ δʼ οὐχ ἱκανὰ δοῦναι.

Ἀναξάρχῳ δὲ τῷ φιλοσόφῳ δοῦναι τὸν διοικητὴν ἐκέλευσεν ὅσον ἂν αἰτήσῃ· τοῦ δὲ διοικητοῦ φήσαντος ὡς ἑκατὸν αἰτεῖ τάλαντα, καλῶς, ἔφη, ποιεῖ γινώσκων ὅτι φίλον ἔχει καὶ δυνάμενον τηλικαῦτα δωρεῖσθαι, καὶ βουλόμενον.

ἐν δὲ τῇ Μιλήτῳ πολλοὺς ἀνδριάντας ἀθλητῶν θεασάμενος Ὀλύμπια καὶ Πύθια νενικηκότων, καὶ ποῦ τὰ τηλικαῦτα, ἔφη, ἦν σώματα, ὅτε οἱ βάρβαροι ὑμῶν τὴν πόλιν ἐπολιόρκουν;

τῆς δὲ τῶν Καρῶν βασιλίσσης Ἄδας ὄψα καὶ πέμματα παρεσκευασμένα περιττῶς διὰ δημιουργῶν καὶ μαγείρων φιλοτιμουμένης ἀεὶ πέμπειν πρὸς αὐτόν, ἔφη κρείττονας ἔχειν αὐτὸς ὀψοποιούς, πρὸς μὲν ἄριστον τὴν νυκτοπορίαν πρὸς δὲ δεῖπνον τὴν ὀλιγαριστίαν.

ἐπεὶ δὲ παρεσκευασμένων πάντων πρὸς μάχην, ἠρώτησαν οἱ στρατηγοὶ μή τι πρὸς τούτοις ἕτερον; οὐδέν, εἶπεν, ἢ ξυρᾶν τὰ γένεια τῶν Μακεδόνων θαυμάσαντος δὲ τοῦ Παρμενίωνος, οὐκ οἶδας, εἶπεν, ὅτι βελτίων οὐκ ἔστιν ἐν μάχαις λαβὴ πώγωνος;

Δαρείου δὲ διδόντος δὲ διδόντος Bernardakis: διδόντος or δὲ δόντος. αὐτῷ μύρια τάλαντα καὶ τὴν Ἀσίαν νείμασθαι πρὸς αὐτὸν ἐπίσης, καὶ Παρμενίωνος εἰπόντος, ἔλαβον ἂν εἰ Ἀλέξανδρος ἤμην, κἀγὼ νὴ Δία, εἶπεν, εἰ Παρμενίων ἤμην. ἀπεκρίνατο δὲ Δαρείῳ μήτε τὴν γῆν ἡλίους δύο μήτε τὴν Ἀσίαν δύο βασιλεῖς ὑπομένειν.

μέλλοντι δὲ αὐτῷ περὶ τῶν ὅλων ἐν Ἀρβήλοις κινδυνεύειν πρὸς ἑκατὸν μυριάδας ἀντιτεταγμένας προσῄεσαν οἱ φίλοι, τῶν στρατιωτῶν κατηγοροῦντες ὡς ἐν ταῖς σκηναῖς διαλαλούντων καὶ συντιθεμένων, ὅπως μηδὲν τῶν λαφύρων εἰς τὸ βασιλικὸν ἀνοίσουσιν ἀλλʼ αὐτοὶ κερδανοῦσιν. ὁ δὲ μειδιάσας, ἀγαθά, φησίν, ἀγγέλλετε· νικᾶν γὰρ ἀνδρῶν οὐ φεύγειν παρεσκευασμένων ἀκούω διαλογισμούς. καὶ προσιόντες αὐτῷ πολλοὶ τῶν στρατιωτῶν ἔλεγον ὦ βασιλεῦ, θάρρει καὶ μὴ φοβοῦ τὸ πλῆθος τῶν πολεμίων, αὐτὸν γὰρ ἡμῶν τὸν γράσον οὐχ ὑπομενοῦσι.

Παραταττομένου δὲ τοῦ στρατεύματος ἰδών τινα τῶν στρατιωτῶν τὸ ἀκόντιον ἐναγκυλούμενον ἐξέωσε τῆς φάλαγγος ὡς ἄχρηστον, ὃς παρασκευάζεται δὴ νῦν, ὅτε χρῆσθαι δεῖ τοῖς ὅπλοις.

ἐπιστολὴν δὲ παρὰ τῆς μητρὸς ἀναγινώσκων ἀπορρήτους κατʼ Ἀντιπάτρου διαβολὰς ἔχουσαν, ἅμα τοῦ Ἡφαιστίωνος ὥσπερ εἰώθει συναναγινώσκοντος, οὐκ ἐκώλυσεν ὡς δὲ ἀνέγνω τὸν δακτύλιον ἀφελόμενος τὸν ἑαυτοῦ τῷ στόματι τῷ ἐκείνου τὴν σφραγῖδα ἐπέθηκεν.

ἐν δὲ Ἄμμωνος ὑπὸ τοῦ προφήτου παῖς Διὸς προσαγορευθεὶς οὐδέν γε, ἔφη, θαυμαστόν, πάντων μὲν γὰρ ὁ Ζεὺς φύσει πατήρ ἐστιν, ἑαυτοῦ δὲ ποιεῖται τοὺς ἀρίστους.

τοξεύματι δὲ πληγεὶς εἰς τὸ σκέλος, ὡς πολλοὶ συνέδραμον τῶν πολλάκις εἰωθότων αὐτὸν θεὸν προσαγορεύειν, διαχυθεὶς τῷ προσώπῳ, τουτὶ μὲν αἷμα, εἶπεν, ὡς ὁρᾶτε, καὶ οὐκ ἰχώρ, οἷόσπέρ τε ῥέει μακάρεσσι θεοῖσιν.

ἐπαινούντων δὲ ἐνίων τοῦ Ἀντιπάτρου τὴν εὐτέλειαν ὡς ἀθρύπτως διαιτωμένου καὶ αὐστηρῶς, ἔξωθεν, εἶπεν, Ἀντίπατρος λευκοπάρυφός ἐστι, τὰ δὲ ἔνδον ὁλοπόρφυρος.

ἐν δὲ χειμῶνι καὶ ψύχει τῶν φίλων τινὸς ἑστιῶντος αὐτόν, ἐσχάραν δὲ μικρὰν καὶ πῦρ ὀλίγον εἰσενέγκαντος, ἢ ξύλα ἢ λιβανωτὸν εἰσενεγκεῖν ἐκέλευσεν.

Ἀντιπατρίδου δὲ καλὴν ψάλτριαν ἐπὶ τὸ δεῖπνον ἀγαγόντος, κινηθεὶς τῇ ὄψει πρὸς αὐτὴν ὁ Ἀλέξανδρος ἠρώτησε τὸν Ἀντιπατρίδην, μή τι τυγχάνοι τῆς γυναικὸς ἐρῶν· ἐκείνου δὲ ὁμολογήσαντος, ὦ μιαρέ, εἶπεν,- οὐκ ἀπάξεις εὐθὺς ἐκ τοῦ συμποσίου τὴν γυναῖκα;

πάλιν δὲ Πύθωνα τὸν Εὐίου τοῦ αὐλητοῦ ἐρώμενον Κάσανδρος ἐβιάζετο φιλῆσαι· τὸν οὖν Εὔιον ὁρῶν ἀχθόμενον ἀνεπήδησε μετʼ ὀργῆς ἐπὶ τὸν Κάσανδρον, κεκραγώς, ἀλλʼ οὐδʼ ἐρασθῆναί τινος ἔξεστι διʼ ὑμᾶς.

ἀποστέλλοντος δὲ αὐτοῦ τῶν Μακεδόνων τοὺς νοσώδεις καὶ ἀναπήρους ἐπὶ θάλατταν, ἐνεδείχθη τις εἰς τοὺς νοσοῦντας ἀπογεγραμμένος ἑαυτὸν οὐ νοσῶν. ἐπεὶ οὖν εἰς ὄψιν ἀχθεὶς καὶ ἀνακρινόμενος ὡμολόγησε προφασίζεσθαι διʼ ἔρωτα Τελεσίππας ἀπιούσης ἐπὶ θάλατταν, ἠρώτησεν ὁ Ἀλέξανδρος, πρὸς τίνα δεῖ περὶ τῆς Τελεσίππας διαλέγεσθαι· πυθόμενος δὲ ἐλευθέραν οὖσαν, οὐκοῦν, ἔφη, ὦ Ἀντιγένη, πείθωμεν τὴν Τελεσίππαν, ἵνα μείνῃ μεθʼ ἡμῶν βιάζεσθαι γὰρ ἐλευθέραν οὖσαν οὐχ ἡμέτερον.

τῶν δὲ μισθοφορούντων Ἑλλήνων παρὰ τοῖς πολεμίοις ὑποχειρίων γενομένων, τοὺς μὲν Ἀθηναίους ἐκέλευσεν ἐν πέδαις φυλάττειν ὅτι τροφὴν ἔχοντες ἐκ δημοσίου μισθοφοροῦσι καὶ τοὺς Θετταλοὺς ὅτι γῆν γῆν Hatzidakis and Kronenberg: τὴν. ἀρίστην κεκτημένοι οὐ γεωργοῦσι· τοὺς δὲ Θηβαίους ἀφῆκεν εἰπὼν ὅτι μόνοις τούτοις οὔτε πόλις οὔτε χώρα διʼ ἡμᾶς ἀπολέλειπται.

τῶν δὲ Ἰνδῶν τὸν ἄριστα τοξεύειν δοκοῦντα καὶ λεγόμενον διὰ δακτυλίου τὸν ὀιστὸν ἀφιέναι λαβὼν αἰχμάλωτον ἐκέλευσεν ἐπιδείξασθαι, καὶ μὴ βουλόμενον ὀργισθεὶς ἀνελεῖν προσέταξε· ἐπεὶ δὲ ἀγόμενος ἀγόμενος] ἀπαγόμενος Maximus et Antonius, Sententiae, p. 569. ὁ ἄνθρωπος ἔλεγε πρὸς τοὺς ἄγοντας, ὅτι πολλῶν ἡμερῶν οὐ μεμελέτηκε καὶ ἐφοβήθη διαπεσεῖν, ἀκούσας ὁ Ἀλέξανδρος ἐθαύμασε καὶ ἀπέλυσε μετὰ δώρων αὐτόν, ὅτι μᾶλλον ἀποθανεῖν ὑπέμεινεν ἢ τῆς δόξης ἀνάξιος φανῆναι.

ἐπεὶ δὲ Ταξίλης, εἷς τῶν Ἰνδῶν βασιλεὺς ὤν, ἀπαντήσας προεκαλεῖτο μὴ μάχεσθαι μηδὲ πολεμεῖν Ἀλέξανδρον, ἀλλʼ εἰ μέν ἐστιν ἥττων, εὖ πάσχειν, εἰ δὲ βελτίων, εὖ ποιεῖν, ἀπεκρίνατο περὶ αὐτοῦ τούτου μαχητέον εἶναι, πότερος εὖ ποιῶν περιγένηται.

περὶ δὲ τῆς λεγομένης Ἀόρνου πέτρας ἐν Ἰνδοῖς ἀκούσας ὅτι τὸ μὲν χωρίον δυσάλωτὸν ἐστιν, ὁ δὲ ἔχων αὐτὸ δειλός ἐστι νῦν, ἔφη, τὸ χωρίον εὐάλωτόν ἐστιν.

ἐπεὶ δὲ ἄλλος ἔχων πέτραν ἄληπτον δοκοῦσαν εἶναι ἐνεχείρισεν ἑαυτὸν μετὰ τῆς πέτρας τῷ Ἀλεξάνδρῳ, καὶ τῆς δυνάμεως ἐκέλευσεν ἄρχειν καὶ προσέθηκε χώραν, εἰπὼν ὅτι φρονεῖν μοι δοκεῖ ὁ ἄνθρωπος, ἀνδρὶ μᾶλλον ἀγαθῷ πιστεύσας ἑαυτὸν ἢ ὀχυρῷ τόπῳ.

μετὰ δὲ τὴν τῆς πέτρας ἅλωσιν τῶν φίλων λεγόντων ὑπερβεβληκέναι τὸν Ἡρακλέα ταῖς πράξεσιν, ἀλλʼ ἐγώ, εἶπε, τὰς ἐμὰς πράξεις μετὰ τῆς ἡγεμονίας ἑνὸς οὐ νομίζω ῥήματος ῥήματος] πράγματος (?); Heracles was not noted for his words! γράμματος E. Capps. ἀνταξίας εἶναι τοῦ Ἡρακλέους.

τῶν δὲ φίλων τινὰς αἰσθόμενος ἐν τῷ κυβεύειν οὐ παίζοντας οὐ παίζοντας] συμπαίζοντας Bernardakis. The question is, of course, whether they played professionally or would not play at all; (σπ)ου(δῃ), a not uncommon attendant of παίζω, would make the first alternative unequivocal, and οὐ συμπαίζοντας (E. Capps) would do the same for the second. ἐζημίωσε.

τῶν δὲ πρώτων φίλων καὶ κρατίστων τιμᾶν μὲν ἐδόκει Κρατερὸν μάλιστα πάντων, φιλεῖν δὲ Ἡφαιστίωνα. κρατερὸς μὲν γάρ, ἔφη, φιλοβασιλεύς ἐστιν, Ἡφαιστίων δὲ φιλαλέξανδρος.

Ξενοκράτει δὲ τῷ φιλοσόφῳ πεντήκοντα τάλαντα πέμψας, ὡς οὐκ ἐδέξατο μὴ δεῖσθαι φήσας, ἠρώτησεν εἰ μηδὲ φίλον ἔχει Ξενοκράτης· ἐμοὶ μὲν γάρ, ἔφη, μόλις ὁ Δαρείου πλοῦτος εἰς τοὺς φίλους ἤρκεσεν.

ἐπεὶ δὲ Πῶρος ἐρωτηθεὶς ὑπʼ αὐτοῦ μετὰ τὴν μάχην, πῶς σοι χρήσωμαι; βασιλικῶς, εἶπε, καὶ προσερωτηθείς, καὶ μή τι ἄλλο; πάντα, εἶπεν, ἐν τῷ ʼ βασιλικῶς ʼ ἔνεστι θαυμάσας καὶ τὴν σύνεσιν αὐτοῦ καὶ τὴν ἀνδραγαθίαν πλείονα χώραν ἧς πρότερον εἶχε προσέθηκε,

πυθόμενος δὲ ὑπό τινος λοιδορεῖσθαι, βασιλικόν, ἔφη, ἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν.

ἀποθνῄσκων δὲ πρὸς τοὺς ἑταίρους ἀπιδὼν ἔφη, μέγαν ὁρῶ μου τὸν ἐπιτάφιον ἐσόμενον.

τελευτήσαντος δὲ αὐτοῦ Δημάδης ὁ ῥήτωρ ὅμοιον ἔφη διὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.

Πτολεμαίου τοῦ Λάγου

Πτολεμαῖος ὁ Λάγου τὰ πολλὰ παρὰ τοῖς φίλοις ἐδείπνει καὶ ἐκάθευδεν εἰ δέ ποτε δειπνίζοι, τοῖς ἐκείνων ἐχρῆτο μεταπεμπόμενος ἐκπώματα καὶ στρώματα καὶ τραπέζας· αὐτὸς δὲ οὐκ ἐκέκτητο πλείω τῶν ἀναγκαίων, ἀλλὰ τοῦ πλουτεῖν ἔλεγε τὸ πλουτίζειν εἶναι βασιλικώτερον.

Ἀντιγόνου

Ἀντίγονος εἰσέπραττε χρήματα συντόνως· εἰπόντος δέ τινος, ἀλλʼ οὐκ Ἀλέξανδρος ἦν τοιοῦτος, εἰκότως, εἶπεν, ἐκεῖνος μὲν γὰρ ἐθέριζε τὴν Ἀσίαν, ἐγὼ δὲ καλαμῶμαι.

τῶν δὲ στρατιωτῶν ἰδών τινας ἐν τοῖς θώραξι καὶ τοῖς κράνεσι σφαιρίζοντας ἥσθη, καὶ τοὺς ἡγεμόνας αὐτῶν μετεπέμπετο ἐπαινέσαι βουλόμενος· ὡς δὲ ἤκουσεν ὅτι πίνουσιν, τὰς ἐκείνων ἡγεμονίας τοῖς στρατιώταις ἔδωκε.

θαυμαζόντων δὲ πάντων ὅτι γέρων γενόμενος ἠπίως ἐχρῆτο καὶ πράως τοῖς πράγμασι, πρότερον μὲν γάρ, εἶπε, δυνάμεως ἐδεόμην, νῦν δὲ δόξης καὶ εὐνοίας.

πρὸς δὲ τὸν υἱὸν Φίλιππον πυθόμενον πλειόνων παρόντων, πότε μέλλομεν ἀναζευγνύναι; τί δέδοικας; εἶπε, μὴ μόνος τῆς σάλπιγγος οὐκ ἀκούσῃς ἀκούσῃς Moralia, 506 d: ἀκούσῃ.;

σπουδάσαντος δὲ τοῦ νεανίσκου λαβεῖν κατάλυσιν παρὰ γυναικὶ χήρᾳ τρεῖς ἐχούσῃ θυγατέρας εὐπρεπεῖς, καλέσας τὸν ἐπὶ τῶν ξενίων εἶπεν, οὐκ ἐξάξεις μου τὸν υἱὸν ἀπὸ τῆς στενοχωρίας;

νοσήσας δὲ μακρὰν νόσον ὡς ἀνέρρωσεν, οὐδέν, ἔφη, χεῖρον· ὑπέμνησε γὰρ ἡμᾶς ἡ νόσος μὴ μέγα φρονεῖν ὡς ὄντας θνητούς.

Ἑρμοδότου δὲ αὐτὸν ἐν τοῖς ποιήμασιν Ἡλίου παῖδα γράψαντος, οὐ ταῦτά μοι, ἔφη, σύνοιδεν ὁ λασανοφόρος.

εἰπόντος δέ τινος ὅτι πάντα καλὰ καὶ δίκαια τοῖς βασιλεῦσι, ναὶ μὰ Δία, εἶπε, τοῖς τῶν βαρβάρων· ἡμῖν δὲ μόνα καλὰ τὰ καλὰ καὶ μόνα δίκαια τὰ δίκαια.

Μαρσύου τοῦ ἀδελφοῦ δίκην ἔχοντος, ἀξιοῦντος δὲ τὴν κρίσιν αὐτῷ γενέσθαι κατʼ οἰκίαν, ἔσται μὲν οὖν, εἶπεν, ἐν τῇ ἀγορᾷ καὶ πάντων ἀκουόντων εἰ μηδὲν ἀδικοῦμεν.

ἐπεὶ δέ ποτε χειμῶνος ἐν τόποις σπανίζουσι τῶν ἐπιτηδείων ἠνάγκασε καταζεῦξαι καὶ τῶν στρατιωτῶν τινες ἐλοιδόρουν αὐτὸν ἀγνοοῦντες ὅτι πλησίον ἐστίν, τῇ βακτηρίᾳ τὴν σκηνὴν διαστείλας οἰμώξετε, εἶπεν, εἰ μὴ μακρότερον ἀποστάντες λοιδορήσετε ἡμᾶς.

Ἀριστοδήμου δὲ τῶν φίλων τινὸς ἐκ μαγείρου γεγονέναι δοκοῦντος, συμβουλεύοντος δὲ αὐτῷ τῶν ἀναλωμάτων καὶ τῶν δωρεῶν ἀφαιρεῖν, οἱ λόγοι σου, εἶπεν, ὦ Ἀριστόδημε, περιζώματος ὄζουσιν.

Ἀθηναίων δὲ δοῦλον αὐτοῦ τιμώμενον τιμώμενον] γενόμενον Cobet. εἰς τὴν πολιτείαν ὡς ἐλεύθερον ἐγγραψάντων, οὐκ ἄν,, εἶπεν, ἐβουλόμην ἕνα Ἀθηναῖον ὑπʼ ἐμοῦ μαστιγοῦσθαι. μαστιγοῦσθαι] μεμαστιγῶσθαι Pantazides and S. A. Naber, but μαστιγοῦσθαι can be defended as an imperfect infinitive.

νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπʼ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου, τί λέγεις; εἶπεν, ἢ ταῦτʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα;

ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος ὅτι χιονοβόλος ἡ ὥρα γενομένη λιποβοτανεῖν λιποβοτανεῖν Bernardakis: λειποβοτανεῖν. ἐποίησε τὴν χώραν, οὐ παύσῃ μοι, εἶπεν, ὡς ὄχλῳ χρώμενος;

Θρασύλλου δὲ τοῦ κυνικοῦ δραχμὴν αἰτήσαντος αὐτόν, ἀλλʼ οὐ βασιλικόν, ἔφη, τὸ δόμα· τοῦ δὲ εἰπόντος, οὐκοῦν τάλαντον δός μοι, ἀλλʼ οὐ κυνικόν, ἔφη, τὸ λῆμμα.

πέμπων δὲ Δημήτριον τὸν υἱὸν μετὰ νεῶν πολλῶν καὶ δυνάμεων ἐλευθερώσοντα τοὺς Ἕλληνας ἔλεγε τὴν δόξαν ὥσπερ ἀπὸ σκοπῆς τῆς Ἑλλάδος εἰς τὴν οἰκουμένην πυρσεύεσθαι.

Ἀνταγόρου δὲ τοῦ ποιητοῦ γόγγρον ἕψοντος καὶ αὐτοῦ τὴν λοπάδα σείοντος, ἐπιστὰς ἐξόπισθεν, οἴει, φησί, τὸν Ὅμηρον, ὦ Ἀνταγόρα, γόγγρον ἕψειν τὰς τοῦ…

ἐπε…

The complete text is available when the reading interface loads.