Λακαινῶν ἀποφθάγματα
Γοργοῦς
Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος
- Scientific editors
- Frank Cole Babbitt
- Edition reference
- Moralia · Cambridge, MA · Harvard University Press · 1931
- CTS identifier
urn:cts:greekLit:tlg0007.tlg082.local005- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Γοργοῦς
Γοργὼ βασιλέως Κλεομένους θυγάτηρ, Ἀρισταγόρου τοῦ Μιλησίου παρακαλοῦντος αὐτὸν ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον ὑπὲρ Ἰώνων καὶ ὑπισχνουμένου χρημάτων πλῆθος καὶ ὅσῳ ἀντέλεγε πλείονα προστιθέντος, καταφθερεῖ σε, ἔφη, ὦ πάτερ, τὸ ξενύλλιον, ἐὰν μὴ τάχιον αὐτὸν τῆς οἰκίας ἐκβάλῃς.
προστάξαντος δέ ποτε αὐτῇ τοῦ; πατρὸς δοῦναί τινι σῖτον εἰς μισθοῦ λόγον καὶ προστιθέντος, ἐδίδαξε γάρ με τὸν οἶνον χρηστὸν ποιεῖν, οὐκοῦν, ὦ πάτερ, ἔφη, ὃ τʼ οἶνος πλείων ἐκποθήσεται καὶ οἱ πίνοντες θρυπτικώτεροι καὶ χείρονες γενήσονται. ʼ ʼ
τὸν δʼ Ἀρισταγόραν ὑπό τινος τῶν οἰκετῶν ὑποδούμενον θεασαμένη, πάτερ, ἔφη, ὁ ξένος χεῖρας οὐκ ἔχει.
ξένου δέ τινος μαλακῶς καὶ σχολῇ καὶ σχολῇ (or σχολῇ)] στολὴν Stephanus, perhaps rightly. προσαγαγόντος, παρωσαμένη αὐτόν, οὐκ ἄπει ἐντεῦθεν, εἶπεν, οὐδὲ οὐδὲ Bernardakis: οὔτε. τὰ τῆς γυναικὸς δυνάμενος;ν
ἐρωτηθεῖσα δὲ ὑπό τινος Ἀττικῆς, διὰ τί ὑμεῖς ἄρχετε μόναι τῶν ἀνδρῶν αἱ Λάκαιναι Λάκαιναι, the usual form: λάκωναι.; ὅτι, ἔφη, καὶ τίκτομεν μόναι ἄνδρας.
Προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν ὁ δὲ ἔφη, ἀγαθὸν γαμεῖν καὶ ἀγαθὰ τίκτειν.