The Greek Library Author

Plutarch

Περὶ μοναρχίας καὶ δημοκρατίας καὶ ὀλιγαρχίας

§ 3

Author namesPlutarque · Plutarch · Plutarchus · Ploutarkhos · Πλουταρχος

Scientific editors
Grēgorios N. Vernardakēs
Edition reference
Moralia · Leipzig · Teubner · 1893
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg119.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

παρὰ πάντα ταῦτα λέγεται πολιτεία τάξις καὶ κατάστασις πόλεως διοικοῦσα τὰς πράξεις· καθά φασι τρεῖς εἶναι πολιτείας, μοναρχίαν καὶ ὀλιγαρχίαν καὶ δημοκρατίαν, ὧν καὶ Ἡρόδοτος Ἡρόδοτος] 3, 80-84 ἐν τῇ τρίτῃ σύγκρισιν πεποίηται· καὶ δοκοῦσι γενικώταται εἶναι γενικώταται Benselerus εἶναι. τὰς γὰρ ἄλλας, ὥσπερ ἐν τοῖς μουσικοῖς διαγράμμασι τῶν πρώτων τρόπων ἀνιεμένων ἢ ἐπιτεινομένων, συμβέβηκε παρακρούσεις καὶ διαφθορὰς κατʼ ἔλλειψιν καὶ ὑπερβολὴν εἶναι. ταύτας καὶ πλεῖστον καὶ μέγιστον ἐν ἡγεμονίαις δυνηθείσας καὶ πλεῖστον - δυνηθείσας] τὰ πλεῖστον - δυνηθέντα Patzigius τῶν ἐθνῶν τῶν ἐθνῶν] malim τὰ πλεῖστα τῶν ἐθνῶν ἀπεκληρώσαντο τὰς πολιτείας, Πέρσαι μὲν αὐτοκρατῆ βασιλείαν καὶ ἀνυπεύθυνον, Σπαρτιᾶται δʼ, ἀριστοκρατικὴν ὀλιγαρχίαν καὶ αὐθέκαστον, Ἀθηναῖοι δʼ, αὐτόνομον καὶ ἄκρατον δημοκρατίαν. ὧν ἁμαρτανομένων παρατροπαὶ καὶ ὑπερχύσεις εἰσὶν αἱ λεγόμεναι τυραννίδες καὶ δυναστεῖαι καὶ ὀχλοκρατίαι· ὅταν βασιλεία μὲν ὕβριν ἐντέκῃ καὶ τὸ καὶ τὸ Patzigius ἀνυπεύθυνον· ὀλιγαρχία δʼ ὑπερφροσύνην καὶ τὸ αὔθαδες· δημοκρατία δ’ ἀναρχίαν, ἰσότης δʼ δʼ R ἀμετρίαν, πᾶσαι δὲ τὸ ἀνόητον.