The Greek Library Author

Anonymous

Parsne an facultas animi sit vita passiva

Authority group
Plutarch (catalogue association; authorship remains anonymous)
Edition reference
Parsne an facultas animi sit vita passiva, ed. Ziegler and Pohlenz, op. cit., 60–64.
CTS identifier
urn:cts:greekLit:tlg0007.tlg144.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

ἅμα καὶ πάσχομεν· ἓν γὰρ εἶδος ἔχει. δυνάμεις δ' ἦσανπλείους, ἥ τε τοῦ ἐνεργεῖν καὶ μή; μᾶλλον δὲ μία δύναμις·τὸ γὰρ μὴ ἐνεργεῖν ἀδυναμίας ἂν εἴη, καθ' ὃ καὶ ἀλογι-στεῖν ἐλέγετο τὸ ζῷον. Ἀλλὰ τῇ τε ὑποθέσει ταύτῃ φαίνεται πλείω τὰ ἑπό-μενα ἄτοπα, καὶ ἄλλως ἀποδοῦναι τὰ πάθη τοῖς ἀνθρώ-ποις οὐκ εὔπορον. ἐπισκεπτέον δ' ἔτι, πῶς ἔφαμεν ἐνερ-γεῖν τε ἅμα τὸν λόγον 〈καὶ πάσχειν τὸ ζῷον〉 καὶ εἶναι τὰπάθη περὶ τὸ συναμφότερον. φαίνεται γὰρ οὐχ ἅμα ταῦτα γι-νόμενα ἄμφω, 〈ἀλλὰ〉 μεινάσης μὲν ἀργῆς τῆς διανοίας ἐπεισ-ελθόντα τὰ πάθη περὶ τὸ συναμφότερον, 〈ἐγ〉γενομένωνδὲ τῶν παθῶν παρελθὼν αὖθις ὁ λόγος καὶ διακοσμήσαςαὐτά. τίς οὖν ἡ καλουμένη παθητικὴ ψυχή; ἡ αὐτὴ ἥπερκαὶ 〈ἡ〉 λογιστική. πάθος γάρ τι αὐτῆς τὸ μὴ ἀπαύστωςἐνεργεῖν, καὶ παθητικὴ ὅτι θεωρεῖν ἀεί τε καὶ συνεχῶςἀδύνατος. ὅταν οὖν μὴ θεωρῇ, πρὸς τὸ σῶμα ἐπέστραπταικαὶ ἀπόστροφός ἐστι 〈τοῦ νοῦ〉· τοῦ νοῦ δ' οὖσα ἀπόστρο-φος ἀνοηταίνειν εἰκότως λέγοιτ' ἂν καὶ οὐθὲν ὑγιὲς βλέ-πειν οὐδὲ κρίνειν ὀρθῶς, ἀλλὰ δοξάζειν τά τε μὴ ἀγαθὰ〈ὡς ὄντα ἀγαθὰ〉 καὶ τοὐναντίον, ἐκ δὲ τῆς τοιαύτης δό-ξης καὶ κρίσεως ἀποτελεῖσθαι τὰ πάθη περὶ τὸ σύνθετον,σύνθετον δ' ἔκ τε τοῦ σώματος καὶ τῆς ἐν αὐτῷ ζωῆς, ἣνἐνδίδωσιν ἡ ψυχή. ἐνδίδωσι γὰρ ἅπασα δύναμίς τινα ἀφ'αὑτῆς ἀπόρροιαν τῷ *** {<ΕΠΑΜΕΙΝΩΝΔΑΣ ΚΑΙ ΣΚΙΠΙΩΝ>} Plut. Vit. Agesilai, c. 28. Πολλῶν δὲ σημείων μοχθη-ρῶν γενομένων, ὡς ἐν τῷ Περὶ Ἐπαμεινώνδου γέγραπται,καὶ Προθόου τοῦ Λάκωνος ἐναντιουμένου πρὸς τὴνστράτειαν, οὐκ ἀνῆκεν ὁ Ἀγησίλαος ἀλλ' ἐξέπραξε τὸνπόλεμον. Plut. Vit. Pyrrhi, c. 8. Ἀννίβας δὲ συμπάντων ἀπέφαινετῶν στρατηγῶν πρῶτον μὲν ἐμπειρίᾳ καὶ δεινότητι Πύρρον,Σκιπίωνα δὲ δεύτερον, ἑαυτὸν δὲ τρίτον, ὡς ἐν τοῖς περὶΣκιπίωνος γέγραπται. {<ΣΚΙΠΙΩΝ ΑΦΡΙΚΑΝΟΣ>} Plut. Vit. Ti. Gracchi, c. 21. Σκιπίων ὁ Ἀφρικανός, οὗδοκοῦσι Ῥωμαῖοι μηδένα δικαιότερον μηδὲ μᾶλλονἀγαπῆσαι, παρὰ μικρὸν ἦλθεν ἐκπεσεῖν καὶ στερέσθαι τῆςπρὸς τὸν δῆμον εὐνοίας, ὅτι πρῶτον μὲν ἐν Νομαντίᾳ τὴντελευτὴν τοῦ Τιβερίου πυθόμενος ἀνεφώνησεν ἐκ τῶνὉμηρικῶν (α 47). Ὣς ἀπόλοιτο καὶ ἄλλος ὅ τις τοιαῦτά γε ῥέζοι· ἔπειτα τῶν περὶ Γάιον καὶ Φούλβιον αὐτοῦ δι' ἐκκλησίαςπυνθανομένων, τί φρονοίη περὶ τῆς Τιβερίου τελευτῆς,οὐκ ἀρεσκομένην τοῖς ὑπ' ἐκείνου πεπολιτευμένοις ἀπό-κρισιν ἔδωκεν. ἐκ τούτου γὰρ ὁ μὲν δῆμος ἀντέκρουσεναὐτῷ λέγοντι, μηδέπω τοῦτο ποιήσας πρότερον, αὐτὸς δὲτὸν δῆμον εἰπεῖν κακῶς προήχθη. περὶ μὲν οὖν τούτωνἐν τῷ Σκιπίωνος βίῳ τὰ καθ' ἕκαστα γέγραπται. Plut. Vit. C. Gracchi, c. 10. Καὶ ὅτε Σκιπίων ὁ Ἀφρι-κανὸς ἐξ οὐδενὸς αἰτίου προφανοῦς ἐτελεύτησε καὶ σημεῖάτινα τῷ νεκρῷ πληγῶν καὶ βίας ἐπιδραμεῖν ἔδοξεν, ὡς ἐντοῖς περὶ ἐκείνου γέγραπται, τὸ μὲν πλεῖστον ἐπὶ τὸνΦούλβιον ἦλθε τῆς διαβολῆς, ἐχθρὸν ὄντα καὶ τὴνἡμέραν ἐκείνην ἐπὶ τοῦ βήματος τῷ Σκιπίωνι λελοιδορη-μένον, ἥψατο δὲ καὶ τοῦ Γαΐου ἡ ὑπόνοια. {<ΤΙΒΕΡΙΟΣ>} (v. fr. 182) {<ΝΕΡΩΝΟΣ ΒΙΟΣ>} Plut. Vit. Galbae, c. 2. Νυμφίδιος γὰρ Σαβῖνος ὢνἔπαρχος, ὥσπερ εἴρηται, μετὰ Τιγελλίνου τῆς αὐλῆς ... {<ΗΡΑΚΛΕΟΥΣ ΒΙΟΣ>} Plut. Vit. Thesei, c. 29. Ὅτι δ' Ἡρακλῆς πρῶτος ἀπέδωκενεκροὺς τοῖς πολεμίοις ἐν τοῖς Περὶ Ἡρακλέους γέγραπται. Aulus Gellius, 1.1. Plutarchus in libro quem de Herculis,quantum inter homines fuit, animi corporisque ingenio etvirtutibus conscripsit scite subtiliterque ratiocinatumPythagoram philosophum dicit in reperienda modulan-daque status longitudinisque eius praestantia. nam cumfere constaret curriculum stadii quod est Pisis apudIovem Olympium Herculem pedibus suis metatum idquefecisse longum pedes sescentos, cetera quoque stadia interra Graecia ab aliis postea instituta pedum quidem essenumero sescentum sed tamen esse aliquantulum breviora,facile intellexit modum spatiumque plantae Herculis,ratione proportionis habita, tanto fuisse quam aliorumprocerius quanto Olympicum stadium longius esset quamcetera. comprehensa autem mensura Herculani pedis,secundum naturalem membrorum omnium inter se com-petentiam modificatus est atque ita id collegit quod eratconsequens, tanto fuisse Herculem corpore excelsioremquam alios quanto Olympicum stadium ceteris pari nu-mero factis anteiret. Arnobius, contra Gentes, 4. p. 144. Chaeroneus Plut-archus nostrarum esse partium comprobatur, qui inOetaeis verticibus Herculem post morborum comitialiumruinas dissolutum in cinerem prodidit. {<ΠΙΝΔΑΡΟΥ ΒΙΟΣ>} Eustathius, Prooem. Comm. Pindaricorum, c. 25. Ἐπι-μεμέληται ὑπὸ τῶν παλαιῶν καὶ εἰς γένους ἀναγραφὴν τὴνκατά τε Πλούταρχον καὶ ἑτέρους, παρ' οἷς φέρεται ὅτικώμη Θηβαίων οἱ Κυνοσκέφαλοι. {<ΚΡΑΤΗΤΟΣ ΒΙΟΣ>} Julian. Orat. 7 p. 200b. Ἐντυχὼν δὲ τῷ Χαιρωνεῖ Πλουτ-άρχῳ τὸν Κράτητος ἀναγράψαντι βίον οὐδὲν ἐκ παρέργου[τοῦ] μανθάνειν δεήσῃ τὸν ἄνδρα. {<ΔΑΙΦΑΝΤΟΣ>} Plut. Mul. Virt. 244B. Τὸ δὲ τῶν Φωκίδων ἐνδόξου μὲνοὐ τετύχηκε συγγραφέως, οὐδενὸς δὲ τῶν γυναικείωνἔλαττον εἰς ἀρετήν ἐστι, μαρτυρούμενον ἱεροῖς τε μεγάλοις,ἃ δρῶσι Φωκεῖς ἔτι νῦν περὶ Ὑάμπολιν, καὶ δόγμασιπαλαιοῖς, ὧν τὸ μὲν καθ' ἕκαστον τῆς πράξεως ἐν τῷΔαϊφάντου βίῳ γέγραπται. {<ΑΡΙΣΤΟΜΕΝΗΣ>} Stephanus Byz. s. v. Ἀνδανία. Ἐκ ταύτης Ἀριστομένηςἐγένετο ἐπιφανέστατος στρατηγός. τοῦτον οἱ Λακεδαι-μόνιοι πολλάκις αὐτοὺς νικήσαντα θαυμάσαντες, ὡς μόλιςἐκράτησαν ἐν τοῖς Μεσσηνιακοῖς, ἀνατεμόντες ἐσκόπουν,εἰ παρὰ τοὺς λοιποὺς ἔστι τι. καὶ εὗρον σπλάγχνον ἐξηλ-λαγμένον καὶ τὴν καρδίαν δασεῖαν, ὡς Ἡρόδοτος καὶΠλούταρχος καὶ Ῥιανός (Coll. Alex. fr. 53). {<ΑΙΤΙΑΙ ΤΩΝ ΑΡΑΤΟΥ ΔΙΟΣΗΜΕΙΩΝ>} Schol. in Arat. Phaen. 820: ἠελίῳ καὶ μᾶλλον ἐοικότα σήματα κεῖται Αἱ τοῦ ἡλίου πρὸς τὸν ἀέρα διαφοραὶ κυριώτεραι τῶντῆς σελήνης εἰσί· δυναστεύων γὰρ ἡμέρας σαφέστεραδείκνυσι τὰ τεκμήρια. δεύτερον δὲ ὅτι λαμπρότερός ἐστι,καὶ εἰ μὴ μεγάλη καὶ ἰσχυρὰ τοῦ ἀέρος εἴη μεταβολή, οὐκἂν κρατηθείη· τὰς γὰρ μικρὰς καὶ ἐλαφρὰς ἀναστέλλει καὶσκεδάννυσιν. οὕτω <Πλούταρχος>. Schol. in Arat. Phaen. 828: ἀλλ' οὐχ ὅπποτε κοῖλος ἐειδόμενος περιτέλλῃ. Αἱ ἐν τῷ ἡλίῳ κοιλότητες οὔκ εἰσιν αὐτοῦ, φαντασίαιδὲ εἰσὶ τῆς ὄψεως κατ' ἐπιπρόσθεσιν ζοφεροῦ ἀέρος. οὐγὰρ τὸ μέσον ὁρᾶται ἀλλ' ἡ κύκλῳ ἁψίς· λαμπρὰ 〈δὲ〉 οὖσαδοκεῖ περιφέγγειν καὶ εἰς τὸ ἐκλιπὲς ἔμφασιν κοιλότητοςπαρέχειν. ὃν τρόπον γὰρ οἱ ζῳγράφοι ἀντρώδεις τόπουςγράφοντες φωτὶ τραχύνουσι τὴν ὄψιν, ἅτε τῇ φύσει τοῦ μὲνλαμπροῦ προβάλλοντος ἔξω καὶ διωθοῦντος τὴν φαντασίαντοῦ δὲ μέλανος ὑποσκιάζειν καὶ βαθύνεσθαι δοκοῦντος,οὕτω καὶ περὶ τὸν ἥλιον τὸ [μὴ] φαινόμενον τῇ ὄψει κατὰἀντίφραξιν τοῦ ἀέρος, ἡ ἐκκοπὴ τοῦ μέσου λαμπροῦ, διὰτὴν σκιὰν ὑποφαίνεται. Ὃ ὅλην ποιεῖ τὴν ἀντίφραξιν· ὁ ἀὴρ σφόδρα πιληθεὶς καὶπαχὺς ζοφωθεὶς διὰ χειμέριον τὸ ζῴδιον. <Πλούταρχος.> Schol. in Arat. Phaen. 829—830: οὐδ' ὁπότ' ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα