The Greek Library Author

Isocrates

Κατὰ Λοχίτου

§ 22

Author namesIsocrate · Isocrates · Ισοκρατης

Scientific editors
Larue Van Hook
Edition reference
Isocrates · Cambridge, MA · Harvard University Press · 1945
CTS identifier
urn:cts:greekLit:tlg0010.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ὥστʼ ἂν σωφρονῆτε, παρακαλέσαντες ἀλλήλους ἐνσημανεῖσθε Λοχίτῃ τὴν ὀργὴν τὴν ὑμετέραν αὐτῶν, εἰδότες ὅτι πάντες οἱ τοιοῦτοι τῶν μὲν νόμων τῶν κειμένων καταφρονοῦσι, τὰ δʼ ἐνθάδε γιγνωσκόμενα, ταῦτα νόμους εἶναι νομίζουσιν. ἐγὼ μὲν οὖν ὡς οἷός τʼ ἦν εἴρηκα περὶ τοῦ πράγματος· εἰ δέ τις τῶν παρόντων ἔχει τί μοι συνειπεῖν, ἀναβὰς εἰς ὑμᾶς λεγέτω.