The Greek Library Author

Isocrates

Κατὰ τῶν σοφιστῶν

§ 4

Author namesIsocrate · Isocrates · Ισοκρατης

Scientific editors
George Norlin
Edition reference
Isocrates · Cambridge, MA · Harvard University Press · 1928
CTS identifier
urn:cts:greekLit:tlg0010.tlg008.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἀλλʼ εἰ μέν τι τῶν ἄλλων κτημάτων πολλοστοῦ μέρους τῆς ἀξίας ἐπώλουν, οὐκ ἂν ἠμφεσβήτησαν ὡς ὡς Γ pr.: ὡς οὐκ Γ(5)ΘΛ and most editions. εὖ φρονοῦντες τυγχάνουσι, σύμπασαν δὲ τὴν ἀρετὴν καὶ τὴν εὐδαιμονίαν οὕτως ὀλίγου τιμῶντες, ὡς νοῦν ἔχοντες διδάσκαλοι τῶν ἄλλων ἀξιοῦσι γίγνεσθαι. καὶ λέγουσι μὲν ὡς οὐδὲν δέονται χρημάτων, ἀργυρίδιον καὶ χρυσίδιον τὸν πλοῦτον ἀποκαλοῦντες, μικροῦ δὲ κέρδους ὀρεγόμενοι μόνον οὐκ ἀθανάτους ὑπισχνοῦνται τοὺς συνόντας ποιήσειν.