Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν
§ 14
Author namesIsocrate · Isocrates · Ισοκρατης
- Scientific editors
- Larue Van Hook
- Edition reference
- Isocrates · Cambridge, MA · Harvard University Press · 1945
- CTS identifier
urn:cts:greekLit:tlg0010.tlg023.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
τοὺς μὲν οὖν ταύτην ἔχοντας τὴν διάνοιαν ζηλῶ τῆς ῥᾳθυμίας, αὐτὸς δ’ αἰσχυνθείην ἄν, εἰ συμβουλεύων ἑτέροις ἐκείνων ἀμελήσας τὸ ἐμαυτῷ συμφέρον ποιοίην καὶ μὴ παντάπασιν ἔξω θεὶς ἐμαυτὸν καὶ τῶν ὠφελειῶν καὶ τῶν ἄλλων ἁπάντων τὰ βέλτιστα παραινοίην.
ὡς οὖν ἐμοῦ ταύτην ἔχοντος τὴν γνώμην, οὕτω μοι προσέχετε τὸν νοῦν.