The Greek Library Author

Isocrates

Ἐπιστολαὶ ηʹ Τοῖς Μυτιληναίων ἄρχουσιν

§ 10

Author namesIsocrate · Isocrates · Ισοκρατης

Scientific editors
Larue Van Hook
Edition reference
Isocrates · Cambridge, MA · Harvard University Press · 1945
CTS identifier
urn:cts:greekLit:tlg0010.tlg025.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

μὴ θαυμάζετε δ’ εἰ προθυμότερον καὶ διὰ μακροτέρων γέγραφα τὴν ἐπιστολήν· βούλομαι γὰρ ἀμφότερα, τοῖς τε παισὶν ἡμῶν χαρίσασθαι καὶ ποιῆσαι φανερὸν αὐτοῖς ὅτι, κἂν μὴ δημηγορῶσι μηδὲ στρατηγῶσιν ἀλλὰ μόνον μιμῶνται τὸν τρόπον τὸν ἐμόν, οὐκ ἠμελημένως διάξουσιν ἐν τοῖς Ἕλλησιν. ἓν ἔτι λοιπόν· ἂν ἄρα δόξῃ τι τούτων ὑμῖν πράττειν, Ἀγήνορί τε δηλώσατε καὶ τοῖς ἀδελφοῖς ὅτι μέρος τι καὶ δι’ ἐμὲ τυγχάνουσιν ὧν ἐπεθύμουν.