The Greek Library Author

Hesiod

Ἔργα καὶ Ἡμέραι

Title variantsἜργα καὶ Ἡμέραι · Opera et dies · Works and Days · Les Travaux et les Jours

Author namesHésiode · Hesiode · Hesiod · Hesiodos · Hesiodus · Ησιοδος

Edition reference
Hesiod, the Homeric Hymns and Homerica · London · William Heinemann Ltd. · 1914
CTS identifier
urn:cts:greekLit:tlg0020.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι

2δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι·

3ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,

4ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.

5ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,

6ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,

7ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει

8Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.

9κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δʼ ἴθυνε θέμιστας

10τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.

11οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλʼ ἐπὶ γαῖαν

12εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,

13ἣ δʼ ἐπιμωμητή· διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν.

14ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,

15σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλʼ ὑπʼ ἀνάγκης

16ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.

17τὴν δʼ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,

18θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,

19γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·

20ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.

21εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει

22πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν

23οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων

24εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν.

25καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,

26καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.

27ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,

28μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι

29νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα.

30ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε,

31ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται

32ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.

33τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις

34κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται

35ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος

36ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται.

37ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ

38ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας

39δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.

40νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς

41οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ.

42κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·

43ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο,

44ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·

45αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,

46ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.

47ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,

48ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·

49τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.

50κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο

51ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος

52ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.

53τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς·

54Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,

55χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,

56σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.

57τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες

58τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.

59ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.

60Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα

61γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν

62καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν

63παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην

64ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·

65καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην

66καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·

67ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος

68Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.

69ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.

70αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις

71παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·

72ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·

73ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ

74ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε

75Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·

76πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.

77ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης

78ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος

79τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δʼ ἄρα φωνὴν

80θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα

81Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες

82δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.

83αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,

84εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην

85δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς

86ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον

87δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν

88ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.

89αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν.

90Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων

91νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο

92νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν.

93αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.

94ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα

95ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά.

96μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν

97ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε

98ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο

99αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.

100ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται·

101πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·

102νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ

103αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι

104σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.

105οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.

106εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω

107εὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.

108ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.

109χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων

110ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.

111οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν·

112ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες

113νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν

114γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι

115τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων·

116θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα

117τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα

118αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ

119ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.

120ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.

121αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—

122τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται

123ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,

124οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα

125ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν,

126πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—,

127δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν

128ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες,

129χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.

130ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ

131ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ.

132ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,

133παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες

134ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο

135ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν

136ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,

137ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα

138Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς

139οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.

140αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—

141τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,

142δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—,

143Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων

144χάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,

145ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος

146ἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον

147ἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,

148ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι

149ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.

150ὧν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι

151χαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος.

152καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες

153βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο

154νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας

155εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο.

156αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν,

157αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ

158Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,

159ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται

160ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν.

161καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή,

162τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,

163ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο,

164τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης

165ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο.

166ἔνθʼ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,

167τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσας

168Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.

170καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες

171ἐν μακάρων νήσοισι παρʼ Ὠκεανὸν βαθυδίνην,

172ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν

173τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.

169τηλοῦ ἀπʼ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει.

169aτοῦ γὰρ δεσμὸν ἔλυσε πατὴρ ἀνδρῶν τε θεῶν τε.

169bτοῖσι δʼ ὁμῶς νεάτοις τιμὴ καὶ κῦδος ὀπηδεῖ.

169cΠέμπτον δʼ αὖτις ἔτʼ ἄλλο γένος θῆκʼ εὐρύοπα Ζεὺς

169dἀνδρῶν, οἳ γεγάασιν ἐπὶ χθονὶ πουλυβοτείρῃ.

174μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι

175ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.

176νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρ

177παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ

178φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας·

179ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.

180Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,

181εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.

182οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,

183οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,

184οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.

185αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·

186μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι

187σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε

188γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν

189χειροδίκαι· ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει.

190οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου

191οὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν

192ἀνέρες αἰνήσουσι· δίκη δʼ ἐν χερσί, καὶ αἰδὼς

193οὐκ ἔσται· βλάψει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα

194μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται.

195ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι

196δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.

197καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης

198λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν

199ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντʼ ἀνθρώπους

200Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ

201θνητοῖς ἀνθρώποισι· κακοῦ δʼ οὐκ ἔσσεται ἀλκή.

202νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·

203ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον

204ὕψι μάλʼ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·

205ἣ δʼ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι,

206μύρετο· τὴν ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·

207δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·

208τῇ δʼ εἶς, ᾗ σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·

209δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.

210ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·

211νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει.

212ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.

213ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε·

214ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς

215ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆς

216ἐγκύρσας ἄτῃσιν· ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν

217κρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει

218ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.

219αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.

220τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσι

221δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.

222ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,

223ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,

224οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.

225Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν

226ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,

227τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ·

228εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς

229ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·

230οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ

231οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.

232τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς

233ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·

234εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν·

235τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·

236θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν

237νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.

238οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,

239τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.

240πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,

241ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.

242τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων

243λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί.

244οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι

245Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτε

246ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος

247ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.

248ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ

249τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες

250ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν

251ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.

252τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ

253ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·

254οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα

255ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν.

256ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,

257κυδρή τʼ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.

258καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,

259αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι

260γηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃ

261δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες

262ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.

263ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκας

264δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.

265οἷ γʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,

266ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.

267πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας

268καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει,

269οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.

270νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος

271εἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον

272ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·

273ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.

274ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,

275καὶ νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν.

276τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων

277ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς

278ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς·

279ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη

280γίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι

281γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·

282ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας

283ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,

284τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·

285ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

286σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.

287τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι

288ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·

289τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν

290ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν

291καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται,

292ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.

293οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ

294φρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·

295ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·

296ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων

297ἐν θυμῷ βάλληται, ὃ δʼ αὖτʼ ἀχρήιος ἀνήρ.

298ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς

299ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς

300ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ

301αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·

302λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.

303τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς

304ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,

305οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ

306ἔσθοντες· σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν,

307ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.

308ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε·

309καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.

311ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος.

312εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς

313πλουτεῦντα· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.

314δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,

315εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν

316εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.

317αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,

318αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν.

319αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.

320χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.

321εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,

322ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ

323γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ

324ἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ·

325ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον

326ἀνέρι τῷ, παῦρον δέ τʼ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.

327ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,

328ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ

329κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων,

330ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα,

331ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ

332νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν·

333τῷ δʼ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν

334ἔργων ἀντʼ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.

335ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργʼ ἀεσίφρονα θυμόν.

336κὰδ δύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσιν

337ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν·

338ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,

339ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ,

340ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,

341ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.

342τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν, τὸν δʼ ἐχθρὸν ἐᾶσαι·

343τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει·

344εἰ γάρ τοι καὶ χρῆμʼ ἐγχώριον ἄλλο γένηται,

345γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.

346πῆμα κακὸς γείτων, ὅσσον τʼ ἀγαθὸς μέγʼ ὄνειαρ.

347ἔμμορέ τοι τιμῆς, ὅς τʼ ἔμμορε γείτονος ἐσθλοῦ.

348οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη.

349εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι,

350αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι,

351ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.

352μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσʼ ἀάτῃσιν.

353τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.

354καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.

355δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκεν.

356δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.

357ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη,

358χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·

359ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,

360καί τε σμικρὸν ἐόν, τό γʼ ἐπάχνωσεν φίλον ἦτορ.

363ὃς δʼ ἐπʼ ἐόντι φέρει, ὃ δʼ ἀλέξεται αἴθοπα λιμόν·

361εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο

362καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.

364οὐδὲ τό γʼ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.

365οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.

366ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ

367χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.

368ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,

369μεσσόθι φείδεσθαι· δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ.

370μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.

371καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.

372πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.

373μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω

374αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.

375ὃς δὲ γυναικὶ πέποιθε, πέποιθʼ ὅ γε φηλήτῃσιν.

376μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον

377φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.

378γηραιὸς δὲ θάνοις ἕτερον παῖδʼ ἐγκαταλείπων.

379ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.

380πλείων μὲν πλεόνων μελέτη, μείζων δʼ ἐπιθήκη.

381σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,

382ὧδʼ ἔρδειν, καὶ ἔργον ἐπʼ ἔργῳ ἐργάζεσθαι.

383πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων

384ἄρχεσθʼ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.

385αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα

386κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ

387φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.

388οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης

389ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα,

390πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον

391ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,

392γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα

393ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα

394ὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζων

395πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.

396ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω

397οὐδʼ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,

398ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο,

399μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων

400ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν.

401δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς,

402χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις·

403ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγα

404φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν.

405οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα,

406κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,

407χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι,

408μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ,

409ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.

410μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν·

411οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν

412οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·

413αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

414ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο

415καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος

416Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς

417πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ

418βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων

419ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·

420τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ

421ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·

422τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.

423ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,

424ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·

425εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.

426τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.

427πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς,

428ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν,

429πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,

430εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας

431γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.

432δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,

433αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·

434εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.

435δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,

436δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρω

437ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,

438ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.

439οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον

440ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.

441τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο

442ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,

443ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι,

444μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ

445θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων

446σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.

447κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.

448φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς

449ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·

450ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην

451δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·

452δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·

453ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·

454ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.

455φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,

456νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης,

457τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.

458εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ,

459δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς

460αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην,

461πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.

462ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.

463νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·

464νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.

465εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ,

466ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,

467ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης

468χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι

469ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε

470δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη

471σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη

472θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.

473ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,

474εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,

475ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα

476γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.

477εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους

478αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.

479εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,

480ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,

481ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,

482οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.

483ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,

484ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.

485εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·

486ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι

487τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν,

488τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι,

489μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων·

490οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.

491ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι

492μήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος.

493πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην

494ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων

495ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,

496μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ

497σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.

498πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,

499χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.

500ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,

501ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.

502δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·

503οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.

504μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα,

505τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν

506πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,

507ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ

508ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·

509πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας

510οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ

511ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.

512θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο,

513τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν

514ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.

515καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει·

516καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι,

517οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν

518ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.

519καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,

520ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει

521οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·

522εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ

523χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου

524ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει

525ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.

526οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·

527ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε

528στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.

529καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται

530λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα

531φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,

532ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι

533καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι,

534οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται,

535τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.

536καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,

537χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·

538στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·

539τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,

540μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.

541ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο

542ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.

543πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ,

544δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ

545ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθεν

546πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ·

547ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος

548ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντος

549ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·

550ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων,

551ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ

552ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι

553πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.

554τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,

555μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,

556χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.

557ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,

558χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.

559τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη

560ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.

561ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν

562ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις

563γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.

564εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο

565χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ

566Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο

567πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.

568τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν

569ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.

570τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον.

571ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ

572Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·

573ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·

574φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον

575ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.

576τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν

577ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.

578ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,

579ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,

580ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου

581ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.

582ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ

583δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν

584πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,

585τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος,

586μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες

587εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,

588αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδη

589εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος,

590μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων,

591καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης

592πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον,

593ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,

594ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,

595κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος,

596τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.

597δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν

598δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος,

599χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.

600μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ

601πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,

602θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον

603δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος·

604καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,

605μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.

606χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη

607βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα

608δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.

609εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ

610οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς,

611ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·

612δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας,

613πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι

614δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ

615Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος

616δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι

617ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.

618εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,

619εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος

620φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,

621δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·

622καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,

623γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.

624νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι

625πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,

626χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.

627ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ

628εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·

629πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.

630αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ·

631καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτον

632ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι,

633ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ,

634πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·

635ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας,

636Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ·

637οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,

638ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν·

639νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,

640Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ.

641τύνη δʼ, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι

642ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.

643νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι.

644μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος

645ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.

646εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν

647βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,

648δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,

649οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.

650οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον,

651εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ Ἀχαιοὶ

652μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν

653Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.

654ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος

655Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ

656ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι

657ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα.

658τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα,

659ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.

660τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·

661ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·

662Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.

663ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,

664ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,

665ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα

666καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα,

667εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων

668ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·

669ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.

670τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων·

671εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας

672ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι,

673σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·

674μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον

675καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,

676ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ

677πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.

678ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·

679ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη

680ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ

681ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα·

682εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε

683αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·

684ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ

685ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·

686χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.

687δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγα

688φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.

689μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·

690ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.

691δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.

692δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας

693ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.

694μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος.

695ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,

696μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων

697μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·

698ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.

699παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς.

700τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει,

701πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς.

702οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινον

703τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,

704δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα

705εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.

706εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.

707μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·

708εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.

709μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γʼ ἄρχῃ

710ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,

711δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γʼ αὖτις

712ἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν,

713δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον

714ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.

715μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι,

716μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα.

717μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ

718τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.

719γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος

720φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.

721εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.

722μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι

723ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.

724μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον

725χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν·

726οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.

727μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·

728αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα·

729μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς

730μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν·

731ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,

732ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.

733μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου

734ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.

735μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα

736σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.

737μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ

738ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,

739χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.

740ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος,

741τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.

742μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ

743αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.

744μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε

745πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται.

746μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,

747μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.

748μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα

749ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.

750μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον,

751παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ,

752μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.

753μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι

754ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ

755ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας

756μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.

757μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων

758μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι·

759μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.

760ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.

761φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι

762ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.

763φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ

764λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.

765Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν

766πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην

767ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.

769αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,

768εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.

770Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·

771τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·

772ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς

773ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·

774ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί,

775ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·

776ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·

777τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης

778ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται·

779τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.

780Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι

781σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη.

782ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν,

783ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν,

784οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι.

785οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι

786ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων

787σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ·

788ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν

789ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς.

790μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον

791ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.

792εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα

793γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.

794ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς

795μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς

796καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς

797πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ

798τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε

799ἄλγεʼ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ.

800Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν

801οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι.

802πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·

803ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν

804Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις.

805Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν

806εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ

807βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα

808νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται.

809τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.

810εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,

811πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν·

812ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι

813ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.

814παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην

815ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι

816βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,

817νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον

818εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν.

819τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ

820μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην

821ἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων.

822αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγʼ ὄνειαρ,

823αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.

824ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.

825ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.

826τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα

827εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,

828ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.