The Greek Library Author

Lucian

Προλαλιά. Ἡρακλῆς

§ 8

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Austin Morris Harmon
Edition reference
Lucian · London · William Heinemann Ltd. · 1913
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ὥστε ἰσχὺς μὲν καὶ τάχος καὶ κάλλος καὶ ὅσα σώματος ἀγαθὰ χαιρέτω, καὶ ὁ Ἔρως ὁ σός, ὦ Τήϊε ποιητά, ἐσιδών με ὑποπόλιον τὸτὸ Schwartz: not in MSS. γένειον χρυσοφαέννων εἰ βούλεται πτερύγων ταρσοῖςταρσοῖς Schwartz: ἢ ἀετοῖς MSS. παραπετέσθω, καὶ ὁ Ἱπποκλείδης οὐ φροντιεῖ. τῷ λόγῳ δὲ νῦν ἂν μάλιστα ἀνηβᾶν καὶ ἀνθεῖν καὶ ἀκμάζειν καθʼ ὥραν εἴη καὶ ἕλκειν τῶν ὤτων ὅσους ἂν πλείστους δύνηται, καὶ τοξεύειν πολλάκις, ὡς οὐδέν γε δέος μὴ κενωθεὶς λάθοι ὁ γωρυτὸς αὐτῷ.

ὁρᾷς ὅπως παραμυθοῦμαι τὴν ἡλικίαν καὶ τὸ γῆρας τὸ ἐμαυτοῦ. καὶ διὰ τοῦτο ἐτόλμησα πάλαι νενεωλκημένον τὸ ἀκάτιον κατασπάσας καὶ ἐκ τῶν ἐνόντων ἐπισκευάσας αὖθις ἀφεῖναι ἐς μέσον τὸ πέλαγος. εἴη δʼ, ὦ θεοί, καὶ τὰ παρʼ ὑμῶν ἐμπνεῦσαι δεξιά, ὡς νῦν γε μάλιστα πλησιστίου τε καὶ ἐσθλοῦ ἑταίρου ἀνέμου δεόμεθα, ἵνα, εἰ ἄξιοι φαινοίμεθα, καὶ ἡμῖν τὸ Ὁμηρικὸν ἐκεῖνο ἐπιφθέγξηταί τίς, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.