The Greek Library Author

Lucian

Περὶ Θυσιῶν

§ 14

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Austin Morris Harmon
Edition reference
Lucian · London · William Heinemann Ltd. · 1921
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg027.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ταῦτα μὲν δὴ ἴσως μέτρια καὶ τὰ ὑπʼ Ἀσσυρίων γιγνόμενα καὶ ὑπὸ Φρυγῶν καὶ Λυδῶν, ἢν δʼ εἰς τὴν Αἴγυπτον ἔλθῃς, τότε δὴ τότε ὄψει πολλὰ τὰ σεμνὰ καὶ ὡς ἀληθῶς ἄξια τοῦ οὐρανοῦ, κριοπρόσωπον μὲν τὸν Δία, κυνοπρόσωπον δὲ τὸν βέλτιστον Ἑρμῆν καὶ τὸν Πᾶνα ὅλον τράγον καὶ ἶβίν τινα καὶ κροκόδειλον ἕτερον καὶ πίθηκον. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ εὖ εἰδῇς, ἀκούσῃ πολλῶν σοφιστῶν καὶ γραμματέων καὶ προφητῶν ἐξυρημένων διηγουμένων, — πρότερον δέ, φησὶν ὁ λόγος, θύρας δʼ ἐπίθεσθε βέβηλοι — ὡς ἄρα ὑπὸ τὸν πόλεμοντῶν πολεμίων γ. καὶ τῶν γιγάντων τὴν ἐπανάστασιν οἱ θεοὶ φοβηθέντες ἧκον εἰς τὴν Αἴγυπτον ὡς δὴ ἐνταῦθα λησόμενοι τοὺς πολεμίους· εἶθʼ ὁ μὲν αὐτῶν ὑπέδυ τράγον, ὁ δὲ κριὸν ὑπὸ τοῦ δέους, ὁ δὲ θηρίον ἢ ὄρνεον· διὸ δὴ εἰσέτι καὶ νῦν φυλάττεσθαι τὰς τότε μορφὰς τοῖς θεοῖς. ταῦτα γὰρ ἀμέλει ἐν τοῖς ἀδύτοις ἀπόκειται γραφέντα πλεῖον ἢ πρὸ ἐτῶν μυρίων.