Εὐνοῦχος
§ 7
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Austin Morris Harmon
- Edition reference
- Lucian · London · William Heinemann Ltd. · 1936
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg047.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Λυκῖνος
τὰ μὲν πρῶτα ὑπʼ αἰδοῦς καὶ δειλίας — οἰκεῖον γὰρ αὐτοῖς τὸ τοιοῦτον — ἐπὶ πολὺ ἐσιώπα καὶ ἠρυθρία καὶ ἰδίων φανερὸς ἦν, τέλος δὲ λεπτόν τι καὶ γυναικεῖον ἐμφθεγξάμενος οὐ δίκαια ποιεῖν ἔφη τὸν Διοκλέα φιλοσοφίας ἀποκλείοντα εὐνοῦχον ὄντα, ἧς καὶ γυναιξὶ μετεῖναι· καὶ παρήγοντο Ἀσπασία καὶ Διοτίμα καὶ Θαργηλία συνηγορήσουσαι αὐτῷ, καί τις Ἀκαδημαϊκὸς εὐνοῦχος ἐκ Πελασγῶν τελῶν,ἐκ πελασγῶν τελῶν marginal in ΓΕ: ἐκ κελτῶν ΓΕ, vulg. ὀλίγον πρὸ ἡμῶν εὐδοκιμήσας ἐν τοῖς Ἕλλησιν. ὁ Διοκλῆς δὲ κἀκεῖνον αὐτόν, εἰ περιῆνεἰ περιῆν ΩbΓc: εἴπερ ἦν ΩΓ cett. καὶ τῶν ὁμοίων μετεποιεῖτο, εἶρξαιεἶφξαι Γ: εἶρξεν vulg. For the hiatus cf. διατρῖψαι ἄν, § 5. ἂν οὐ καταπλαγεὶς αὐτοῦ τὴν παρὰ τοῖς πολλοῖς δόξαν· καί τινας καὶ αὐτὸς ἀπεμνημόνευε λόγους καὶ πρὸς ἐκεῖνον ὑπό τε Στωϊκῶν καὶ Κυνικῶν μάλιστα εἰρημένους πρὸς τὸ γελοιότερον ἐπὶ τῷ ἀτελεῖ τοῦ σώματος.