The Greek Library Author

Lucian

Περὶ τῶν Διψάδων

§ 6

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Karl Jacobitz
Edition reference
Luciani Samosatensis Opera · Leipzig · Teubner · 1913
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg054.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἐγὼ μὲν οὖν οὐδένα τοῦτο πεπονθότα εἶδον, μηδέ, ὦ θεοί, ἴδοιμι οὕτω κολαζόμενον ἄνθρωπον, ἀλλʼ οὐδὲ ἐπέβην τῆς Λιβύης τὸ παράπαν εὖ ποιῶν· ἐπίγραμμα δέ τι ἤκουσα, ὅ μοι τῶν ἑταίρων τις ἔλεγεν αὐτος ἐπὶ στήλης ἀνεγνωκέναι ἀνδρὸς οὕτως ἀποθανόντος· ἐκ Λιβυης ἔφη ἀπιὼν ἐς Αἴγυπτον παρὰ τὴν μεγάλην Σύρτιν ποιεῖσθαι τὴν πορείαν· οὐ γὰρ εἶναι ἄλλως· ἔνθα δὴ ταφῳ ἐντυχεῖν παρὰ τὴν ἠϊόνα ἐπʼ αὐτῷ τῷ κλύσματι καὶ στήλην ἐφεστάναι δηλοῦσαν τοῦ ὀλέθρου τὸν τρόπον· κεκολάφθαι γὰρ ἐπʼ αὐτῇ ἄνθρωπον μὲν τινα οἷον τὸν Τάνταλον γράφουσιν ἐν λίμνῃ ἑστῶτα καὶ ἀρυομενον τοῦ ὕδατος, ὡς πίοι δή, τὸ θηρίον δὲ τὴν διψάδα ἐμπεφυκὸς αὐτῷ περιεσπειρᾶσθαι τῷ ποδί, καί τινας γυναῖκας ὑδροφορούσας ἅμα πολλὰς καταχεῖν τὸ ὕδωρ αὐτοῦ πλησίον δὲ ᾠὰ κεῖσθαι οἷα τῶν στρουθῶν ἐκείνων, οὓς ἔφην θηρᾶν τοὺς Γαράμαντας· γεγράφθαι δὲ πρὸς τοὐπίγραμμα, οὐ χεῖρον δὲ καὶ αὐτὸ εἰπεῖν, τοῖα παθόντʼ, οἶμαι, καὶ Τάνταλον αἴθοπος ἰοῦ μηδαμὰ κοιμῆσαι διψαλέην ὀδύνην. καὶ Δαναοῖο κόρας τοῖον πίθον οὐκ ἀναπλῆσαι αἰὲν ἐπαντλούσας ὑδροφόρῳ καμάτῳ. ἔτι καὶ ἄλλα ἔπη τέτταρά ἐστι περὶ τῶν ᾠῶν, καὶ ὡς ἀναιρούμενος αὐτὰ ἐδήχθη· ἀλλʼ οὐκέτι μέμνημαι ἐκείνων.