Ἡρόδοτος ἢ Ἀετίων
§ 8
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Kenneth Kilburn
- Edition reference
- Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg056.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Αὐτοί τε οὖν ἤδη συνεληλύθατε, ὅ τι περ ὄφελος ἐξ ἑκάστης πόλεως, αὐτὸ δὴ τὸ κεφάλαιον ἁπάντων Μακεδόνων, καὶ ὑποδέχεται πόλις ἡ ἀρίστη οὖσα οὐ κατὰ Πίσαν μὰ Δί' οὐδὲ τὴν κεῖθι στενοχωρίαν καὶ σκηνὰς καὶ καλύβας καὶ πνῖγος· οἵ τε αὖ πανηγυρισταὶ οὐ συρφετώδης ὄχλος, ἀθλητῶν μᾶλλον φιλοθεάμονες, ἐν παρέργῳ οἱ πολλοὶ τὸν Ἡρόδοτον τιθέμενοι, ἀλλὰ ῥητόρων τε καὶ συγγραφέων καὶ σοφιστῶν οἱ δοκιμώτατοι—ὅσον οὐ μικρὸν ἤδη, μὴ τοὐμὸν παρὰ πολὺ ἐνδεέστερον φαίνηται τῶν Ὀλυμπίων. ἀλλ’ ἢν μὲν ὑμεῖς Πολυδάμαντι ἢ Γλαύκῳ ἢ Μίλωνι παραθεωρῆτέ με, κομιδῇ ὑμῖν δόξω θρασὺς ἄνθρωπος εἶναι. ἢν δὲ πολὺ ἐκείνων ἀπαγαγόντες τὴν μνήμην ἐπ' ἐμαυτοῦ μόνου ἀποδύσαντες ἴδητε, τάχ' ἂν οὐ πάνυ μαστιγώσιμος ὑμῖν δόξαιμι. ὡς ἔν γε τηλικούτῳ σταδίῳ ἱκανὸν ἐμοὶ γοῦν καὶ τοῦτο.