The Greek Library Author

Lucian

Ἀπολογία

§ 12

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Karl Jacobitz
Edition reference
Luciani Samosatensis Opera · Leipzig · Teubner · 1909
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg059.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

τὸ δὲ ὅλον οὐ τοὺς μισθαρνοῦντας ἅπαντας ἐγὼ φαύλῳ βίῳ συνεῖναι ἔφασκον, ἀλλὰ τοὺς ἐν ταῖς οἰκίαις ἐπὶ προφάσει παιδεύσεως δουλεύοντας ᾤκτειρον. τουτὶ δέ, ὦ ἑταῖρε, τὸ ἡμέτερον πρᾶγμα παντάπασιν ἑτεροῖόν ἐστιν, εἴ γε τὰ μὲν οἴκοι ἰσότιμα ἡμῖν, δημοσίᾳ δὲ τῆς μεγίστης ἀρχῆς κοινωνοῦμεν καὶ τὸ μέρος συνδιαπράττομεν. ἔγωγʼ οὖν, εἰ σκέψαιο, δόξαιμʼ ἄν σοι οὐ τὸ σμικρότατον τῆς Αἰγυπτίας ταύτης ἀρχῆς ἐγκεχειρίσθαι, τὰς δίκας εἰσάγειν καὶ τάξιν αὐταῖς τὴν προσήκουσαν ἐπιτιθέναι καὶ τῶν πραττομένων καὶ λεγομένων ἁπαξαπάντων ὑπομνήματα γράφεσθαι καὶ τάς τε ῥητορείας τῶν δικαιολογούντων ῥυθμίζειν καὶ τὰς τοῦ ἄρχοντος γνώσεις πρὸς τὸ σαφέστατον ἅμα καὶ ἀκριβέστατον σὺν πίστει τῇ μεγίστῃ διαφυλάττειν καὶ παραδιδόναι δημοσίᾳ πρὸς τὸν ἀεὶ χρόνον ἀποκεισομένας, καὶ ὁ μισθὸς οὐκ ἰδιωτικός, ἀλλὰ παρὰ τοῦ βασιλέως, οὐ σμικρὸς οὐδὲ οὗτος, ἀλλὰ πολυτάλαντος· καὶ τὰ μετὰ ταῦτα δὲ οὐ φαῦλαι ἐλπίδες, εἰ τὰ εἰκότα γίγνοιτο, ἀλλʼ ἔθνος ἐπιτραπῆναι ἤ τινας ἄλλας πράξεις βασιλικάς.