Ἀπολογία
§ 2
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Kenneth Kilburn
- Edition reference
- Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg060.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Ἀποκρίνεται οὖν αὐτῷ ὁ Τιμόθεος, Ἀλλ', ὦ Ἁρμονίδη, ἐρᾷς μέν, ἔφη, εὖ ἴσθι, οὐ μικροῦ πράγματος, ἐπαίνου καὶ δόξης καὶ ἐπίσημος εἶναι καὶ γιγνώσκεσθαι πρὸς τῶν πολλῶν, τοῦτο δὲ εἰ μὲν οὑτωσί πως ἐς τὰ πλήθη παριὼν ἐπιδεικνύμενος ἐθέλοις πορίζεσθαι, μακρὸν ἂν γένοιτο, καὶ οὐδὲ οὕτως ἅπαντες εἴσονταί σε. ποῦ γὰρ ἂν εὑρεθείη ἢ θέατρον ἢ στάδιον οὕτω μέγα, ἐν ᾦ πᾶσιν αὐλήσεις τοῖς Ἕλλησιν; ὡς δὲ ποιήσας γνωσθήσῃ αὐτοῖς καὶ ἐπὶ τὸ πέρας ἀφίξῃ τῆς εὐχῆς, ἐγὼ καὶ τοῦτο ὑποθήσομαί σοι· σὺ γὰρ αὔλει μὲν καὶ πρὸς τὰ θέατρα ἐνίοτε, ἀτὰρ ὀλίγον μελέτω σοι τῶν πολλῶν. ἡ δὲ ἐπίτομος καὶ ῥᾷστα ἐπὶ τὴν δόξαν ἄγουσα ἥδε ἐστίν. εἰ γὰρ ἐπιλεξάμενος τῶν ἐν τῇ Ἑλλάδι τοὺς ἀρίστους καὶ ὀλίγους αὐτῶν ὅσοι κορυφαῖοι καὶ ἀναμφιλόγως θαυμαστοὶ καὶ ἐπ' ἀμφότερα πιστοί, εἰ τούτοις, φημί, ἐπιδείξαιο τὰ αὐλήματα καὶ οὗτοι ἐπαινέσονταί σε, ἅπασιν Ἕλλησι νόμιζε ἤδη γεγενῆσθαι γνώριμος ἐν οὕτω βραχεῖ. καὶ τὸ πρᾶγμα ὅρα πῶς συντίθημι· εἰ γὰρ οὓς ἅπαντες ἴσασι καὶ οὓς θαυμάζουσιν, οὗτοι δὲ εἴσονταί σε αὐλητὴν εὐδόκιμον ὄντα, τί σοι δεῖ τῶν πολλῶν, οἵ γε πάντως ἀκολουθήσουσι τοῖς ἄμεινον κρῖναι δυναμένοις; ὁ γάρ τοι πολὺς οὗτος λεώς, αὐτοὶ μὲν ἀγνοοῦσι τὰ βελτίω, βάναυσοι ὄντες οἱ πολλοὶ αὐτῶν, ὅντινα δ’ ἂν οἱ προὔχοντες ἐπαινέσωσι, πιστεύουσι μὴ ἂν ἀλόγως ἐπαινεθῆναι τοῦτον· ὥστε ἐπαινέσουσι καὶ αὐτοί. καὶ γὰρ οὖν καὶ ἐν τοῖς ἀγῶσιν οἱ μὲν πολλοὶ θεαταὶ ἴσασι ἴσασι one late MSS.: εἰσι(ν) other MSS. κροτῆσαί ποτε καὶ συρίσαι, κρίνουσι δὲ ἑπτὰ ἢ πέντε ἢ ὅσοι δή.