The Greek Library Author

Lucian

Διάλογος πρὸς Ἡσίοδον

§ 7

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Karl Jacobitz
Edition reference
Luciani Samosatensis Opera · Leipzig · Teubner · 1913
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg061.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Λυκῖνος

τοῦτο μὲν οὖν, ὦ θαυμαστὲ Ἡσίοδε, καὶ πάνυ ποιμενικὸν εἴρηταί σοι καὶ ἐπαληθεύειν ἔοικας τὴν τῶν Μουσῶν ἐπίπνοιαν αὐτὸς οὐδʼ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἐπῶν δυνάμενος, ἡμεῖς δὲ οὐ ταύτην τὴν μαντικὴν παρὰ σοῦ καὶ τῶν Μουσῶν περιεμένομεν· ἐπεὶ τά γε τοιαῦτα πολὺ μαντικώτεροι ὑμῶν οἱ γεωργοί, καὶ ἄριστα μαντεύσαιντʼ ἂν ἡμῖν περὶ αὐτῶν, ὅτι ὕσαντος μὲν τοῦ θεοῦ εὐθαλῆ ἔσται τὰ δράγματα, ἢν δὲ αὐχμὸς ἐπιλάβῃ καὶ διψήσωσιν αἱ ἄρουραι, οὐδεμία μηχανὴ μὴ οὐχὶ λιμὸν ἐπακολουθῆσαι τῷ δίψει αὐτῶν, καὶ ὅτι οὐ μεσοῦντος θέρους χρὴ ἀροῦν, ἢ οὐκ ἄν τι ὄφελος γένοιτο εἰκῆ ἐκχυθέντων τῶν σπερμάτων, οὐδὲ ἀμᾶν ἔτι χλωρὸν τὸν στάχυν, ἢ κενὸν εὑρεθήσεσθαι τὸν καρπόν. οὐ μὴν οὐδʼ ἐκεῖνο μαντείας δεῖται, ὡς ἢν μὴ καλύψαις τὰ σπέρματα καὶ θεράπων μακέλλην ἔχων ἐπιφοροίη τῆς γῆς αὐτοῖς, καταπτήσεται τὰ ὄρνεα καὶ προκατεδεῖται τὴν ἅπασαν τοῦ θέρους ἐλπίδα.