The Greek Library Author

Lucian

Διάλογος πρὸς Ἡσίοδον

§ 6

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Kenneth Kilburn
Edition reference
Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg061.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

εἰ δὲ καὶ χρὴ ὁμόσε χωρήσαντα τῇ αἰτίᾳ τὴν ὀρθοτάτην ἀπολογίαν ἀπολογήσασθαι, ἀνάγνωθι, ὦ οὗτος, τὰ Ἔργα μου καὶ τὰς Ἡμέρας. εἴσῃ γὰρ ὅσα ἐν τῷ ποιήματι τούτῳ μαντικῶς ἅμα καὶ προφητικῶς προτεθέσπισταί μοι τὰς ἀποβάσεις προδηλοῦντα τῶν τε ὀρθῶς καὶ κατὰ καιρὸν πραττομένων καὶ τῶν παραλελειμμένων τὰς ζημίας. καὶ τὸ οἴσεις δ’ ἐν φορμῷ, παῦροι δέ σε θηήσονται, καὶ πάλιν ὅσα ἀγαθὰ περιέσται τοῖς ὀρθῶς γεωργοῦσιν χρησιμωτάτη ἂν ἂν Dindorf: ἐν MSS. τῷ βίῳ μαντικὴ νομίζοιτο.

οἴσεις δ’ ἐν φορμῷ, παῦροι δέ σε θηήσονται,

οἴσεις δ’ ἐν φορμῷ, παῦροι δέ σε θηήσονται,