Πρὸς τὸν εἰπόντα Προμηθεὺς εἶ ἐν λόγοις
§ 7
Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος
- Scientific editors
- Karl Jacobitz
- Edition reference
- Luciani Samosatensis Opera · Leipzig · Teubner · 1909
- CTS identifier
urn:cts:greekLit:tlg0062.tlg064.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
δέδια τοίνυν, μὴ αὖθις ὅμοιόν τι τῷ Προμηθεῖ τῷ σῷ πεποιηκὼς φαίνωμαι τὸ θῆλυ τῷ ἄρρενι ἐγκαταμίξας καὶ διʼ αὐτὸ δίκην ὑπόσχω· μᾶλλον δὲ μὴ καὶ ἄλλο τι τοιοῦτος φανείην ἐξαπατῶν ἴσως τοὺς ἀκούοντας καὶ ὀστᾶ παραθεὶς αὐτοῖς κεκαλυμμένα τῇ πιμελῇ, γέλωτα κωμικὸν ὑπὸ σεμνότητι φιλοσόφῳ· τὸ γὰρ τῆς κλεπτικῆς — καὶ γὰρ κλεπτικῆς ὁ θεός — ἄπαγε· τοῦτο μόνον οὐκ ἂν εἴποις ἐνεῖναι τοῖς ἡμετέροις· ἢ παρὰ τοῦ γὰρ ἂν ἐκλέπτομεν; εἰ μὴ ἄρα τις ἐμὲ διέλαθε τοιούτους πιτυοκάμπτας καὶ τραγελάφους καὶ αὐτὸς συντεθεικώς. πλὴν ἀλλὰ τί ἂν πάθοιμι; ἐμμενετέον γὰρ οἷς ἅπαξ προειλόμην· ἐπεὶ τό γε μεταβουλεύεσθαι Ἐπιμηθέως ἔργον, οὐ Προμηθέως ἐστίν.