The Greek Library Author

Lucian

Πρὸς τὸν εἰπόντα, Προμηθεὺς εἴ εἶ ἐν λόγοις

§ 7

Author namesLucien · Lucien de Samosate · Lucian · Lucianus · Loukianos · Λουκιανος

Scientific editors
Kenneth Kilburn
Edition reference
Lucian with an English Translation · London · William Heinemann Ltd. · 1959
CTS identifier
urn:cts:greekLit:tlg0062.tlg064.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Δέδια τοίνυν μὴ αὖθις ὅμοιόν τι τῷ Προμηθεῖ τῷ σῷ πεποιηκὼς φαίνωμαι τὸ θῆλυ τῷ ἄρρενι ἐγκαταμίξας καὶ δἰ αὐτὸ δίκην ὑπόσχω. μᾶλλον δὲ καὶ κατ' ἄλλο τι τοιοῦτος ἂν φανείην, So Mras after Bekker, Fritzsche, Reitz: μὴ καὶ ἄλλο τοιοῦτο some MSS.: καὶ · ἐξαπατῶν (sic) Γ. ἐξαπατῶν ἴσως τοὺς ἀκούοντας καὶ ὀστᾶ παραθεὶς αὐτοῖς κεκαλυμμένα τῇ πιμελῇ, γέλωτα κωμικὸν ὑπὸ σεμνότητι φιλοσόφῳ. τὸ γὰρ τῆς κλεπτικῆς—καὶ γὰρ κλεπτικῆς ὁ θεός—ἄπαγε. τοῦτο μόνον οὐκ ἂν εἴποις ἐνεῖναι τοῖς ἡμετέροις. ἢ παρὰ τοῦ γὰρ ἂν ἐκλέπτομεν; εἰ μὴ ἄρα τις ἐμὲ διέλαθεν τοιούτους ἱπποκάμπους So Solanus: πιτυοκάμπτας MSS. καὶ τραγελάφους καὶ αὐτὸς συντεθεικώς. πλὴν ἀλλὰ τί ἂν πάθοιμι; ἐμμενετέον γὰρ οἷς ἅπαξ προειλόμην· ἐπεὶ τό γε μεταβουλεύεσθαι Ἐπιμηθέως ἔργον, οὐ Προμηθέως ἐστίν.