The Greek Library Author

Aristotle

Ἀνέμων θέσεις καὶ προσηγορίαι

§ 1

Author namesAristote · Aristotle · Aristoteles · Aristotélès · Αριστοτελης

Scientific editors
Immanuel Bekker
Edition reference
Aristotelis Opera · Oxford · Oxford University Press · 1837
CTS identifier
urn:cts:greekLit:tlg0086.tlg046.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΒΟΡΡΑΣ. Οὗτος ἐν μὲν Μαλλῷ Παγρεύς· πνεῖ γὰρ ἀπὸ κρημνῶν μεγάλων καὶ ὁρῶν διπλῶν παρʼ ἄλληλα κειμένων, ἃ καλεῖται Παγρικά. Ἐν δὲ Καύνῳ Μέσης. Ἐν δὲ Ῥόδῳ Καυνίας· πνεῖ γὰρ ἀπὸ Καύνου, ἐνοχλῶν τὸν λιμένα αὐτῶν τὸν ἀκανίαν. Ἐν δὲ Ὀλβίᾳ τῆ κατὰ Μύγαλον τῆς Παμφυλίας Γαυρεύς· πνεῖ γὰρ ἀπὸ νήσου ἣ καλεῖται Γαυρίς. Τινὲς δὲ αὐτὸν βορρᾶν οἴονται εἶναι, ἐν οἶς καὶ Λυρναντεῖς οἱ κατὰ Φασηλίδα. Καικίας. Οὗτος ἐν μὲν Λέσβῳ καλεῖται Θηβάνας· πνεῖ γὰρ ἀπὸ Θήβης πεδίου τοῦ ὑπὲρ τὸν Ἐλαιατικὸν κόλπον τῆς Μυσίας, ἐνοχλεῖ δὲ τὸν Μιτυληναίων λιμένα, μάλιστα δὲ τὸν Μαλόεντα· παρὰ δὲ αἰκαυνίαις, ὃν ἄλλοι βορρᾶν οἴονται εἶναι. Ἁπηλιώτης. Οὗτος ἐν μὲν Τριπόλει τῆς Φνονίκης Ποταμεὺς καλεῖται, πνεῖ δὲ ἐκ πεδίου ὁμοίου ἅλωνι μεγάλη, περιεχομένου ὑπό τε τοῦ Λιβάνου καὶ τοῦ Βἀπύρου ὅρους· παρὸ καὶ Ποταμεὺς καλεῖται. Ἐνοχλεῖ δὲ τὸ Ποσειδώνειον.