The Greek Library Author

Anonymous

Testimonia

3c,646,T

Authority group
Aristotle (catalogue association; authorship remains anonymous)
Edition reference
Testimonia, FGrH #646: 3C:192–193.
CTS identifier
urn:cts:greekLit:tlg0086.tlg055.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3c,646,T

2a

ἀπὸ τῆς φύσεως ἔργωι κατενόησεν, ἀξιώσας πέμψαι τὸν Ἀλέξανδρον

τὸν Μακεδόνα εἰς ἐκείνους τοὺς τόπους, καὶ ὄψει τὴν αἰτίαν τῆς τοῦ

Νείλου αὐξήσεως παραλαβεῖν. διό φησιν (F 1 § 10) ὡς τοῦτο «οὐκέτι πρό-

βλημά ἐστιν· ὤφθη γὰρ φανερῶς, ὅτι ἐξ ὑετῶν αὔξει».> καὶ 〈λύεται〉 τὸ

παράδοξον, ὅτι ἐν τοῖς ξηροτάτοις τόποις τῆς Αἰθιοπίας, ἐν οἷς οὔτε χειμὼν οὔτε ὕδωρ

ἐστί, ξυμβαίνει τοῦ θέρους πλείστους ὑετοὺς γίνεσθαι.

2b

STRABON 17, 1, 5 p. 789/90:

οἱ μὲν οὖν ἀρχαῖοι στοχασμῶι τὸ πλέον, οἱ δ' ὕστεροι αὐτόπται γενηθέντες, ἤισθοντο

ὑπὸ ὄμβρων θερινῶν πληρούμενον τὸν Νεῖλον, τῆς Αἰθιοπίας τῆς ἄνω κλυζομένης, καὶ

μάλιστα ἐν τοῖς ἐσχάτοις ὄρεσι, παυσαμένων δὲ τῶν ὄμβρων παυομένην κατ' ὀλίγον τὴν

πλημμυρίδα. <τοῦτο δ' ὑπῆρξε μάλιστα δῆλον τοῖς πλέουσι τὸν Ἀράβιον

κόλπον μέχρι τῆς Κινναμωμοφόρου, καὶ τοῖς ἐκπεμπομένοις ἐπὶ τὴν τῶν

ἐλεφάντων θήραν, καὶ εἴ τινες ἄλλαι χρεῖαι παρώξυνον ἐκεῖσε ἄνδρας

προχειρίζεσθαι τοὺς τῆς Αἰγύπτου βασιλέας τοὺς Πτολεμαικούς· οὗτοι

γὰρ ἐφρόντισαν τῶν τοιούτων, διαφερόντως δὲ ὁ Φιλάδελφος ἐπικληθείς>

.... οἱ πάλαι δὲ βασιλεῖς οὐ πάνυ ἐφρόντισαν τῶν τοιούτων, καίπερ οἰκεῖοι σοφίας γεγο-

νότες καὶ αὐτοὶ καὶ οἱ ἱερεῖς, μεθ' ὧν ἦν αὐτοῖς ὁ πλείων βίος, ὥστε [καὶ] θαυμάζειν ἄξιον

καὶ διὰ τοῦτο καὶ διότι Σέσωστρις τὴν Αἰθιοπίαν ἐπῆλθεν ἅπασαν μέχρι τῆς Κινναμω-

μοφόρου ... Καμβύσης τε ... προῆλθε καὶ μέχρι τῆς Μερόης (673 F 15; 155) ....

θαυμαστὸν οὖν, πῶς ἐκ τῶν τοιούτων ἀφορμῶν οὐ τελέως ἐναργὴς ἦν ἡ περὶ τῶν ὄμβρων

ἱστορία τοῖς τότε .... εἰ γὰρ ἆρα, τοῦτ' ἐχρῆν ζητεῖν, ὅπερ καὶ νῦν ἔτι ζητεῖται, τί δήποτε

θέρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις, ἐν δὲ τῆι Θηβαίδι καὶ τῆι περὶ Συήνην

οὐ συμπίπτουσιν ὄμβροι· τὸ δ' ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν, μηδὲ τοιούτων

δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος (87 F 79) εἴρηκε· <φησὶ γὰρ Καλλισθένη>

(124 F 12) <λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν, παρὰ Ἀριστο-

τέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου>—τῶν ἀρχαίων

δὲ φυσικῶν εἷς οὗτος (Vorsokr.5 35)—, ἐκεῖνον δὲ παρ' †ἄλλου, τὸν δὲ παρ' Ὁμήρου (Od.

δ 477) διιπετέα φάσκοντος τὸν Νεῖλον—«ἂψ δ' εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο».

2c

PROKL. in Plat. Tim. 22 E (I 121, 8 Diehl): Ἐρατοσθένης

δὲ οὐκέτι φησὶν 〈πρόβλημα εἶναι〉 οὐδὲ ζητεῖν χρῆναι περὶ τῆς αὐξήσεως τοῦ Νείλου,

σαφῶς καὶ ἀφικομένων τινῶν εἰς τὰς τοῦ Νείλου πηγὰς καὶ τοὺς ὄμβρους τοὺς γιγνομένους

ἑωρακότων, ὥστε κρατύνεσθαι τὴν Ἀριστοτέλους ἀπόδοσιν.

2d

JOH. LYDUS De

mens. 4, 107: ἀλλὰ καὶ Θρασυάλκης ὁ Θάσιος τοὺς ἐτησίους φησὶν ἐξωθεῖν τὸν Νεῖλον·

τῆς γὰρ Αἰθιοπίας ὑψηλοῖς παρὰ τὰ καθ' ἡμᾶς ὄρεσι διεζωσμένης ὑποδεχομένης τε τὰς

νεφέλας πρὸς τῶν ἐτησίων ὠθουμένας, ἐκδιδόναι τὸν Νεῖλον. ὡς καὶ <Καλλισθένης>

ὁ Περιπατητικὸς ἐν τῶι τετάρτωι βιβλίωι τῶν Ἑλληνικῶν (124 F 12) <φησιν ἑαυτὸν

συστρατεύσασθαι Ἀλεξάνδρωι τῶι Μακεδόνι, καὶ γενόμενον ἐπὶ τῆς

Αἰθιοπίας εὑρεῖν τὸν Νεῖλον ἐξ ἀπείρων ὄμβρων κατ' ἐκείνην γενομέ-

νων> καταφερόμενον.

2e

LUCAN. B. C. 10, 268: quae tibi noscendi Nilum, Ro-

mane, cupido est, / et Phariis Persisque fuit Macetumque tyrannis / nullaque non

aetas voluit conferre futuris / notitiam, sed vincit adhuc natura latendi. / summus

<Alexander regum,> quem Memphis adorat, / <invidit Nilo misitque per

ultima terrae / Aethiopum lectos;> illos rubicunda perusti / zona poli

tenuit: Nilum videre calentem. / venit ad occasus mundique extrema Sesostris / et

Pharios currus regum cervicibus egit: / ante tamen vestros amnes, Rhodanumque

Padumque, / quam Nilum de fonte bibit; vaesanus in ortus / Cambyses longi

populos pervenit ad aevi / defectusque epulis et pastus caede suorum / ignoto te,

Nile, redit.