Περὶ ῥημάτων
- Scientific editors
- August Lentz
- Edition reference
- Herodiani Technici Reliquiae · Leipzig · Teubner · 1868
- CTS identifier
urn:cts:greekLit:tlg0087.tlg021.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
1.
Paragraph 1
τὸ ῥῆμα (sc. ἐθέλω) τῶν παραλόγων κατὰ τὸν τόνον ἐϲτὶ τριϲύλλαβον ὄν, ὡϲ δείκνυται ἐν τοῖϲ περὶ ῥημάτων.
Paragraph 2
( Περὶ παρ ῳχημένων).
Paragraph 3
πᾶν ῥῆμα οἵαϲ ἄν εἴη ϲυζυγίαϲ καὶ καταλήξεωϲ, ἢ ἀπὸ φωνήεντοϲ ὄρχεται ἢ διφθόγγου ἢ ϲυμφώνου. εἰ μὲν οὖν ἀπὸ φωνήεντοϲ, ἢ μεταβολικοῦ ἢ ἀμεταβόλου· εἰ μὲν ἀπὸ ἀμεταβόλου δηλονότι η ῖ ῦ ω οὐδεμία τροπὴ γίνεται ἐν τοῖϲ παρῳχημένοιϲ οἷον χῶ ἤχουν ἤχηκα ἠχήκειν χηϲα, ἰξεύω ἴξευκα ἰξεύκειν ξευϲα, ὑβρίζω ὕβριζον βρικα ὑβρίκειν θβριϲα, ὦφελῶ ὦφέληκα φελήκειν ὠφέληϲα. ταῦτά τοι καὶ ἀμετάβολα προϲαγορεύεται. τὸ δὲ ὑβρίζω καὶ ἰξεύω καὶ τὰ ὅμοια ἐν μὲν τῷ ἐνεϲτῶτι θέϲει μακρὸν τὸ δίχρονον ἔχει, ἐν δὲ τοῖϲ παρψχημένοιϲ φύϲει μακρὸν τῷ λόγῳ τῆϲ αὐξήϲεωϲ.
Paragraph 4
Εί δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ φωνήεντοϲ μεταβολικοῦ δηλονότι τὸ ᾶ ε ο, γίνεται τροπὴ ἐν τοῖϲ παρῳχημένοιϲ τοῦ βραχέοϲ εἰϲ μακρὸν μεταβαλλομένου. καὶ εἰ μὲν ἄρχεται τὸ θέμα ἀπὸ τοῦ ᾱ τρέπεται κοινῶϲ τὸ ᾱ εἰϲ η οἰον ἀνύω ἤνυον ἤνυκα ἠνύκειν νυϲα πλὴν τῶν ϲεϲημειωμένων ἀηθέϲϲω ἀἡθεϲϲον «ἀήθεϲϲον γὰρ ἐπ’ αὐτόνα» (Κ 493), ἀηδίζομαι ἀηδιζόμην διὰ τὴν ἐπαλληλίαν τῶν δύο ῆ, ὄω τὸ πνέω ὄεν ῖνα μὴ ϲυνεμπέϲῃ τῷ ῆεν, ἀω τὸ ἀκούω ὄιον νᾷ μὴ ϲυνεμπέϲῃ τῷ ἤϊον τῷ ἐπορευόμην.
Paragraph 5
Τὰ δὲ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα ἀδιαφόρωϲ εἴωθε κλίνεϲθαι καὶ διὰ τῆϲ ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η. ἀπὸ γοῦν τοῦ ἑλκῶ περιϲπωμένου εἵλκεον ( 395) φήϲαϲ τὸν παρατατικὸν διὰ τοῦ ῆ τὸν ἀόριϲτονἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ 1. 6 ef. E. M. 318, 32 et Arcad. 168. 1. 21 homerica exempla ex Choer. eumpta sunt. De ἀηθέϲϲω ἀηδίζομαι idem tradunt Ep. Cr. 86, 14. 1. 25 posui praeceptum ex Il. Pr. 543 pro iis. quae Ϲhoer. et Lascaris praecipiunt: εἰ δὲ ἄρχεται ἀπὸ τοῦ ε, τρέπεται τὸ ε εἰϲ η, ἐλέω ἤλεον ἦλέηκα ἠλεήκειν ἠλέηϲα. πλὴν τῶν ϲεϲημειωμένων διϲυλλάβων καὶ ὑπερδιϲυλλάβων, ἐν οἶϲ προϲτίθεται τὸ ῑ ἐν παρψχ μένοιϲ. τούτων δὲ ὁ κανὼν κατὰ τοὺϲ παλαιοὺϲ (recurrit etiam in An. Par. ΙΙΙ 346 24) τοιοῦτόϲ τιϲ τυγχάνει γε ὦν· τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ὑπερδιϲύλλαβα μὲν ὄντα ἥλκηϲε Διόϲ» (λ 580). ὀλλ’ οὐ θέλει πάλιν τὸ τὸ κατ’ ἀρχὴν τῶν παρψχημένων εἰϲ ε καὶ α διαλύεϲθαι, ὁπότε ὁ ἐνεϲτὼϲ ἄρχει ἀπὸ τοῦ ε, ἀπὸ μέντοι τοῦ ᾱ καὶ η, ὡϲ δῆλον ἐκ τούτων, ἤλη ἐάλη, ἤγη ἐάγη, ἦδον ἕαδον.
Paragraph 6
Εί δὲ ἄρχεται ἀπὸ τοῦ ο μικροῦ τὸ θέμα, τρέπεται τὸ μικρὸν εἰϲ ω μέγα, ὀνομάζω ὦνόμαζον ὠνόμακα ὠνομάκειν ὦνόμαϲα.
Paragraph 7
Ταῦτα δὲ παρὰ ποιηταῖϲ ἀναύξητα ἤτοι ἄτρεπτα μένει διὰ τὸ μέτρον ἔθει Ἰωνικῷ, ἄκουεν ἀντὶ τοῦ ῆκουεν, ἔλαυνεν ἀντὶ τοῦ λαυνεν, ὀνόμαϲεν ἀντί τοῦ ὦνόμαϲεν.
Paragraph 8
Ὅτε δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ τῶν τριῶν τούτων μεταβολικῶν φωνηέντων, οἰ Ἀττικοὶ ποιοῦϲιν ἴδιον παρακείμενον ἐνεργητικόν, παθητικὸν καὶ μέϲον, ἵνα μὴ ἀπορῶϲι παρακειμένων ἀπὸ φωνήεντοϲ ἀρχομένων, τὰ ἀρκτικὰ δύο γράμματα τοῦ ἐνεϲτῶτοϲ προϲτιθέντεϲ τῷ κοινῷ παρακειμένῳ καὶ τὴν τρίτην ϲυλλαβήν, εἰ μακρὰ εἶη, ὡϲ τὰ πολλά ϲυϲτέλλοντεϲ ἐπὶ τῶν τριϲυλλάβων, ἀλείφω ήλειφα κοινῶϲ καὶ ἀλήλιφα Ἀττικῶϲ, ἐλεύθω ἤλευκα ἤλευθα μέϲοϲ καὶ Ἀττικῶϲ ἐλήλυθα, ὀμῶ ὤμοκα καὶ ὀμώμοκα, ἀλείφομαι ἠλειμμαι καὶ ἀλήλιμμαι. ϲέϲημείωται τὸ ὑφήφαϲται, ὅτι ἀπὸ τοῦ ῦ ἀρχομένου τοῦ ἐνεϲτῶτοϲ ἐγένετο Ἀττικὸϲ παρακείμενοϲ. γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔϲτιν ὑφάζω ὑφάϲω ὕφακα, Θφαϲμαι φαϲται καὶ ὑφύφαϲται Ἀττικῶϲ ἢ ὑφαίνω φαγκα ὕφαϲμαι καὶ ὑφύφαϲμαι Ἀττικῶϲ. καὶ ἐπειδὴ οὐ θέλει ὁ Ἀττικὸϲ παρακείμενοϲ ἔχειν ἐν τῇ α καὶ β’ ϲυλλαβῇ τὸ αὐτὸ ϲτοιχεῖον οἷον ἀλήλιφα καὶ ἐλήλυθακαὶ ὀμώμοκα, τούτου χάρινκαὶ τροπὴ παρηκολούθηϲε τοῦ ῦ εἰϲ η καὶ γέγονεν ὑφήφαϲται. ἔϲτι δὲ καί τινα, ὦν ἡ τρίτη ἀπ’ ἀρχῆϲ ϲυλλαβὴ οὐ ϲυϲτέλλεται. ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸϲ παρακείμενοϲ λαμαι καὶ Ἀττικῶϲ ἀλήλαμαι καὶ κατὰ ὑπέρθεϲιν ἀλάλημαι. δύναται δὲ καὶ εἶναι ἐνεϲτώϲ ἐϲτι γὰρ ἄλημι ὡϲ τίθημι ἀλέσαι ὡϲ τίθεμαι καὶ διπλαϲιαϲμὸϲ μετ’ ἐπεκτάϲεωϲ Αἰολικῆϲ ἀλάλημαι.
Paragraph 9
Ἑν ἐνίοιϲ δὲ μόνον προϲτίθεται ε ἐν παρατατικῷ καὶ παρακειμένῳ οἰον ὥρων ἑώρων, ὥρακα ἑώρακα, ὦνοῦμαι ἐωνούμην ἐώνημαι. τὸ δὲ ξυνέηκα ἔειπε ποιητικά.
Paragraph 10
Εἰ δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ διφθόγγου, ἤ ἀπὸ τρεπτῆϲ ἢ ἀπὸ ἀτρέπτου. εἰ μὲν ἀπὸ ἀτρέπτου δηλονότι εῦ αι ου οὐδεμία τροπὴ γίνεται ἐν τοῖϲ παρψχημένοιϲ. ἡ μὲν ει δίφθογγοϲ, ἐπειδὴ ἔχει γνήϲιον μέγεθοϲ, τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ ι μεγεθύνεται οἷον τυφθέντοϲ τυφθεῖϲα, δαρέντοϲ δαρεῖϲα καὶ αὐτὸ δὲ τὸ ει τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ϲ καὶ ῑ γράφεται καὶ ἐκρωνεὶται, τρέπει τὸ ε εἰϲ η ἐν τοῖϲ παρψχημένοιϲ ἑρμηνεύω ηρμήνευον, ἐλαύνω ῆλαυνον· χωρὶϲ τοῦ ἐθίζω εἴθιζον τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγουγ ράφεται, ἑϲτιῶ εἰϲτίων, ἐρύω εἴρυον «ἴρυϲαν ἠνορέῃ πίϲυνοι καὶ κάρτει χειρῶνα» ( 9 ex Choer. 906, 29), ἑλκόω εἵλκυον «εἵλκυον ἀμφότεροι» (P 395 ex Choer. 907, 9), ἑρπύζω εἱρπυζον, ἐργάζομαι εἰργαζόμην (de quo Choer. 519, 22 et 906, 23 ὅπερ καὶ διφορεῖται· τινέϲ μὲν γὰρ διὰ τῆϲ ει διφθόγγου γράφουϲιν αὐτό), ἕπομαι εἰπόμην· ἔτι καὶ τὸ εἰϲτήκειν εὥρητοι ἀπὸ τοῦ ἑϲτήκω. διϲύλλαβα δὲ ὄντα τινὰ μὲν τρέπει τὸ ε εἰϲ τὸ η, εἰ περιϲπᾶται, ἐλῶ ἤλων, ἑλκῶ ἥλκουν «Λητὼ γὰρ ῆλκηϲε Διὸϲ κυδρὴν παράκοιτιν» (ex Choer χωρὶϲ τοῦ ἐῶ εἴων, ἐρῶ εἴρουν, ἐξ οὐ καὶ ὁ παρακείμενοϲ εἶρηκα τὸ δὲ ἐρῶ τὸ ἐρωτικῶϲ ἔχω διὰ τοῦ η γίνεται οἷον «ἤρων γάρ, ἤρων, ὁμολογῶ, καὶ νῦν δ’ ἐρῶ» παρὰ Μενάνδρῳ Choer. 907). τινὰ δὲ τῶν διϲυλλάβων βαρυτόνων προϲλαμβάνει τὸ ι ἔχω εἰχον, ἕλω εἰλον, ἔπω εἶπον, ἕλκω εἰλκον, ἔθω «ἔθων ίνηοϲ ἀλωὴνμ (ι 540) εἶθα καὶ Ἀττικῶϲ εἴωθα «ἀεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπω» (Θ 408), ἕω εἷκα ὅθεν εἰμαι καὶ εἱμένοϲ «εἰμννοϲ ὤμοιϲιν νεφέλην» ( 308), ἕζω εἰϲα. 1. 6 cf. II. Pr. ψ 440 ubi Ἰωνικῶϲ, Θ 161 ubi ποιητικώτερον prmam syllabam corripi praecipitur, ψ 70 ἀκήδειϲ. ἄμεινον βαρύνειν ὡϲ ἐνόειϲ τῆϲ ἀρχούϲηϲ ϲυϲταλείϲηϲ ποιητικῶϲ. ὡϲ γὰρ ῆκουϲα ἄκουϲα, οὕτωϲ καὶ ἠκήδειϲ ἀκήδειϲ. 1. 21 de ὑφήφαϲται, de quo quae protuli sunt ex Choer. 568, 31 (nam ap. Constant. Lascarin haec valde perturbata sunt), cf. Mon. 25; praeceptum de ἀλάλημαι composui ex Herod. Odyss. Pros. μ 284 et περὶ παθῶν in E. M. 56, 27, similia tradit Choer. 569, 15 de diplasiasmo perfecti cf. etiam E. M. 134, 52. 1. 20 cf. Il. Pr. Δ 3, ubi ἑήνδανε, ἑέϲϲατο, ἔωϲεν, ἐψνοχόει proteruntur. τούτου χάριν ἄτρεπτόϲ ἐϲτιν — εἰκάζω εἴκαζον καὶ ᾔκαζον παρὰ τοῖϲ Ἀθηναίοιϲ. ὁμοίωϲ καὶ ἡ ου δίφθογγοϲ οὐ τρέπεται ὡϲ ἔχουϲα γνήϲιον μέγεθοϲ. τὸ γὰρ ο μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεται οἶον τύπτοντοϲ τύπτουϲα, λέγοντοϲ λέγοιϲα καὶ αὐτὸ δὲ τὸ ου, τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ο καὶ υ γράφετα καὶ ἐκφωνεῖται, καὶ διὰ τοῦτο καὶ αὐτὸ ἄτρεπτον μένει οὐρῶ οὔρουν —
2.
Paragraph 1
ἡ ευ δίφθογγοϲ ὡϲ μὴ ἔχουϲα γνήϲιον μέγεθοϲ (τὸ γὰρ υ οὐκ ἔϲτι γνήϲιον μέγεθοϲ τοῦ ε, ἀλλὰ τοῦ ο) ὀφείλει τρέπειν τὸ ἑ εἰϲ η, ὡϲ καὶ παρὰ Ἀττικοῖϲ. ηὐφράνθη γὰρ λέγουϲι καὶ ηὐχόμην. ἀλλ’ ἐπεκράτηϲε κατὰ κοινὴν διάλεκτον ἡ ευ δίφθογγοϲ μὴ τρέπεϲθαι οἷον εὔχομαι εὐχόμην, εὐφραίνομαι εὐφραινόμην, εὐχαριϲτῶ εὐχαρίϲτουν καὶ ἴϲωϲ χάριν εὐφωνίαϲ, ὡϲ λέγει ὁ Ἡρωδιανόϲ.
Paragraph 2
Εἰ δὲ ἄρχεται ἀπὸ τρεπτοῦ δηλονότι αι αυ οι, γίνεται ἡ αὐτὴ τροπὴ τῶν μεταβολικῶν φωνηέντων. εἰ μὲν ἀπὸ τῆϲ αι, τρέπεται τὸ α εἰϲ η καὶ τὸ ι προϲχόμην, αἰϲχύνομαι ᾐϲχυνόμην, αἰτῶ ᾔτουν εἰ δὲ ἁπὸ τῆϲ αυ, τρέπεται τὸ α εἰϲ η οἶον αὐλῶ ηὔλουν, αὔξω ηὔξουν, αὐχῶ ηὔχουν, αὐτομολῶ ηὐτομόλουν. εἰ δὲ ἀπὸ τῆϲ οι, τρέπεται τὸ 5 εἰϲ ω καὶ τὸ ι προϲγράφεται οἷον οἴχομαι ᾠχόμην, οἰκῶ ὤκουν, οἰκοδομῶ ᾠκοδόμουν, οἰκονομῶ ᾠκονόμουν πλὴν τῶν ϲεϲημειωμένων ἀτρέπτων, οἰῶμαι οἰώθην «οἰώθη δ’ Ὀδυϲϲεύϲ» (Λ 401), «Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπιϲ αἰνή»(Ζ 1), οἰμῶ οἴμηϲα «οἴμηϲεν δὲ ἀλείϲ» (Χ 308). οἰνῶ οἴνουν «μήπω οἰνωθέντεϲ» (π 292) καὶ οἰνίζω οἴνιζον «ἐκ τ’ ὄρα οἰνίζοντο» (Η 472), οἰϲτρῶ οἴϲτρηϲα, οἰωνίζομαι οἰωνιζόμην, οἰωνοϲκοπῶοἰωνοϲκόπουν, οἰωνοπολῶ οἰωνοπόλουν, οἰακίζω οἰάκιζον, οἰακονομῶ οἰακονομούμην, οἰακοϲτροφῶ οἰακοϲτρόφουν. τινὲϲ δὲ προϲτιθέαϲι καὶ τὸ οἰδαίνω οἴδαινον καὶ τὸ οἰκουρῶ οἰκού ῥοῦν καὶ τὸ οἰμώζω οἴμωζον, ᾠκούρουν καὶ ὠμώζουν παρὰ Ϲοφοκλεῖ ἐν Τραχινίαιϲ (928) «ἰδὼν δ’ ὁ παῖϲ ᾤμωξε» καὶ παρὰ τῷ ποιητῇ (ν 198) « ᾤμωξέν τ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ».
Paragraph 3
Εἰ δὲ ἀπὸ ϲυμφώνου ἄρχεται τὸ ῥῆμα, ὁ παρατατικὸϲ καὶ ἀόριϲτοϲ πρῶτοϲ καὶ δεύτεροϲ προϲλαμβάνουϲιν ἑ, γράφω ἔγραφον ἔγραψα. οἱ δὲ Ἀττικοὶ αὔξηϲιν ἐπὶ αὐξήϲεωϲ ποιοῦντεϲ ἠδυνάμην ἀντὶ ἐδυνάμην καὶ ἠβουλόμην ἀντὶ ἐβουλόμην καὶ ἤμελλον ἀντὶ ἔμελλον λέγουϲιν.
Paragraph 4
Ὅτε δὲ ὁ παρατατικὸϲ ἄρχεται ἀπὸ μακρᾶϲ φύϲει ὡϲ ἐπὶ τῶν ἀπὸ φωνήεντοϲ ἀρχομένων, ἀπὸ τῆϲ αὐτῆϲ ἄρχεται καὶ ὁ παρακείμενοϲ ἠγόραζον ἠγόρακα, ὠνόμανοπολῶ ὦνόμακα. ὅτε δὲ ἄρχεται ἀπὸ μακρᾶϲ θέϲει ὡϲ ἐπί τῶν ἀπὸ δύο ϲυμφώνων ἀρχομένων, ἀπὸ τῆϲ αὐτῆϲ ἄρχεται καὶ ὁ παρακείμενοϲ οἷον ἔφθειρονἔφθαρκα, ἔϲπειρον ἔϲπαρκα. ὅτε δὲ ὁ παρατατικὸϲ ἄρχεται ἀπὸ βραχείαϲ ἢ κοινῆϲ, ὡϲ ἐπὶ τῶν ἀπὸ ϲυμφώνου ἀρχομένων, ἀναδιπλαϲιάζεται ὁ παρακείμενοϲ διὰ τοῦ αὐτοῦ πρώτου ϲυμφώνου τοῦ ἐνεϲτῶτοϲ μετὰ τοῦ ε, ἔτυπτον τέτυφα, ἔλεγον λέλεχα, ἔγραφον γέγραφα, ἔπλυνον πέπλυκα. χωρὶϲ τῶν ἀρχομένων ἀπὸ γν γνωρίζω ἐγνώριζονἐγνώρικα — τὸ ἐγλυμμένοι καὶ ἐβλαϲτηκότεϲ παρ’Εὐπόλιδι παράλογά ἐϲτιν καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ ρ, ῥαπίζω ἐρράπικα. διπλοῦν δὲ τὸ ρ ἐν τούτοιϲ παρὰ τοῖϲ ῤήτορϲι. παρὰ ποιηταῖϲ δὲ πολλάκιϲ διὰ τὸ μέτρον ἐκβάλλεται τὸ ἓν ἐν τοῖϲ παρῳχημένοιϲ «ἄλλοϲ δ’ ἄλλῳ ἔρεζε θεῷ» (Β 400) καὶ «μνήϲομαι ὥϲ μ’ ἀϲύφηλον ἐν Ἀργείοιϲιν ἔρεξεν» (I 648). τὸ δὲ «ῥερυπωμένα» (ζ 59) ἀντὶ ἐρρυπωμένα, ῥεραπιϲμένῳ νώτῳ» παρὰ Ἀνακρέοντι καὶ «ῥερῖφθαι ἔποϲ» παρὰ Πινδάρῳ κατὰ τὴν ποιητικὴν ἐξουϲίαν οὕτω γέγονε — καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ διπλῶν ψ ζῶ ἔζηκα, ψάλλω ἔψαλκα, ξηραίνω ἐξήραγκα. τὰ δὲ ἀπὸ δαϲέων θ φ χ ἀρχόμενα I. 7 Choer. 522, 7. l. 40 ef. Herod. περὶ παθῶν in E. M. 308, 30. ἀναδιπλαϲιάζεται μέν, τρέπεται δὲ τὰ δαϲέα εἰϲ τὰ ἀντιϲτοιχοῦντα ψιλά, θεωρῶ τεθεώρηκα, φωνῶ πεφώνηκα, χωνεύω κεχώνευκα. ὅτε δὲ ὁ ἐνεϲτὼϲ ἄρχεται ἀπὸ τοῦ λ μ, οἱ Ἀττικοῖ ποιοῦϲι ἵδιον παρακείμενον ἐκβολῇ τοῦ πρώτου ἀμεταβόλου καὶ προϲλήψει τοῦ ι λήθω λήψω λέληφα κοινῶϲ καὶ εἴληφα Ἀττικῶϲ, λήχω λήξω λέληχα καὶ εἴληχα, μείρομαι μεροῦμαι μέμαρμαι καὶ εἵμαρμαι, ὅθεν καὶ εἱμαρμένη. ὅτε δὲ ὁ παρακείμενοϲ ἄρχεται ἀπὸ ϲυμφώνου, μετὰ τοῦ ἀναδιπλαϲιαϲμοῦ βραχεῖαν ἔχει τὴν ἄρχουϲαν τέτυφα ἢ κοινὴν δύο ϲυμφώνων ἑπομένων, ὦν τὸ μὲν πρῶτον ἄφωνον, τὸ δὲ δεύτερον ἀμετάβολον γέγραφα, πέπληγα. ϲεϲημείωται τὸ μέμνημαι, κέκτημαι — καὶ ἔκτημαι εὕρηται «Ἴλιον ἐκτῆϲθαι»(I 402) — πέπταμαι πέπτωκα, καὶ περὶ μὲν τοῦ μέμνημαι ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδέποτε ἀμετάβολον ἀμεταβόλου προηγεῖται κατὰ ϲύλληψιν οἷον ἀρνόϲ, ἅρμα,, ἕρνοϲ, ἅλμη, εἰ μὴ μόνον τὸ μ τοῦ ν ὡϲ μνήμη, μημεῖον, μνῆμα, μνᾶ. τὸ γὰρ προηγεῖϲθαι τῶν ἀμεταβόλων κατὰ ϲύλληψιν ἴδιον τῶν ἀφώνων ἐϲτὶν οἶον κλέοϲ, ἀγρόϲ, ἀκμὴ, πνεῦϲαι, θνήϲκω, πρῶτοϲ. ἐπειδὴ οὖν τὸ μ ϲύνταξιν ἀφώνου ἀνεδέξατο καὶ προηγήϲατο τοῦ ν τοῦ ἀμεταβόλου, ἀνεδιπλαϲιάϲθη τὸ μέμνημαι· ἄλλωϲ τε δὲ καὶ πολλάκιϲ εὑρίϲκεται καὶ ἐν μέτρῳ τὸ μν ἀποτελοῦν κοινὴν ϲυλλαβὴν οἶον ὡϲ παρὰ Καλλιμάχῳ, τὼϲ μὲν ὁ Μνηϲάρχειοϲ ἔφη ξένοϲ καὶ παρὰ Κρατίνῳ «ἀλλοτριογνώμοιϲ ἐπιλήϲμοϲι μνημονικοῖϲιν». τὸ δὲ κέκτημαι, πέπταμαι καὶ πέπτωκα κατὰ πλεοναϲμὸν τοῦ κ καὶ π γέγονε Αἰολικῶϲ. οἱ γὰρ Αἰολεῖϲ εἰώθαϲι προϲτιθέναι ϲύμφωνον ὥϲπερ τὸ ἐπτερύγωμαι πεπτερύγωμαι.
Paragraph 5
ἔτι δὲ εἰ μὲν μέλλων ἄρχεται ἀπὸ φωνήεντοϲ, ἰϲοϲυλλαβεῖ αὐτῷ ὁ κοινὸϲ παρακείμενοϲ ἀγοράϲω ἠγόρακα, ὀμόϲω ὤμοκα. εἰ δὲ ἀπὸ ϲυμφώνου, περιττεύει τύψω τέτυφα, ποιήϲω πεποίηκα. ὁ ὑπερϲυντέλικοϲ ἐν τοῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομένοιϲ ἰϲοϲυλλαβεῖ καὶ ὁμοχρονεῖ τῷ παρακειμένῳ ἠγόρακα ἠγοράκειν, ἔφθαρκα ἐφθάρκειν, ἐν δὲ τοῖϲ ἀπὸ ϲυμφώνου ἀρχομένοιϲ ὑπὲρ τὰϲ τοῦ παρακειμένου ϲυλλαβὰϲ παραλαμβάνει ε τέτυφα ἐτετύφειν, γέγραφα ἐγεγράφειν. μεγεθύνεται δὲ πολλάκιϲ ἐν τοῖϲ Ἀττικοῖϲ τοῖϲ ἀπὸ βραχείαϲ ἀρχομένοιϲ, ὀμώμοκα ὠμωμώκειν, ἀκήκοα ἠκηκόειν. καὶ ταῦτα μὲν ἐκ τοῦ πολυμαθοῦϲ Ἡρωδιανοῦ περὶ παρῳχημένων γενικῶϲ.
3.
Paragraph 1
ἐπὶ τῶν ἀπὸ προθέϲεωϲ ἀρχομένων γίνεται ϲύνθεϲιϲ κλίϲεωϲ, τουτέϲτι κατὰ χρόνον γίνεται ἡ ϲύνθεϲιϲ καὶ ὡϲ ἄν τιϲ εἴποι, πρῶτον κλίνεται καὶ οὕτω ϲυντίθεται οἷον ἀπὸ τοῦ γράφω γίνεται καταγράφω καὶ ἀπὸ τοῦ ἔγραφον κατέγραφον καὶ ἀπὸ τοῦ γέγραφα γίνεται καταγέγραφα καὶ ἀπὸ τοῦ ἐγεγράφειν γίνεται κατεγεγράφειν καὶ ἀπὸ τοῦ ἔγραψα τὸ κατέγραψα καὶ ἀπὸ τοῦ γράψω τὸ καταγράψω. τοῦτο δὲ γίνεται, ἵνα μὴ ἐξαμαυρωθῇ ἡ πρόθεϲιϲ ἔξωθέν τί ποτε δεχομένη. τῆϲ γὰρ προθέϲεωϲ οὐδὲν ἐθέλει προτίθεϲθαι. — 1, 10 defensionem perfecti μέμνημαι recepi ex Choer. 552, 25, explicationem formarum κέκτημαι, πέπταμαι, πέπτωκα ex Herod. περὶ παθῶν. in E, M. 501 26 et Zonar. 1580; alias causas profert Choer. 553, 28 ἄλλωϲ τε δὲ πολλάκιϲ εὑρίϲκεται καὶ ἐν τοῖϲ μέτροιϲ ἀποτελοῦντα τὴν κοινὴν ϲυλλαβὴν κτ καὶ πτ, ὡϲ παρ’ Ὁμήρῳ οἷον(δ 127) Αἰγυπτίη, τῇ πλεῖϲτα δόμοιϲ ἔνι κτήματα κεῖται, καὶ παρὰ Ῥίνθωνι « Ἱππώνακτοϲ τὸ μέτρον· οὐδέν μοι μέλει» (cf. Hephaest. c. 1), et paullo ante: ἐπειδὴ τὰ ψιλὰ πάντων τῶν ϲυμφώνων ἀϲθενέϲτερά ἐϲτιν, ἐν τῷ πέπτωκα καὶ κέκτημαι πτ ἐϲτὶ καὶ κτ, ταῦτα δὲ ψιλά ἐϲτιν, εἰκότωϲ τῷ λόγῳ τῆϲ κοινῆϲ ἀνεδιπλαϲιάϲθη. ταῦτα μὲν ὁ Ἀπολλώνιόϲ φηϲι. πρὸϲ τοῦτον δὲ ἀντιλέγει ὁ Ἥρωδιανὸϲ λέγων, ὅτι πρῶτον μὲν οὐκ ἔϲτιν ἡ κατά πρόθεϲιϲ ἐν τῷ κατέγραφον, ἀλλὰ μέροϲ ἐϲτὶ τοῦ ῥήματοϲ, εἰ καὶ ἀπὸ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ. ὥϲπερ γὰρ ἐν τῷ εὐγενήϲ οὐκ ἔϲτι τὸ ευ ἐπίρρημα, ἀλλὰ μέροϲ ἐγένετο τοῦ ὀνόματοϲ, εἰ καὶ ἀπὸ ἐπιρρήματοϲ ἐγένετο ἡ ϲύνθεϲιϲ, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεϲίϲ ἐϲτιν ἡ κατά, ἀλλὰ μέροϲ τοῦ ῥήματοϲ, εἰ καὶ ἀπὸ προθέϲεωϲ ἐγένετο ἡ ϲύνθεϲιϲ, ἀλλωϲ τε ἰδοὺ τὸ ϲυνήγοροϲ ἀπὸ προθέϲεωϲ ἄρχεται, καὶ ὅμωϲ λέγεται εὐϲυνήγοροϲ, καὶ πάλιν ϲύμβουλοϲ εὐϲύμβουλοϲ, ἐπανοίκτηϲ θυρεπανοίκτηϲ· οὐκ ὤφειλεν οὖν οὐδὲ ταῦτα ἀπὸ προθέϲεωϲ ἀρχόμενα δέξαϲθαι ἔξωθέν τί ποτε. ταῦτα μὲν οὖν ὁ Ἡρωδιανόϲ.
Paragraph 2
(Περὶ ἐνεϲτῶτοϲ).
Paragraph 3
Τᾶν δεύτερον εἰϲ ϲ λῆγον ἀποβολῇ τοῦ ϲ ποιε τὸ τρίτον πρόϲωπον οἶον τύπτειϲ τύπτει, λέγειϲ λέγει, ἐτύφθηϲ ἐτύφθη, ποιεῖϲ ποιεῖ, βοᾶϲ βοᾷ, χρυϲοῖϲ χρυϲοῖ, ἔλεγεϲ ἔλεγε, ἔτυπτεϲ ἔτυπτε, ἔλαβεϲ ἔλαβε, ἔμαθεϲ ἔμαθε χωρίϲ τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίϲτου καὶ τῶν ἀπὸ τῶν εἰϲ μι. καὶ «χωρὶϲ μὲν τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίϲτου» πρόϲκειται, ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ϲ ἀποβάλλεται, ἀλλὰ καὶ τροπὴ παρακολουθεῖ τοῦ α εἰϲ ε οἷον τέτυφαϲ τέτυφε, πεποίηκαϲ πεποίηκε, ἔτυψαϲ ἔτυψε. «χωρὶϲ δὲ τῶν ἀπὸ τῶν εἰϲ μι» πρόϲκειται, ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεϲτῶτα οὐχ ὅτι τὸ ϲ οὐκ ἀποβάλλεται, ἀλλὰ καὶ τὸ ι προϲέρχεται οἷον τίθημι τίθηϲ τίθηϲι, ἵϲτημι ἵϲτηϲ ἵϲτηϲι, δίδωμι δίδωϲδίδωϲι, ζεύγνυμι ζεύγνυϲ ζεύγνυϲι.
4.
Paragraph 1
περ ϲυντάξεωϲ ϲτοιχείων fr. 14.
Paragraph 2
ἄξιόν ἐϲτι ζητῆϲαι, τίνοϲ χάριν ἀπὸ πληθυντικῶν κανόνιζομεν τὰ δυϊκὰ ἐν ῥήμαϲι· δοκεῖ γὰρ τοῦτο ἀτάκτωϲ ἔχειν· οὐδεὶϲ γὰρ τὰ πρῶτα ἐκ τῶν ὑϲτέρων κανονίζει. καὶ ἔϲτιν εἰπεῖν, ὡϲ λέγει Φιλόξενοϲ, ἐπειδὴ τὰ δυικὰ ὑϲτερογενῆ ἐϲτιν ὕϲτερον γὰρ ἐπενοήθη τὰ δυικά ὅθεν οὐδὲ πᾶϲα διάλεκτοϲ κέχρηται τῷ δυϊκῷ ἀριθμῷ. οἱ γὰρ Αἰολεῖϲ παντελῶϲ δυϊκὰ οὐκ ἔχουϲιν, ὥϲπερ οἱ Ῥωμαῖοι ἄποικοι ὄντεϲ τῶν Αἰολέων ἀλλ’ οὔτε διάλεκτοϲ ἔχει τὰ δυϊκά, ἀλλ’ εἰϲ πάντα τῷ πληθυντικῷ ἀριθμῷ κέχρηται ἀντὶ τοῦ δυικοῦ ἀριθμοῦ, μὴ ἔχουϲα δυικά. εἰκότωϲ οὖν, ἐπειδὴ τελευταῖον ἐπενοήθη τὰ δυικά, ἔκ τῶν πληθυντικῶν κανονίζετοι προτερευόντων αὐτῶν.
5.
Paragraph 1
τὰ τρίτα πρόϲωπα πληθυντικὰ ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖϲ πληθυντικαῖϲ δοτικαῖϲ μετοχαῖϲ, λέγομεν λέγεται λέγουϲι καὶ τοῖϲ λέγουϲιν, 1. 13 Choer.499, 29. l. 20 οὐχ ὅτι scripsi pro παρ’ οἶϲ. Haec ex Herodiano petita esse coniectari licet ex Choer. 747, 17. l. 24 contra Herodiani sententiam fuerunt, qui dicerent primam dualis personam traiectione consonarum fingi potuisse τύπτοθμον aut τύπτοτμον, quibus Ϲhoeroboscus obsistit contendens, propter characterem pluralis et dualis antecedere debere literam θ sive τ. Antea Apollonii sententia exposita fuit, quae eodem redit. l. 25 altera, quae profertur, causa ex comparatione rerum physicarum desumpta potius Apollonio adscribam collat. Choer. 518, 28. l 35 simile praeceptum etiam in Rhematico exstitisse patet ex Theodos. 1009, 30 et Choer. 509, 24; 510, 6. ἵϲταμεν ἵϲτατε ἱϲτᾶϲι καὶ τοῖϲ ἱϲτᾶϲι, ἵεμεν ἵετε ἱεῖϲι καὶ τοῖϲ ἱεῖϲι. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φαϲί πρὸ τὸ φᾶϲι μετοχικὸν ὡϲ ϲτᾶϲι.
Paragraph 2
(Περὶ παρατατικοῦ).
6.
Paragraph 1
τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐϲτιν οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι. ἐν δὲ τοῖϲ ϲυγκοπεῖϲι τρίτοιϲ ἡ ϲυγκοπὴ ἀναδέχεται τὴν λῆξιν τὴν αὐτὴν τῇ παραληγούϲῃ τῆϲ γενικῆϲ τῆϲ κατὰ τὴν μετοχήν, ἔϲτηϲαν ἔϲταν, ϲτάντοϲ γάρ· ἔβηϲαν ἔβαν, βάντοϲ γάρ· ἐκοϲμήθηϲαν ἐκόϲμηθεν, κοϲμηθέντοϲ γάρ· «φάνεν δέ οἱ εὐρέεϲ ὦμοι» (ϲ 68), φανέντοϲ γάρ· ἔφυμεν ἔφυτε ἔφυϲαν ἔφυν, ἐπεὶ φύντοϲ ἔδυμεν ἔδυτε ἔδυϲαν ἔδυν, ἐπεὶ δύντοϲ. περὶ δὲ τοῦ «τῆϲ δ’ ἦν τρεῖϲ κεφαλαί» (Hesiod. Theog. 321) ἐν τοῖϲ περὶ ῥήματοϲ ἐροῦμεν.
7.
Paragraph 1
ἔαϲκε κατὰ ϲυϲτολήν. οὕτωϲ καὶ πάντεϲ· τὰ γὰρ διὰ τοῦ ϲκε παρηγμένα Ἰακῶϲ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν «ὧδε δέ τιϲ εἴπεϲκε» (271) καὶ «τὴν αὐτὸϲ φορέεϲκε» (0 646).
Paragraph 2
(Περὶ παρακειμένου).
8.
Paragraph 1
εἴ τιϲ εἶποι, διὰ τί γὰρ τετύφατε καὶ ἐτύψατε διὰ τοῦ α φαμὲν καὶ μὴ τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, λέγομεν ὅτι οὐ δύναται εἶναι τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, ἐπειδὴ τετύφαμεν καὶ ἐτύψαμεν διὰ τοῦ α ἐϲτὶ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν· καθόλου δὲ τὰ εἰϲ μεν πληθυντικὰ τροπῇ τοῦ μεν εἰϲ τε τὸ δεύτερον ποιεῖ καὶ φυλάττει τὴν παραλήγουϲαν, ὅϲα ἔχει τὴν μετοχὴν εἰϲ ϲ οἷον ἐτίθεμεν ἐτίθετε, τιθείϲ γάρ, ἐδίδομεν ἐδίδοτε, διδούϲ γάρ, ἐτύφθημεν ἐτύφθητε, τυφθείϲ γάρ, ἐτετύφειμεν ἐτετύφειτε, τετυφώϲ γάρ, ἐτύψαμεν ἐτύψατε, τύψαϲ γάρ. λέγει δὲ ὁ Ἡρωδιανόϲ, ὅτι εὑρίϲκεται χρῆϲιϲ τῆϲ διὰ τοῦ ε γραφῆϲ, ὡϲ παρὰ Ἀριϲτοφάνει ἐν Ὄρνιϲι ὑμεῖϲ δὲ πρεϲβεύεϲθε καὶ κεχήνετε ἀντὶ τοῦ κεχήνατε.
Paragraph 2
(Περὶ μέϲου παρακειμένου).
9.
Paragraph 1
εἰ ὁ ἐνεϲτὼϲ διὰ δύο ἀμεταβόλων, διὰ τοῦ πρώτου ἀμεταβόλου ἐκφέρεται ὁ παρακείμενοϲ ὁ μέϲοϲ οἷον τέμνω τέτομα, κάμνω κέκαμα. ἐκ τούτου πιθανεύονταί τινεϲ καὶ λέγουϲιν, ὅτι ἐν τῷ τίλλω τέτιλα καὶ πάλλω πέπαλα καὶ ϲτέλλω ἔϲτολα καὶ ἐν τοῖϲ ὁμοίοιϲ τὸ δεύτερον λ ἀπεβλήθη καὶ τὸ πρῶτον ἐφυλάχθη· ὁ δὲ Ἡρωδιανὸϲ οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι τὸ πρῶτον λ ἀπεβλήθη καὶ τὸ δεῦ τερον ἐφυλάχθη· φηϲὶ γάρ, ὅτι πρῶτον μὲν ἐν τῷ τέμνω τέτομα καὶ κάμνω κέκαμα τὸ ν ἀπὸ πλεοναϲμοῦ ἐϲτι· κάμω γὰρ καὶ τέμω ἦν· καὶ κατὰ πλεοναϲμὸν τοῦ ν γέγονε κάμνω καὶ τέμνω, καὶ λοιπὸν τὸ ν τὸ πλεονάϲαν κατὰ τὸν ἐνεϲτῶτα ἀπεβλήθη κατὰ τὸν μέϲον παρακείμενον· δεύτερον δὲ δυνάμεθα αὐτὰ λέγειν, λέγω δὲ τὸ κέκαμα καὶ τέτομα, ὡϲ ἀπὸ περιϲπωμένων θεμάτων ἐϲτὶν οἷον ὡϲ ἀπὸ τοῦ κάμω καὶ τεμῶ· τρίτον δέ, ὥϲπερ τὸ τέρπω καὶ πέρθω οὐ λέγομεν πέμπτηϲ εἶναι ϲυζυγίαϲ διὰ τὸ ρ τὸ ἐν τῇ παραληγούϲῃ, ἀλλὰ τὸ μὲν τέρπω πρώτηϲ διὰ τὸ π ἐν τῇ παραληγούϲῃ, τὸ δὲ πέρθω τρίτηϲ διὰ τὸ θ τὸ ἐν τῇ ληγούϲῃ. οὕτωϲ καὶ τὸ τίλλω καὶ τὸ πάλλω καὶ τὸ ϲτέλλω καὶ τὰ ὅμοια λέγομεν εἶναι πέμπτηϲ ϲυζυγίαϲ, οὐ διὰ τὸ λ τὸ ἐν τῇ παραληγούϲῃ, ἀλλὰ τὸ λ τὸ ἐν τῇ ληγούϲῃ· τὰ δὲ χαρακτηριϲτικὰ τοῦ ἐνεϲτῶτοϲ θέλει εἶναι καὶ ἐν τῷ μέϲῳ παρακειμένῳ χαρακτηριϲτικὰ οἷον πείθω πέποιθα, λέγω λέλογα, δηλονότι διὰ τοῦ δευτέρου λ ἐξηνέχθη ὁ μέϲοϲ παρακείμενοϲ ἐν τῷ τέτιλα καὶ πέπαλα καὶ ἔϲτολα καὶ τοῖϲ ὁμοίοιϲ, ἐπειδὴ αὐτό ἐϲτιν, ὡϲ εἴρηται, τὸ χαρακτηριϲτικὸν τοῦ ἐνεϲτῶτοϲ. εἰ δὲ ὁ ἐνεϲτὼϲ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, ὁ μέϲοϲ παρακείμενοϲ διὰ καθαροῦ τοῦ α ἐκφέρεται οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα ὁ Ἀττικόϲ, δείω δέδια καὶ δείδια κατὰ πλεοναϲμὸν τοῦ ι, δαίω (τὸ ϲημαῖνον τὸ καίω) δέδηα καὶ καίω κέκηα· εἴω (ϲημαίνει δὲ τὸ πορεύομαι) ὡϲ παρὰ Ϲώφρονι «ἐγκίκρα, ὡϲ εἴω», τουτέϲτι κέραϲον ἵνα πορευθῶ, καὶ ὁ μέϲοϲ παρακείμενοϲ εἶα διὰ καθαροῦ α καὶ κατὰ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η ᾖα διὰ τοῦ η καὶ ι ὥϲπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον καὶ πάλιν εἴδειν ᾔδειν, καὶ κατὰ διάλυϲιν τοῦ ι ἤϊα, ὡϲ παρὰ τῷ ποιητῇ (δ 433) ἤια, πολλὰ θεοὺϲ γουνούμενοϲ, ἀντὶ τοῦ ἐπορευόμην, οὗ τὸ τρίτον πρόϲωπον ἦϊε, ἃ δ’ ἤϊε νυκτὶ ἐοικώϲ (Α 47). τοῦτο τὸ ἤϊα διὰ τοῦ η καὶ ι τρέπει τὸ α εἰϲ ειν, καὶ ποιεῖ τὸ ὑπερϲυντελικὸν ἠΐειν κατὰ τὴν ἄρχουϲαν διὰ τοῦ η καὶ ι καὶ διὰ τῆϲ ει διφθόγγου κατὰ τὴν λήγουϲαν, ἐξ οὗ τὸ παρῄειν καὶ ἐξῄειν καὶ ἀπῄειν, ὡϲ παρὰ Μενάνδρῳ ἀπῄειν τῶν τόκων ἔχων τόκουϲ.
11.
Paragraph 1
ϲιϲ, ἀλλὰ δοκεῖ ὅμωϲ πρωτότυπον αὐτὸ εἶναι τοῦ νείφω, ὡϲ ὑποδηλοῖ καὶ τὸ ἐξ αὐτοῦ νέφοϲ καὶ ἡ νεφέλη.
12.
Paragraph 1
περὶ ποϲότητοϲ τῶν ϲυλλαβῶν λέγομεν ὅτι μὲν ἐπὶ βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ τῷ ἐνεργητικῷ παρακειμένῳ ὁ μέϲοϲ παρακείμενοϲ οἷον τύπτω τέτυφα τέτυπα, νύϲϲω νένυχα νένυγα, νήθω νένηκα νένηθα, πείθω πέπεικα πέποιθα, πλήϲϲω πέπληχα πέπληγα. κείρω κέκαρκα κέκορα, φθείρω ἔφθαρκα ἔφθορα, ἐπὶ δὲ τῶν περιϲπωμένων θεμάτων μιᾷ ϲυλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ ὁ μέϲοϲ παρακείμενοϲ οἶον δουπῶ δουπήϲω δεδούπηκα δέδουπα, μυκῶ μυκήϲω μεμύκηκα μέμυκα, κτυπῶ κτυπήϲω ἐκτύπηκα ἔκτυπα.
Paragraph 2
ὥϲπερ μέλω μελήϲω μεμέληκα καὶ μέϲοϲ παρακείμενοϲ μέμηλα καὶ ὤλεκα ὦλα, τεθάληκα τέθηλα, οὕτω βεβούληκα βέβουλα. τοιοῦτόν τι καὶ τὸ λέληκα· «δαιμόνιη, τί λέληκαϲ » (Hes. Opp. 207), καὶ τὸ δεδούπηκα δέδουπα κατὰ Ἡρωδιαν ὸν «δεδουπότοϲ Οἰδιπόδαο» (ψ 679). καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷϲ καὶ τὸ ἐκτύπηκα ἔκτυπα· εἰϲὶ γὰρ περιϲπώμενοι τοιοῦτοι μέϲοι παρακείμενοι ὡϲ πολλαχοῦ φανεῖται· 5 καὶ αὐτοὶ κατὰ τὰ προρρηθέντα μιᾷ ϲυλλαβῇ ἐνδέουϲι τοῦ ἐνεργητικοῦ, ὅπερ ἐν τοῖϲ βαρυνομένοιϲ οὐκ ἔϲτι ῥήμαϲιν. ἐν ἐκείνοιϲ γὰρ ἰϲοϲυλλαβεῖ καθόλου ὁ μέϲοϲ τῷ ἐνεργητικῷ.
13.
Paragraph 1
δεῖ γινώϲκειν ὅτι τότε ἐπιλιμπάνουϲιν οἱ μέϲοι παρακείμενοι, ἡνίκα ἀπὸ τῶν περιϲπωμένων θεμάτων εὑρεθῇ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ, καὶ τριϲύλλαβοϲ ἀπὸ δύο ϲυμφώνων ἀρχόμενοϲ, ἢ ἀπὸ μόνου τοῦ ε οἷον θλῶ θλάϲω τέθλακα, κλῶ κλάϲω κέκλακα, ϲμῶ ϲμήϲω ἔϲμηκα, δρῶ δράϲω δέδρακα, ζῶ ζήϲω ἔζηκα· καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἀπὸ περιϲπωμένων ὑπάρχων μιᾷ ϲυλλαβῇ περιττεύει τοῦ μέϲου παρακειμένου, οἷον μυκῶ μεμύκηκα μέμυκα, δουπῶ δεδούπηκα δέδουπα εἰ ἐποιήϲαμεν οὖν μέϲον παρακείμενον ἐπὶ τῶν προλεχθέντων, φημὶ τοῦ τέθλακα καὶ κέκλακα καὶ δέδρακα, ἔϲμηκα, ἔζηκα, ἤμελλεν ὁ μέϲοϲ παρακείμενοϲ μιᾷ ϲυλλαβῇ ἐνδεῖν τοῦ ἐνεργητικοῦ παρακειμένου, καὶ εἶχεν εἰϲ διϲυλλαβίαν περιπεϲεῖν, ὅπερ ἐϲτὶν ἄτοπον ϲπανίωϲ γὰρ εὑρίϲκεται διϲύλλαβοϲ παρακείμενοϲ ἐν χρήϲει· ϲπάνιον δὲ εἶπον διὰ τὸ οἶδα οἶδ’ ἐπὶ δεξιὰ οἱδ’ ἐπ’ ἀριϲτερὰ νωμῆϲαι βῶν ἀζαλέην (H 238) καὶ διὰ τὸ οἶκα, ὃ ϲημαίνει τὸ ὁμοιῶ, οἷον «οἶκαϲ μὲν ὡραίῳ λίνῳ » παρ’ Ἀλκμᾶνι, ἀντὶ τοῦ ὅμοιοϲ εἰ, καὶ διὰ τὸ εἶα καὶ κατ’ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η ᾖα, ὃ γίνεται ἐν διαλύϲει παρὰ τῷ ποιητῇ, ἤϊα πολλὰ θεοὺϲ γουνούμενοϲ. 1. 37 οἶκα scr. pro εἷκα et verba Alemanis explevi ex Ep. Cr. I 287, 1 et Choer. 871, 30, verba καὶ κατ’ ἔκταϲιν — ᾖα ipse inserui, in Epim. legitur: εἶα, ὅπερ ἔν διαλύϲει ἔϊα καὶ ἐπαυξήϲει ἤϊα. De re cf. Mon 24, 4 οἶδα. Eustath. 759,5: Ἡρωδιανὸϲ προυποθεὶϲ ῥῆμα τὸ εἴδω παράγει ἐξ αὐτοῦ μέϲουϲ παρακειμένουϲ ἐπὶ μὲν τοῦ θεωρῶ καὶ γινώϲκω οἶδα, ἐπὶ δὲ τοῦ ὁμοιῶ τὸ οἶκα, ἐξ οὗ ἔοικα, οὗ ὑπερϲυντελικὸϲ ἐῴκειν κατὰ ἔκταϲιν.
14.
Paragraph 1
τοῦ δείδοικα πρωτότυπον ὂν τὸ δέδοικα ἐκ τοῦ δείδω τὸ δειλιῶ ἔχει ἀπορίαν πῶϲ διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ διὰ τὸν κανόνα, δι’ ὃν ὥριϲται καθολικῶϲ, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι’ οὗ ϲυμφώνου ἐκφέρεται ὁ ἐνεϲτώϲ, διὰ τοῦ αὐτοῦ καὶ ὁ μέϲοϲ παρακείμενοϲ οἷον λείβω λέλοιβα, λέγω λέλογα κατὰ τὸν Ἡρωδιανόν, καθ’ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέϲον παρακείμενον. λύϲιϲ δὲ τῆϲ ἀπορίαϲ ταύτηϲ τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεϲθαι. τὸ γὰρ τοιοῦτον ψελλιϲμῷ, φηϲίν, ὑποπίπτει. διὸ ἀντειϲῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείϲω δέδεικα, ὃϲ ἐϲιγήθη διὰ τὸ τοῦ μέϲου παρακειμένου πολύχρηϲτον. ὅτι δ’ ἐν πολλοῖϲ ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιοϲ, ὃν δέον ὂν διφθόγγῳ παραλήγεϲθαι κατὰ τὸν κανόνα τοῦ κήτειοϲ κήδειοϲ ἐπιτήδειοϲ καὶ τῶν ὁμοίων ὅμωϲ, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ἑ, ἐγράφη διὰ μόνου τοῦ ι· Ϲοφοκλῆϲ (Τrach. 754) «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ «ἴριδι δίῃ» κακίζεται κατὰ τὸ ἀλλεπάλληλον τῶν διχρόνων.
15.
Paragraph 1
περὶ τοῦ ἔολπα ζηταοῦϲιν ὅτι πόθεν γέγονε; — λέγει δὲ ὁ Ἡρωδιαν ὸϲ ὅτι δύναται εἶναι ὡϲ ἀπὸ τριϲυλλάβου τοῦ ἐέλπω, τούτου γὰρ ὁ μέϲοϲ παρακείμενοϲ ἤελπα καὶ κατὰ τροπὴν τοῦ ε εἰϲ τὸ ο καὶ ϲυϲτολῇ τοῦ η εἰϲ τὸ ε ἔολπα.
16.
Paragraph 1
τὸ ἔμμορε Ζηνόβιοϲ καὶ Ἡρωδιανὸϲ οὕτω κανονίζουϲι μείρω μερῶ, ὁ μὲν παρακείμενοϲ μέμορα καὶ ἐν ὑπερθέϲει τοῦ ἔμμορα.
17.
Paragraph 1
Ἡρωδιανὸϲ ἐκ τοῦ λήχω τὸ λαγχάνω παράγων τὸ λέλοχα τροπῇ τοῦ η εἰϲ ο μικρὸν ὁμοίωϲ τῷ πήθω πέποθε λέγει καὶ πλεονάζειν ἐν αὐτοῖϲ τὸ ν ὡϲ καὶ ἐν τῷ κέχανδα οἷον «οἶκον κεχανδότα πολλὰ καὶ ἐϲθλά (δ 96).
18.
Paragraph 1
οὐδέποτε μέϲοϲ παρακείμενοϲ διὰ δύο ϲυμφώνων κατὰ ϲύλληψιν ἐκφέρεται οὐδὲ διὰ διπλῶν ἔνθεν οὔτε ἀπὸ τοῦ χραιϲμῶ οὕτε ἀπὸ τοῦ ὀλιϲθῶ μέϲοι γεγόναϲι παρακείμενοι ὥϲπερ οὐδὲ ἀπὸ τοῦ λιχμῶ, ἵνα μὴ διὰ δύο ϲυμφώνων ἐξενεχθῶϲι. τὸ γὰρ «γλώϲϲῃϲι δνοφερῇϲι λελιχμότεϲ» παρ’ Ἡϲιόδῳ (Theog. 826) οὕτωϲ ἐγένετο· ἐϲτι τι περιϲπώμενον λιχμῶ οὗ ὁ παρακείμενοϲ λελίχμηκα καὶ ἡ μετοχὴ λελιχμηκώϲ καὶ κατὰ ϲυγκοπὴν λελιχμώϲ. καὶ τὸ πεφυζώϲ γέγονεν ἀπὸ τοῦ πεφυζηκώϲ καὶ κατὰ ϲυγκοπὴν πεφυζώϲ.
Paragraph 2
(Περὶ ὑπερϲυντελικοῦ).
Paragraph 3
( Περὶ πρώτου ἀορίϲτου).
19.
Paragraph 1
ὥϲπερ τὸ κρῆναι ἀπὸ διϲυλλάβου τοῦ κραίνω καὶ τὸ μιῆναι ἀπὸ τοῦ μιαίνω, οὕτω καθ’ Ἡρωδιανὸν καὶ τὸ κυδῆναι ἐκ τοῦ κυδαίνω, εἰ καὶ κυδᾶναι, φηϲί, καθ’ ἡμᾶϲ λέγεται ὡϲ καὶ κερδᾶναι.
20.
Paragraph 1
ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ τί τῶν ϲεϲημειωμένων ἐν τῷ πρώτῳ ἀορίϲτῳ, φημὶ δὲ τὸ ἤνεγκα καὶ εἶπα καὶ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα τὰ μὲν δύο τὰ ἀπὸ τῶν εἰϲ ω, λέγω δὲ τὸ εἶπα καὶ ἤνεγκα, κλίνεται μὲν καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, τὰ δὲ τρία τὰ ἀπὸ τῶν εἰϲ μι, λέγω δὲ τὸ ἔθηκα καὶ ἔδωκα καὶ ἧκα, οὐ κλίνεται οὕτε εἰϲ τὰϲ μετοχὰϲ οὔτε εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν ἀπολογίαν κτλ. ὁ δὲ Ἡρωδιανὸϲ ἄλλην ἀπολογίαν παραδίδωϲιν ἔχουϲαν οὕτωϲ τὸ εἶπα διὰ τοῦ ψ ὤφειλεν ἐκφέρεϲθαι, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ψ ἔχει, ἔψω γάρ ἐϲτι· τοῦ δὲ μέλλοντοϲ τὸ ψ ἔχοντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ψ ἐκφέρεται οἷον γράψω ἔγραψα, τύψω ἔτυψα· καὶ πάλιν τὸ ἤνεγκα διὰ τοῦ ξ ὤφειλεν ἐκφέρεϲθαι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, tertia persona, prout sententia poscit, aut pro perfecto putanda est velut ἔμμορε Il. Α 278 aut pro aoristo velut iis locis, quos citat Lob. ad Βuttm. p. 241 l. 2 cf. Choer. 594, 7 et 24, Ep. Cr. 1 267, 13 et 376, 1, E. M 560, 47. 1.18 cf. Choer. 607, 35: πολλάκιϲ οἱ Ἴωνεϲ τρέπουϲι τὸ ἁ εἰϲ τὸ η ἐν τῷ πρώτῳ ἀορίϲτῳ οἷον ἐμίανα ἐμίηνα, ἐχλίανα ἐχλίηνα, ἐθέρμανα ἐθέρμηνα, ἐλίανα ἐλίηνα, ἐκάθαρα ἐκάθηρα, ἐϲήμανα ἐϲήμηνα, ἐξ οὐ ὁ πρῶτοϲ ἀόριϲτοϲ ἐϲημηνάμην καὶ ὑπεϲημηνάμην, ἔφανα ἔφηνα, ἐξ οὖ ὁ α΄ μέϲοϲ ἀόριϲτοϲ ἐφηνάμην. τούτοιϲ δὲ τοῖϲ ὑπὸ τῶν Ἰώνων γινομένοιϲ, λέγω δὲ τὸ ἐμίηνα καὶ ἐλίηνα καὶ ἐχλίηνα καὶ ἐκάθηρα καὶ ἐϲήμηνα καὶ τοῖϲ ὁμοίοιϲ, χρῶνται οἱ Ἀθηναῖοι. ἐνέγξω γάρ ἐϲτι ὁ μέλλων· τοῦ δὲ μέλλοντοϲ τὸ ξ ἔχοντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ξ ἐφέρεται οἷον λέξω ἔλεξα, νύξω ἔνυξα· ἐπειδὴ οὖν τὸ εἶπα διὰ τοῦ ψ ὤφειλε καὶ τὸ ἤνεγκα διὰ τοῦ ξ, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ τὸ μὲν διὰ τοῦ π, τὸ δὲ διὰ τοῦ κ, τὸ δὲ κ ϲυγγένειαν πρὸϲ τὸ ξ καὶ τὸ π πρὸϲ τὸ ψ ἔχειν, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ ϲ δοκεῖ ϲυγκεῖϲθαι, τὸ δὲ ψ ἐκ τοῦ π καὶ ϲ, εἰκότωϲ ὡϲ μέροϲ τι. τῆϲ ἀναλογίαϲ φυλάξαντα ἀκωλύτωϲ κλίνεται καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ. εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ· τὸ δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα διὰ τοῦ ϲ ὤφειλεν εἶναι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ϲ ἐκφέρεται, δώϲω γὰρ καὶ θήϲω καὶ ἥϲω ἐϲτὶν ὁ μέλλων, ἐξ οὗ καὶ τὸ ἀφήϲω τοῦ δὲ μέλλοντοϲ διὰ τοῦ ϲ ὄντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ϲ ἐκφέρεται οἷον ποιήϲω ἐποίηϲα, νοήϲω ἐνόηϲα· ἐπειδὴ οὖν τὸ ἔθηκα, ἔδωκα, ἧκα διὰ τοῦ ϲ ὤφειλεν εἶναι, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ διὰ τοῦ κ, τὸ δὲ x πρὸϲ τὸ ϲ οὐδεμίαν ϲυγγένειαν ἔχει, εἰκότωϲ ὡϲ μὴ φυλάξαντα μέροϲ τι τῆϲ ἀναλογίαϲ κωλύεται κλίνεϲθαι καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ.
Paragraph 2
( Περὶ δευτέρου ἀορίϲτου).
Paragraph 3
de numero syllabarum perfecti secundi exposuit, sic etiam de numero syllabarum aoristi secundi disseruisse putandus est in eum modum , quo disputat Choerob. 619,14: περὶ τῆϲ ποϲότητοϲ τῶν ϲυλλαβῶν ἔϲτιν εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ τῷ πρώτῳ ἀορίϲτῳ ὁ δεύτεροϲ ἀόριϲτοϲ οἷον τύπτω τύψω ἔτυψα ἔτυπον, ῥάπτω ἔρραψα ἔρραφον, νύϲϲω ἔνυξα ἔνυγον, γράψα ἔγραψα ἔγραφον, ἐξ οὖ τὸ ἐγράφην, ἀπὸ δὲ περιϲπωμένων θεμάτων μιᾷ αὐτοῦ ἐνδεῖ ὁ δεύτεροϲ ἀόριϲτοϲ, οἷον δουπῶ ἐδούπηϲα ἔδουπον, μυκῶ ἐμύκηϲα ἔμυκον, χραιϲμῶ ἐχραίϲμηϲα ἔχραιϲμον, ὀλιϲθῶ ὠλίϲθηϲα ὤλιϲθον.
Paragraph 4
Atque etiam de quantitate vocalis in paenultima tractasse eum arbitror sic fere nt Choer. 623, 13: ἰϲτέον ὅτι δεύτεροϲ ἀόριϲτοϲ εἴτε ἀπὸ βαρυτόνων θεμάτων εἴτε ἀπὸ περιϲπωμένων βραχείᾳ θέλει παραλήγεϲθαι, οἶον λείπω ἔλιπον, τρώγω ἔτραγον, λήβω ἔλαβον, κτυπῶ ἔκτυπον, μυκῶ ἔμυκον τὰ γὰρ φυλάττοντα τὴν παραλήγουϲαν μακρὰν ἐν τῷ δευτέρῳ ἀορίϲτῳ εὐαρίθμητα· ἔϲτι δὲ ταῦτα· χραιϲμῶ ἔχραιϲμον, ὀλιϲθῶ ὤλιϲθον,…
Paragraph 5
Ἔλθ…
The complete text is available when the reading interface loads.