Paroemiae
- Authority group
- Aesop (catalogue association; authorship remains anonymous)
- Edition reference
- Paroemiae, ed. E. L. von Leutsch, Corpus paroemiographorum Graecorum, vol. 2, Göttingen: Vandenhoeck & Ruprecht, 1851 (repr. Hildesheim: Olms, 1958): 228–230.
- CTS identifier
urn:cts:greekLit:tlg0096.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
{ΑΕΤΟΣ ΚΑΙ ΑΛΩΠΗΞ} ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους σπεισάμενοιπλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν βεβαίωσιν φιλίας τὴν συν-ήθειαν ποιούμενοι. καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκεςδένδρον ἐνεοττοποιήσατο, ἡ δὲ εἰς τὸν ὑποκείμενον θάμνονἔτεκεν. ἐξελθούσης δέ ποτε αὐτῆς ἐπὶ νομὴν ὁ ἀετὸς ἀπο-ρῶν τροφῆς καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματαἀναρπάσας μετὰ τῶν αὑτοῦ νεοττῶν κατεθοινήσατο. ἡ δὲἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθέν, οὐ μᾶλλον ἐπὶτῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη, ὅσον ἐπὶ τῆς ἀμύνης·χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. διόπερ πόρ-ρωθεν στᾶσα, ὃ μόνον τοῖς ἀσθενέσιν καὶ ἀδυνάτοις ὑπο-λείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. συνέβη δὲ αὐτῷ τῆς εἰς τὴνφιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν. θυόντων γάρτινων αἶγα ἐπ' ἀγροῦ καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνονἔμπυρον ἀνήνεγκεν· οὗ κομισθέντος ἐπὶ τὴν καλιὰν σφο-δρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμ-πρὰν φλόγα ἀνῆψε. καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοτ-τοὶ—καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοὶ—ἐπὶ τὴν γῆνκατέπεσον. καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦπάντας αὐτοὺς κατέφαγεν. ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴντῶν ἠδικημένων ἐκφύγωσι κόλασιν, ἀλλ' οὖν γε τὴν ἐκθεοῦ τιμωρίαν οὐ διακρούσονται. ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοιπλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβαίωσιν φιλίας τὴνσυνήθειαν καὶ ἐν ταὐτῷ ἅμα εἶναι ἡγούμενοι. καὶ δὴ ὁ μὲνἀναβὰς ἐπὶ μήκιστον δένδρον ἐνεοττοποίησεν, ἡ δὲ εἰσελ-θοῦσα κάτωθεν εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. μιᾷοὖν τῶν ἡμερῶν ἐξελθούσης τῆς ἀλώπεκος ἐπὶ νομὴν ὁἀετὸς ἀπορῶν τροφῆς καταπτὰς εἰς τὸν θάμνον καὶ τὰγεννήματα ἁρπάσας μετὰ τῶν ἑαυτοῦ νεοττῶν ἐθοινήσατο.ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦ-τον ἐπὶ τῷ θανάτῳ τῶν νεοττῶν ἐλυπήθη, ὅσον ἐπὶ τῆςἀμύνης· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν οὐκ ἠδύνατο.διόπερ πόρρωθεν στᾶσα, ὃ τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιὑπάρχει ἔργον, τὸν ἐχθρὸν κατηρᾶτο. συνέβη οὖν ἀντὶ τῆςπολλῆς ἀγάπης μεγίστην ἔχθραν μεταξὺ ἐσχηκέναι. θυόντωνδέ τινων αἶγα ἐπ' ἀγρῷ ὁ ἀετὸς καταπτὰς μέρος τι τῆςαἰγὸς μετὰ καὶ ἐμπύρων ἀνθράκων ἐπὶ τὴν καλιὰν ἀνήγα-γεν. σφοδρὸς οὖν ἄνεμος ἐμπνεύσας, ἐκ λεπτοῦ καὶ παλαιοῦχόρτου οὖσα ἡ καλιά, λαμπρὰν φλόγα ἀνήγαγεν. κατα-φλεχθέντες δὲ οἱ νεοττοί—καὶ γὰρ ἦσαν ἔτι πτηνοὶ ἀτε-λεῖς—ἐπὶ τὴν γῆν κατέπεσον. ἡ δὲ ἀλώπηξ προσδραμοῦσαἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν. ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴνἐκ τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν δι' ἀσθένειαν, ἀλλ'οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούσονται. ἀετὸς καὶ ἀλώπηξ φιλιωθέντες πλησίον ἀλλήλων οἰκεῖνἔγνωσαν βεβαίωσιν φιλίας ποιούμενοι τὴν συνήθειαν. ὁ μὲνοὖν ἐφ' ὑψηλοῦ δένδρου τὴν καλιὰν ἐπήξατο, ἡ δ' ἀλώπηξἐν τοῖς ἔγγιστα θάμνοις ἐτεκνοποιήσατο. ἐπὶ νομὴν οὖνποτε τῆς ἀλώπεκος προελθούσης ὁ ἀετὸς τροφῆς ἀπορῶνκαταπτὰς ἐπὶ τῶν θάμνων καὶ τὰ τέκνα ταύτης ἀναρπάσαςἅμα τοῖς αὐτοῦ νεοττοῖς ἐθοινήσατο. ἡ δ' ἀλώπηξ ἐπανελ-θοῦσα καὶ τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶντέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ·χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ οἵα τε ἦν. διὸ καὶπόρρωθεν στᾶσα, τοῦθ' ὃ καὶ τοῖς ἀδυνάτοις ἐστὶν εὔπο-ρον, τῷ ἐχθρῷ κατηρᾶτο. οὐ πολλῷ δ' ὕστερον αἶγά τινωνἐπ' ἀγροῦ θυόντων καταπτὰς ὁ ἀετὸς μέρος τι τῶν θυμά-των σὺν ἐμπύροις ἄνθραξιν ἥρπασε κἀπὶ τὴν νεοττιὰνἤγαγεν. ἀνέμου δὲ σφοδροῦ πνεύσαντος τηνικαῦτα καὶφλογὸς ἀναδοθείσης οἱ ἀετιδεῖς ἄπτηνες ἔτι τυγχάνοντεςὀπτηθέντες εἰς γῆν κατέπεσον. ἡ δ' ἀλώπηξ ἐπιδραμοῦσαἐν ὄψει τοῦ ἀετοῦ πάντας κατέφαγεν. ὁ μῦθος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴνἐκ τῶν ἠδικημένων φύγωσι τιμωρίαν, ἀλλὰ τήν γε θείανδίκην οὐ διακρούσονται.{ΑΕΤΟΣ ΚΑΙ ΚΟΛΟΙΟΣ ΚΑΙ ΠΟΙΜΗΝ} ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἄρνα ἥρπασε·κολοιὸς δὲ τοῦτον θεασάμενος διὰ ζῆλον [τοῦτον] μιμή-σασθαι ἤθελε. καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ ῥοίζουἐπὶ κριὸν ἠνέχθη. ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖςμαλλοῖς ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμὴντὸ γεγονὸς αἰσθόμενος προσδραμὼν συνέλαβεν αὐτὸν καὶπερικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖςαὐτοῦ παισὶν ἐκόμισε. τῶν δὲ πυνθανομένων, τί εἴη τὸ ὄρνεον,ἔφη· „ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βού-λεται, ἀετός.“ οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα πρὸς τῷ μηδὲνἀνύειν καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα. ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἥρπασεν ἄρνα.κολοιὸς δὲ τοῦτον θεασάμενος, διὰ ζῆλον μιμησάμενος,καθεὶς ἑαυτὸν μετὰ πολλοῦ τοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη.ἐμπαρέντων δ' αὐτοῦ τῶν ὀνύχων ἐν τοῖς ἐκείνου μαλλοῖςἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο. ἐλθὼν δὲ ὁ ποιμὴνκαὶ θεασάμενος αὐτὸν προσδραμὼν ἀνελάβετο αὐτὸν καὶπερικόψας αὐτοῦ τὰ ὀξύπτερα, ὡς ἑσπέρα κατέλαβε, τοῖςἑαυτοῦ παισὶν ἐκόμισεν. τῶν δὲ πυνθανομένων, τί εἴη τὸὄρνεον, ἔφη· ”ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲαὐτὸς βούλεται, ἀετός.” ὁ μῦθος 〈δηλοῖ τὴν〉 πρὸς τοὺς ὑπερέχοντας ἅμιλλανπρὸς τῷ μηδὲν ἀνύειν καὶ ἐπὶ συμφοραῖς προσκτᾶσθαιγέλωτα.{ΑΕΤΟΣ ΚΑΙ ΚΑΝΘΑΡΟΣ} ἀετὸς λαγωὸν ἐδίωκεν. ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντωνὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχεν, κάνθαρον ἰδὼν τοῦ-τον ἱκέτευεν, ὁ δὲ παραθαρσύνας αὐτὸν ὡς ἐγγὺς ἐλθόντατὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸνἱκέτην. κἀκεῖνος ὑπεριδὼν τῆς σμικρότητος ἐν ὄψει τοῦκανθάρου τὸν λαγωὸν κατεθοινήσατο. ὁ δὲ ἀπ' ἐκείνουμνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰςκαί, εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν καὶ αὐτοῦ ἐδεήθη τόποναὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. τοῦ δὲ Διὸςἐν τοῖς ἑαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ ὁ κάν-θαρος τοῦτο ἑωρακὼς κόπρου σφαῖραν ποιήσας ἀνέπτηκαὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους ἐνταῦθακαθῆκεν. ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενοςὡς διανέστη, ἔλαθεν ἀπορρίψας τὰ ὠά. ἀπ' ἐκείνου τέφασιν, περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται, τοὺς ἀετοὺςμὴ νεοττεύειν.