Fabulae ap. Dionem Chrysostomum
- Authority group
- Aesop (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fabulae ap. Dionem Chrysostomum, ed. Hausrath and Hunger, op. cit., vol. 1.2, 2nd edn., 189–190.
- CTS identifier
urn:cts:greekLit:tlg0096.tlg013.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
νοῖς ὄλεθρον‘. τὰ δὲ μήτε τῆς ξυμβουλῆς ἀπεδέχετο τὴνγλαῦκα, τοὐναντίον δὲ ἔχαιρε τῇ δρυῒ φυομένῃ, ἐπειδή τεἱκανὴ ἦν, καθίσαντα ἐπ' αὐτὴν ᾖδεν. γενομένου δὲ τοῦ ἰξοῦῥᾳδίως ἤδη ὑπὸ τῶν ἀνθρώπων ἁλισκόμενα μετενόουν καὶ τὴνγλαῦκα ἐθαύμαζον ἐπὶ τῇ ξυμβουλῇ. καὶ νῦν ἔτι οὕτως ἔχου-σιν, ὡς δεινῆς καὶ σοφῆς οὔσης αὐτῆς, καὶ διὰ τοῦτοἐθέλουσι πλησιάζειν, ἡγούμενα ἀγαθόν τι ἀπολαύειν τῆςξυνουσίας· ἔπειτα οἶμαι προσίασι μάτην ἐπὶ κακῷ. ἡ μὲνγὰρ ἀρχαία γλαῦξ τῷ ὄντι φρονίμη τε ἦν καὶ ξυμβουλεύεινἐδύνατο. αἱ δὲ νῦν μόνον τὰ πτερὰ ἔχουσιν ἐκείνης καὶ τοὺςὀφθαλμοὺς καὶ τὸ ῥάμφος, τὰ δὲ ἄλλα ἀφρονέστεραί εἰσι τῶνἄλλων ὀρνέων. οὐκοῦν οὐδὲ ἑαυτὰς δύνανται οὐδὲν ὠφελεῖν·οὐ γὰρ ἂν παρὰ τοῖς ὀρνιθοθήραις ἐτρέφοντο δεδεμέναι καὶδουλεύουσαι.{[ΑΙΣΩΠΟΥ]}Πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ λυγρά, καὶ οὔτε φυγεῖν εὐμαρὲς οὔτε φέρειν.ἡδέα μὲν γάρ σευ τὰ φύσει καλά, γαῖα, θάλασσα, ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου·τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τις ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν.{Ἀετὸς 〈τὰ πτερὰ τιλθεὶς〉 καὶ ἀλώπηξ.}Ἀετός ποτε ἑάλω ὑπ' ἀνθρώπου,ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλαςεἴασεν αὐτὸν ἐκ οἴκῳ σὺν ὀρνίθοις.Ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν.Ἕτερος δέ τις τοῦτον ἐξαγοράσαςἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα.Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας,ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐεργέτῃ.Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα·«Μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον,μήπως ὁ αὐτός σε πάλιν κυνηγήσαςαὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.»Ὁ μῦθος δηλοῖ ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταιςπαρέχειν, τοὺς δὲ κακοὺς ἐκφεύγειν.Χελιδὼν δέ τις ὡμίλει ἀηδόνιἵν' ὁμόροφος ταύτῃ γε συνυπάρχῃ.Ἡ δὲ πρὸς αὐτὴν δακρύουσα ἐβόα·«Οὐ δυνήσομαι ἐγὼ τοῦτο ποιῆσαι·τῶν γὰρ προγόνων τὴν λύμην ἀναφέρω.Διὰ γὰρ τοῦτο τὰς ἐρήμους οἰκήσω.»Ὅτι, ἐὰν λυπηθῇ τις ἔκ τινος τύχης, καὶ τὸν τόπονἐκφεύγει οὗ ἐλυπήθη.{Ὄρνις καὶ αἴλουρος.}Ὄρνις δέ ποτε κατακλιθεὶς ἠρρώστει·εἰς ὃν αἴλουρος προκύψας ἔφη ταῦτα·«Πῶς ἔχεις, φίλε, τί δέ σοι; ἄν τι χρῄζῃς,Ἀνάγγειλόν μοι καὶ πάντα σοι παρέξω.Ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγείας.»Ἡ δ' ἀπεκρίθη πρὸς τὸν αἴλουρον ταῦτα·«Εἰ σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνῄσκω·ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν.»Τοὺς δολίους ὑποκριτάς, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθοςἐλέγχει.{Ποιμὴν καὶ αἴξ.}Ποιμὴν δέ ποτε αἶγας προσεκαλεῖτοτοῦ προσβαλέσθαι ἔνδοθεν εἰς τὴν μάνδραν.Μία δ' ἐξ αὐτῶν ἔξωθεν κατελείφθηὡς νεμομένη τὰς βοτάνας τῆς χλόης.Εὐθὺς δ' ὁ ποιμὴν ἐπ' αὐτὴν ῥάβδον ῥίψαςτὸ ἓν κέρας ἔκοψε τῆς αἰγὸς ὅλον.Ὡς οὖν κάτιδεν ὁ ποιμὴν κεκομμένον,καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι,μηδ' ὑποδεῖξαι κεκλασμένον τὸ κέρας.Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα·«Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι;τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης,πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι.»Ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναταιταύτην κατακαλύψαι.Ἀνήρ τις ἔτρεφεν αἶγ' ἅμα καὶ ὄνον·ἀλλ' ἡ αἲξ ἐφθόνησε πολλὰ τῇ ὄνῳδιὰ τὴν τρυφὴν κριθάς τε καὶ τὸν χόρτον.Αὐτῇ ἔλεγεν ὡς «ἄπειρα κολάζῃποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνιποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα·λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι.Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις;»Ὁ δὲ πρὸς αὐτὴν 〈ἔφη〉· «Καὶ τί ποιήσω;οὐ γὰρ δύναμαι τὴν ζωὴν ἄλλως ἔχειν.»Ἣ συμβουλεύει ἐπίληπτον γενέσθαικαὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων,ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς.Καὶ δὴ ἡ ὄνος ὑπακούσασα τούτουπεσοῦσα πρὸς γῆν εὐθέως συνετρίβη,ὥσπερ νόσημα δεινὸν προσκεκτημένηκαὶ τὸν θάνατον αὐτὴ προσδεδεγμένη.Τοῦ γοῦν δεσπότου τῇ λύπῃ συσχεθέντος,δραμὼν αὐτίκα τὸν ἰατρὸν ἐκάλειἐκλιπαρῶν τοῦτον ὑγιᾶναι ὄνον.Ὁ οὖν ἀκέστωρ αἰγὸς πνεύμονα φάσκειἐγχυματίζειν καὶ ῥώσεως τυγχάνειν.Οἳ παραυτίκα τεθυκότες τὴν αἶγατρίψαντες τὸν πνεύμον' αἵματι ἰδίῳἐγχυματοῦντες ἰάτρευσαν τὴν νόσον.Αὐτὸς καθ' αὑτοῦ λανθάνει τοῦτο ποιῶν.Ποιμὴν ἐν σπηλαίῳ 〈τὰς〉 αἶγας προσάγειὥρᾳ χειμῶνος καὶ παγετοῦ καὶ ψύχους.Εὑρὼν δ' ἀγρίας πλείονας ὧν κατέσχεπάνυ χάρη τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις,ἃς ὡς κατεῖδεν, ἐξέτρεφε τοῖς φύλλοις.Μετὰ δὲ ταῦτα εὐδίας γεγονυίας,εὗρεν ἃς εἶχεν ἐκ λιμοῦ τεθνηκυίας·αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος δραμοῦσαιτοῦτον εἴασαν ὡς ἄφρονα καὶ ἄνουν.Ὁ δὲ αἰπόλος, ὡς εἶδε πεφευγυίαςἃς ἐξέτρεψε τῇ ὥρᾳ τοῦ χειμῶνος,μέγα στενάξας κὠλολύξας ἐκ βάθουςθρηνῶν ἀπῄει μηδὲν προσκεκτημένος,εἰ μὴ τὴν ῥάβδον μετὰ τοῦ μαρσιπίου.Ὁ λόγος δηλοῖ ὅτι οὐ χρὴ ἡμᾶς ἀμελεῖν τῶν ἰδίων.Μαχομένων δέ ποτε τῶν ἀλεκτόρωνδιὰ τὴν ὄρνιν τὸ τίς αὐτὴν ἐγγήμῃ,ὁ εἷς ἡττηθεὶς ἐκρύπτετ' ἐν γωνίᾳ,ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας.Ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσαςἀνεπέτασεν ἐπάνω τῶν δωμάτων,ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου,φωνῶν· «Ἥττησα τὸν ἴδιον ἐχθρόν μουτροπωσάμενος ἀντίπαλον εἰς κράτος.»Ὡς οὖν ἐβόα τοιαῦτα ὁ ἀλέκτωρ,ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνωκαὶ καταλαβὼν τὸν νικήτην ἐκεῖνονἤγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκαβρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα.Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσαςδιῆγεν οὕτως ἐν ἀδείᾳ τυγχάνωνλαβὼν εὔκλειαν κατὰ τοῦ πολεμίουτοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτονκαὶ καυχωμένου ὡς ὄντος νικηφόρου.Ὁ λόγος πρὸς ἄνδρας θεομάχους.Ποτὲ ἀλώπηξ βότρυν θεασαμένηπέπειρον ἐπειρᾶτο λαβεῖν εἰς βρῶσιν,καὶ μὴ δυνηθεῖσα μειδιάσας' ἔφη·«Τί κάμνω; ὄμφακες γάρ εἰσιν 〈ἐκεῖνοι〉·λήψομαι αὐτούς, ὅταν πέπειροι ὦσι.»Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀποτυχόντες τῶν πραγμάτωνσπουδάζουσι διὰ ψεύδους καλύψαι τὴν ἀλήθειαν.Ποτὲ κατεῖδε τοὺς βότρυας ἀλώπηξπεπείρους πάνυ τὰς ῥωγὰς δεικνυμένουςκαὶ ἐπειρᾶτο τούτους λαβεῖν εἰς βρῶσιν·ἥτις εἰς τοῦτο πολλὰ μηχανωμένηοὐκ ἠδυνήθη τὴν ὄρεξιν πληρῶσαι.Μετὰ δὲ ταῦτα μειδιάσασα αὕτηεὐθὺς τὸ πένθος εἰς χαρὰν μεταβάλλει,ἀναβοῶσα· «Ὄμφακές εἰσι ταῦτα.»Ὅτι πολλοὶ τῶν ἀνθρώπων ἀποτυχόντες τῶν πραγ-μάτων σπουδάζουσι διὰ τοῦ ψεύδους συγκαλύψαι τὴν ἧτταν.Τράγος δὲ πάλαι διψήσας ἐν τῷ θέρεικάτω κατῆλθε πιεῖν εἰς φρέαρ ὕδωρ.Ὁ δὲ κορεσθεὶς ἀνελθεῖν οὐκ εὐπόρει,ὃς μετενόει καὶ βοηθὸν ἐζήτει,ὅπως ἀνέλθῃ ἐκ τοῦ βάθους ὁ τράγος.Ἡ δὲ ἀλώπηξ τοῦτον ἐκβλεψαμένηἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει·«Ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ,εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας,οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον ᾔδεις.»Οὕτω τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρῶτον τὰ τέλητῶν πραγμάτων σκοπεῖν, εἶθ' οὕτως αὐτοῖς ἐπιχειρεῖν.Ἦν τις ἀμέριμνος καὶ τρυφαῖς σχολάζων.Οὐκ ἦν πρεσβύτης, ἀλλ' οὐδὲ νέος πάλιν,λευκὰς δὲ εἶχε καὶ μελαίνας τὰς τρίχαςὁμοῦ μιγείσας. Ὡς δὲ ἀνὴρ μεσῆλιξἐτύγχανεν, ἤρατο θηλειῶν δύο,μιᾶς μὲν πρέσβεως, ἑτέρας δὲ νέας.Ὡς οὖν εἰσήρχετο πρὸς τὴν γραῦν, ἀπέσπακαὶ ἔτιλλε τὰς μελαίνας αὐτοῦ τρίχαςσυγγέροντα θέλουσα τοῦτον ὁρᾶσθαι.