The Greek Library Author

Epicurus

Epistula Tertia ad Menoeceum

§ 128

Author namesÉpicure · Epicure · Epicurus · Επικουρος

Scientific editors
Peter von der Mühll
Edition reference
Epicuri epistulae tres et ratae sententiae a Laertio Diogene Servatae · Leipzig · Teubner · 1922
CTS identifier
urn:cts:greekLit:tlg0537.tlg012.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν 〈τῆς ψυχῆς〉 ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῆν ἐστι τέλος. τούτου γὰρ χάριν πάντα πράττομεν, ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν. ὅταν δὲ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται, λύεται πᾶς ὁ τῆς ψυχῆς χειμών, οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι καὶ ζητεῖν ἕτερον ᾧ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀγαθὸν συμπληρώσεται. τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν, ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν· ‹ ὅταν δὲ μὴ ἀλγῶμεν,〉 οὐκέτι τῆς ἡδονῆς δεόμεθα.