The Greek Library Author

Lysias

περὶ τραύματος ἐκ προνοίας, ὑπὲρ οὗ καὶ πρὸς ὃν ἄδηλον

§ 18

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

οὔκουν δεῖ ὑμᾶς, ὦ βουλή, τηλικούτου ὄντος τοῦ κινδύνου, ῥᾳδίως ἀποδέχεσθαι τοὺς τούτου λόγους, ἀλλʼ ἐνθυμουμένους ὅτι περὶ τῆς πατρίδος μοι καὶ τοῦ βίου ὁ ἀγών ἐστιν, ἐν ἐν Markland: μὲν MSS. ὑπολόγῳ ταύτας τὰς προκλήσεις ποιεῖσθαι. καὶ μὴ ζητεῖτε τούτων ἔτι μείζους πίστεις· οὐ γὰρ ἂν ἔχοιμι εἰπεῖν ἀλλʼ ἢ ταύτας, ὡς οὐδὲν εἰς τοῦτον προὐνοήθην. προὐνοήθην Contius: προνοηθῆναι MSS.