The Greek Library Author

Lysias

περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον

§ 2

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg017.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ἐράτων ὁ Ἐρασιφῶντος πατὴρ ἐδανείσατο παρὰ τοῦ ἐμοῦ πάππου τάλαντα δύο. ὅτι μὲν οὖν ἔλαβε τἀργύριον καὶ ὡς τοσοῦτόν γε ἐδεήθη δανείσασθαι, καὶ καὶ del. Hude. ὧν ἐναντίον ἐδόθη, μάρτυρας ὑμῖν παρέξομαι· ἃ δʼ ἐχρήσατο αὐτῷ καὶ ὅσα ὠφελήθη, οἱ μᾶλλόν τε ἐμοῦ εἰδότες καὶ παραγεγενημένοι οἷς ἐκεῖνος ἔπραττε διηγήσονται ὑμῖν καὶ μαρτυρήσουσι. καί μοι κάλει μάρτυρας.