The Greek Library Author

Lysias

περὶ τοῦ μὴ καταλῦσαι τὴν πάτριον πολιτείαν Αθήνησι

§ 4

Author namesLysias · Λυσιας

Scientific editors
W.R.M. Lamb
Edition reference
Lysias · London · William Heinemann Ltd. · 1930
CTS identifier
urn:cts:greekLit:tlg0540.tlg034.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

οὔκ, ἐὰν ἔμοιγε πείθησθε, οὐδὲ μετὰ τῶν τειχῶν καὶ ταῦτα ἡμῶν αὐτῶν περιαιρησόμεθα, ὁπλίτας πολλοὺς καὶ ἱππέας καὶ τοξότας, ὧν ὑμεῖς ἀντεχόμενοι βεβαίως δημοκρατήσεσθε, τῶν δὲ ἐχθρῶν πλέον ἐπικρατήσετε, ὠφελιμώτεροι δὲ τοῖς συμμάχοις ἔσεσθε· ἐπίστασθε γὰρ ἐν ταῖς ἐφʼ ἡμῶν ὀλιγαρχίαις γεγενημέναις καὶ οὐ τοὺς γῆν κεκτημένους ἔχοντας τὴν πόλιν, ἀλλὰ πολλοὺς μὲν αὐτῶν ἀποθανόντας, πολλοὺς δʼ ἐκ τῆς πόλεως ἐκπεσόντας,