The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 4, Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 69– 79, 81–189, 191–215, 217–296, 298–300, 302, 305, 307, 321–332, 876.
CTS identifier
urn:cts:greekLit:tlg0541.tlg040.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Hali

4

ἔνδον ἔστ', ἄνδρες, ποτηρίδια, τορεύματα,

κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια.

5

Ὁ πρῶτος εὑρὼν διατροφὴν πτωχῷ τέχνην

πολλοὺς ἐποίησεν ἀθλίους· ἁπλοῦν γὰρ ἦν

τὸν μὴ δυνάμενον ζῆν ἀλύπως ἀποθανεῖν.

6

Χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον.

7

Δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν.

8

Χαῖρ' ὦ φίλη γῆ, διὰ χρόνου πολλοῦ ς' ἰδὼν

ἀσπάζομαι· τουτὶ γὰρ οὐ πᾶσαν ποιῶ

τὴν γῆν, ὅταν δὲ τοὐμὸν ἐσίδω χωρίον·

τὸ γὰρ τρέφον με τοῦτ' ἐγὼ κρίνω θεόν.

9

Ὡς δὲ τὴν ἄκραν

κάμπτοντας ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ

ἀνηγάγοντο.

10

Ἐκλελάκτικεν

ὁ χρηστὸς ἡμῖν μοιχός, ἀλλ' ἀντάλλαγος.

11

Δύ' οἰκίας

φηλοῦν γερόντων, ὡς λέγεις, ἀβελτέρων.

12

Καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.

13

Καὶ χρυσολαβὲς καλὸν πάνυ

ἐγχειρίδιον.

14

Ἀναπετῶ τουτὶ προσελθὼν κοὐκ ἀνέξομ' οὐκέτι.

Ana

t

{<ΑΝΑΤΙΘΕΜΕΝΗ Η ΜΕΣΣΗΝΙΑ.>}

1

Οἱ δ' ἁρπάσαντες τοὺς κάδους τοὺς στρογγύλους

ὕδρευον ἀνδρειότατα κηπουροὶ πάλιν.

ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν,

ἀλλ' ἀντλιαντλητῆρας.

2

Τίθημ' ἔχειν χολήν σε καλλιωνύμου

πλείω.

3

Ἡγεῖταί μ' ὅλως

ἐπικόπανόν τι.

5

Ἀράβιον ἆρ' ἐγὼ κεκίνηκ' ἄγγελον.

Andri

t

{<ΑΝΔΡΙΑ.>}

1

Τὸ δ' ἐρᾶν ἐπισκοτεῖ

ἅπασιν, ὡς ἔοικε, καὶ τοῖς εὐλόγως

καὶ τοῖς κακῶς ἔχουσι.

2

Καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη,

τὸ νεόττιον.

3

Οὐδέν με λανθάνοις ἄν.

4

Εὑρετικὸν εἶναί φασι τὴν ἐρημίαν

οἱ τὰς ὀφρῦς αἴροντες.

6

Λούσατ' αὐτὴν αὐτίκα.

9

Ἐνθένδ' ἀποφυγὼν οὐκ ἂν ἀπολοίμην ποτέ.

13

Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ' ὡς δυνάμεθα.

Andro

t

{<ΑΝΔΡΟΓΥΝΟΣ Η ΚΡΗΣ.>}

3

Τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον.

4

Τὰ προσπεσόντα προσδοκᾶν ἅπαντα δεῖ

ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν.

5

Πλήσας γὰρ ἔφερεν ἐκ παρατάξεώς ποθεν

τὰς ἐν Λαμίᾳ πάσας.

6

Μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία.

Ane

t

{<ΑΝΕΨΙΟΙ.>}

1

Φύσει γάρ ἐστ' ἔρως

τοῦ νουθετοῦντος κωφόν· ἅμα δ' οὐ ῥᾴδιον

νεότητα νικᾶν ἐστι καὶ θεὸν λόγῳ.

2

Εὐδαιμονία τοῦτ' ἔστιν υἱὸς νοῦν ἔχων·

ἀλλὰ θυγάτηρ κτῆμ' ἐστὶν ἐργῶδες πατρί.

3

Τὰ κακῶς τρέφοντα χωρί' ἀνδρείους ποιεῖ.

4-5

Ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί,

δεῖ τ' οὐχὶ σείειν, ἀλλ' ἀποσείειν αὐτόθεν.

Οἶς' εἰσιὼν

πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς

μόνον πολὺ ποίει.

Api

t

{<ΑΠΙΣΤΟΣ.>}

1

Ὤιμην, εἰ τὸ χρυσίον λάβοι

ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην

ἅβραν ἔσεσθαι.

Arr

t

{<ΑΡΡΗΦΟΡΟΣ Η ΑΥΛΗΤΡΙΣ.>}

1

Οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς,

τοῦτον καταλιπὼν τὸν βίον· γεγάμηκα γὰρ

αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.

{Β.} δεδογμένον τὸ πρᾶγμ'· ἀνερρίφθω κύβος.

{Α.} πέραινε. σωθείης δὲ νῦν· ἀληθινὸν

εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,

οὐ Λιβυκόν, οὐδ' Αἰγαῖον, . . .

οὗ τῶν τριάκοντ' οὐκ ἀπόλλυται τρία

πλοιάρια· γήμας δ' οὐδὲ εἷς σέσωσθ' ὅλως.

2

Πάντας μεθύσους τοὺς ἐμπόρους

ποιεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν

τὴν νύκτα διὰ σὲ καὶ σφόδρ' ἄκρατόν μοι δοκῶ·

ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων.

3

Ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην

ταύτην τις ἢ τιτθὴν καλῇ, πέρας οὐ ποιεῖ

λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον,

ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθ' ὁ παριών,

τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ

ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.

4

Τὰ πατρῷα μὲν ποιεῖ καιρός ποτε

ἀλλότρια, σώζει δ' αὐτά που τὰ σώματα·

βίου δ' ἔνεστιν ἀσφάλει' ἐν ταῖς τέχναις.

5

Ἐλλέβορον ἤδη πώποτ' ἔπιες Σωσία;

{Β.} ἅπασι. {Α.} πάλιν οὖν πῖθι· μαίνει γὰρ κακῶς.

6

Πάντ' ἐστὶ τῷ καλῷ λόγῳ

ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός.

7

Ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας.

8

Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

9

Ἢ χαλκοῦν μέγα

ὁλκεῖον.

Asp

t

{<ΑΣΠΙΣ.>}

1

Ἔχων τὴν ἀσπίδα

ἔκειτο συντετριμμένην.

2

Πολλοὶ γὰρ ἐκλελοιπότες

τὸν χάρακα τὰς κώμας ἐπόρθουν.

3

Στρατιώτην, Σμικρίνη, σωτηρίας

ἔστ' ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δ' εὔπορον.

4

Ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν

ἀλόγιστός ἐστι τῆς ἀληθείας κριτής.

5

Ὦ τρισάθλιοι,

τί πλέον ἔχουσι τῶν ἄλλων; βίον

ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια

τηροῦντες, οἱ τὰς ἀκροπόλεις κεκτημένοι,

εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥᾳδίως

ἐγχειρίδιον ἔχοντας αὐτοῖς προσιέναι·

οἵαν δίκην διδόασιν.

Hau

t

{<ΑΥΤΟΝ ΠΕΝΘΩΝ.>}

1

Τυφλὸν ὁ πλοῦτος, καὶ τυφλοὺς

τοὺς ἐμβλέποντας εἰς ἑαυτὸν δεικνύει.

Aph

t

{<ΑΦΡΟΔΙΣΙΑ.>}

1

Ἀλλ' ὅταν ἐρῶντα νοῦν ἔχειν τις ἀξιοῖ,

παρὰ τίνι τἀνόητον οὗτος ὄψεται;

2

Ἐκφυγοῦσα δ' ἣν εἶχεν νόσον

οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους.

3

Εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγοι.

Boi

t

{<ΒΟΙΩΤΙΑ.>}

1

Οὐ δεῖ διαβολῆς καταφρονεῖν, οὐδ' ἂν σφόδρ' ᾖ

ψευδής· ἐπίσταντ' αὐξάνειν αὐτήν τινες,

δι' οὓς φυλάττεσθαι τὰ τοιαῦτ' ὀρθῶς ἔχει.

2

Πολλὰ δύσκολα

εὕροις ἂν ἐν τοῖς πᾶσιν· ἀλλ' εἰ πλείονα

τὰ συμφέροντ' ἔνεστι, τοῦτο δεῖ σκοπεῖν.

3

Πλοῦτος δὲ πολλῶν ἐπικάλυμμ' ἐστὶν κακῶν.

4

Οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν.

5

Πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ.

Geo

t

{<ΓΕΩΡΓΟΣ.>}

1

Ὁ δ' ἠδικηκὼς ὅστις ἔσθ' οὗτός ποτε

τὴν ὑμετέραν πενίαν, κακοδαίμων ἔσθ', ὅτι

τοῦτ' ἠδίκηκεν, οὗ τυχὸν μεταλήψεται·

εἰ καὶ σφόδρ' εὐπορεῖ γάρ, ἀβεβαίως τρυφᾷ·

τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.

2

Εὐκαταφρόνητόν ἐστι, Γοργία, πένης,

κἂν πάνυ λέγῃ δίκαια· τούτου γὰρ λέγειν

ἕνεκα μόνου νομίζεθ' οὗτος τοῦ λαβεῖν,

καὶ συκοφάντης εὐθὺς ὁ τὸ τριβώνιον

ἔχων καλεῖται, κἂν ἀδικούμενος τύχῃ.

3

Οὗτος κράτιστός ἐστ' ἀνήρ, ὦ Γοργία,

ὅστις ἀδικεῖσθαι πλεῖστ' ἐπίστατ' ἐγκρατῶς·

τὸ δ' ὀξύθυμον τοῦτο καὶ λίαν πικρόν

δεῖγμ' ἔστιν εὐθὺς πᾶσι μικροψυχίας.

4

Ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδένα

οἶμαι· φέρει γὰρ ὅσα θεοῖς ἄνθη καλά,

κιττόν, δάφνην· κριθὰς δ' ἐὰν σπείρω, πάνυ

δίκαιος ὢν ἀπέδωχ' ὅσας ἂν καταβάλω.

5

Εἰμὶ μὲν ἄγροικος, καὐτὸς οὐκ ἄλλως ἐρῶ,

καὶ τῶν κατ' ἄστυ πραγμάτων οὐ παντελῶς

ἔμπειρος, ὁ δὲ χρόνος τί μ' εἰδέναι ποιεῖ

πλέον.

6

Ἐμβεβρόντησαι; γελοῖον, ὃς κόρης ἐλευθέρας

εἰς ἔρωθ' ἥκων σιωπᾷς καὶ μάτην ποθουμένους

περιορᾷς γάμους σεαυτῷ.

7

Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε

ἐπέλαβεν αὐτόν.

Dak

t

{<ΔΑΚΤΥΛΙΟΣ.>}

1

Ἐπὶ τοῦδ' αὖθις οὑτοσὶ κακοδαίμων ἔφη,

ὡς οὐκ ἂν ἐκδοίη γε θυγατέρ' ἄσμενος,

καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων.

2

Οἰκόσιτον νυμφίον

οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.

Dar

t

{<ΔΑΡΔΑΝΟΣ.>}

1

Καὶ λαιμὰ βακχεύει λαβὼν τὰ χρήματα.

Dei

t

{<ΔΕΙΣΙΔΑΙΜΩΝ.>}

1

Εἰ μέν τι κακὸν ἀληθὲς εἶχες, Φειδία,

ζητεῖν ἀληθὲς φάρμακον τούτου ς' ἔδει·

νῦν δ' οὐκ ἔχεις· τὸ φάρμακον εὕρηκας κενὸν

πρὸς τὸ κενόν· οἰήθητι δ' ὠφελεῖν τί σε.

περιμαξάτωσάν ς' αἱ γυναῖκες ἐν κύκλῳ

καὶ περιθεωσάτωσαν, ἀπὸ κρουνῶν τριῶν

ὕδατι περίρραν' ἐμβαλὼν ἅλας, φακούς.

2

Ἀγαθόν τί μοι γένοιτο, πολύτιμοι θεοί·

ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς

ἐμβάδος ἀπέρρηξ'. {Β.} εἰκότως, ὦ φλήναφε,

σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος ἄρ' οὐ θέλων

καινὰς πρίασθαι.

3

Οὐ δεῖ γὰρ ἀδικεῖν τοὺς ἱκέτας, ἄλλως τε καὶ

ὅταν μετ' εὐνοίας τι μὴ πονηρίᾳ

πταίσωσιν· αἰσχρόν ἐστι τοῦτο γὰρ πάνυ.

4

Παράδειγμα τοὺς Σύρους λαβέ·

ὅταν φάγως' ἰχθὺν ἐκεῖνοι, διά τινα

αὐτῶν ἀκρασίαν τοὺς πόδας καὶ γαστέρα

οἰδοῦσιν, ἔλαβον σακίον, εἶτ' εἰς τὴν ὁδὸν

ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου, καὶ τὴν θεὸν

ἐξιλάσαντο τῷ τεταπεινῶσθαι σφόδρα.

Dem

t

{<ΔΗΜΙΟΥΡΓΟΣ.>}

1

Τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία

προελήλυθας. {Β.} ναί· πλάττομεν γὰρ πλάσματα,

τὴν νύκτα τ' ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι

ἀποίητα πάμπολλ' ἐστὶν ἡμῖν.

2

Μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει·

χρῆται γὰρ οὗτος εἰς ἃ δεῖ ταύτῃ καλῶς.

Did

t

{<ΔΙΔΥΜΑΙ.>}

1

Συμπεριπατήσεις γὰρ τρίβων' ἔχους' ἐμοί,

ὥσπερ Κράτητι τῷ κυνικῷ ποθ' ἡ γυνή.

2

Ἐπὶ πείρᾳ δοὺς τριάκονθ' ἡμέρας.

3-4

Ὄρνεις φέρων ἐλήλυθα.

Ὄρνιθας ἀποστέλλει.

Dis

t

{<ΔΙΣ ΕΞΑΠΑΤΩΝ.>}

1

Βουληφόρως

τὴν ἡμετέραν, ὦ Δημέα, προκατέλαβες

ὅρασιν.

2

Ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ

καλῶ τιν' αὐτῶν.

3

Οὐ Μεγάβυζος ἦν,

ὅστις γένοιτο ζάκορος.

4

Ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος.

Dys

t

{<ΔΥΣΚΟΛΟΣ.>}

1

Τῆς Ἀττικῆς νομίζετ' εἶναι τὸν τόπον

Φυλήν, τὸ Νυμφαῖον δ' ὅθεν προέρχομαι

Φυλασίων.

2

Περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος·

εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι

ἅπαντα τὸν χρόνον, φύλαττε μηδενὶ

ἄλλῳ μεταδιδούς, αὐτὸς ὢν δὲ κύριος·

εἰ μὴ δὲ σαυτοῦ, τῆς τύχης δὲ πάντ' ἔχεις,

τί ἂν φθονοίης, ὦ πάτερ, τούτων τινί;

αὐτὴ γὰρ ἄλλῳ τυχὸν ἀναξίῳ τινὶ

παρελομένη σου πάντα προσθήσει πάλιν.

διόπερ ἐγώ σέ φημι δεῖν, ὅσον χρόνον

εἶ κύριος, χρῆσθαί σε γενναίως, πάτερ,

αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποιεῖν

οὓς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ

ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχῃς,

ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν.

πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος

ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.

3

Ὡς θύουσι δ' οἱ τοιχωρύχοι,

κοίτας φέροντες, σταμνί', οὐχὶ τῶν θεῶν

ἕνεκ', ἀλλ' ἑαυτῶν· ὁ λιβανωτὸς εὐσεβές,

καὶ τὸ πόπανον τοῦτ' ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ

ἅπαν ἐπιτεθέν· οἱ δὲ τὴν ὀσφὺν ἄκραν

καὶ τὴν χολὴν ὀστᾶ τ' ἄβρωτα τοῖς θεοῖς

ἐπιθέντες, αὐτοὶ τἄλλα καταπίνους' ἀεί.

4

Οὐδὲ εἷς

μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν·

ἱεροπρεπής πώς ἐστιν ἡμῖν ἡ τέχνη.

5ab

Οὐδενὸς χρὴ πράγματος

τὸν εὖ πονοῦνθ' ὅλως ἀπογνῶναί ποτε.

Ἁλωτὰ γίγνετ' ἐπιμελείᾳ καὶ πόνῳ

ἅπαντα.

8

Σιωπῇ φασι τούτῳ τῷ θεῷ

οὐ δεῖν προσιέναι.

9

Οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ' αἰτούμενος.

Heau

t

{<ΕΑΥΤΟΝ ΤΙΜΩΡΟΥΜΕΝΟΣ.>}

1

Πρὸς τῆς Ἀθηνᾶς, δαιμονᾷς, γεγονὼς ἔτη

τοσαῦθ'; ὁμοῦ γάρ ἐστιν ἑξήκοντά σοι.

2

Λουτρὸν θεραπαίνας ἀργυρώματα.

3

Ἐξ ἱσταρίου δ' ἐκρέματο φιλοπόνως πάνυ.

. . . . . καὶ θεραπαινὶς ἦν μία·

αὕτη συνύφαινε ῥυπαρῶς διακειμένη.

4

Ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.

5

Πᾶς πατὴρ μωρός.

6

Οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον,

ἢ μηκέτ' εἶναι τὸν καλῶς εὐδαίμονα.

7

Μετ' ἄριστον γὰρ ὡς ἀμυγδαλὰς ἐγὼ

παρέθηκα, καὶ τῶν ῥοιδίων ἐτρώγομεν.

Egch

t

{<ΕΓΧΕΙΡΙΔΙΟΝ.>}

1

Οὐχ ὅθεν ἂν ᾤμην ἠτύχηκα· πάντα δὲ

τὰ μηδὲ προσδοκώμεν' ἔκστασιν φέρει.

2

Τοῦ δ' ἆρα Κωρυκαῖος ἠκροάσατο.

3

Πίε. {Β.} πιεῖν ἀναγκάσω

τὴν ἱερόσυλον πρῶτα.

Emp

t

{<ΕΜΠΙΠΡΑΜΕΝΗ.>}

1

Ἐξώλης ἀπόλοιθ' ὅστις ποτέ

ὁ πρῶτος ἦν γήμας, ἔπειθ' ὁ δεύτερος,

εἶθ' ὁ τρίτος, εἶθ' ὁ τέταρτος, εἶθ' ὁ μεταγενής.

2

Τρία γάρ ἐστι, δέσποτα,

δι' ὧν ἅπαντα γίγνετ', ἢ κατὰ τοὺς νόμους,

ἢ ταῖς ἀνάγκαις, ἢ τὸ τρίτον ἔθει τινί.

3

Ἐφ' ᾧ φρονεῖς μέγιστον ἀπολεῖ τοῦτό σε,

τὸ δοκεῖν τιν' εἶναι· καὶ γὰρ ἄλλους μυρίους.

4

Ὡς ἀγαθόν ἐστι πρᾶγμα τὸ γενέσθαι τινός

πατέρα.

5-6

Καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας.

Ἐπλήρωσέν τε τὸ συναγώγιον.

Epa

t

{<ΕΠΑΓΓΕΛΛΟΜΕΝΟΣ.>}

1

Τὸ σὸν ταπεινὸν ἂν σὺ σεμνύνῃς, καλὸν

ἔξω φανεῖται, φίλ' ἄνερ· ἂν δ' αὐτὸς ποιῇς

ταπεινὸν αὐτὸ καὶ τιθῇς ἐν μηδενί,

οἰκεῖος οὗτος κατάγελως νομίζεται.

2

Τὰ γὰρ τολμηρὰ τῶν ὄχλων ἔχει

ἐν τοῖς λογισμοῖς τὰς ἐπιδείξεις δυσκόλους,

ἐν τῷ δὲ πράττειν, ἂν λάβῃ τὸν καιρὸν εὖ,

ἀπροσδόκητον τὴν τέχνην ἐξηύρατο.

3

Τοῖς ἀναιδέσιν βοηθεῖ γὰρ λόγοις τοῦθ' ἓν μόνον,

ἂν βραχεῖς αὐτοὺς ποιῇ τις τόν τε καιρὸν εὖ λάβῃ.

Epik

t

{<ΕΠΙΚΛΗΡΟΣ.>}

1

Ἆρ' ἐστὶ πάντων ἀγρυπνία λαλίστατον;

ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται

λαλεῖν ἀπ' ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον.

2

Ὥσπερ τῶν χορῶν

οὐ πάντες ᾄδους', ἀλλ' ἄφωνοι δύο τινές

ἢ τρεῖς παρεστήκασι πάντων ἔσχατοι

εἰς τὸν ἀριθμόν, καὶ τοῦθ' ὁμοίως πως ἔχει·

χώραν κατέχουσι, ζῶσι δ' οἷς ἔστιν βίος.

3

Τί δ' ἂν ἔχοι νεκρὸς

ἀγαθόν, ὅπου γ' οἱ ζῶντες ἔχομεν οὐδὲ ἕν.

4

Ἢ δεῖ μόνον

ζῆν ἢ γενόμενον πατέρα παίδων ἀποθανεῖν·

οὕτω τὸ μετὰ ταῦτ' ἔστι τοῦ βίου πικρόν.

5-6

Ἀλεκτρυών τις ἐκεκράγει μέγα.

. . . . οὐ σοβήσετ' ἔξω, φησί, τὰς

ὄρνιθας ἀφ' ἡμῶν;

Αὕτη πότ' ἐξεσόβησε τὰς ὄρνεις μόλις.

7

Ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ.

Epit

t

{<ΕΠΙΤΡΕΠΟΝΤΕΣ.>}

1

Μὴ καταφρονήσῃς τῶν θεῶν· ἐν παντὶ δεῖ

καιρῷ τὸ δίκαιον ἐπικρατεῖν ἁπανταχοῦ,

καὶ τὸν παρατυγχάνοντα τούτου τοῦ μέρους

ἔχειν πρόνοιαν κοινόν ἐστι τῷ βίῳ.

2

Ἀργὸς δ' ὑγιαίνων τοῦ πυρέττοντος πολύ

ἔστ' ἀθλιώτερος, διπλάσια γοῦν ἐσθίει μάτην.

3

Ἐλευθέρῳ τὸ καταγελᾶσθαι μὲν πολύ

αἴσχιστόν ἐστι, τὸ δ' ὀδυνᾶσθ' ἀνθρώπινον.

4

Οὐκ οἰμώξεται

καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;

5

Οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν,

ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθ' ἡμέραν

νέμειν ἑκάστῳ, Σμικρίνη;

6

Ἐπέπασα

ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.

8

Οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ.

9

Ἐπιτρεπτέον τινί

ἔστι περὶ τούτων.

Eun

t

{<ΕΥΝΟΥΧΟΣ.>}

2

Μὴ θεομάχει, μηδὲ προσάγου τῷ πράγματι

χειμῶνας ἑτέρους, τοὺς δ' ἀναγκαίους φέρε.

3

Οὗτός ἐστι γαλεώτης γέρων.

4

Πάντα τὰ ζητούμενα

δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτατοι.

Eph

t

{<ΕΦΕΣΙΟΣ.>}

1

Ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς,

ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα

ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον.

2-3

Ἐπ' ἀρίστῳ λαβών

ὀψάριον.

Τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων

δραχμῶν ἐπώλει κωβιούς. {Β.} πολλοῦ σφόδρα.

Hen

t

{<ΗΝΙΟΧΟΣ.>}

1

Ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸ προκόλπιον φέρει

ἀργύριον, ἀλλ' ἔδωκεν εὔνους γενόμενος,

πόρνης βουλὴν ἔδειξεν εὐπορίας τινός,

ἣν ἂν παρίῃς μηκέτ' αἰτιῶ θεόν,

ἤδη δὲ τῇ σαυτοῦ ζυγομάχει μαλακίᾳ.

2

Οὐδείς μ' ἀρέσκει περιπατῶν ἔξω θεός

μετὰ γραός, οὐδ' εἰς οἰκίαν παρεισιών

ἐπὶ τοῦ σανιδίου. τὸν δίκαιον δεῖ θεόν

οἴκοι μένειν σώζοντα τοὺς ἱδρυμένους.

3

Ἐλεεῖν δ' ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος.

ὁ χρηστός, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ.

μί' ἐστὶν ἀρετὴ τὸν ἄτοπον φεύγειν ἀεί.

4

Ὧν δὲ μὴ αἴτιος τρόπος

τά γ' ἀπὸ τῆς τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ.

5

Τὸν δὲ παῖδ' οὐδ' εἴδομεν,

ἀλλ' ἁρπαγὴν αὐτῷ κατασκευάζομεν.

Her

t

{<ΗΡΩΣ.>}

1

Δέσποιν', Ἔρωτος οὐδὲν ἰσχύει πλέον,

οὐδ' αὐτὸς ὁ κρατῶν τῶν ἐν οὐρανῷ θεῶν

Ζεύς, ἀλλ' ἐκείνῳ πάντ' ἀναγκασθεὶς ποιεῖ.

2

Ἐχρῆν γὰρ εἶναι τὸ καλὸν εὐγενέστατον,

τοὐλεύθερον δὲ πανταχοῦ φρονεῖν μέγα.

3

Ὡς οἰκτρόν, ἣ τὰ τοιαῦτα δυστυχῶ μόνη,

ἃ μηδὲ πιθανὰς τὰς ὑπερβολὰς ἔχει.

4

Πεφαρμάκευς' ὦ γλυκύτατ' ἀναλυθεὶς μόλις.

5

Εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι.

6

Χοῦς κεκραμένου

οἴνου· λαβὼν ἔκπιθι τοῦτον.

Tha

t

{<ΘΑΙΣ.>}

1

Ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά,

θρασεῖαν, ὡραίαν δὲ καὶ πιθανὴν ἅμα,

ἀδικοῦσαν, ἀποκλείουσαν, αἰτοῦσαν πυκνά,

μηδενὸς ἐρῶσαν, προσποιουμένην δ' ἀεί.

2

Φθείρουσιν ἤθη χρήσθ' ὁμιλίαι κακαί.

Thet

t

{<ΘΕΤΤΑΛΗ.>}

1

Μικρά γε πρόφασίς ἐστι τοῦ πρᾶξαι κακῶς.

2

Εὐθυμία βέλτιστε τὸν δοῦλον τρέφει.

3

Καὶ τὸ κεράμιον

ἀνέῳχας· ὄζεις, ἱερόσυλ', οἴνου πολύ.

4

Ἔλυς' ἐμαυτὸν εἶτ' ἀπέδραν μόνος.

Theo

t

{<ΘΕΟΦΟΡΟΥΜΕΝΗ.>}

1

Ὁ πλεῖστον νοῦν ἔχων

μάντις τ' ἄριστός ἐστι σύμβουλός θ' ἅμα.

2

Εἴ τις προσελθών μοι θεῶν λέγοι „Κράτων,

ἐπὰν ἀποθάνῃς, αὖθις ἐξ ἀρχῆς ἔσει·

ἔσει δ' ὅ τι ἂν βούλῃ, κύων, πρόβατον, τράγος,

ἄνθρωπος, ἵππος· δὶς βιῶναι γάρ σε δεῖ·

εἱμαρμένον τοῦτ' ἐστίν, ὅ τι βούλει δ' ἑλοῦ·“

ἅπαντα μᾶλλον, εὐθὺς εἰπεῖν ἂν δοκῶ,

ποίει με πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ

κακῶς τε πράττει τοῦτο τὸ ζῷον μόνον.

ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει

ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένῃ κύων,

ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς πολύ.

ἀλεκτρυὼν γενναῖος ἐν ἑτέρᾳ τροφῇ

ἐστίν, ὁ δ' ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα.

ἄνθρωπος ἂν ᾖ χρηστός, εὐγενὴς σφόδρα,

γενναῖος, οὐδὲν ὄφελος ἐν τῷ νῦν γένει.

πράττει δ' ὁ κόλαξ ἄριστα πάντων, δεύτερα

ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει.

ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας

ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.

3

Καὶ ταχύ

πάλιν τὸ πρῶτον περισοβεῖ ποτήριον

αὐτοῖς ἀκράτου.

4

Μέσως μεθύων τὴν θηρίκλειον ἔσπασεν.

Thes

t

{<ΘΗΣΑΥΡΟΣ.>}

1

Εἶτ' οὐ μέγιστός ἐστι τῶν θεῶν Ἔρως

καὶ τιμιώτατός γε τῶν πάντων πολύ;

οὐδεὶς γὰρ οὕτως ἐστὶ φειδωλὸς σφόδρα

ἄνθρωπος, οὐδ' οὕτως ἀκριβὴς τοὺς τρόπους,

ὃς οὐχὶ τούτῳ μερίδα τῷ θεῷ νέμει

τῆς οὐσίας· ὅσοις μὲν οὖν πράως ἔχει,

νέοις ἔτ' οὖσι τοῦτο προστάττει ποιεῖν·

οἱ δ' εἰς τὸ γῆρας ἀναβολὰς ποιούμενοι,

οὗτοι προσαποτίνουσι τοῦ χρόνου τόκους.

2

Πολλοῖς ὑπέκκαυμ' ἐστ' ἔρωτος μουσική.

3

Ὅταν δ' ἐρῶντος τόλμαν ἀφέλῃς οἴχεται,

εἰς τοὺς ἰαλέμους τε τοῦτον ἔγγραφε.

4

Ἄσιτος ἑπτὰ μῆνας, ὕδατος στράγγ' ἔχων.

Thr

t

{<ΘΡΑΣΥΛΕΩΝ.>}

1

Κατὰ πόλλ' ἄρ' ἐστὶν οὐ καλῶς εἰρημένον

τὸ γνῶθι σαυτόν· χρησιμώτερον γὰρ ἦν

τὸ γνῶθι τοὺς ἄλλους.

2

Ὁ δεύτερος πλοῦς ἐστι δήπου λεγόμενος,

ἂν ἀποτύχῃ τις πρῶτον, ἐν κώπαισι πλεῖν.

3

Φιλοσοφεῖ δὲ τοῦθ' ὅπως

καταπράξεται τὸν γάμον.

4

Ὡς ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν

παρατρέφεσθαι.

Hie

t

{<ΙΕΡΕΙΑ.>}

1

Οὐδεὶς δι' ἀνθρώπου θεὸς σώζει, γύναι,

ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τὸν θεόν

τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται,

ὁ τοῦτο ποιῶν ἐστὶ μείζων τοῦ θεοῦ.

ἀλλ' ἔστι τόλμης καὶ βίου ταῦτ' ὄργανα

εὑρημέν' ἀνθρώποις ἀναιδέσιν, Ῥόδη,

εἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα.

2

Τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι,

τὴν αὐλίαν· πέρας γὰρ αὔλιος θύρα

ἐλευθέρᾳ γυναικὶ νενόμιστ' οἰκίας·

τὸ δ' ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν,

ἔτι λοιδορουμένην, κυνός ἐστ' ἔργον, Ῥόδη.

Imb

t

{<ΙΜΒΡΙΟΙ.>}

1-2

Οὐκ ἔστιν οὐδέν, πάτερ, ἐν ἀνθρώπου φύσει

μεῖζον λογισμοῦ τῷ διαθέσθαι πράγματα.

Ἕκαστός ἐστι τῷ λογίσασθαι κατὰ τρόπον

ἄρχων, στρατηγός, ἡγεμὼν δήμου, πάλιν

σύμβουλος· ὁ διαφέρων λογισμῷ πάντ' ἔχει.

Hip

t

{<ΙΠΠΟΚΟΜΟΣ.>}

1

Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός,

ἀδοξότερος, μίαν δὲ πήραν οὐκ ἔχων,

πήρας μὲν οὖν τρεῖς· ἀλλ' ἐκεῖνος ῥῆμά τι

ἐφθέγξατ' οὐδὲν ἐμφερὲς μὰ τὸν Δία

τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις

τούτοις· ὑπερεῖδε ταῦθ' ὁ προσαιτῶν καὶ ῥυπῶν·

τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.

2-3

Τὰ δ' ἐκ μέσου τριπόδια καὶ τραγήματα.

Kan

t

{<ΚΑΝΗΦΟΡΟΣ.>}

1

Τὸ γὰρ προθύμως μὴ πονήσαντας τυχεῖν

εὐδαιμονίας εἴωθ' ὑπερηφανίας ποιεῖν.

2

Ἀλογίστου τρόπου

ἀτύχημα φεύγειν ἐστὶν οὐκ αὐθαίρετον.

3

Ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα

ἀντάλλαγον.

4

Ὃ δ' ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι.

5

Γραῦς τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν.

Kari

t

{<ΚΑΡΙΝΗ.>}

2

Ὦ μεγίστη τῶν θεῶν

νῦν οὖς' ἀναίδει', εἰ θεὸν καλεῖν σε δεῖ.

δεῖ δέ· τὸ κρατοῦν γὰρ νῦν νομίζεται θεός.

ἐφ' ὅσον βαδίζεις, ἐφ' ὅσον ἥξειν μοι δοκεῖς

3

Περὶ τὸν τράχηλον ἁλύσιόν τίς σοι δότω.

Karch

t

{<ΚΑΡΧΗΔΟΝΙΟΣ.>}

1

Ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον

ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν.

2

Αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτ' ἐγένετο,

ἀλλ' ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν.

3

Ἔργον ἐκ πολλοῦ χρόνου

ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ.

4

Ἄιδοντα λιτυέρσην ἀπ' ἀρίστου τέως.

5

Τὸ καλῶς ἔχον που κρεῖττόν ἐστι καὶ νόμου.

6

Χρεία διδάσκει κἂν ἄμουσος ᾖ σοφόν

Καρχηδόνιον.

Kat

t

{<ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ.>}

Kek

t

{<ΚΕΚΡΥΦΑΛΟΣ.>}

1

Παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις

διακονοῦντας ἀπογεγράφθαι πυθόμενος

πάντας μαγείρους κατὰ νόμον καινόν τινα,

ἵνα πυνθάνωνται τοὺς κεκλημένους ἐάν

πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ,

ἐλθών.

2

Εἶτ' εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε,

μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει.

3

Ἡδὺ τὸ μύρον, παιδάριον; {Β.} ἡδύ· πῶς γὰρ οὔ;

νάρδινον.

4

Ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει.

Kith

t

{<ΚΙΘΑΡΙΣΤΗΣ.>}

1

Ὤιμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία,

οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν

τὰς νύκτας, οὐδὲ στρεφομένους ἄνω κάτω

οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα

ὕπνον καθεύδειν, ἀλλὰ τῶν πτωχῶν τινα.

νυνὶ δὲ καὶ τοὺς μακαρίους καλουμένους

ὑμᾶς ὁρῶ πονοῦντας ἡμῖν ἐμφερῆ.

ἆρ' ἐστὶ συγγενές τι λύπη καὶ βίος;

τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ

πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ.

2

Τὸ κουφότατόν σε τῶν κακῶν πάντων δάκνει,

πενία· τί γὰρ τοῦτ' ἐστίν; ἧς γένοιτ' ἂν εἷς

φίλος βοηθήσας ἰατρὸς ῥᾳδίως.

3

Εἰ τοὺς ἀδικηθέντας, πάτερ, φευξούμεθα,

τίσιν ἂν βοηθήσαιμεν ἄλλοις ῥᾳδίως;

4

Τὸ μηδὲν ἀδικεῖν ἐκμαθεῖν γάρ, ὦ Λάχης,

ἀστεῖον ἐπιτήδευμα κρίνω τῷ βίῳ.

5-6

Οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις.

Φιλόμουσον εἶν' αὐτὸν πάνυ,

ἀκούσματ' εἰς τρυφήν τε παιδεύεσθ' ἀεί.

7

Οὕτω τι πρᾶγμ' ἐστ' ἐπίπονον τὸ προσδοκᾶν.

8

Ὡς ποικίλον πρᾶγμ' ἐστὶ καὶ πλάνον τύχη.

Kni

t

{<ΚΝΙΔΙΑ.>}

1

Οὐδὲν γένους γένος γὰρ οἶμαι διαφέρειν,

ἀλλ' εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος

ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος.

2

Ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεός,

σώζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων.

Kol

t

{<ΚΟΛΑΞ.>}

1

Κοτύλας χωροῦν δέκα

ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία,

τρὶς ἐξέπιον μεστόν γ'. {ΣΤ.} Ἀλεξάνδρου πλέον

τοῦ βασιλέως πέπωκας. {Β.} οὐκ ἔλαττον, οὔ,

μὰ τὴν Ἀθηνᾶν. {ΣΤ.} μέγα γε.

2

Γέλωτι πρὸς τὸν Κύπριον ἐκθανούμενος.

3

Σπονδή· δίδου σὺ σπλάγχν' ἀκολουθῶν· ποῖ βλέπεις;

σπονδή· φέρ' ὦ παῖ Σωσία· σπονδή· καλῶς.

ἔγχει. θεοῖς Ὀλυμπίοις εὐχώμεθα

Ὀλυμπίαισι πᾶσι πάσαις· λάμβανε

τὴν γλῶτταν ἐν τούτῳ· διδόναι σωτηρίαν,

ὑγίειαν, ἀγαθὰ πολλά, τῶν ὄντων τε νῦν

ἀγαθῶν ὄνησιν πᾶσι· ταῦτ' εὐχώμεθα.

4

Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα,

καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.

5

Κωβιός, ἠλακατῆνες,

[καὶ] κυνὸς οὐραῖον.

6

Οὐδεὶς ἐπλούτησεν ταχέως δίκαιος ὤν·

ὁ μὲν γὰρ αὑτῷ συλλέγει καὶ φείδεται,

ὁ δὲ τὸν πάλαι τηροῦντ' ἐνεδρεύσας πάντ' ἔχει.

7

Ἀλλ' οὐδὲ γενητὴν δύναμαι εὑρεῖν οὐδένα

ἐκ τῶν τοσούτων, καὶ ἀπείλημμαι μόνος.

Kon

t

{<ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ.>}

1

Ὥστε μηδεὶς πρὸς θεῶν

πράττων κακῶς λίαν ἀθυμήσῃ ποτέ·

ἴσως γὰρ ἀγαθοῦ τοῦτο πρόφασις γίγνεται.

2-3

Τὸ γνῶθι σαυτὸν ἔστιν ἂν τὰ πράγματα

ἴδῃς τὰ σαυτοῦ καὶ τί σοι ποιητέον.

Kyb

t

{<ΚΥΒΕΡΝΗΤΑΙ.>}

1

Τἀργύριον εἶναι μειράκιόν σοι φαίνεται

οὐ τῶν ἀναγκαίων καθ' ἡμέραν μόνον

τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων,

ὄξους, ἐλαίου, μείζονος δ' ἄλλου τινός·

ἀθανασίας δ' οὐκ ἔστιν, οὐδ' ἂν συναγάγῃς

τὰ Ταντάλου τάλαντ' ἐκεῖνα λεγόμενα·

ἀλλ' ἀποθανεῖ καὶ ταῦτα καταλείψεις τισίν.

τί οὖν λέγω; μηδ' αὐτὸς εἰ σφόδρ' εὐπορεῖς

πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν

ἡμῶν καταφρόνει, τοῦ δέ γ' εὐτυχεῖν ἀεί

πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.

2

Οἷοι λαλοῦμεν ὄντες οἱ τρισάθλιοι

ἅπαντες οἱ φυσῶντες ἐφ' ἑαυτοῖς μέγα·

αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπων φύσιν.

οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται,

ἐπὰν δ' ἀνοίξῃ τὰς θύρας, τρισάθλιος·

γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ' ἀεί,

ἀπὸ πλειόνων ὀδυνᾶτ', ἐγὼ δ' ἀπ' οὐδενός.

3

Τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ

τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ.

Leu

t

{<ΛΕΥΚΑΔΙΑ.>}

1

Οὗ δὴ λέγεται πρώτη Σαπφὼ

τὸν ὑπέρκομπον θηρῶσα Φάων'

οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας

ἀπὸ τηλεφανοῦς· ἀλλὰ κατ' εὐχὴν

σήν, δέσποτ' ἄναξ, εὐφημείσθω

τέμενος περὶ Λευκάδος ἀκτῆς.

2

Ὅστις ὑπέχει χρυσίῳ

τὴν χεῖρα, κἂν μὴ φῇ, πονηρὰ βούλεται.

3

Ἀεὶ νομίζονθ' οἱ πένητες τῶν θεῶν.

4

Ἐπίθες τὸ πῦρ ἡ ζάκορος· οὑτωσὶ καλῶς.

Lok

t

{<ΛΟΚΡΟΙ.>}

Meth

t

{<ΜΕΘΗ.>}

1

Εἶτ' οὐχ ὅμοια πράττομεν καὶ θύομεν;

ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον

δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,

αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας

Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι,

μικροῦ τάλαντον γίγνεται τὸ κατὰ λόγον.

δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα

ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,

τούτων δὲ πρὸς ταῦτ' ἀνελεῖν τὴν ζημίαν,

πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;

ἐγὼ μὲν οὖν ὤν γ' ὁ θεὸς οὐκ εἴασα τὴν

ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,

εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,

ἵνα Καλλιμέδων ἀπέθανεν εἷς τῶν συγγενῶν.

2

Ἐμὲ γὰρ διέτριψεν ὁ

κομψότατος ἀνδρῶν Χαιρεφῶν, ἱερὸν γάμον

φάσκων ποιήσειν δευτέραν μετ' εἰκάδα

καθ' αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ' ἑτέροις·

τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.

3

Εἶτ' οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον,

οὐκ ἄλλ' ὁ τιοῦν ἕτερον.

Mes

t

{<ΜΕΣΣΗΝΙΑ.>}

Men

t

{<ΜΗΝΑΓΥΡΤΗΣ.>}

1

Οὕτω μαθεῖν δεῖ πάντα, καὶ πλοῦτον φέρειν·

ἀσχημοσύνης γὰρ γίγνετ' ἐνίοις αἴτιος.

2

Προπίνων θηρίκλειον τρικότυλον.

Misog

t

{<ΜΙΣΟΓΥΝΗΣ.>}

1

Πρὸς τὸ πρᾶγμ' ἔχω

κακῶς. {Β.} ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις·

τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσαντά σε

ὁρᾷς ἐν αὐτῷ, τὰ δ' ἀγάθ' οὐκέτι βλέπεις.

εὕροις δ' ἂν οὐδὲν τῶν ἁπάντων, Σιμύλε,

ἀγαθόν, ὅπου τι μὴ πρόσεστι καὶ κακόν.

γυνὴ πολυτελής ἐστ' ὀχληρόν, οὐδ' ἐᾷ

ζῆν τὸν λαβόνθ' ὡς βούλετ'· ἀλλ' ἔνεστί τι

ἀγαθὸν ἀπ' αὐτῆς, παῖδες· ἐλθόντ' εἰς νόσον

τὸν ἔχοντα ταύτην ἐθεράπευσεν ἐπιμελῶς,

ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε

ἔθαψε, περιέστειλεν οἰκείως· ὅρα

εἰς ταῦθ', ὅταν λυπῇ τι τῶν καθ' ἡμέραν.

οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμ'· ἂν δ' ἐκλέγῃ

ἀεὶ τὸ λυποῦν, μηδὲν ἀντιπαρατιθείς

τῶν προσδοκωμένων, ὀδυνήσει διὰ τέλους.

4-5

Ἐπιτρίβουσιν ἡμᾶς οἱ θεοί

μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα

ἄγειν ἑορτήν ἐστ' ἀνάγκη.

Ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας,

ἐκυμβάλιζον δ' ἑπτὰ θεράπαιναι κύκλῳ·

αἱ δ' ὠλόλυζον.

6

Ὄμνυμί σοι τὸν ἥλιον,

ἦ μὴν ἀποίσειν σοι γραφὴν κακώσεως.

7

Ἕλκει δὲ γραμματείδιον

ἐκεῖσε δίθυρον καὶ παράστασις, μία

δραχμή.

9

Χαῖρ' ὦ Γλυκέριον. {ΓΛ.} καὶ σύ. {Α.} πολλοστῷ χρόνῳ

ὁρῶ σε.

10

Ἀλλ' οὐδὲ τὰ βίου νῷν ἴσως δεῖ φροντίσαι.

11

Χλαμύδα, καυσίαν,

λόγχην, ἀορτήν, ἱμάτια.

Misou

t

{<ΜΙΣΟΥΜΕΝΟΣ.>}

1-2

Ἐκ Κύπρου λαμπρῶς πάνυ

πράττων· ἐκεῖ γὰρ ὑπό τιν' ἦν τῶν βασιλέων.

3-4

Παιδισκάριόν με καταδεδούλωκ' εὐτελές,

ὃν οὐδὲ εἷς τῶν πολεμίων οὐπώποτε.

5-6

Παρ' ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι

καὶ βούλομαι τοῦτ', οὐ ποιῶ δέ.

Ἄπολλον, ἀνθρώπων τίν' ἀθλιώτερον

ἑόρακας; ἆρ' ἐρῶντα δυσποτμώτερον;

7-8

Εἰ γὰρ ἐπίδοιμι τοῦτο, καὶ ψυχὴν πάλιν

λάβοιμ' ἐγώ· νυνὶ γάρ—ἀλλὰ ποῦ θεούς

οὕτως δικαίους ἐστὶν εὑρεῖν ὦ Γέτα;

Οὐπώποτ' ἠράσθης Γέτα;

{Γ.} οὐ γὰρ ἐνεπλήσθην.

9

Ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό σου

καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ.

10-11

Τί οὐ καθεύδεις; σύ μ' ἀποκναίεις περιπατῶν.

Εἴσελθε κἂν νῦν ὦ μακάριε,

12

Λακωνική

κλείς ἐστιν ὡς ἔοικέ μοι περιοιστέα.

13

Ὦ πάτερ

μισοῦσι μὲν Θράσων', ἀπεκτάγκασι δ' οὔ.

Nau

t

{<ΝΑΥΚΛΗΡΟΣ.>}

1

Ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος

Θεόφιλος ἡμῖν, ὦ Στράτων. ὡς εἰς καλόν

τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον

πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.

{ΣΤ.} ποῖον; {Α.} τὸ πλοῖον· οὐδὲν οἶσθας ἄθλιε.

{ΣΤ.} τὴν ναῦν σεσῶσθαί μοι λέγεις; {Α.} ἔγωγε μήν

τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς

ὁ Καλύμνιος, Εὐφράνωρ δ' ἐκυβέρνα Θούριος.

2

Ὦ φιλτάτη γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ' εἶ

τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ' ἄξιον.

ὡς δῆτ' ἐχρῆν, εἴ τις πατρῴαν παραλαβών

γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους,

καὶ μηδ' ἐπιβαίνειν γῆς, ἵν' οὕτως ᾔσθετο

οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.

3

Ὅ τε Πολυνείκης πῶς ἀπώλετ' οὐχ ὁρᾷς;

4

Καὶ φύσει πως εὐάγωγόν ἐστι πᾶς ἀνὴρ ἐρῶν.

5

Ὦ Ζεῦ πολυτίμηθ', οἷόν ἐστ' ἐλπὶς κακόν.

Nom

t

{<ΝΟΜΟΘΕΤΗΣ.>}

Xen

t

{<ΞΕΝΟΛΟΓΟΣ.>}

1

Ἀνδρὸς πένητος υἱὸς ἐκτεθραμμένος

οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο

τὸν πατέρα μίκρ' ἔχοντα· παιδευθεὶς γὰρ εὖ

τὸν καρπὸν εὐθὺς ἀπεδίδου χάριτος καλόν.

2

Οὕτως ἀσυλλόγιστον ἡ τύχη ποιεῖ,

τὸ συμφέρον τί ποτ' ἐστὶν ἀνθρώπου βίῳ,

[οὐ χρῆται νόμοις, καθ' οὓς κρίνει τὰ πράγματα]

οὐδ' ἔστιν εἰπεῖν ζῶντα ταῦτ' οὐ πείσομαι.

Oly

t

{<ΟΛΥΝΘΙΑ.>}

1

Ὡς ἄδικον, ὅταν ἡ μὲν φύσις

ἀποδῷ τι σεμνόν, τοῦτο δ' ἡ τύχη κακοῖ.

2

Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος.

3

Μετ' Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας

ὀβολοὺς φέρων.

Hom

t

{<ΟΜΟΠΑΤΡΙΟΙ.>}

1

Ἅπας ἐρυθριῶν χρηστὸς εἶναί μοι δοκεῖ.

2

Χρηστοὺς νομιζομένους ἐφόδιον ἀσφαλές

εἰς πάντα καιρὸν καὶ τύχης πᾶσαν ῥοπήν.

Org

t

{<ΟΡΓΗ.>}

1

Καίτοι νέος πότ' ἐγενόμην κἀγώ, γύναι,

ἀλλ' οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας

τότ'· ἀλλὰ νῦν. οὐδὲ χλανίδ' εἶχον· ἀλλὰ νῦν.

οὐδὲ μύρον εἶχον· ἀλλὰ νῦν. καὶ βάψομαι,

καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι

Κτήσιππος, οὐκ ἄνθρωπος ἐν ὀλίγῳ χρόνῳ·

κᾆθ' ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους

ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.

2

Διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ

ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε

εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος

πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδών

ὡς ὑστερίζων, καὶ παρῆν ἅμ' ἡμέρᾳ.

3

Τοῦθ' ἑταῖρός ἐστιν ὄντως. οὐκ ἐρωτᾷ, πηνίκα

δεῖπνόν ἐστιν; ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει

τοὺς παρόντας; εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει,

. . . . . εἶτα περίδειπνον πάλιν.

4

Ὁ λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακών

Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν.

5

Οὐκ ἔστι μοιχοῦ πρᾶγμα τιμιώτερον

θανάτου γάρ ἐστιν ὤνιον.

Pai

t

{<ΠΑΙΔΙΟΝ.>}

1

Ἅπαντα δουλεύειν ὁ δοῦλος μανθάνει,

πονηρὸς ἔσται· μεταδίδου παρρησίας,

βέλτιστον αὐτὸν τοῦτο ποιήσει πολύ.

2

Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ

λέγων ἀλεξιφάρμακα.

3

Χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν·

καλὸν ἦν ἂν οὕτως.

4

Μάραγδον εἶναι ταῦτ' ἔδει καὶ σάρδια.

5

Εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν.

Pal

t

{<ΠΑΛΛΑΚΗ.>}

1

Πολλοὺς λογισμοὺς ἡ πονηρία κυκλοῖ.

2

Ἀλλὰ τῶν χρηστῶν ἔχει τίν' ἐπιμέλειαν καὶ θεός.

3

Μικρὸν ἐπιμείνας προστρέχει,

ἠγόρακά σοι περιστέρια λέγων.

4

Νῦν πῖθι, νῦν ἀφύβρισον. {Β.} ἢν ἀφύβρικα.

Par

t

{<ΠΑΡΑΚΑΤΑΘΗΚΗ.>}

1

Πεποιήκατ' ἔργον οὐχ ἑταίρων . . . .

. . . . . . ταὐτὰ δ' ὄντα γράμματα

τὴν προσαγόρευσιν οὐ σφόδρ' εὔσημον ποιεῖ.

2

Στρατεία δ' οὐ φέρει περιουσίαν

οὐδεμί', ἐφήμερον δὲ καὶ προπετῆ βίον,

οὗ πεῖραν ἔχομεν ὄντος οὐ σωτηρίου.

3

Αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θ' ἅμα.

4

Εὔπιστον ἀτυχῶν ἐστιν ἄνθρωπος φύσει·

τὸν πλησίον γὰρ οἴεται μᾶλλον φρονεῖν

ὁ τοῖς λογισμοῖς τοῖς ἰδίοις πταίων ἀεί.

5-6

Ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον,

ἕστηκα τηρῶν.

Μακάριος ἐκεῖνος δεκατάλαντον καταφαγών.

7

Ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς.

8

Τοὺς ὄφεις καλῶς γέ μοι

ἠγόρασας.

Perik

t

{<ΠΕΡΙΚΕΙΡΟΜΕΝΗ.>}

1-2

Οὕτω ποθεινόν ἐστιν ὁμότροπος φίλος.

Οὐδείς ἐστί μοι

ἀλλότριος ἂν ᾖ χρηστός· ἡ φύσις μία

πάντων, τὸ δ' οἰκεῖον συνίστησιν τρόπος.

3

Ὅμως δ' ἀπόδειξον ταῦτα τῇ γυναικί σου.

4-5

Οἵαν ἀδικῶ γυναῖχ' ὁ δυσδαίμων ἐγώ.

Ὁ δ' ἀλάστωρ ἐγώ

καὶ ζηλότυπος ἄνθρωπος.

Perin

t

{<ΠΕΡΙΝΘΙΑ.>}

1

Ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα

καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ' ὅ τι

οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος,

ἐπαβελτερώσας τόν ποτ' ὄντ' ἀβέλτερον.

2

Οὐπώποτ' ἐζήλωσα πολυτελῆ νεκρόν·

εἰς τὸν ἴσον ὄγκον τῷ σφόδρ' ἔρχετ' εὐτελεῖ.

3

Ὅς' ἐστὶ μαλακὰ συλλαβών

ἐκ τῆς πόλεως τὸ σύνολον ἐκπήδα, φίλος.

4

Ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες

σφόδρα λοίδοροι.

5

Οὐδεμίαν ἡ γραῦς ὅλως

κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ.

6

Τὸ παιδίον δ' εἰσῆλθεν ἑψητοὺς φέρον.

7

Οὐδ' αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλος.

Plo

t

{<ΠΛΟΚΙΟΝ.>}

1

Ἐπ' ἀμφότερα νῦν ἅτ' ἐπίκληρος οὖσα δή

μέλλει καθευδήσειν· κατείργασται μέγα

καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας

ἐξέβαλε τὴν λυποῦσαν ἣν ἐβούλετο,

ἵν' ἀποβλέπωσι πάντες εἰς τὸ Κρωβύλης

πρόσωπον· ἥ γ' εὔγνωστος εἶχέ με γυνή

δέσποινα, καὶ τὴν ὄψιν ἣν ἐκτήσατο

ὄνος ἐν πιθήκοις ἐστὶ δὴ τὸ λεγόμενον.

τοῦτο σιωπᾶν βούλομαι τὴν νύκτα τὴν

πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην

λαβεῖν ἔμ', ἑκκαιδεκατάλαντον ὦ θεοί

γύναιον οὖσαν πήχεως. εἶτ' ἐστὶ τὸ

φρύαγμα εἴπως ἀνυπόστατον; μὰ τὸν Δία

τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς.

παιδισκάριον θεραπευτικὸν δὲ λόγου

τάχιον, ἀπαγέσθω δέ τις ἢ ἄρ' ἀντεισαγάγοι.

2

Ἔχω δ' ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι

τοῦτ'; εἶτ' ἄρ' οὐχί; κυρίαν τῆς οἰκίας

καὶ τῶν ἀγρῶν καὶ πάντων ἀντ' ἐκείνης

ἔχομεν, Ἄπολλον, ὡς χαλεπῶν χαλεπώτατον.

ἅπασι δ' ἀργαλέα 'στίν, οὐκ ἐμοὶ μόνῳ,

υἱῷ, πολὺ μᾶλλον θυγατρί. {Β.} πρᾶγμ' ἄμαχον λέγεις·

εὖ οἶδα.

4

Ὦ τρὶς κακοδαίμων, ὅστις ὢν πένης γαμεῖ

καὶ παιδοποιεῖθ'. ὡς ἀλόγιστός ἐστ' ἀνήρ,

ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει,

μήτ' ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου

ἐπαμφιάσαι δύναιτο τοῦτο χρήμασιν,

ἀλλ' ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ

χειμαζόμενος ζῇ, τῶν μὲν ἀνιαρῶν ἔχων

τὸ μέρος ἁπάντων, τῶν δ' ἀγαθῶν οὐδὲν μέρος·

ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ.

5

Ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται,

ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποιεῖν·

ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν

δυνάμενον ἐμβλέψῃ, τότ' αὐτόν ἐστ' ἰδεῖν

ὡς ἄθλιον ζῇ καὶ ταλαίπωρον βίον.

6

Κακῶς ὁ δεσπότης βεβούλευται πάνυ·

ἐν ἀγρῷ γὰρ οἰκῶν οὐ σφόδρ' ἐξηλέγχετο

τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένης,

εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν.

7

Ἆρ' ἐστὶν ἀρετῆς καὶ βίου διδάσκαλος

ἐλευθέρου τοῖς πᾶσιν ἀνθρώποις ἀγρός.

8

Ὦ Παρμένων, οὐκ ἔστιν ἀγαθὸν τῷ βίῳ

φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς,

ἀλλ' ἐγγὺς ἀγαθοῦ παραπέφυκε καὶ κακόν,

ἐκ τοῦ κακοῦ τ' ἤνεγκεν ἀγαθὸν ἡ φύσις.

9

Ἀεὶ τὸ λυποῦν ἀποδίωκε τοῦ βίου·

μικρόν τι τὸ βίου καὶ στενὸν ζῶμεν χρόνον.

10

Οὐκ ἔστι βίον εὑρεῖν ἄλυπον οὐδενός.

Prog

t

{<ΠΡΟΓΑΜΟΙ.>}

1

Τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχη.

Proe

t

{<ΠΡΟΕΓΚΑΛΩΝ.>}

1

Τὸ δ' εὖ

κελευόμενον μέν ἐστιν ἀσφαλέστατον

δοῦλον ποιεῖν, ὥς φασι.

2

Οἷον τὸ γενέσθαι πατέρα παίδων ἦν ἄρα·

λύπη, φόβος, φροντίς, πέρας ἐστὶν οὐδὲ ἕν.

Pol

t

{<ΠΩΛΟΥΜΕΝΟΙ.>}

1

Τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις

τὸ φορτίον θείς; σιτόκουρον, ἄθλιον,

ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν.

2

Οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν,

καὶ συμμανῆναι δ' ἔνια δεῖ.

Rha

t

{<ΡΑΠΙΖΟΜΕΝΗ.>}

1

Ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον

αὐτῷ διδόντων ἕνεκα τοῦ ζῆν, βούλεται

οὗτος ἀτυχεῖν· ἐὰν δὲ μὴ θεὸς διδῷ,

τοῦ μὴ διδόντος, οὐ τρόπου 'σθ' ἁμαρτία.

2

Ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει·

τὸ μὲν διὰ τύχην γίγνεται, τὸ δ' αἱρέσει.

3

Ἔρχεται

τἀληθὲς εἰς φῶς ἐνίοτ' οὐ ζητούμενον.

4

Ἆρ' ἐστὶν ἀγαθῶν πᾶσι πλείστων αἰτία

ἡ σύνεσις, ἂν ᾖ πρὸς τὰ βελτίω σοφή.

5

Τοὐμὸν θυγάτριον; πάνυ γάρ ἐστι τῇ φύσει

. . . φιλάνθρωπον τὸ παιδάριον σφόδρα.

6

Εἶτ' ἀμφορεαφόρος τις ἀποφορὰν φέρων.

7

Πόθεν γάρ, ὦ φίλοι θεοί,

τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους;

8

Ὁ μυόχοδος γέρων λεληθέναι σφόδρα

οἰόμενος.

9

Οὐχ ὁρᾶτε τὴν τροφόν

ζῶμ' ἐνδεδυμένην;

Sam

t

{<ΣΑΜΙΑ.>}

1

Φέρε τὸν λιβανωτόν· σὺ δ' ἐπίθες τὸ πῦρ, Τρύφη.

Sik

t

{<ΣΙΚΥΩΝΙΟΣ.>}

1

Εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται

τὸ τοῦ στρατιώτου σχῆμα καὶ τὸ τοῦ ξένου.

2

Στρατοφάνη, λιτόν ποτ' εἶχες χλαμύδιον καὶ παῖδ' ἕνα.

3

Ἅβραν γὰρ ἀντωνούμενος

ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ' ἔχειν,

τρέφει δὲ χωρίς, ὡς ἐλευθέραν πρέπει.

4

Ὁ πλέων κατήχθη, κρίνεθ' οὗτος πολέμιος·

ἐὰν δ' ἔχῃ τι μαλακόν, ἀγγαρεύεται.

5

Κακὴ μὲν ὄψις, ἐν δὲ δειλαῖαι φρένες.

Str

t

{<ΣΤΡΑΤΙΩΤΑΙ.>}

1

Ὁρῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος·

τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῷ βοᾶν,

ἐν τῷ πρὸς αὑτὸν δ' ἀναλογισμῷ φαίνεται.

2

Οὐδεὶς ξύνοιδεν ἐξαμαρτάνων πόσον

ἁμαρτάνει τὸ μέγεθος, ὕστερον δ' ὁρᾷ.

Syna

t

{<ΣΥΝΑΡΙΣΤΩΣΑΙ.>}

1

Ἀστεῖον τὸ μή

συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον,

ἀλλ' οἰκοσίτους τοὺς γάμους πεποιηκέναι.

2

Ἂν ἔτι πιεῖν μοι δῷ τις· ἀλλ' ἡ βάρβαρος

ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο

ἄρας' ἀφ' ἡμῶν.

3

Καὶ τὸν ἐπὶ κακῷ

γιγνόμενον ἀλλήλων ἀγαπησμόν, οἷος ἦν.

4

Ἔρως δὲ τῶν θεῶν

ἰσχὺν ἔχων πλείστην ἐπὶ τούτου δείκνυται·

διὰ τοῦτον ἐπιορκοῦσι τοὺς ἄλλους θεούς.

5

Πατὴρ δ' ἀπειλῶν οὐκ ἔχει μέγαν φόβον.

6

Τρισάθλιόν γε καὶ ταλαίπωρον φύσει

πολλῶν τε μεστόν ἐστι τὸ ζῆν φροντίδων.

Syner

t

{<ΣΥΝΕΡΩΣΑ.>}

1-2

Ἄφες τὸν ἄνθρωπον. τί κόπτεις ὦ μέλε;

Syneph

t

{<ΣΥΝΕΦΗΒΟΙ.>}

Tit

t

{<ΤΙΤΘΗ.>}

1

Ἢν ἄν τις ὑμῶν παιδίον

ᾐτήσατ' ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι.

2

Οἱ τὰς ὀφρῦς αἴροντες ὡς ἀβέλτεροι

καὶ ”σκέψομαι” λέγοντες· ἄνθρωπος γὰρ ὤν

σκέψει τί περὶ τοῦ; δυστυχὴς ὅταν τύχῃ·

αὐτόματα γὰρ τὰ πράγματ' ἐπὶ τὸ συμφέρον

ῥεῖ κἂν καθεύδῃς ἢ πάλιν τοὐναντίον.

Tro

t

{<ΤΡΟΦΩΝΙΟΣ.>}

1

Ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχῆς. {Β.} τίνος;

ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ·

οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια

ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα

καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ

ἁλίσκετ', ἀλλ' οὕτως παρέργως ἅπτεται·

τὰς δ' ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα

μᾶλλον προσεδέξατ'· Ἀρκαδικὸς τοὐναντίον

ἀθάλαττος ἐν τοῖς λοπαδίοις ἁλίσκεται·

Ἰωνικὸς πλούταξ ὑποστάσεις ποιῶν,

κάνδαυλον, ὑποβινητιῶντα βρώματα.

2

Τὸ μηδὲν ἀδικεῖν καὶ φιλανθρώπους ποιεῖ.

Hyd

t

{<ΥΔΡΙΑ.>}

1

Ὡς ἡδὺ τῷ μισοῦντι τοὺς φαύλους τρόπους

ἐρημία, καὶ τῷ μελετῶντι μηδὲ ἓν

πονηρὸν ἱκανὸν κτῆμ' ἀγρὸς τρέφων καλῶς.

ἐκ τῶν ὄχλων δὲ ζῆλος, ἥ τε κατὰ πόλιν

αὕτη τρυφὴ λάμπει μέν, ἐς δ' ὀλίγον χρόνον.

2

Γέροντα δυστυχοῦντα τῶν αὑτοῦ κακῶν

ἐπαγόμενον λήθην, ἀνέμνησας πάλιν

ἐπὶ τἀτυχεῖν τ' ἤγειρας.

3

Εὐθὺς καταχρήσεσθαι τὸν ἀνορωρυγμένον

ταύτην ἰδόντα.

4

Οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι.

Hym

t

{<ΥΜΝΙΣ.>}

1

Νὴ τὴν Ἀθηνᾶν, μακάριόν γ' ἡ χρηστότης

πρὸς πάντα καὶ θαυμαστὸν ἐφόδιον βίῳ.

τούτῳ λαλήσας ἡμέρας σμικρὸν μέρος

εὔνους ἐγὼ νῦν εἰμι. πειστικὸν λόγος,

πρὸς τοῦτ' ἂν εἴποι τις μάλιστα τῶν σοφῶν.

τί οὖν ἑτέρους λαλοῦντας εὖ βδελύττομαι;

τρόπος ἔσθ' ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.

2

Οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς,

ἂν μὴ λάβωσι προστάτην φιλάργυρον.

3

Ἀλλὰ τἀργυρώματα

ἥκω λαβεῖν βουλόμενος.

4

Νῦν δὲ κατὰ πόλιν

εὕρηκε τὸν ἕτερον, τὸν σέ, τὸν ἐμὲ τουτονί.

5

Οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ' αἰτούμενος.

Hyp

t

{<ΥΠΟΒΟΛΙΜΑΙΟΣ Η ΑΓΡΟΙΚΟΣ.>}

1

Μικρὰ Παναθήναι' ἐπειδὴ δι' ἀγορᾶς πέμποντά σε,

Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ' ἅρματος.

2

Τοῦτον εὐτυχέστατον λέγω,

ὅστις θεωρήσας ἀλύπως, Παρμένων,

τὰ σεμνὰ ταῦτ' ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ,

τὸν ἥλιον τὸν κοινόν, ἄστρ', ὕδωρ, νέφη,

πῦρ· ταῦτα κἂν ἑκατὸν ἔτη βιῷς ἀεί

ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρ' ὀλίγους,

σεμνότερα τούτων ἕτερα δ' οὐκ ὄψει ποτέ.

Πανήγυριν νόμισόν τιν' εἶναι τὸν χρόνον,

ὅν φημι, τοῦτον ἢ 'πιδημίαν, ἐν ᾧ

ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί·

ἂν πρῶτον ἀπίῃς καταλύσεις, βελτίονα

ἐφόδι' ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί·

ὁ προσδιατρίβων δ' ἐκοπίασεν ἀπολέσας,

κακῶς τε γηρῶν ἐνδεής του γίγνεται,

ῥεμβόμενος ἐχθροὺς εὗρ', ἐπεβουλεύθη ποθέν,

οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον.

3ab

Παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ πλέον

ἁ'νθρώπινος νοῦς ἐστιν ἄλλο τῆς τύχης,

εἴτ' ἐστὶ τοῦτο πνεῦμα θεῖον εἴτε νοῦς.

τοῦτ' ἔστι τὸ κυβερνῶν ἅπαντα καὶ στρέφον

καὶ σῶζον, ἡ πρόνοια δ' ἡ θνητὴ καπνός

καὶ φλήναφος. πείσθητε κοὐ μέμψεσθέ με·

πάνθ' ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν

τύχη 'στίν, ἡμεῖς δ' ἐσμὲν ἐπιγεγραμμένοι.

Τύχη κυβερνᾷ πάντα. ταύτην καὶ φρένας

δεῖ καὶ πρόνοιαν τὴν θεὸν καλεῖν μόνην,

εἰ μή τις ἄλλως ὀνόμασιν χαίρει κενοῖς.

4

Τὰ δεύτερ' ἀεὶ τὴν γυναῖκα δεῖ λέγειν,

τὴν δ' ἡγεμονίαν τῶν ὅλων τὸν ἄνδρ' ἔχειν.

οἶκος δ' ἐν ᾧ τὰ πάντα πρωτεύει γυνή,

οὐκ ἔστιν ὅστις πώποτ' οὐκ ἀπώλετο.

5

Τοῦτο μόνον ἐπισκοτεῖ

καὶ δυσγενείᾳ καὶ τρόπου πονηρίᾳ,

καὶ πᾶσιν οἷς ἔσχηκεν ἄνθρωπος κακοῖς,

τὸ πολλὰ κεκτῆσθαι· τὰ δ' ἄλλ' ἐλέγχεται.

6

Οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν

κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ,

ἀλλ' ἔστι καὶ ταὐτόματον ἔνια χρήσιμον.

7

Ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν.

ἐν παντὶ καιρῷ τοῦτ' ἐγὼ παρεγγυῶ

εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος.

8

Πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων

ὄντων, μέγιστόν ἐστι θηρίον γυνή.

9

Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετρίως λέγεις,

μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι.

10

Δυσπαρακολούθητόν τι πρᾶγμ' ἐστὶν τύχη.

11

Τὸν ἄμητα, Χαίριππ', οὐκ ἐᾷς πέττειν τινά.

12

Ὡς μηδὲν ἀποκρινουμένῳ δ' οὕτω λαλεῖν.

13

Γέρων ἀπεμέμυκτ' ἄθλιος λέμφος.

Phan

t

{<ΦΑΝΙΟΝ>}

1

Ὑπελήλυθέν τέ μου

νάρκα τις ὅλον τὸ δέρμα.

2

Φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.

3

Οἷα δὴ φιλοῦσιν ἰατροὶ λέγειν

τὰ φαῦλα μείζω καὶ τὰ δείν' ὑπέρφοβα,

πυργοῦντες αὑτούς.

Phas

t

{<ΦΑΣΜΑ.>}

1

Ἐπισημαίνεσθ' ἐάν

ἡ σκευασία καθάριος ᾖ καὶ ποικίλη.

Phi

t

{<ΦΙΛΑΔΕΛΦΟΙ.>}

1

Ἤδη δ' ἐπίχυσις, διάλιθοι λαβρώνιοι,

Πέρσαι δ' ἔχοντες μυιοσόβας ἑστήκεσαν.

2

Ὥστ' ἔγωγ' ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος.

3

Οὐ ῥᾴδιον

ἄνοιαν ἐν μικρῷ μεταστῆσαι χρόνῳ.

4

Νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι.

5

Ὡς ἡδὺ τὸ ζῆν, εἰ μεθ' ὧν κρίνῃ τις ἄν.

Chalkei

t

{<ΧΑΛΚΕΙΑ.>}

2

Τοῦτο δὴ τὸ νῦν ἔθος,

ἄκρατον, ἐβόων, τὴν μεγάλην· ψυκτῆρά τις

προὔπινεν αὐτοῖς ἀθλίους ἀπολλύων.

3

Οὐκ ἂν γένοιτ' ἐρῶντος ἀθλιώτερον

οὐδὲν γέροντος πλὴν ἕτερος γέρων ἐρῶν·

ὃς γὰρ ἀπολαύειν βούλεθ' ὧν ἀπολείπεται

διὰ…

Chalki

t

{<…

The complete text is available when the reading interface loads.