The Greek Library Author

Appian

ἐκ τῆς βασιλικῆς

2

Author namesAppien · Appian · Appianus · Αππιανος

Scientific editors
Ludwig Mendelssohn
Edition reference
Appiani Historia Romana · Leipzig · Teubner · 1879
CTS identifier
urn:cts:greekLit:tlg0551.tlg002.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ὁ μὲν πρῶτος τόμος τῶν ἑπτὰ βασιλέων, Ῥωμύλου, Νουμᾶ Πομπιλίου, Ἄγκου Ὁστιλίου καὶ Ἄγκου ἑτέρου τοῦ καὶ Μαρκίου, ἐπιγόνου Νουμᾶ, Ταρκυνίου, Σερουίου Τυλλίου, καὶ Ταρκυνίου Λευκίου τοῦ Ταρκυνίου, τούτων τῶν ἑπτὰ ἔργα τε καὶ πράξεις περιέχει. ὧν ὁ πρῶτος κτίστης τε Ῥώμης καὶ οἰκιστὴς γεγονώς, ἄρξας τε πατρικῶς μᾶλλον ἢ τυραννικῶς, ὅμως ἐσφάγη, ἢ ὡς ἄλλοι φασίν, ἠφανίσθη. ὁ δὲ δεύτερος οὐδὲν ἧττον βεβασιλευκώς, εἰ μὴ καὶ μᾶλλον, τὸν ἑαυτοῦ βίον ἐτελεύτησε ζήσας ὁ δὲ τρίτος ἐκεραυνώθη. νόσῳ δὲ τὸν βίον ὁ τέταρτος ὑπεξῆλθεν. ὁ δὲ πέμπτος ὑπὸ ποιμένων ἐσφάγη, καὶ ὁ ἕκτος ὁμοίως σφαγῇ κατέστρεψε τὸν βίον. ὁ δὲ ἕβδομος καὶ τῆς πόλεως καὶ τῆς βασιλείας παρανομῶν ἐξηλάθη· ἐξ οὗ τῆς βασιλείας καταλυθείσης εἰς τοὺς ὑπάτους τὰ τῆς ἀρχῆς μετετέθη.