ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής
VII
Author namesAppien · Appian · Appianus · Αππιανος
- Scientific editors
- Ludwig Mendelssohn
- Edition reference
- Appiani Historia Romana · Leipzig · Teubner · 1879
- CTS identifier
urn:cts:greekLit:tlg0551.tlg006.local001- Rights
- Consult the source edition for reuse conditions
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ὅτι Κλώδιος ὁ πατρίκιος, ὁ ποῦλχερ ἐπίκλην, τοῦτʼ ἔστιν εὐπρεπής, τῆς Γαΐου Καίσαρος γυναικὸς ἤρα. καὶ ἁρμόσασθαι αὑτὸν ἐς γυναῖκα ἐκ κεφαλῆς ἐς ἄκρους πόδας, ἔτι ὄντα ἀγένειον, καὶ ἐς τὴν οἰκίαν τοῦ Γαΐου παρελθεῖν οἷα γυναῖκα νυκτός, ὅτε μόναις γυναιξὶν ἐξῆν ἐσελθεῖν, μυστηρίων ἀγομένων. πλανηθέντα δὲ τῆς ὁδηγούσης, κατάφωρον ὑπʼ ἄλλων ἐκ τῆς φωνῆς γενόμενον ἐξελαθῆναι.