The Greek Library Author

Appian

ἐκ τῆς Νομαδικῆς

IV

Author namesAppien · Appian · Appianus · Αππιανος

Scientific editors
Ludwig Mendelssohn
Edition reference
Appiani Historia Romana · Leipzig · Teubner · 1879
CTS identifier
urn:cts:greekLit:tlg0551.tlg010.local001
Rights
Consult the source edition for reuse conditions
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ὅτι τοῦ Μαρίου ἐς Κίρταν ἀφικομένου πρέσβεις Βόκχου παρῆσαν, οἳ πεμφθῆναί τινας ἐς λόγους Βόκχῳ παρεκάλουν. καὶ ἐπέμφθησαν Αὖλός τε Μάλλιος ὁ πρεσβευτὴς καὶ Κορνήλιος Σύλλας ὁ ταμίας, οἷς ὁ Βόκχος ἔφη Ῥωμαίοις πολεμῆσαι διὰ Μάριον· γῆν γὰρ ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο, πρὸς Μαρίου νῦν ἀφῃρῆσθαι. Βόκχος μὲν δὴ ταῦτα ἐνεκάλει, Μάλλιος δʼ ἔφη τὴν γῆν τήνδε Ῥωμαίους ἀφελέσθαι Σύφακα πολέμου νόμῳ καὶ δοῦναι Μασσανάσσῃ δωρεάν, διδόναι δὲ Ῥωμαίους τὰς δωρεὰς ἔχειν τοῖς λαβοῦσιν ἕως ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ. οὐ μὴν ἀλόγως μεταγνῶναι· Μασσανάσσην τε γὰρ ἀποθανεῖν, καὶ τοὺς Μασσανάσσου παῖδας Ἰογόρθαν κατακαίνοντα Ῥωμαίοις πολέμιον γενέσθαι. οὐκ οὖν ἔτι εἶναι δίκαιον οὔτε τὸν πολέμιον ἔχειν δωρεὰν ἣν ἔδομεν φίλῳ, οὔτε σὲ δοκεῖν Ἰογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων. καὶ Μάλλιος μὲν τάδε περὶ τῆς γῆς ἔλεξεν.