Lex
Chapter 4
Author namesHippocrate · Hippocrates · Ιπποκρατης
- Scientific editors
- Émile Littré
- Edition reference
- Oeuvres complètes d'Hippocrate · Paris · Baillière · 1844
- CTS identifier
urn:cts:greekLit:tlg0627.tlg014.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 4
4. Ταῦτα ὦν χρὴ ἐς τὴν ἰητρικὴν τέχνην ἐσενεγκαμένους, καὶ ἀτρεκέως αὐτέης γνῶσιν λαβόντας, οὕτως ἀνὰ τὰς πόλιας φοιτεῦντας, μὴ λόγῳ μοῦνον, ἀλλὰ καὶ ἔργῳ ἰητροὺς νομίζεσθαι. Ἡ δὲ ἀπειρίη, κακὸς θησαυρὸς καὶ κακὸν κειμήλιον τοῖσιν ἔχουσιν αὐτέην, καὶ ὄναρ καὶ ὕπαρ, εὐθυμίης τε καὶ εὐφροσύνης ἄμοιρος, δειλίης τε καὶ θρασύτητος τιθήνη. Δειλίη μὲν γὰρ ἀδυναμίην σημαίνει· θρασύτης δὲ, ἀτεχνίην. Δύο γὰρ, ἐπιστήμη τε καὶ δόξα, ὧν τὸ μὲν ἐπίστασθαι ποιέει, τὸ δὲ ἀγνοεῖν.